Migne Reading Room

PG 45 · cols. 856–865 · Read from the page

Against Eunomius, twelve books

Against Eunomius, twelve books

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 45:856Read from the page
γενναία καὶ σφοδρα ἡ ἀντίθεσις, καὶ ὁ ἔλεγχος ὀργιλώτερος, καὶ ὅτι ὁ χρηματίζων τῷ Μωϋσεῖ αὐτός ἐστιν ὁ ὢν, ὁ μονογενὴς Υἱὸς, ὃς τῷ Μωϋσεῖ αιτοῦντι, Ει μὴ αὐτὸς συμπορεύῃ ἡμῖν, μή με ἀναγάγης ἐντεῦθεν, εἴρηκεν · ὅτι Καὶ τοῦτόν σού τὸν λόγον ποιήσω · ὃς καὶ ἄγγελος καλεῖται παρά τε Μωϋσέως, καὶ Ἠσαΐου · ἐν ᾧ παρήχθη, ὅτι Παιδίον ἐγεννήθη ἡμῖν.
the counter-argument is noble and vehement, and the refutation more indignant; and that He Who speaks with Moses is Himself He Who is, the only-begotten Son, Who said to Moses when he asked, Unless Thou Thyself goest with us, bring me not up hence: Even this word of thine will I do; Who is also called Angel both by Moses and by Isaiah, in whom it was brought forward that Unto us a Child has been born.
δʹ. Μετὰ τοῦτο πλῆθος τῆς ἀντιῤῥήσεως δεδιὼς, τὰ πολλὰ τοῦ ἀντιπάλου παρέδραμεν, ὡς ἤδη προανατραπέντα. Τὰ δὲ λείποντα διὰ τοὺς οἰομένους κράτιστα εἶναι, διὰ βραχέων ἐπιτεμὼν, τὴν τοῦ Εὐνομίου βλασφημίαν διελέγχει, λέγοντος, ὅπερ ἐπὶ πάσης τῆς κτίσεως ζῶά τε καὶ φυτά εισι, πρὸ τῆς ιδίας γεννήσεως μὴ ὄντα · τοῦτο καὶ τὸν Κύριον εἶναι, καὶ ὁμοίως τῆς τῶν βατράχων γενέσεως, φεῦ τῆς βλασφημίας !
iv. After this, fearing the prolixity of the refutation, he passed over most of the adversary's arguments as having already been overturned beforehand. Summarizing the remaining points briefly on account of those who suppose them to be strongest, he thoroughly refutes the blasphemy of Eunomius, who says that just as across all creation both animals and plants are non-existent before their own generation, so too is the Lord, and in like manner to the generation of frogs—alas for the blasphemy!
εʹ. Πάλιν τε Κύριον αὐτὸν, καὶ Θεὸν καὶ δημιουργὸν πάσης τε νοητῆς καὶ αισθητῆς κτίσεως ὁ Εὐνόμιος καλεῖ, παρὰ τοῦ Πατρὸς τὴν δύναμιν τῆς δημιουργίας, καὶ τὴν ἐπιτροπὴν ειληφότα, καθάπερ χειροτέχνης παρὰ τοῦ μισθουμένου τὴν δημιουργίαν ἐπιτραπεὶς, ἐπίκτητόν τε καὶ ἔξωθεν τῆς δημιουργίας τὴν δύναμιν ειληφότα ἐκ τῆς ἀποκληρωθείσης αὐτῷ δυνάμεως κατὰ τὰς ποιὰς τῶν ἀστέρων ἐπιπλοκάς τε καὶ ἀποστάσεις, τῆς ειμαρμένης ἐπικλωθούσης τοῖς τικτομένοις τὰς ἀποκληρώσεις τῶν ἁγίων. Καὶ τὰ πολλὰ παρατρέχων ἐκ τῶν παρ' αὐτοῦ γεγραμμένων, τὴν βλασφημίαν ἐλέγχει · γῇ καὶ ἀγγέλοις ὁμοίως γεγονότα τὸν ποιητὴν τῶν ἁπάντων, καὶ μηδὲν τῆς πάντων γενέσεως τὴν τοῦ Μονογενοῦς ἀπάδειν ὑπόστασιν · μήτε θεῖον μυστήριον, μήτε ἔθος, μήτε τινὶ τῶν τῆς θεοσεβείας διδασκάλων πειθόμενον πρὸς τὴν τῆς εὐσεβείας εὕρεσιν, ει μὴ Μανιχαῖον, Κόλουθον, Ἄρειον, Ἀέτιον, καὶ τοὺς κατ' αὐτοὺς, λῆρον πάντα τὰ τῶν Χριστιανῶν, καὶ παίγνιον τὰ τῆς Ἐκκλησίας ἔθη, καὶ σεβάσμια ἡγούμενον μυστήρια · μηδὲν τῶν Ἑλλήνων διαφέρων, οἳ μέγαν Θεὸν ὑπερέχοντα τῶν ἄλλων ἐκ τοῦ καθ' ἡμᾶς ὑπέλαβον δόγματος. Οὕτως οὖν καὶ ὁ νέος οὗτος ειδωλολάτρης ὁμοίως κηρύσσει καὶ εις Δημιουργὸν καὶ Κτίστην τὸ βάπτισμα γίνεσθαι, μὴ δεδιὼς τὴν ἀρὰν τῶν προσθήκην ἢ ἔλλειψιν ἐν ταῖς θείαις ποιουμένων Γραφαῖς · Ἀντίχριστόν τε τοῦτον ἀποδεικνὺς, τὸν λόγον πληροῖ.
v. And again Eunomius calls Him Lord, and God, and Maker of all creation, both intelligible and perceptible, having received from the Father the power and stewardship of creation—just like a manual craftsman entrusted with the work of creation by him who hires him—and having received the power of creation as something acquired and from outside, out of the power allotted to Him according to the particular conjunctions and distances of the stars, while fate spins out for those being born the allotments of the saints. And passing over most of what was written by him, he refutes the blasphemy: that the Maker of all things came into being in like manner to earth and angels, and that the subsistence of the Only-begotten differs in nothing from the generation of all things; respecting neither divine mystery nor custom, nor heeding any of the teachers of godliness towards the discovery of piety, save Manichaeus, Coluthus, Arius, Aetius, and their followers, deeming all the things of Christians nonsense, and the customs of the Church and the venerable mysteries a plaything; differing in nothing from the Greeks, who supposed from our doctrine a great God surpassing the rest. Thus therefore this new idolater likewise proclaims that baptism also takes place into the Maker and Creator, not fearing the curse upon those who make addition or subtraction in the divine Scriptures; and demonstrating him to be Antichrist, he brings the discourse to a close.
Ἀλλὰ καὶ πρὸς τὸ ἐφεξῆς τοῦ λόγου προέλθωμεν · Αὐτοῦ, φησὶ, τοῦ Μονογενοῦς ἀποδιδόντος τῷ Πατρὶ τὴν μόνῳ κατ' ἀξίαν ὀφειλομένην ἐπωνυμίαν. Ὁ γὰρ τὴν τοῦ ἀγαθοῦ πρόσρησιν μόνῳ προσήκειν διδάξας ἐκείνῳ τῷ καὶ τῆς σφετέρας καὶ πάσης ἀγαθότητος αιτίῳ, καὶ πᾶν τό τε ὂν καὶ γινόμενον ἀγαθὸν ἐπ' ἐκεῖνον φέρει. Σχολῇ γὰρ τῶν τότε γινομένων ᾠκειώσατο τὴν ἐξουσίαν καὶ τὴν τοῦ ὄντος ἐπωνυμίαν. Ἕως μὲν οὖν τισὶ προκαλύμμασιν ὑποκρύπτων τὴν βλασφημίαν ταῖς τῶν λογισμῶν περιόδοις, κατὰ τὸ λεληθὸς τοὺς ἀπατωμένους προσήγετο, προσέχειν ᾤμην δεῖν τὸν νοῦν τοῖς κατὰ τὸ λανθάνον κακουργουμένοις, καὶ ὡς ἦν οἷόν τε παραγυμνοῦν. τῷ λόγῳ τὸν ὄλεθρον. Ἐπεὶ δὲ παντὸς ἀπατηλοῦ προσωπείου τὸ ψεῦδος ἀπογυμνώσας, λαμπρὰν ἐπὶ λέξεως τὴν βλασφημίαν ἐκτίθεται, περιττὸν ἡγοῦμαι τοῖς οὐκ ἀρνουμένοις τὴν ἀσέβειαν τοὺς διὰ τῶν λογισμῶν ἐλέγχους ἐπάγων, μάταιον ὑπομένειν
Yet let us also advance to what follows next in the discourse. Since the Only-begotten Himself, he says, renders back to the Father the surname owed by dignity to Him alone. For He Who taught that the appellation of the Good belongs to Him alone Who is the cause both of His own and of all goodness, also refers every good, both that which is and that which comes into being, unto Him; for scarcely did He appropriate the authority over the things that then came into being and the surname of Him Who is. So long, then, as he was secretly hiding his blasphemy beneath certain veils through the winding circuits of his reasonings and covertly drawing the deceived to himself, I supposed it necessary to turn my mind to what was being wickedly contrived in secret, and, so far as was possible, to strip bare the ruin by argument. Since, however, having stripped his falsehood of every deceitful mask, he sets forth his blasphemy manifestly in express words, I deem it superfluous, by bringing refutations through reasonings against those who do not deny their ungodliness, to endure vain
Notes, col. 856

On the reading

Printed σφοδρα, for σφόδρα.

Printed αιτοῦντι, for αἰτοῦντι.

Printed Ει, for Εἰ.

Printed σού, for σου.

Printed εισι, for εἰσι.

Printed ιδίας, for ἰδίας.

Printed αισθητῆς, for αἰσθητῆς.

Printed ειληφότα, for εἰληφότα.

Printed ειμαρμένης, for εἱμαρμένης.

Printed ει, for εἰ.

Printed ειδωλολάτρης, for εἰδωλολάτρης.

Printed εις, for εἰς.

Printed αιτίῳ, for αἰτίῳ.

Printed παραγυμνοῦν., for παραγυμνοῦν.

PG 45:857Read from the page
ὄχλον. Τί γὰρ ἂν πλέον εὑρεθείη παρ' ἡμῶν εις τὴν τῆς κακονοίας ἀπόδειξιν, οἷόν ἐστι τὸ ἐκ τοῦ προχείρου παρ' αὐτῶν ἐν τοῖς γεγραμμένοις ἐπιδεικνύμενον ; Μόνον ἄξιον τῆς τοῦ ἀγαθοῦ προσηγορίας φησὶ τὸν Πατέρα · μόνῳ ἐκείνῳ τὴν τοιαύτην ἐπωνυμίαν ὀφείλεσθαι, ὡς καὶ τοῦ Υἱοῦ συντιθεμένου τὸ μόνῳ προσήκειν ἐκείνῳ τὴν ἀγαθότητα. Ἀπολελόγηται ὑπὲρ ἡμῶν ὁ κατήγορος · τάχα γάρ τις ἐπηρεαστὴς ἐν τοῖς κατόπιν ἐνομιζόμην τοῖς ἐντυγχάνουσιν, ἐν οἷς ἀπεδείκνυον ἀλλότριον τῆς πατρικῆς ἀγαθότητος τοὺς χριστομάχους κατασκευάζειν τὸν Κύριον. Ἀλλὰ νῦν οἶμαι διὰ τῆς τῶν ἐναντίων ὁμολογίας ἀποδεδεῖχθαι τὸ μὴ συκοφαντικῶς ἡμᾶς τὸ τοιοῦτον ἔγκλημα τοῖς ἐχθροῖς ἐπιφέρειν. Ὁ γὰρ μόνῳ τῷ Πατρὶ κατ' ἀξίαν ὀφείλεσθαι τοῦ ἀγαθοῦ τὴν ἐπωνυμίαν λέγων, κἀκείνῳ μόνῳ προσήκειν ειπὼν τὴν τοιαύτην φωνὴν, τὴν περιεσταλμένην ἐν τοῖς προάγουσι πονηρίαν νῦν ἀνακεκαλυμμένῳ δημοσιεύει τῷ λόγῳ. Μόνῳ φησὶ τῷ Πατρὶ προσήκειν τοῦ ἀγαθοῦ τὴν ἐπωνυμίαν. Ἆρα μετὰ τῆς ἐγκειμένης τῇ φωνῇ σημασίας, ἢ διεζευγμένην τῆς οἰκείας ἐμφάσεως ; Ει μὲν οὖν τὸ ὄνομα τοῦ ἀγαθοῦ μόνον ἀνατίθησι τῷ Πατρὶ κατ' ἐξαίρετον, ἐλεινὸς ἂν εἴη τῆς ἀλογίας, ῥήματος διακένου ψόφον τῷ Πατρὶ χαριζόμενος. Ει δὲ τὸ νόημα τὸ διὰ τοῦ ἀγαθοῦ σημαινόμενον, μόνῳ προσήκειν οἴεται τῷ Θεῷ καὶ Πατρὶ, βδελυκτὸς ἂν εἴη τῆς ἀσεβείας, τῶν Μανιχαίων τὴν νόσον ἐπὶ τῶν ἰδίων δογμάτων ἀνανεούμενος. Ὡς γὰρ ὑγεία καὶ νόσος, οὕτως καὶ ἀγαθότης καὶ πονηρία ταῖς ἀλλήλων ἀναιρέσεσι παρυφίστανται · ὥστε τὴν τοῦ ἑνὸς ἀπουσίαν, ὕπαρξιν τοῦ ἑτέρου γίνεσθαι. Ει οὖν μόνῳ τῷ Πατρὶ προσήκειν λέγει τὴν ἀγαθότητα, ἀποκλείει ταύτης πᾶν ὅ τι πάρεστιν ἐν τοῖς οὖσι παρὰ τὸν Πατέρα νοούμενον, ὥστε τοῖς πᾶσι καὶ τὸν μονογενῆ Θεὸν τοῦ ἀγαθοῦ συναπείργεσθαι. Ὡς γὰρ ὁ μόνον γελαστικὸν εἶναι λέγων τὸν ἄνθρωπον, τὸ μηδὲν τῶν λοιπῶν ζώων τῆς ἰδιότητος ταύτης μετέχειν συνενεδείξατο · οὕτως ὁ ἐν μόνῳ τῷ Πατρὶ τὸ ἀγαθὸν εἶναι ἀποφηνάμενος, χωρίζει τὰ πάντα τῆς κατὰ τὸ ἀγαθὸν ἰδιότητος. Ει οὖν μόνος ὁ Πατὴρ κατ' ἀξίαν ὀφειλομένην ἔχει τοῦ ἀγαθοῦ τὴν ἐπωνυμίαν, καθώς φησιν ὁ Εὐνόμιος, οὐδενὶ τῶν ἄλλων ἡ τοιαύτη φωνὴ κυρίως ἐφαρμοσθήσεται. Πᾶσα δὲ προαίρεσις ὁρμητικὴ, ἤτοι κατὰ τὸ ἀγαθὸν ἐνεργεῖται πάντως, ἢ πρὸς τὸ ἀντικείμενον φέρεται. Τὸ γὰρ πρὸς οὐθέτερον ἐπιῤῥεπῶς ἔχειν, ἢ τῶν ἀψύχων ἴδιον, ἢ τῶν ἀναισθήτων ἐστίν. Εἰ τοίνυν μόνος ὁ Πατὴρ ἀγαθὸς, οὐκ ἐπίκτητον ἔχων, ἀλλ' ἐν τῇ φύσει τὴν ἀγαθότητα, οὐ κοινωνεῖ δὲ τῷ Πατρὶ τῆς φύσεως ὁ Υἱὸς, καθὼς ἡ αἵρεσις βούλεται · ὁ τῆς ἀγαθῆς οὐσίας ἀμέτοχος, καὶ τῆς τοῦ ἀγαθοῦ πάντως ἐπωνυμίας συνηλλοτρίωται. Ὁ δὲ μήτε τῆς φύσεως τοῦ ἀγαθοῦ, μήτε τῆς ἐπωνυμίας μετέχων, οὐκ ἀγνοεῖται πάντως ὅστις ἐστὶ, κἂν ἐγὼ φείσωμαι τοῦ βλασφήμου ὀνόματος. Παντὶ γὰρ δῆλόν ἐστιν ὅτι τὸ πονηρόν τε καὶ ἀντικείμενον εις τὴν τοῦ Υἱοῦ ἔννοιαν ὑποβληθῆναι φιλονεικεῖ ὁ Εὐνόμιος. Ὁ γὰρ μὴ ἀγαθὸς, πρὸς ποῖον ὄνομα οικείως ἔχει, παντὶ φανερὸν τῷ διανοίας μετέχοντι. Ὡς γὰρ ὁ μὴ ἀνδρεῖος, δειλὸς, καὶ ὁ μὴ δίκαιος, ἄδικος, καὶ ὁ μὴ σοφὸς ἄφρων ἐστίν · οὕτως καὶ ὁ
trouble. For what more could be found on our part towards the demonstration of their malice than what is displayed offhand by them in what they have written? He says that the Father alone is worthy of the appellation of the Good; that to Him alone is such a surname owed, as even the Son agrees that goodness belongs to Him alone. Our accuser has made our defence on our behalf; for perhaps in what went before I was considered by readers some sort of spiteful detractor, wherein I showed that the opponents of Christ make out the Lord to be alien from the paternal goodness. Yet now I suppose it has been demonstrated through our opponents' own confession that we do not bring such a charge against our enemies calumniously. For he who says that the surname of the Good is owed by dignity to the Father alone, and who has said that such an expression belongs to Him alone, now publishes in unveiled speech the wickedness that had been wrapped up in his preceding statements. To the Father alone, he says, belongs the surname of the Good. Is it with the signification inherent in the expression, or disjoined from its proper meaning? If on the one hand he attributes the name of the Good alone to the Father by pre-eminence, he would be pitiable for his unreason, gratifying the Father with the mere sound of an empty word. If on the other hand he supposes that the notion signified through the Good belongs to the God and Father alone, he would be abominable for his ungodliness, renewing the disease of the Manichaeans in his own dogmas. For just as health and disease, so too goodness and wickedness subsist by the removal of one another, so that the absence of the one becomes the existence of the other. If, therefore, he says that goodness belongs to the Father alone, he excludes from it everything that is present among beings conceived besides the Father, so that along with all things the only-begotten God too is barred from the Good. For just as he who says that man alone is capable of laughter thereby co-indicates that none of the remaining animals shares in this property, so he who declares that the Good is in the Father alone separates all things from the property of the Good. If, therefore, the Father alone has the surname of the Good owed by dignity, as Eunomius says, to none of the others will such an expression properly apply. Now every impulsive choice either operates altogether in accordance with the good, or is borne towards its opposite; for to be inclined towards neither is proper either to inanimate or to insensate things. If, then, the Father alone is good, having goodness not as something acquired, but in His nature, while the Son does not share with the Father in His nature, just as the heresy wishes, He Who has no share in the good essence has altogether been alienated together from the surname of the Good as well. And He Who shares neither in the nature of the Good nor in its surname is altogether not unknown as to what He is, even if I spare the blasphemous name. For it is clear to everyone that Eunomius contentiously strives to slip what is wicked and opposite into the notion of the Son. For towards what sort of name he who is not good is appropriately disposed is manifest to everyone who shares in understanding. For just as he who is not brave is cowardly, and he who is not just, unjust, and he who is not wise is foolish; so too he who
Notes, col. 857

On the reading

Printed εις, for εἰς.

Printed ειπὼν, for εἰπὼν.

Printed Ει, for Εἰ.

Printed οικείως, for οἰκείως.

PG 45:860Read from the page
μὴ ἀγαθὸς πρόδηλον ἔχει τὸ ἀντιφωνούμενον ὄνομα · πρὸς ὃ τὴν τοῦ Μονογενοῦς ἔννοιαν ἐξωθεῖν ὁ χριστομάχος βιάζεται · ἄλλος Μάνης, ἢ Βαρδησάνης τῇ Ἐκκλησίᾳ γινόμενος. Ταῦτά ἐστιν ἐν οἷς οὐδὲν τὸν λόγον ἡμῶν εἶναί φαμεν τῆς σιωπῆς ἐνεργέστερον. Μυρία τις εἰπὼν καὶ πάντας λογισμοὺς ἀνακινήσας οὐκ ἂν εἴποι τοιοῦτον εις κατηγορίαν οὐδὲν, οἷον παρ' αὐτῶν ἐκείνων ἐν παῤῥησίᾳ κηρύσσεται. Τί γὰρ ἄν τις πρὸς κακίαν εὕροι πικρότερον, ἢ τὸ μὴ λέγειν ἀγαθὸν εἶναι τὸν ἐν μορφῇ Θεοῦ ὑπάρχοντα, καὶ οὐχ ἁρπαγμὸν ἡγησάμενον τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἐπὶ τὸ ταπεινὸν τῆς ἀνθρωπίνης καταβάντα φύσεως, διὰ μόνην φιλανθρωπίαν τοῦτο ποιήσαντα ; Ἀντὶ τίνος οὖν, ειπέ μοι, ταῦτα τῷ Κυρίῳ ἀνταποδίδοτε ; χρήσομαι γὰρ τῇ Μωϋσέως πρὸς τοὺς Ἰσραηλίτας φωνῇ. Οὐκ ἀγαθὸς, ὅστις σε κόνιν ἄψυχον ὄντα θεοειδεῖ κάλλει κατακοσμήσας, ἔμψυχον εικόνα τῆς ἑαυτοῦ δυνάμεως ἀνεστήσατο ; Οὐκ ἀγαθὸς, ὁ διὰ σὲ μορφὴν δούλου λαβὼν, καὶ ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς τὰ παθήματα τῆς σῆς ἁμαρτίας ἀναμαξάμενος, καὶ δοὺς ἑαυτὸν ἀντάλλαγμα τοῦ σοῦ θανάτου, καὶ ὑπὲρ ἡμῶν κατάρα καὶ ἁμαρτία γενόμενος ;
is not good manifestly bears the opposite name; towards which the opponent of Christ violently strives to thrust out the notion of the Only-begotten, becoming another Manes or Bardesanes to the Church. These are matters in which we say that nothing makes our speech more effective than silence. Were someone to utter ten thousand words and stir up every argument, he could say nothing so strong by way of accusation as what is openly proclaimed by those very men. For what could anyone find more bitter towards malice than to deny that He is good Who subsists in the form of God, and Who did not count being equal with God a thing to be grasped, but came down to the lowliness of human nature, having done this out of love for mankind alone? In return for what, then, tell me, do you repay these things to the Lord?—for I shall use the voice of Moses towards the Israelites. Is He not good, Who adorned you with godlike beauty when you were lifeless dust, and raised you up as a living image of His own power? Is He not good, Who for your sake took the form of a servant, and instead of the joy set before Him wiped off upon Himself the sufferings of your sin, and gave Himself as a ransom in exchange for your death, and became a curse and sin on our behalf?
Οὐδὲ Μαρκίων ὑμᾶς ὁ τῶν ὑμετέρων δογμάτων προστάτης, κατὰ τοῦτο μέρος ἐπανορθώσαιτο · ᾧ κοινὸν μὲν πρὸς τὸ ὑμέτερον φρόνημα τῶν θεῶν ἡ δυὰς, καὶ τὸ παρηλλάχθαι κατὰ τὴν φύσιν ἑκάτερον πρὸς τὸ ἕτερον οἴεσθαι. Φιλανθρωπότερον δὲ τὸ τὴν ἀγαθότητα τῷ Θεῷ τοῦ Εὐαγγελίου προσμαρτυρεῖν. Ὑμεῖς δὲ καὶ τῆς τοῦ ἀγαθοῦ φύσεως τὸν μονογενῆ Θεὸν ἀφορίζετε, ὡς ἂν καὶ τὸν Μαρκίωνα τῇ κακίᾳ τοῦ δόγματος ὑμῶν παραδράμοιτε. Ἀλλ' ἀντιλαμβάνονται τῶν γεγραμμένων, καὶ οὔ φασι δίκαια πάσχειν ὑπὲρ τῶν τῆς Γραφῆς ῥημάτων κατηγορούμενοι. Αὐτὸν γὰρ λέγουσιν εἰρηκέναι τὸν Κύριον τὸ, Οὐδεὶς ἀγαθὸς ει μὴ εἷς ὁ Θεός. Οὐκοῦν ὡς ἂν μὴ καὶ κατὰ τῶν θείων ῥημάτων ἡ συκοφαντία τὴν ισχὺν ἔχοι, αὐτὸν τὸν Εὐαγγελικὸν λόγον ἐν ὀλίγῳ διαληψώμεθα. Νέον οἶδε τοῦτον ἡ ἱστορία τὸν πλούσιον, πρὸς ὅν φησι τὴν φωνὴν ταύτην Κύριος · ἀπολαυστικὸν οἶμαί τινα τῶν κατὰ τὸν βίον ἡδέων, καὶ φιλοκτήμονα · λυπεῖσθαι γὰρ αὐτόν φησι πρὸς τὴν συμβουλὴν τῆς τῶν προσόντων αὐτῷ ἀποκτήσεως, καὶ μηθ' ἑλέσθαι τῶν κτημάτων τὴν ζωὴν ἀνταλλάξασθαι. Οὗτος ἐπειδή τινα ζωῆς αιωνίας ἐπιδεδημηκέναι διδάσκαλον ἤκουσεν, ἐλπίδι τοῦ εις ἀεὶ τρυφήσειν, παρατεινομένης αὐτῷ τῆς ζωῆς εἰς ἀτέλευτον, προσήει θωπεύων τῇ τοῦ ἀγαθοῦ προσηγορίᾳ τὸν Κύριον, μᾶλλον δὲ οὐχὶ τὸν νοούμενον Κύριον, ἀλλὰ τὸν φαινόμενον ἐν τῇ τοῦ δούλου μορφῇ. Οὐ γὰρ τοιοῦτος, οἷος διασχεῖν τὸ καταπέτασμα τῆς σαρκὸς, καὶ διϊδεῖν ἰσχύσαι τὸ τῆς θεότητος ἄδυτον. Ὁ τοίνυν τὰς καρδίας ὁρῶν Κύριος, εἶδε πρὸς ὅ τι βλέπων ὁ νέος ἱκέτευεν, ὅτι οὐχὶ πρὸς τὸ θεῖον εἶχε τὴν ψυχὴν ἀτενίζουσαν, ἀλλὰ τὸν ἄνθρωπον ἐλιπάρει διδάσκαλον ἀγαθὸν ὀνομάζων διὰ
Not even Marcion, the patron of your dogmas, would set you right in this respect—he with whom your mindset shares in common both the dyad of gods and the supposition that each differs in nature with respect to the other. Yet it is more humane on his part to bear witness to goodness in the God of the Gospel; whereas you separate the only-begotten God even from the nature of the Good, so that you would outrun even Marcion in the wickedness of your dogma. Yet they lay hold of what is written, and deny that they are treated justly when accused over the words of Scripture; for they say that the Lord Himself spoke the saying, No one is good save one, that is, God. Therefore, lest calumny hold strength even against the divine words, let us briefly examine the evangelical saying itself. The narrative knows this rich man to whom the Lord speaks this utterance to be young—someone fond of enjoying the pleasant things of life, I suppose, and fond of possessions; for it says that he was grieved at the counsel to part with what belonged to him, and did not even choose to obtain life in exchange for his possessions. Since this man heard that a certain teacher of eternal life had come to dwell among them, in the hope of living in luxury forever if life were prolonged for him endlessly, he approached fawning upon the Lord with the appellation of the Good—or rather, not upon Him Who is understood to be Lord, but upon Him Who appeared in the form of a servant; for he was not such a man as to cleave through the veil of the flesh and have strength to gaze into the shrine of the Godhead. Therefore the Lord, Who sees the hearts, saw towards what the young man was looking as he made supplication: that he did not have his soul gazing intently towards the divine, but was entreating the man, naming Him Good Teacher on account of
Notes, col. 860

On the reading

Printed εις, for εἰς.

Printed ειπέ, for εἰπέ.

Printed εικόνα, for εἰκόνα.

Printed ει, for εἰ.

Printed ισχὺν, for ἰσχὺν.

Printed αιωνίας, for αἰωνίας.

PG 45:861Read from the page
τὴν ἐλπίδα τοῦ μαθεῖν τὸ τοιοῦτο μάθημα, δι' οὗ κωλυθήσεσθαι προσεδόκα τὸν θάνατον. Οὐκοῦν εικότως ὁ παρακληθεὶς παρ' αὐτοῦ, οὗτος καὶ ἀποκρίνεται. Τῆς γὰρ ἐντεύξεως οὐ πρὸς τὸν Θεὸν Λόγον γεγενημένης, ἀκολούθως καὶ ἡ ἀπόκρισις ἐκ τοῦ ἀνθρωπίνου πρὸς τὸν ἱκετεύοντα γίνεται, διπλῆν ἐπάγουσα τῷ νέῳ τὴν παίδευσιν. Διδάσκει γὰρ κατὰ ταὐτὸν, ὅτι τε τῷ βίῳ προσήκει, καὶ οὐχὶ ῥημάτων εὐφημίᾳ θεραπεύειν τὸ Θεῖον, ἐν τῷ τὰς ἐντολὰς ποιεῖν, καὶ προσόντων πάντων ὠνεῖσθαι τὴν αιώνιον ζωὴν, καὶ ὅτι τὸ ἀνθρώπινον ἐν πονηρίᾳ διὰ τὴν ἁμαρτίαν γενόμενον, ἀποκέκριται τῆς κυρίας τοῦ ἀγαθοῦ κλήσεως. Καὶ διὰ τοῦτό φησι · Τί με λέγεις ἀγαθόν ; Διὰ τοῦ ειπεῖν, ἐμὲ, τὴν ἀνθρωπίνην φύσιν τὴν περὶ αὐτὸν ὑποδεικνύων τῷ λόγῳ · τῇ δὲ θεότητι προσμαρτυρήσας τὴν ἀγαθότητα, ἑαυτὸν ἄντικρυς ἀγαθὸν ἀπεφήνατο, τὸν ἀληθῶς ὑπὸ τοῦ Εὐαγγελίου Θεὸν κηρυσσόμενον. Ει μὲν γὰρ ἀπεσχοινίζετο τῆς τοῦ Θεοῦ προσηγορίας ὁ μονογενὴς Υἱὸς, οὐκ ἦν ἄτοπον ἴσως τὸ ἀλλότριον αὐτὸν καὶ τῆς τοῦ ἀγαθοῦ προσηγορίας οἴεσθαι.
the hope of learning such a lesson, whereby he expected that death would be hindered. Reasonably, therefore, He Who was appealed to by him—this One also answers. For since the address had not been made to God the Word, accordingly the reply too is made from His human side towards the supplicant, bringing a twofold instruction to the young man. For He teaches at the same time both that it is fitting to honour the Divine by one's life and not by fair-sounding words, in keeping the commandments and purchasing eternal life with all one's possessions, and that human nature, having come to be in wickedness on account of sin, has been set apart from the proper title of the Good. And on account of this He says, Why callest thou Me good?—by saying Me covertly indicating in His speech the human nature that surrounded Him; whereas by bearing witness that goodness belongs to the Godhead, He declared Himself outright to be good, Who is truly proclaimed God by the Gospel. For if on the one hand the only-begotten Son were roped off from the appellation of God, it would perhaps not be absurd to suppose Him alien from the appellation of the Good as well.
Ει δὲ δὴ καὶ προφῆται, καὶ εὐαγγελισταὶ, καὶ ἀπόστολοι διαβοῶσι τοῦ Μονογενοῦς τὴν θεότητα · μαρτυρεῖται δὲ παρ' αὐτοῦ Κυρίου τῷ Θεῷ προσήκειν τὸ τῆς ἀγαθότητος ὄνομα · πῶς οὐ κοινωνεῖ τῆς ἀγαθότητος ὁ κοινωνῶν τῆς θεότητος ; Ὅτι γὰρ καὶ προφῆται Θεὸν ὁμολογοῦσι τὸν Κύριον, καὶ εὐαγγελισταὶ, καὶ μαθηταὶ καὶ ἀπόστολοι, οὐδεὶς οὕτω τῶν θείων ἀμύητος, ὡς λόγῳ δεῖσθαι περὶ τούτων μαθεῖν. Τίς γὰρ οὐκ οἶδεν ἐν τῇ τετάρτῃ καὶ τεσσαρακοστῇ ψαλμῳδίᾳ, ὅτι Θεὸν παρὰ Θεοῦ χριόμενον, τὸν Χριστὸν ὁ Προφήτης διακηρύσσει τῷ λόγῳ ; καὶ πάλιν τὸν Ἠσαΐαν οὕτω προδήλως βοῶντα τοῦ Υἱοῦ τὴν θεότητα, τίς ἀγνοεῖ τῶν καθωμιληκότων τῇ προφητείᾳ ; Ἐν οἷς μετὰ τῶν ἄλλων καὶ τοῦτό φησιν, ὅτι Σαβαεὶμ, ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ διαβήσονται, καὶ σοι ἔσονται δοῦλοι, καὶ ὀπίσω σου ἀκολουθήσουσι δεδεμένοι χειροπέδαις, καὶ ἐν σοὶ προσεύξονται, ὅτι ἐν σοὶ ὁ Θεὸς, καὶ οὐκ ἔστι Θεὸς πλὴν σοῦ. Σὺ γὰρ εἶ ὁ Θεός. Τίς γὰρ ἄλλος Θεὸς ὁ ἐν ἑαυτῷ Θεὸν ἔχων, καὶ αὐτὸς ὢν Θεὸς, πλὴν τοῦ Μονογενοῦς, ειπάτωσαν οἱ τῆς προφητείας ἀνήκοοι · τὴν δὲ τοῦ Ἐμμανουὴλ ἑρμηνείαν, καὶ τὴν τοῦ Θωμᾶ μετὰ τὴν ἐπίγνωσιν ὁμολογίαν, τήν τε τοῦ Ἰωάννου μεγαλοφωνίαν, ὡς πρόδηλον οὖσαν καὶ τοῖς ἔξω τῆς πίστεως, σιωπήσομαι. Ἀλλ' οὐδὲ τὰς Παύλου φωνὰς δι' ἀκριβείας οἶμαι δεῖν παρατίθεσθαι, πᾶσιν οὔσας σχεδὸν διὰ στόματος · ὃς οὐ μόνον Θεὸν, ἀλλὰ καὶ μέγαν Θεὸν, καὶ ἐπὶ πάντων Θεὸν ὀνομάζει τὸν Κύριον · πρὸς μὲν Ῥωμαίους λέγων, ὅτι Ὧν οι πατέρες καὶ ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων Θεὸς εὐλογητὸς εις τοὺς αιῶνας · πρὸς δὲ τὸν μαθητὴν ἑαυτοῦ Τίτον γράφει, Κατὰ τὴν ἐπιφάνειαν τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Τιμοθέῳ δὲ διαῤῥήδην βοᾷ, ὅτι Ὁ Θεὸς ἐφανερώθη ἐν σαρκὶ, ἐδικαιώθη ἐν πνεύματι. Πανταχόθεν τοίνυν ἀποδειχθέντος τοῦ Θεοῦ εἶναι τὸν μονογενῆ Θεὸν, πῶς ὁ τῷ Θεῷ προσ-
If, however, prophets, evangelists, and apostles alike cry aloud the Godhead of the Only-begotten, and witness is borne by the Lord Himself that the name of goodness belongs to God, how does He Who shares in the Godhead not share in the goodness? For that prophets confess the Lord to be God, as well as evangelists, disciples, and apostles, no one is so uninitiated in divine things as to need instruction by word concerning these matters. For who does not know that in the forty-fourth psalm the Prophet proclaims in his word the Christ as God anointed by God? And again, who among those conversant with prophecy is ignorant of Isaiah crying aloud thus manifestly the Godhead of the Son?—wherein among other things he also says this: Sabaeim, men of lofty stature, shall pass over unto Thee, and shall be Thy servants; and they shall follow behind Thee bound in fetters, and in Thee shall they pray, because God is in Thee, and there is no God besides Thee; for Thou art God. For what other God is there Who has God in Himself and is Himself God, besides the Only-begotten?—let those who are deaf to prophecy say. As for the interpretation of Emmanuel, and the confession of Thomas after his recognition, and the lofty voice of John, since it is manifest even to those outside the faith, I shall pass them over in silence. Nor do I suppose it necessary to set down with precision the utterances of Paul, since they are on almost everyone's lips—who names the Lord not only God, but also great God, and God over all: saying to the Romans, Whose are the fathers, and from whom is the Christ according to the flesh, Who is God over all, blessed unto the ages; and writing to his own disciple Titus, According to the appearing of our great God and Saviour Jesus Christ; while to Timothy he expressly cries aloud, God was manifested in the flesh, was justified in the spirit. Since, therefore, it has been demonstrated from every side that the only-begotten God is God, how does he who says that to God be-
Notes, col. 861

On the reading

Printed εικότως, for εἰκότως.

Printed αιώνιον, for αἰώνιον.

Printed ειπεῖν, for εἰπεῖν.

Printed Ει, for Εἰ.

Printed ειπάτωσαν, for εἰπάτωσαν.

Printed οι, for οἱ.

Printed εις, for εἰς.

Printed αιῶνας, for αἰῶνας.

Printed Θεοῦ εἶναι, for Θεὸν εἶναι.

PG 45:864Read from the page
ήκειν τὴν ἀγαθότητα λέγων, τῆς ἐπωνυμίας ταύτης ἀλλοτρίαν ἀποδείκνυσι τοῦ Υἱοῦ τὴν θεότητα ; Καὶ ταῦτα αὐτοῦ τοῦ Κυρίου τὸ ἀγαθὸν ἑαυτῷ προσμαρτυροῦντος ἐν τῇ τῶν μεμισθωμένων εἰς τὸν ἀμπελῶνα παραβολῇ. Ἐκεῖ γὰρ τῶν προκεκμηκότων δυσανασχετούντων τῇ τῶν μισθωμάτων ισομοιρίᾳ, καὶ ζημίαν κρινόντων ἰδίαν τῶν τελευταίων τὴν εὐπραγίαν, φησὶ πρός τινα τῶν χαλεπαινόντων ὁ δίκαιος κριτὴς, ὅτι, Ἑταῖρε, οὐκ ἀδικῶ σε. Οὐχὶ δηναρίου συνεφώνησά σοι τὴν ἡμέραν ; Ἰδοὺ ἔχεις τὸ σόν · θέλω δὲ καὶ τῷ ἐσχάτῳ χαρίσασθαι ὥσπερ καὶ σοί. Μόνον οὐκ ἔχω ἐξουσίαν ἐν τοῖς ἐμοῖς ποιεῖν ὃ θέλω ; Ἦ ὁ ὀφθαλμός σου πονηρὸς, ὅτι ἐγὼ ἀγαθός ειμι ; Πάντως δὲ οὐδεὶς περὶ τούτου φιλονεικήσει, ὅτι ἡ τοῦ κατ' ἀξίαν διανομὴ, ἴδιον τοῦ κριτοῦ ἔργον ἐστὶ, κριτὴν δὲ τὸν μονογενῆ Θεὸν εἶναι πάντες οι μαθηταὶ τοῦ Εὐαγγελίου συντίθενται. Ὁ γὰρ Πατὴρ, φησὶ, κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκε τῷ Υἱῷ. Ἀλλ' οὐ καθίστανται τῶν γεγραμμένων. Φασὶ γὰρ τὴν τοῦ ἑνὸς πρόσθεσιν κυρίως εις τὸν Πατέρα βλέπειν. Οὐδεὶς γὰρ, φησὶν, ἀγαθὸς, ει μὴ εἷς ὁ Θεός. Ἆρ' οὖν ἀτονήσει πρὸς συνηγορίαν ἑαυτῆς ἡ ἀλήθεια ; Ἢ πολλαχόθεν ἔστιν ἐν εὐσχολίᾳ πολλῇ καὶ τοῦτον ἐξελέγξαι τὸν παραλογισμὸν τῆς ἀπάτης ; Ὁ γὰρ ταῦτα περὶ τοῦ Πατρὸς εἰπὼν, κἀκεῖνα πρὸς τὸν Πατέρα φησὶν, ὅτι Πάντα τὰ ἐμὰ σά ἐστι · καὶ Δεδόξασμαι ἐν αὐτοῖς. Ει δὲ πάντα τὰ τοῦ Πατρὸς τοῦ Υἱοῦ φησιν εἶναι, ἓν δὲ τῶν ἐν τῷ Πατρὶ θεωρουμένων ἡ ἀγαθότης, ἢ πάντα οὐκ ἔχει, εἴπερ τοῦτο οὐκ ἔχει, καὶ ψεύδεσθαι φήσουσι τὴν ἀλήθειαν · ἢ εἴπερ ἀθέμιτον καθυπονοεῖσθαι τὴν ὄντως ἀλήθειαν ὡς εἰς ψεῦδος ἐκφερομένην, ὁ πάντα τὰ τοῦ Πατρὸς ἑαυτοῦ λέγων, οὐδὲ τῆς ἀγαθότητος ἐκτὸς εἶναι συνωμολόγησεν. Ὁ γὰρ ἐν ἑαυτῷ τὸν Πατέρα ἔχων, καὶ τὰ τοῦ Πατρὸς ἐμπεριειληφὼς πάντα, μετὰ πάντων δηλονότι καὶ τὴν ἀγαθότητα ἔχει · οὐκοῦν ἀγαθὸς ὁ Υἱός.
longs goodness demonstrate that the Godhead of the Son is alien from this surname? And this when the Lord Himself bears witness to the Good as belonging to Himself in the parable of those hired into the vineyard! For there, when those who had toiled beforehand were indignant at the equal share of the wages, and judged the good fortune of the last to be their own loss, the righteous Judge says to one of those who were vexed: Friend, I do you no wrong. Did I not agree with you for a denarius for the day? Behold, you have what is yours; yet I will to give unto this last, even as unto you also. Have I not authority to do what I will in what is Mine own? Or is your eye evil, because I am good? Now altogether no one will contend over this, that distribution according to worth is the proper work of the judge; and all the disciples of the Gospel agree that the only-begotten God is Judge. For the Father, He says, judges no one, but has given all judgement unto the Son. Yet they do not yield to what is written; for they say that the addition of One looks properly towards the Father: For no one, He says, is good save one, that is, God. Will truth therefore grow faint in the defence of itself? Or can one from many sides with great ease refute this paralogism of deceit as well? For He Who spoke these things concerning the Father also says those words unto the Father: All things that are Mine are Thine, and I have been glorified in them. Now if He says that all the things of the Father belong to the Son, and one of the things beheld in the Father is goodness, either He does not have all things, if indeed He does not have this, and they will say that the Truth lies; or, if it is unlawful for the true Truth to be suspected of being carried away into falsehood, He Who says that all the things of the Father are His own thereby confessed that neither is He outside goodness. For He Who has the Father in Himself and has encompassed all the things of the Father manifestly has goodness too along with all things; therefore the Son is good.
Ἀλλ' οὐδεὶς, φησιν, ἀγαθὸς, ει μὴ εἷς ὁ Θεός. Τοῦτο παρὰ τῶν ἐναντίων προφέρεται, οὐδὲ αὐτὸς ἀποβάλλω τὸν λόγον. Οὐ μὴν ἀρνοῦμαι διὰ τοῦτο τοῦ Υἱοῦ τὴν ἀγαθότητα. Ὁ δὲ ὁμολογῶν Θεὸν εἶναι τὸν Κύριον, καὶ ἀγαθὸν αὐτῷ πάντως διὰ τῆς ὁμολογίας ταύτης συνεμαρτύρησεν. Ει γὰρ ἴδιον Θεοῦ ἡ ἀγαθότης, Θεὸς δὲ ὁ Κύριος, ἀγαθὸς ἄρα διὰ τῶν τεθέντων ὁ Υἱὸς ἀναπέφηνεν. Ἀλλὰ, φησὶ, τοῦ ἑνὸς ἡ λέξις ἀποκρίνει τὸν Υἱὸν τῆς τοῦ ἀγαθοῦ κοινωνίας. Ἀλλὰ ῥᾴδιον δεῖξαι ὅτι οὐδὲ τὸ ἓν τοῦτο διαχωρίζει τοῦ Υἱοῦ τὸν Πατέρα. Ἐπὶ μὲν γὰρ τῶν ἄλλων ἁπάντων, τὸ ἓν ἀσυνδύαστον ἔχει τὴν σημασίαν. Ἐπὶ δὲ τοῦ Πατρός τε καὶ τοῦ Υἱοῦ, τὸ ἓν οὐκ ἐν μονότητι καθορᾶται · Ἐγὼ γὰρ, φησὶ, καὶ ὁ Πατὴρ ἕν ἐσμεν. Εἰ οὖν εἷς μὲν ὁ ἀγαθὸς, ἑνότης δέ τις ἐν τῷ Υἱῷ καὶ τῷ Πατρὶ θεωρεῖται · ἄρα ὁ Κύριος ενὶ μαρτυρήσας τὴν ἀγαθότητα, καὶ ἑαυτῷ διὰ τοῦ ἑνὸς τὴν ἐπωνυμίαν ταύτην προσεμαρτύρησε, τῷ ἓν ὄντι πρὸς τὸν Πατέρα, καὶ οὐκ ἀποῤῥηγνυμένῳ τῆς κατὰ φύσιν
Yet no one, he says, is good save one, that is, God. This is brought forward by our opponents, nor do I myself reject the saying; yet surely I do not on account of this deny the goodness of the Son. Whoever confesses that the Lord is God has altogether borne witness along with Him to the Good as well through this confession. For if goodness is proper to God, and the Lord is God, then through what has been laid down the Son has been shown to be good. Yet, he says, the word One excludes the Son from communion in the Good. Yet it is easy to show that not even this One parts the Father from the Son. For in the case of all other things, One has an uncoupled signification; whereas in the case of both the Father and the Son, One is not beheld in solitariness: For I, He says, and the Father are one. If, therefore, One is the Good, while a certain unity is beheld in the Son and the Father, then the Lord, in bearing witness that goodness belongs to One, also bore additional witness through that One that this surname belongs to Himself, Who is one with the Father and is not torn away from the natural
Notes, col. 864

On the reading

Printed ισομοιρίᾳ, for ἰσομοιρίᾳ.

Printed ειμι, for εἰμι.

Printed οι, for οἱ.

Printed εις, for εἰς.

Printed ει, for εἰ.

Printed Ει, for Εἰ.

Printed οὐδεὶς, φησιν, for οὐδείς, φησιν.

Printed ενὶ, for ἑνὶ.

PG 45:865Read from the page
ἑνότητος. Ἀλλ' ὅπως ἂν διὰ πάντων ἔκδηλον γένοιτο τοῦ σεμνοῦ λογογράφου τὸ φιλαμαθὲς καὶ ἀπαίδευτον, αὐτὴν κατανοήσωμεν ἐπὶ λέξεως τῶν γεγραμμένων τὴν σύνταξιν. Οὐκ οἰκειοῦται, φησὶ, τὴν τοῦ ὄντος ἀξίαν ὁ Υἱός · ἀξίαν ὀνομάζων, αὐτὸ τὸ εἶναι. Πῶς οἶδε κυρίως τοῖς πράγμασιν ἐφαρμόζειν τὰ ῥήματα ! καὶ ἐπειδὴ διὰ τὸν Πατέρα ἐστὶν, ἀλλοτριοῦσθαι αὐτὸν ἑαυτοῦ λέγει. Ὡς καὶ τῆς τούτου κυριευούσης οὐσίας πρὸς ἑαυτὴν ἑλκούσης τὴν τοῦ ὄντος ἔννοιαν. Τοῦτο δὲ τοιοῦτόν ἐστιν, ὡς ἂν εἴ τις λέγοι, ὅτι ὁ ἀργυρώνητος, καθό ἐστι, κατὰ τὴν ἰδίαν ὑπόστασιν, οὐκ ἐκεῖνός ἐστιν, ἀλλ' ὁ ἐωνημένος, τῆς κατ' οὐσίαν ἑαυτοῦ ὑποστάσεως εἰς τὴν τοῦ κυριεύσαντος φύσιν ἀναληφθείσης. Ταῦτα τὰ ὑψηλὰ τοῦ θεολόγου νοήματα, ἡ δὲ τῶν προειρημένων ἀπόδειξις οἵα ; αὐτοῦ, φησὶ, τοῦ Μονογενοῦς ἀποδιδόντος τῷ Πατρὶ, τὴν μόνῳ κατ' ἀξίαν ὀφειλομένην ἐπωνυμίαν. Καὶ ταῦτα εἰπὼν ἐπάγει τὸ μόνον εἶναι ἀγαθὸν Πατέρα. Ποῦ τοίνυν ἐν τούτοις ἀρνεῖται ὁ Υἱὸς τὴν ἐπωνυμίαν τοῦ ὄντος ; ὅπερ κατασκευάζει Εὐνόμιος, ταῦτα προστιθεὶς ἐπὶ λέξεως · Ὁ γὰρ τὴν τοῦ ἀγαθοῦ πρόσρησιν μόνῳ προσήκειν διδάξας ἐκείνῳ τῷ καὶ τῆς σφετέρας καὶ πάσης ἀγαθότητος αιτίῳ, καὶ πάντοτε ὄντι, καὶ τὸ γινόμενον ἀγαθὸν ἐπ' ἐκεῖνον φέρων · σχολή γ' ἂν τῶν ποτε γινομένων ᾠκειώσατο τὴν ἐξουσίαν καὶ τὴν τοῦ ὄντος ἐπωνυμίαν. Τί κοινωνεῖ τοῖς ειρημένοις ἡ ἐξουσία ; Πῶς δὲ μετὰ ταύτης καὶ τῆς τοῦ ὄντος ἐπωνυμίας ὁ Υἱὸς ἠλλοτρίωται ; Ἀλλ' οὐκ οἶδα τί χρὴ πλέον ἐν τούτοις ποιεῖν · γελᾷν τὴν ἀμαθίαν, ἢ ἐλεεῖν τὴν ἀπώλειαν. Ἥ τε γὰρ τῆς σφετέρας λέξις, οὐχ οὕτως ἐκληφθεῖσα ὡς πέφυκέ τε καὶ εἴωθεν ἐν χρήσει γίνεσθαι παρὰ τοῖς ειδόσι κεχρῆσθαι λόγῳ, πολλὴν αὐτῷ μαρτυρεῖ τῆς ἀντονομαστικῆς τεχνολογίας τὴν ἐπιστήμην, ἣν καὶ τὰ παιδάρια παρὰ τοῖς γραμματισταῖς ἀμογητὶ διεξέρχεται. Καὶ τὸ παρενεχθῆναι τοῦ προκειμένου γελοίως αὐτὸν πρὸς τὰ μηδὲν ἐπικοινωνοῦντα τῷ λόγῳ καὶ τῷ σχήματι συμπεραστικῷ, τὸ μὴ κοινωνεῖν τὸν Υἱὸν τῆς ἐπωνυμίας τοῦ ὄντος, ταῖς ἀλλοκότοις ἐφαρμοζόμενον κατασκευαῖς · καὶ πάντα τὰ τοιαῦτα καθάπερ ἐξεπίτηδες ἐπὶ γέλωτι σύγκειται. Ὥστε τι καὶ παθεῖν τυχὸν τοὺς ἀμελεστέρους καὶ ἐπιγελάσαι τῷ ἀσυναρτήτῳ τῶν λόγων. Ἀλλὰ τὸ μὴ εἶναι τὸν Θεὸν Λόγον, ἢ ἀγαθὸν πάντως μὴ εἶναι · ταῦτα γὰρ κατασκευάζει δι' ὧν τήν τε τοῦ ὄντος ἐπωνυμίαν καὶ τὴν τοῦ ἀγαθοῦ μὴ οἰκειοῦσθαι λέγει. Καὶ τὸ κατασκευάζειν τὴν τῶν γινομένων ἐξουσίαν μὴ προσήκειν αὐτῷ, ταῦτα δακρύων ἄξια καὶ θρηνητικῆς συναυλίας.
unity. Yet so that the love of ignorance and lack of education of this solemn speech-writer may become manifest in every respect, let us consider word for word the very syntax of what he has written. The Son, he says, does not appropriate the dignity of Him Who is—naming existence itself a dignity. How well he knows how to fit words properly to things! And since He exists because of the Father, he says that He is alienated from Himself, since the essence that holds lordship over Him draws to itself the notion of that which is. Now this is just as if someone were to say that a man bought with silver, in so far as he exists according to his own subsistence, is not that man, but rather he who bought him, his subsistence according to essence having been taken up into the nature of him who gained lordship over him. Such are the lofty notions of our theologian; and of what sort is the proof of what was previously stated? Since the Only-begotten Himself, he says, renders back to the Father the surname owed by dignity to Him alone. And having said these things, he adds that the Father alone is good. Where, then, in these words does the Son disown the surname of Him Who is?—which is what Eunomius seeks to establish, adding these express words: For He Who taught that the appellation of the Good belongs to Him alone Who is the cause both of their own and of all goodness, and Who always is, and Who refers the good that comes into being unto Him, would scarcely have appropriated the authority over the things that at any time come into being and the surname of Him Who is. What has authority in common with what was said? And how, along with this, has the Son been alienated from the surname of Him Who is as well? Yet I do not know what one ought rather to do in such matters—laugh at his ignorance, or pity his ruin. For both his word their own, not taken as it naturally is and is accustomed in usage to stand among those who know how to use speech, bears witness to his vast knowledge of the technical rules of pronouns, which even little schoolboys go through effortlessly with their grammar-masters; and his being ridiculously carried aside from the subject at hand to matters that have nothing in common with the argument and with the conclusive form of inference—fitting his claim that the Son does not share in the surname of Him Who is to his outlandish proofs—and all such things have been put together as though on purpose for laughter, so that perhaps more careless readers too might be affected and laugh at the incoherence of his words. Yet that God the Word does not exist, or altogether is not good—for this is what he seeks to establish by saying that He appropriates neither the surname of Him Who is nor that of the Good—and his seeking to establish that authority over the things that come into being does not belong to Him: these things are worthy of tears and of a mournful concert of lamentation.
Οὐδὲ γὰρ κατά τινα προπετῆ καὶ ἀπερίσκεπτον ὁρμὴν ἅπαξ που τὸ τοιοῦτον παραφθεγξάμενος, εἶτα ἐπανορθοῦται τοῖς ἐφεξῆς τὸ πλημμέλημα, ἀλλ' ἐμφιλοχωρεῖ τῇ κακίᾳ, τοῖς δευτέροις φιλονεικῶν ὑπερβαλέσθαι τὰ φθάσαντα · λέγει γὰρ προϊὼν, Τοσοῦτον αὐτὸν εἶναι κάτω τῆς θείας φύσεως, ὅσον ἀπ' ἐκείνου πρὸς τὸ ταπεινότερον ἡ τῶν ἀγγέλων ἀποβέβηκε φύσις · οὐ τούτοις γράφων τοῖς ῥήμασιν, ἀλλὰ κατασκευάζων δι' ὧν λέγει τὴν τοιαύτην διάνοιαν. Ἔξεστι δὲ κρῖναι τὸν λόγον τοῖς ἐντυγχάνουσιν, ἔχει γὰρ οὕτω τὰ γεγραμμένα · Ὅς τῷ μὲν ἄγγελος ὠνομά-
For neither did he blurt out such a thing once somewhere out of some headlong and inconsiderate impulse and then correct his blunder in what follows; rather, he lingers fondly in his malice, contentiously striving by his second statements to outdo what went before. For as he proceeds he says that He is so far below the divine nature as the nature of the angels has stepped down towards a lowlier state from Him—not writing in these exact words, but seeking to establish such a meaning through what he says. And it is open to readers to judge his argument, for what he has written stands thus: Who from being nam-
Notes, col. 865

On the reading

Printed αιτίῳ, for αἰτίῳ.

Printed ειρημένοις, for εἰρημένοις.

Printed ειδόσι, for εἰδόσι.