σθαι, σαφῶς ἐδίδαξε, δι' ὅτου διήγγειλε τοὺς λόγους, καὶ τίς ὁ ὤν· τῷ δὲ καὶ Θεὸς προσειρῆσθαι, τὴν ἰδίαν ἔδειξε κατὰ πάντων ὑπεροχήν. Ὁ γὰρ τῶν δι' αὐτοῦ γενομένων Θεὸς, ἄγγελος τοῦ ἐπὶ πάντων Θεοῦ. Ἐγκόπτει μεταξὺ τὸν λόγον θυμὸς ἐμπεσὼν τῇ καρδίᾳ, καὶ συγκέχυται πρὸς τὸ πάθος ὁ λογισμὸς εἰς ὀργὴν ὑπὸ τῶν λεγομένων παρακινούμενος. Καὶ τάχα μοι τὸ τοιοῦτο πάθος τῆς ψυχῆς οὐκ ἀσύγγνωστον. Τίνι γὰρ οὐκ ἂν ἐκ τούτων ὁ θυμὸς ἐπιζέσειε; Τοῦ μὲν Ἀποστόλου πᾶσαν ἀγγελικὴν φύσιν ὑποχείριον εἶναι τοῦ Κυρίου βοῶντος, συμπαραλαμβάνοντος δὲ εἰς μαρτυρίαν τοῦ δόγματος καὶ τὴν προφητικὴν μεγαλοφωνίαν. Ὅταν γὰρ, φησὶν, εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει, Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι αὐτοῦ, καὶ τὸ, Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, καὶ τὸ, Σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν. Πάντα πρὸς ἔνδειξιν τοῦ μονογενοῦς Θεοῦ ταῦτα τοῦ Ἀποστόλου διεξιόντος, τί πάθω τὸν τῶν ἀγγέλων Κύριον ἄγγελον εἶναι παρὰ τοῦ χριστομάχου ἀκούων, οὐ κατὰ τὸ συμβὰν τὸν τοιοῦτον ἀπορρίψαντος λόγον, ἀλλ' ἐναγωνιζομένου τῇ ἀτοπίᾳ, ὡς μηδὲν πλέον Ἰωάννου καὶ Μωϋσέως αὐτὸν ἔχειν κατασκευάζεσθαι; Λέγει γὰρ περὶ ἐκείνου ὁ λόγος, Οὗτός ἐστι περὶ οὗ γέγραπται· Ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου. Ἄγγελος οὖν Ἰωάννης. Ἀλλὰ κἂν Θεὸν ὀνομάζῃ τὸν Κύριον ὁ ἐχθρὸς τοῦ Κυρίου, ἀναλογεῖν αὐτὸν κατασκευάζει τῇ Μωϋσέως θεότητι, ἐπεὶ κἀκεῖνος τοῦ μὲν ἐπὶ πάντων Θεοῦ θεράπων, τῶν δὲ Αἰγυπτίων ἐτάχθη θεός. Καίτοι καὶ τὸ ἐπὶ πάντων, καθὼς καὶ ἐν τοῖς κατόπιν εἴρηται, κοινὸν τῷ Υἱῷ πρὸς τὸν Πατέρα, τοῦ Ἀποστόλου τὴν τοιαύτην αὐτῷ προσμεμαρτυρηκότος φωνὴν, ἐν οἷς φησιν· Ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων θεός· ἀλλ' οὗτος εἰς ἀγγέλου τάξιν κατάγει τὸν τῶν ἀγγέλων Κύριον· ὥσπερ οὐκ ἀκηκοὼς, ὅτι Οἱ ἄγγελοι λειτουργικὰ πνεύματα, καὶ πυρὸς φλόγες εἰσί. Διὰ τούτων γὰρ ὁ Ἀπόστολος ἀσυγχύτως καὶ σαφῆ ποιεῖται τὴν τῶν ὑποκειμένων διάκρισιν. Τὴν μὲν ὑποχείριον φύσιν, πνεύματα εἶναι καὶ πῦρ ὁριζόμενος· τὴν δὲ κυριεύουσαν δύναμιν τῷ τῆς θεότητος διασημαίνων ὀνόματι. Καὶ τοσούτων ὄντων τὴν δόξαν τοῦ μονογενοῦς Θεοῦ διαγγελλόντων, μόνος τοῖς πᾶσιν ἀντιβοᾷ ὁ Εὐνόμιος, ἄγγελον αὐτὸν τοῦ ἐπὶ πάντων λέγων Θεοῦ· τῇ μὲν πρὸς τὸν ἐπὶ πάντων ἀντιδιαστολῇ, ἕνα τῶν πάντων εἶναι διοριζόμενος· τῇ δὲ πρὸς τοὺς ἀγγέλους τοῦ ὀνόματος κοινωνίᾳ, τὸ μηδὲν ἐκείνων παρηλλάχθαι τῇ φύσει κατασκευάζων. Πολλάκις γὰρ τὸ τοιοῦτον ἐν τοῖς κατόπιν φησὶν, ὅτι ὅσα τῆς αὐτῆς κοινωνεῖ προσηγορίας, οὐδ' ἂν κατὰ τὴν φύσιν ἑτέρως ἔχοι. Ἆρ' οὖν ἔτι τῶν εὐθυνόντων ὁ λόγος προσδέεται, περὶ τοῦ διαρρήδην βοῶντος τὸν ἄγγελον μὴ τὸν ἴδιον, ἀλλὰ τὸν τοῦ ὄντος ἀπαγγέλλειν λόγον; Διὰ γὰρ τούτου δείκνυται ὅτι ὁ ἐν ἀρχῇ ὢν Λόγος, Θεὸς Λόγος, οὐκ αὐτὸς Λόγος ἐστὶν, ἀλλ' ἑτέρου τινὸς Λόγου γίνεται Λόγος, διάκονός τε καὶ ἄγγελος ἐκείνου
named, he clearly taught through whom he proclaimed the words, and who He Who Is is; and by His also having been addressed as God, he showed His own pre-eminence over all things. For the God of the things that came into being through Him is the Messenger of the God over all. Indignation falling upon the heart interrupts my discourse midway, and my reasoning is confounded towards passion, provoked to anger by the things that are said. And perhaps for me such a passion of the soul is not unpardonable. For in whom would indignation not boil up at these things, when the Apostle cries aloud that every angelic nature is subject to the Lord, and adduces in testimony of the doctrine the prophetic sublimity of voice as well? For when, he says, He brings the Firstborn into the inhabited world, He says, And let all His angels worship Him, and this, Thy throne, O God, is unto the age of the age, and this, And Thou art the same, and Thy years shall not fail. When the Apostle rehearses all these things for the demonstration of the Only-begotten God, what am I to suffer on hearing from the adversary of Christ that the Lord of the angels is an angel—who has not cast forth such a saying by chance, but strives earnestly in the absurdity, so as to maintain that He has nothing more than John and Moses? For the word says concerning that man, This is he concerning whom it is written: Behold, I send My messenger before Thy face. John, therefore, is a messenger. Yet even if the enemy of the Lord names the Lord God, he maintains that He corresponds to the deity of Moses, since that man too was the servant of the God over all, and was appointed a god of the Egyptians. And yet being over all, just as has also been said in what precedes, is common to the Son with the Father, since the Apostle has borne witness to Him of such a title, wherein he says: Of whom is the Christ according to the flesh, Who is God over all; yet this man brings down to the rank of an angel the Lord of the angels, as though he had not heard that The angels are ministering spirits, and flames of fire. For through these words the Apostle without confusion makes clear the distinction of the subjects: defining the subject nature to be spirits and fire, while signifying the sovereign power by the name of Godhead. And though there are so many who proclaim the glory of the Only-begotten God, Eunomius alone cries out against them all, calling Him an angel of the God over all: by the contradistinction from Him Who is over all, defining Him to be one among all things; and by the community of the name with the angels, maintaining that He differs in nothing from them in nature. For often in what precedes he says such a thing, that whatsoever things share the same appellation could not be otherwise according to nature either. Does our argument, then, still stand in need of refutations concerning him who expressly cries out that the Angel announces not His own word, but the word of Him Who Is? For hereby it is shown that the Word Who was in the beginning, God the Word, is not Himself the Word, but becomes the Word of some other Word, and both a minister and messenger of that One