ἐχρίσθη· οὐκ ἄνθρωπον αὐτὸν τηνικαῦτα ποιούσης τῆς χρίσεως, ἀλλ' ὄντα κατὰ τὴν αὐτοῦ φύσιν ὅπερ ἐτύγχανεν, ἐξ ἰδιώτου πρὸς βασιλέα μετατιθείσης. Τί οὖν μᾶλλον διὰ τούτων τὸ πεποιῆσθαι τοῦ Υἱοῦ τὴν οὐσίαν κατασκευάζεται, εἰ, καθώς φησιν ὁ Εὐνόμιος, ἐν ἀρχῇ αὐτὸν ὄντα, καὶ Θεὸν ὄντα; καὶ Κύριον, καὶ Χριστὸν ὁ Θεὸς ἐποίησεν; Ἡ γὰρ κυριότης οὐχὶ οὐσίας ὄνομα, ἀλλ' ἐξουσίας ἐστὶ, καὶ ἡ τοῦ Χριστοῦ προσηγορία τὴν βασιλείαν ἐνδείκνυται, ἄλλος δὲ τῆς βασιλείας, καὶ ἕτερος ὁ τῆς φύσεως λόγος. Ἀλλὰ μὴν ταῦτα περὶ τὸν Υἱὸν τοῦ Θεοῦ γεγενῆσθαί φησιν ἡ Γραφή. Οὐκοῦν ἐπισκεψώμεθα τὸ μᾶλλον εὐσεβὲς καὶ ἀκόλουθον. Τίνα κατὰ προκοπὴν μετέχειν τινὸς τῶν ὑψηλοτέρων εὐαγές ἐστι λέγειν; τὸν Θεὸν, ἢ τὸν ἄνθρωπον; Τίς οὕτω παῖς τὴν διάνοιαν, ὡς οἴεσθαι τὸ Θεῖον ἐκ προσθήκης ἐπὶ τὸ τέλειον φέρεσθαι; Περὶ δὲ τῆς ἀνθρωπίνης φύσεως τὸ τοιοῦτον ὑπονοεῖν, οὐκ ἔξω τοῦ εἰκότος ἐστὶ, σαφῶς τῷ Κυρίῳ τῆς τοῦ Εὐαγγελίου φωνῆς τὴν κατὰ τὸ ἀνθρώπινον αὔξησιν προσμαρτυρούσης· Ἰησοῦς γὰρ προέκοπτε, φησὶν, ἡλικίᾳ καὶ σοφίᾳ καὶ χάριτι. Τί τοίνυν εὐλογώτερόν ἐστιν ἐκ τῆς τοῦ ἀποστόλου φωνῆς ὑποτίθεσθαι; τὸν ἐν ἀρχῇ ὄντα Θεὸν, ἐκ προκοπῆς Κύριον γενέσθαι, ἢ τὸ ταπεινὸν τῆς ἀνθρωπίνης φύσεως, ἐκ τῆς πρὸς τὸ Θεῖον κοινωνίας, εἰς τὸ ὕψης τῆς ἀξίας ἀναλαμβάνεσθαι; Καὶ γὰρ ὁ προφήτης Δαβὶδ ὡς ἐκ προσώπου τοῦ Κυρίου φησὶν, ὅτι Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ' αὐτοῦ· παραπλήσιον λέγων τῷ, Χριστὸς ἐγενόμην. Καὶ πάλιν ὡς ἐκ τοῦ Πατρὸς πρὸς τὸν Κύριον, Κατακυρίευε, φησὶν, ἐν μέσῳ τῶν ἐχθρῶν σου· ταυτὸν λέγων τῷ Πέτρῳ, τὸ, Κύριος γίνου τῶν ἐχθρῶν σου. Ὥσπερ τοίνυν ἡ τῆς βασιλείας σημαίνει κατάστασις, οὐ τὴν τῆς οὐσίας κατασκευὴν, ἀλλὰ τὴν εἰς τὸ ἀξίωμα πρόοδον, καὶ ὁ κατακυριεύειν ἐγκελευόμενος, οὐ τότε γίνεσθαι τὸ μὴ ὂν κελεύει, ἀλλὰ τῷ ὄντι δίδωσι τὴν κατὰ τῶν ἀπειθούντων ἀρχήν· οὕτω καὶ ὁ μακάριος Πέτρος Χριστὸν, τοῦτ' ἔστι βασιλέα πάντων γεγενῆσθαι λέγων, προσέθηκε τὸ, αὐτὸν, ἵνα χωρίσῃ τῆς τε οὐσίας καὶ τῶν περὶ ταύτην θεωρουμένων τὸν λόγον. Ὄντα γὰρ ὅπερ ἐστὶ, τὰ εἰρημένα ἐποίησεν. Εἰ μὲν οὖν εὐαγὲς ἦν ἐπὶ τῆς ὑπερεχούσης φύσεως τὸ κατὰ προκοπήν τι γενέσθαι λέγειν, οἷον ἐξ ἰδιώτου βασιλέα, καὶ ἐκ ταπεινοῦ ὑψηλὸν, καὶ ἐκ δούλου κύριον, ἔπρεπεν ἴσως καὶ τὴν τοῦ Πέτρου φωνὴν τῇ θείᾳ τοῦ Μονογενοῦς ἐφαρμόζειν οὐσίᾳ. Ἐπεὶ δὲ τὸ Θεῖον ὅ τί ποτε εἶναι πεπίστευται, πάντοτε ὡσαύτως ἔχει, προσθήκης μὲν πάσης ἀνώτερον, μειώσεως δὲ ἀνεπίδεκτον, ἀνάγκη πᾶσα πρὸς τὸ ἀνθρώπινον ἄγειν τὸν λόγον. Ὁ γὰρ Θεὸς Λόγος, ὅπερ ἐν ἀρχῇ ἦν, τοῦτο καὶ νῦν ἐστι, καὶ εἰσαεὶ διαμένει. Ἀεὶ βασιλεὺς, ἀεὶ Κύριος, Ὕψιστος ἀεὶ καὶ Θεὸς, οὐδὲν ταύτων ἐκ προκοπῆς γενόμενος, ἀλλὰ πάντα ὢν ἐν τῇ δυνάμει τῆς φύσεως, ὅσα καὶ λέγεται. Ὁ δὲ ἐξ ἀνθρώπου διὰ τῆς ἀναλήψεως πρὸς τὸ Θεῖον ὑψωθεὶς, ἄλλο τι ὢν, καὶ ἄλλο γινόμενος, κυρίως καὶ ἀληθῶς Χριστὸς καὶ Κύριος γεγενῆσθαι λέγεται. Ἐκ δούλου γὰρ αὐτὸν Κύριον,
was anointed: not that the anointing then made Him man, but that, being according to His nature what He happened to be, it transferred Him from a private citizen to a king. What then does this the more establish that the essence of the Son was made, if, just as Eunomius says, Him Who was in the beginning, and Who was God, God made both Lord and Christ? For lordship is not a name of essence, but of authority, and the appellation of Christ indicates kingship, whereas the account of kingship is one thing, and that of nature another. Yet truly Scripture says that these things came to pass concerning the Son of God. Let us therefore examine what is more pious and consistent. Whom is it holy to say partakes by advancement of something higher: God, or man? Who is such a child in mind as to think that the Divine is carried by addition towards perfection? Concerning human nature, however, to suppose such a thing is not outside likelihood, since the voice of the Gospel clearly attests to the Lord growth according to the human: for Jesus advanced, it says, in stature and wisdom and grace. What then is more reasonable to suppose from the voice of the apostle: that God, Who was in the beginning, became Lord from advancement, or that the lowliness of human nature, from communion towards the Divine, is assumed into the height of dignity? For the prophet David also, as from the person of the Lord, says that But I was established king by Him: saying what is equivalent to, I became Christ. And again, as from the Father to the Lord, Rule, He says, in the midst of Thine enemies: saying the same thing as Peter, namely, Become Lord of Thine enemies. Just as, therefore, the establishment of the kingdom signifies not the fabrication of essence, but the progression unto dignity, and he who bids to rule bids not what is not then to come into being, but gives to him who is rule against the disobedient, so also the blessed Peter, saying that He has become Christ, that is, king of all, added the word Him, in order that he might separate the account from the essence and the things contemplated around it. For Him being what He is, He made the things spoken of. If indeed, then, it were holy to say in the case of the transcendent nature that something came to be by advancement, such as a king from a private citizen, and exalted from lowly, and lord from a servant, it would perhaps be fitting to apply Peter's voice also to the divine essence of the Only-begotten. Since, however, the Divine, whatever It is ever believed to be, always holds in the same way, superior to every addition, and incapable of diminution, there is every necessity to refer the account to the human. For God the Word, what He was in the beginning, this He also now is, and abides forever. Always king, always Lord, Most High always and God, having become none of these from advancement, but being all things in the power of nature, as many as He is also called. Whereas He Who from man through the assumption towards the Divine was exalted, being one thing, and becoming another, is properly and truly said to have become Christ and Lord. For from a servant [He made] Him Lord,