Migne Reading Room

PG 45 · cols. 688–697 · Read from the page

Against Eunomius, twelve books

Against Eunomius, twelve books

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 45:688Read from the page
ὢ πάντων ὑμεῖς ῥαθυμότατοι, μορφὴν ἔχων δούλου, μορφὴν ἀναλαμβάνει δούλου; Πῶς δ' ἄν τις ἑαυτὸν εἰς τοῦτο κενώσειεν ὅπερ ἐστίν; Οὐ μὲν οὖν εὑρήσετε τούτων τινὰ μηχανὴν, καίπερ ὄντες τολμηροὶ λέγειν καὶ φρονεῖν ἀμήχανα. Πῶς δὲ οὐκ ἐλεεινότατοι πάντων ὑμεῖς, ἄνθρωπον ὑπὲρ ἁπάντων ἀνθρώπων πεπονθέναι δοξάζοντες, καὶ τούτῳ τὴν ἑαυτῶν ἀνατιθέντες λύτρωσιν; Εἰ γὰρ μὴ περὶ τοῦ ἐν ἀρχῇ ὄντος Λόγου καὶ Θεοῦ ὄντος ὁ μακάριος διαλέγεται Πέτρος, ἀλλὰ περὶ τοῦ βλεπομένου καὶ κενώσαντος ἑαυτὸν, καθώς φησι Βασίλειος· Ἐκένωσεν δὲ ὁ βλεπόμενος ἄνθρωπος ἑαυτὸν εἰς δούλου μορφήν· ὁ δὲ κενώσας ἑαυτὸν εἰς δούλου μορφὴν, εἰς ἀνθρώπου γένεσιν ἐκένωσεν ἑαυτὸν, ὁ βλεπόμενος ἄνθρωπος εἰς ἀνθρώπου γένεσιν ἐκένωσεν ἑαυτόν. Ἀλλ' ἀντιμάχεται μὲν τούτοις καὶ αὐτὴ τῶν πραγμάτων ἡ φύσις· ἀντιφθέγγεται δὲ περιφανῶς καὶ αὐτὸς ὁ τῇ θεολογίᾳ τὴν οἰκονομίαν ταύτην ὑμνήσας· οὐ τὸν βλεπόμενον ἄνθρωπον, ἀλλ' αὐτὸν τὸν ἐν ἀρχῇ ὄντα Λόγον, καὶ Θεὸν ὄντα, σάρκα ἀνειληφέναι λέγων· ὅπερ ἄλλαις φωναῖς ἴσόν ἐστι τῷ μορφὴν δούλου λαβεῖν. Οἳ μὲν οὖν ταῦτα νομίζετε πιστὰ, μετάθεσθε τοῦ πλάνου, παύσασθε τὸν ἄνθρωπον εἰς ἄνθρωπον κεκενῶσθαι δοξάζοντες. Εἰ δὲ οὐχ ἱκανοί ἐστε πείθειν ἀπίστους, ἑτέρᾳ φωνῇ καὶ δευτέρᾳ ψήφῳ τὴν ἀπιστίαν λύσατε. Ὑπομνήσθητε τοῦ φήσαντος· Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών· οὐ γάρ ἐστιν ἀνθρώπων οὐδεὶς ὃς τοῦτον οἰκειώσεται τὸν λόγον. Οὐδεὶς τῶν πώποτε γενομένων ἁγίων, μονογενὴς ἦν Θεὸς, γενόμενος ἄνθρωπος. Τοῦτο γάρ ἐστιν ἐν μορφῇ Θεοῦ ὑπάρχοντα, μορφὴν δούλου λαβεῖν. Εἰ τοίνυν περὶ τοῦ κενώσαντος ἑαυτὸν εἰς τὴν τοῦ δούλου μορφὴν ὁ μακάριος διαλέγεται Πέτρος· ἐκένωσε δὲ ἑαυτὸν εἰς τὴν δούλου μορφήν ὁ ἐν ἀρχῇ ὢν Λόγος, καὶ Θεὸς ὢν μονογενὴς, περὶ τοῦ ἐν ἀρχῇ ὄντος καὶ Θεοῦ ὄντος ὁ μακάριος διαλέγεται Πέτρος, καὶ τοῦτον ἐκδιδάσκει γεγονέναι Κύριον καὶ Χριστόν. Ταύτην μέντοι τὴν μάχην αὐτὸς πρὸς ἑαυτὸν ἀναστρέφει Βασίλειος καὶ δείκνυται σαφῶς, οὔτε τῷ βουλήματι τῶν ἀποστόλων τὸν ἑαυτοῦ νοῦν ἐπιστήσας, οὔτε τῶν οἰκείων λόγων φυλάττων τὴν ἀκολουθίαν· ἐξ ὧν ἢ συναισθόμενος τῆς ἀνωμαλίας συγχωρήσει τὸν ἐν ἀρχῇ ὄντα Λόγον καὶ Θεὸν ὄντα γεγονέναι Κύριον, μαχομένοις μαχόμενα συνάπτων καὶ τούτοις παραμένων φιλονείκως, ἕτερα προσθήσει πολεμιώτερα· δύο κατασκευάζων εἶναι Χριστοὺς, καὶ δύο Κυρίους· εἰ γὰρ ἕτερος μὲν ὁ ἐν ἀρχῇ ὢν Θεὸς Λόγος· ἕτερος δὲ ὁ κενώσας ἑαυτὸν καὶ μορφὴν δούλου λαβών· Κύριος δὲ καὶ ὁ Θεὸς Λόγος δι' οὗ τὰ πάντα· Κύριος δὲ καὶ ὁ Χριστὸς οὗτος ὁ Ἰησοῦς, ὁ σταυρωθεὶς, μετὰ τὸ γενέσθαι τὰ πάντα· δύο κατ' αὐτὸν Κύριοι καὶ Χριστοί. Τοῦτον μὲν οὖν οὐδεὶς παραιτήσεται λόγος τῆς οὕτω περιφανοῦς βλασφημίας. Εἰ δέ τις τοῦτο συνιστάμενος φαίη τὸν αὐτὸν μὲν εἶναι τὸν ἐν ἀρχῇ Λόγον καὶ γενόμενον Κύριον, κατὰ δὲ τὴν ἐν σαρκὶ παρουσίαν γεγενῆσθαι Κύριον
o you most slothful of all, having the form of a servant, does He take up the form of a servant? And how could anyone empty himself into that very thing which he already is? Assuredly you will find no contrivance for these things, bold though you are to speak and think impossibilities. And how are you not the most pitiable of all, supposing a man to have suffered on behalf of all men, and attributing your own redemption to him? For if the blessed Peter is not discoursing concerning the Word Who was in the beginning and Who was God, but concerning him who was seen and who emptied himself, just as Basil says: And the man who was seen emptied himself into the form of a servant; and he who emptied himself into the form of a servant emptied himself into the birth of a man, the man who was seen emptied himself into the birth of a man. Yet the very nature of things fights against these claims; and he himself who celebrated this dispensation in his theology manifestly speaks against them: saying that not the man who was seen, but the very Word Who was in the beginning, and Who was God, took up flesh; which in other words is equivalent to taking the form of a servant. You therefore who deem these things trustworthy, turn away from your error, cease supposing that the man was emptied into a man. And if you are not able to persuade unbelievers, dissolve their unbelief by another utterance and a second vote. Call to mind him who said: Who, subsisting in the form of God, deemed it not grasping to be equal with God, but emptied Himself, taking the form of a servant; for there is no one among men who will appropriate this saying to himself. None of the saints who ever lived was Only-begotten God become man. For this is what it means for One subsisting in the form of God to take the form of a servant. If, then, the blessed Peter is discoursing concerning Him Who emptied Himself into the form of the servant, and He Who emptied Himself into the form of a servant is the Word Who was in the beginning and Only-begotten God, then the blessed Peter is discoursing concerning Him Who was in the beginning and was God, and teaches thoroughly that This One became Lord and Christ. Yet Basil turns this conflict back against himself and is clearly shown neither to have applied his own mind to the purpose of the apostles, nor to preserve the sequence of his own arguments; wherefore either, becoming aware of the inconsistency, he will concede that the Word Who was in the beginning and was God became Lord, or, joining contradictions to contradictions and remaining contentious in them, he will add other still more hostile claims: constructing that there are two Christs and two Lords; for if the God Word Who was in the beginning is one, and He Who emptied Himself and took the form of a servant is another; and the God Word through Whom are all things is Lord, and this Christ Jesus Who was crucified, after all things came to be, is also Lord, then according to him there are two Lords and Christs. No argument, then, will excuse this man from such manifest blasphemy. And if anyone upholding this should say that the Word in the beginning and He Who became Lord are indeed the same, yet that according to His presence in the flesh He became Lord
Notes, col. 688

On the reading

Printed μορφήν, for μορφὴν.

PG 45:689Read from the page
καὶ Χριστὸν, ἀναγκασθήσεται πάντως εἰπεῖν, πρὸ τῆς ἐν σαρκὶ παρουσίας μὴ εἶναι τὸν Υἱὸν Κύριον. Ἀλλὰ γὰρ εἰ καὶ Βασιλείῳ, καὶ τοῖς κατ' αὐτὸν ἀπίστοις δύο Κύριοι καὶ Χριστοὶ καταγγέλλονται ψευδῶς, ἀλλ' ἡμῖν γε εἷς Κύριος καὶ Χριστὸς, δι' οὗ τὰ πάντα γέγονεν, οὐ κατὰ προκοπὴν γενόμενος Κύριος, ἀλλὰ πρὸ πάσης κτίσεως, καὶ πρὸ πάντων αἰώνων ὑποστὰς Κύριος Ἰησοῦς, δι' οὗ τὰ πάντα· τοῦτο πάντων ἡμᾶς τῶν ἁγίων συμφώνως ἐκδιδασκόντων, καὶ καταγγειλάντων δογμάτων τὸ κάλλιστον. Ὅ τε γὰρ μακάριος Ἰωάννης τὸν Θεὸν Λόγον, δι' οὗ τὰ πάντα γέγονεν, ἐν σαρκὶ γεγενῆσθαι διδάσκει, λέγων· Καὶ ὁ Λόγος σὰρξ ἐγένετο· ὅ τε θαυμασιώτατος Παῦλος, εἰς ταπεινοφροσύνην ἐνάγων τοὺς προσέχοντας αὐτῷ τὸν νοῦν, Χριστὸν Ἰησοῦν λέγει τὸν ἐν μορφῇ Θεοῦ ὑπάρχοντα, καὶ κενώσαντα ἑαυτὸν εἰς δούλου μορφὴν, καὶ ταπεινωθέντα μέχρι θανάτου, θανάτου δὲ σταυροῦ· καὶ πάλιν ἐν ἑτέροις, Κύριον τῆς δόξης ὀνομάζει τὸν σταυρωθέντα. Εἰ γὰρ ἔγνωσαν, φησὶν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν· καὶ πολύ γε τούτου γυμνότερον αὐτὴν τὴν οὐσίαν ὀνομάζει Κύριον, εἰπών· Ὁ δὲ Κύριος τὸ πνεῦμά ἐστιν. Εἰ τοίνυν ἐν ἀρχῇ Λόγος, καθὸ πνεῦμα, Κύριος καὶ τῆς δόξης Κύριος· τοῦτον δὲ τὸν Κύριον καὶ Χριστὸν ἐποίησεν ὁ Θεός· αὐτὸ τὸ πνεῦμα καὶ τὸν Θεὸν Λόγον ἐποίησεν ὁ Θεὸς, καὶ οὐκ ἄλλον τινὰ Κύριον, ὃν ὀνειροπολεῖ Βασίλειος. »
and Christ, he will be compelled altogether to say that before His presence in the flesh the Son was not Lord. Yet even if two Lords and Christs are falsely proclaimed by Basil and the unbelievers who follow him, for us at least there is one Lord and Christ, through Whom all things have come to be, Who did not become Lord by advancement, but subsisted before all creation and before all ages as Lord Jesus, through Whom are all things; since all the saints harmoniously teach us this thoroughly, and proclaim the noblest of doctrines. For the blessed John teaches that the God Word, through Whom all things have come to be, came to be in flesh, saying: And the Word became flesh; and the most admirable Paul, leading into humility of mind those who apply their mind to him, calls Him Christ Jesus Who subsists in the form of God, and emptied Himself into the form of a servant, and humbled Himself unto death, even the death of the cross; and again in other places, he names the Crucified the Lord of glory. For had they known, he says, they would not have crucified the Lord of glory; and much more nakedly than this he names the very essence Lord, saying: Now the Lord is the Spirit. If, then, the Word in the beginning, inasmuch as He is Spirit, is Lord and the Lord of glory, and God made this One Lord and Christ, then God made the Spirit Himself and the God Word, and not some other Lord whom Basil dreams up.
Ἡ μὲν δὴ κατηγορία, τοιαύτη. Δοκεῖ δέ μοι χρῆναι πρῶτον ἐπὶ κεφαλαίων ἕκαστον τῶν ἐπενηνεγμένων ἐν ὀλίγῳ διεξελθεῖν· εἶθ' οὕτως εὐθῦναι τῷ λόγῳ τὰ εἰρημένα, ὡς ἂν τοῖς τε κρίνουσι τὴν ἀλήθειαν εὐμνημόνευτος ἡ καθ' ἡμῶν εἴη γραφὴ, πρὸς ἣν ἀπολογήσασθαι χρή· καὶ ἡμεῖς ἐν τάξει καὶ ἀκολουθίᾳ τῶν ἐγκλημάτων ἕκαστον διαλύσαιμεν. Ἐπαισχύνεσθαί φησιν ἡμᾶς τῷ σταυρῷ τοῦ Χριστοῦ, καὶ κατηγορεῖν τοὺς ἁγίους, καὶ ἄνθρωπον εἰς ἄνθρωπον κεκενῶσθαι λέγειν, καὶ πρὸ τῆς διὰ σαρκὸς παρουσίας τὴν τοῦ δούλου μορφὴν ἔχειν τὸν Κύριον οἴεσθαι, καὶ ἀνθρώπῳ ἀνατιθέναι τὴν λύτρωσιν, καὶ δύο Χριστούς τε καὶ Κυρίους ἐν τῷ δόγματι λέγειν· ἢ εἰ μὴ τοῦτο, πρὸ τοῦ πάθους μὴ λέγειν εἶναι τὸν μονογενῆ Χριστόν τε καὶ Κύριον. Ὡς ἂν οὖν φύγωμεν τὴν βλασφημίαν ταύτην, πεποιῆσθαί φησι δεῖν τοῦ Υἱοῦ τὴν οὐσίαν ὁμολογεῖν, ὡς καὶ τοῦ Ἀποστόλου Πέτρου τὸ τοιοῦτο δόγμα τῇ ἰδίᾳ βεβαιοῦντος φωνῇ. Ταῦτα τῆς κατηγορίας ἐστὶ τὰ κεφάλαια· τὰ γὰρ ὅσα πρὸς τὴν καθ' ἡμῶν λοιδορίαν πεφιλοπόνηται, ὡς οὐδὲν συντελοῦντα πρὸς τὸν σκοπὸν, σιωπήσομαι. Τάχα γὰρ ἡ τοιαύτη τῶν λόγων καταφορὰ, κατά τινα τεχνικὴν θεωρίαν συνήθης ἐστὶ τοῖς ῥητορεύουσι, πρὸς
Such, then, is the accusation. It seems to me necessary first to go briefly through each of the charges brought forward under main heads, and then thus to subject what has been said to examination by argument, so that both for those who judge the truth the indictment against us, against which we must make our defence, may be easy to remember, and we ourselves may refute each of the charges in order and sequence. He says that we are ashamed of the cross of Christ, and accuse the saints, and say that a man was emptied into a man, and suppose that the Lord had the form of a servant prior to His presence through the flesh, and attribute redemption to a man, and speak in our doctrine of two Christs and two Lords; or if not this, that we deny that before the passion the Only-begotten was Christ and Lord. In order, therefore, that we may escape this blasphemy, he says that we must confess that the essence of the Son was made, as even the Apostle Peter confirms such a doctrine by his own voice. These are the main heads of the accusation; for whatever has been laboured at by way of reviling against us, as contributing nothing towards our aim, I shall pass over in silence. For perhaps such an invective of words, according to a certain rhetorical theory, is customary for public speakers, towards
PG 45:692Read from the page
μείζονα κατηγορίας ὄγκον ἐξευρημένη. Ὑβριζέτω τοίνυν διὰ τὴν τέχνην ὁ σοφιστὴς, καὶ τοῖς καθ' ἡμῶν ὀνείδεσιν ἐνακμαζέτω· μεταξὺ τῶν ἀγώνων ταῖς καταφοραῖς ἐμπομπεύων, καλείτω πάντων ῥᾳθυμοτάτους, καὶ πάντων ἐλεεινοτάτους, ταραχῆς τε καὶ ἀτοπίας πλήρεις· καὶ πάντων ὅ τι βούλεται φαυλιζέτω κατ' ἐξουσίαν ἡμᾶς, καὶ ἡμεῖς ἀνεξόμεθα· αἰσχύνη γάρ ἐστι τῷ γε νοῦν ἔχοντι, οὐ τὸ λοιδοροῦντος ἀκούειν, ἀλλὰ πρὸς τὸ ῥηθὲν ἐπιστρέφεσθαι. Ἔχει δέ τι καὶ χρήσιμον ἴσως τὸ καθ' ἡμῶν αὐτὸν κεχρῆσθαι τῇ φύσει· τάχα γὰρ τὴν κακήγορον αὐτοῦ γλῶσσαν εἰς ἡμᾶς ἀσχολήσας, μικρὰν γοῦν ἐκεχειρίαν τῆς κατὰ τοῦ Θεοῦ μάχης ποιήσεται. Οὐκοῦν ἐμφορείσθω κατ' ἐξουσίαν τῶν ὕβρεων, καὶ ὁ ἀντιλέγων οὐκ ἔσται. Οὐδὲ γὰρ εἴ τις ἄτοπον καὶ δυσῶδες πνέοι κατὰ σωματικὴν δυσκρασίαν, ἢ κατά τινα λοιμώδη καὶ δύστροπον ἀῤῥωστίαν, προκαλέσαιτο ἂν τὸν ὑγιαίνοντα πρὸς ζῆλον τοῦ δυστυχήματος, ὡς ἐθέλεσθαί τινα τῷ ἴσῳ δι' οἰκείας νόσου τὴν τοῦ ὀδωδότος δυσωδίαν ἀμύνασθαι. Ἐλεεῖν γὰρ οὐ μιμεῖσθαι τοὺς τοιούτους ἡ κοινὴ συμβουλεύει φύσις. Οὐκοῦν παρέντες ὅσα τοιαῦτα κατὰ σπουδὴν τῷ λόγῳ κατέμιξεν, σκώπτων, σχετλιάζων, ἀγανακτῶν, λοιδορούμενος, μόνον τὸν περὶ τῶν δογμάτων ἐπισκεψώμεθα λόγον. Ἀναλαβόντες τοίνυν ἐξ ἀρχῆς ἐν μέρει πρὸς ἕκαστον τῶν ἐγκλημάτων στησόμεθα.
greater bulk of accusation having been devised. Let the sophist, then, be insolent on account of his art, and let him flourish in his reproaches against us; parading in his invectives amidst the contests, let him call us the most slothful of all, and the most pitiable of all, full of confusion and absurdity; and in whatever way he wishes among all men let him disparage us at will, and we shall endure it; for it is a shame to one who has sense, not to hear someone reviling, but to turn back to answer what was spoken. Yet perhaps his having indulged his nature against us has something useful too; for perhaps, having occupied his slanderous tongue against us, he will grant at least a brief truce in his battle against God. Let him therefore glut himself at will with insults, and there shall be none to gainsay him. For neither if someone breathed something foul and ill-smelling through bodily distemper, or through some pestilential and malignant infirmity, would he provoke one in good health to rivalry in the misfortune, so that someone would wish to ward off the stench of him who smells foul on equal terms through a disease of his own. For common nature counsels to pity, not to imitate, such persons. Passing over, therefore, whatever things of this sort he eagerly mixed into his discourse, jeering, lamenting, waxing indignant, and reviling, let us examine solely the argument concerning doctrines. Taking it up, then, from the beginning, we shall take our stand in turn against each of the charges.
Ἀρχὴ τῆς κατηγορίας ἦν, τὸ ἐπαισχύνεσθαι ἡμᾶς τὸν σταυρόν. Τῶν γὰρ πρὸς τὴν τοιαύτην παρατραπέντων ὑπόληψιν οἰκειότερον ἂν εἴη τὸ ἔγκλημα τοῦ κατασκευάζειν ἐν αισχύνῃ τὸν σταυρὸν ποιεῖσθαι. Εἰ γὰρ ὁμοίως μὲν παρ' ἀμφοτέρων ἡ κατὰ τὸ πάθος οἰκονομία πεπίστευται, ἡμεῖς δὲ τὸν διὰ σταυροῦ φανερωθέντα Θεὸν οὕτως τιμᾷν οἰόμεθα δεῖν καθὼς τιμᾶται ὁ Πατὴρ, τοῖς δὲ τὸ πάθος ἐμπόδιον γίνεται πρὸς τὸ δοξάζειν τὸν μονογενῆ Θεὸν ἐπίσης τῷ γεγεννηκότι Πατρί· ἄρα περιτρέπεται πρὸς τοὐναντίον τῷ σοφιστῇ τὰ ἐγκλήματα, καὶ δι' ὧν κατηγορεῖν ἡμῶν οἴεται, τὴν ἰδίαν δημοσιεύει κατὰ τῶν δογμάτων ἀσέβειαν. Δῆλον γὰρ ὅτι τούτου χάριν ὑπερτίθησι τοῦ Υἱοῦ τὸν Πατέρα, καὶ ταῖς μείζοσιν ἀποσεμνύνει τιμαῖς, ὅτι ἡ κατὰ τὸν σταυρὸν αισχύνη περὶ αὐτὸν οὐχ ὁρᾶται· καὶ διὰ τοῦτο πρὸς τὸ χεῖρον παρηλλάχθαι τοῦ Υἱοῦ τὴν φύσιν διισχυρίζεται, ὅτι τοῦ σταυροῦ τὸ ὄνειδος εἰς αὐτὸν ἀναφέρεται μόνον, τοῦ Πατρὸς οὐχ ἁπτόμενον. Καὶ μηδεὶς οιέσθω με μόνῃ τῇ κατὰ τὸν νοῦν ἀκολουθίᾳ τῆς λογογραφίας ἑπόμενον ταῦτα λέγειν. Προσδιελθὼν γὰρ τοῦ λόγου πᾶσαν τὴν φιλοπόνως συγκειμένην ἐν αὐτῷ βλασφημίαν, ἐν τοῖς μετὰ ταῦτα σαφῶς εὗρον γυμνῇ τῇ λέξει ταύτην ἐκτεθεῖσαν ὑπ' αὐτοῦ τὴν βλασφημίαν. Καὶ, ει δοκεῖ, παραθήσομαι τῇ ἀκολουθίᾳ τῶν ἐμῶν λόγων τὰ παρ' αὐτοῦ γεγραμμένα, ἔχοντα οὕτως· φησὶ γάρ· Εἰ μὲν ἔχει δεικνύναι καὶ τὸν ἐπὶ πάντων Θεὸν, ὅσπερ ἐστὶν ἀπρόσιτον φῶς, ἐν σαρκὶ γενόμενον, ἢ γενέσθαι δυνάμενον, ὑπ' ἐξουσίαν ἐλθεῖν, προστάγμασιν ὑπακοῦσαι, νόμοις ἀνθρω-
The beginning of the accusation was that we are ashamed of the cross. Yet to those who have turned aside to such a supposition would more properly belong the charge of contriving to hold the cross in shame. For if the dispensation according to the passion is believed alike by both sides, while we think it necessary to honour God manifested through the cross in the same way as the Father is honoured, whereas to them the passion becomes an obstacle towards glorifying the Only-begotten God equally with the Father Who begot Him; then the charges turn round to the opposite upon the sophist, and through the things whereby he supposes he accuses us, he publishes his own impiety against the doctrines. For it is clear that for this reason he sets the Father above the Son, and exalts Him with greater honours, because the shame connected with the cross is not seen around Him; and on this account he stoutly maintains that the nature of the Son has been altered for the worse, because the reproach of the cross is referred to Him alone, without touching the Father. And let no one suppose that I say these things following solely the logical sequence of his treatise. For having gone further through all the blasphemy laboriously put together in his discourse, in what follows thereafter I clearly found this blasphemy set forth by him in naked wording. And, if it seems good, I shall set beside the sequence of my own arguments the things written by him, which run thus; for he says: If indeed he is able to show that even the God over all, Who is unapproachable light, having come to be, or being able to come to be, in flesh, came under authority, obeyed commands, lived under human-
Notes, col. 692

On the reading

Printed αισχύνῃ, for αἰσχύνῃ.

Printed τιμᾷν, for τιμᾶν.

Printed αισχύνη, for αἰσχύνη.

Printed οιέσθω, for οἰέσθω.

Printed ει, for εἰ.

PG 45:693Read from the page
πίνοις πολιτεύεσθαι, σταυρὸν ἐνεγκεῖν, ἴσον λεγέτω τῷ φωτὶ τὸ φῶς. Τίς οὖν ὁ ἐπαισχυνόμενος τῷ σταυρῷ; ὁ καὶ μετὰ τὸ πάθος προσκυνῶν ἴσα Πατρὶ τὸν Υἱὸν, ἢ ὁ καὶ πρὸ τοῦ πάθους ὑβρίζων, οὐ μόνον τῇ πρὸς τὴν κτίσιν ὁμοτιμίᾳ, ἀλλὰ καὶ τῷ κατασκευάζειν τῆς ἐμπαθοῦς αὐτὸν εἶναι φύσεως, μὴ ἀνελθόντα πρὸς τὴν τῶν παθημάτων πεῖραν, εἰ μὴ δεκτικὴν εἶχε τῶν τοιούτων τὴν φύσιν; Ἡμεῖς μὲν γὰρ καὶ τὸ σῶμα ᾧ τὸ πάθος ἐδέξατο, τῇ θείᾳ φύσει κατακραθὲν, ἐκεῖνο πεποιῆσθαί φαμεν διὰ τῆς ἀνακράσεως, ὅπερ ἡ ἀναλαβοῦσα φύσις ἐστί. Τοσοῦτον ἀπέχομεν τοῦ μικρόν τι περὶ τὸν μονογενῆ Θεὸν ἐννοεῖν, ὡς εἴ τι καὶ τῆς κάτω φύσεως διὰ τὴν φιλάνθρωπον προσελήφθη οἰκονομίαν, καὶ τοῦτο πιστεύειν μεταπεποιῆσθαι πρὸς τὸ θεῖόν τε καὶ ἀκήρατον· ὁ δὲ σημεῖον τῆς πρὸς τὸ ταπεινότερον κατ' οὐσίαν παραλλαγῆς τὸ περὶ τὸν σταυρὸν πάθος πεποίηται. Οὐκ οἶδα ὅπως τὴν ὑπερβάλλουσαν τῆς δυνάμεως ἐνέργειαν, καθ' ἣν καὶ τοῦτο ἠδυνήθη, τεκμήριον ἀσθενείας ποιούμενος· οὐδὲ τοῦτο συνεὶς, ὅτι οὐδὲν κατὰ τὴν ἑαυτοῦ φύσιν κινούμενον ὡς ἐπὶ παραδόξῳ θαυμάζεται· ἀλλ' ὅσα τοὺς ὅρους ἐκβαίνει τῆς φύσεως, ταῦτα μάλιστα πάντων ἐν θαύματι γίνεται, καὶ πρὸς ταῦτα πᾶσα μὲν ἐπιστρέφεται ἀκοὴ, πᾶσα δὲ διάνοια τείνεται τὸ παράδοξον θαυμάζουσα. Διὸ καὶ πάντες οἱ τὸν λόγον κηρύσσοντες, ἐν τούτῳ τὸ θαῦμα τοῦ μυστηρίου καταμηνύουσιν, ὅτι Θεὸς ἐφανερώθη ἐν σαρκὶ, ὅτι Ὁ Λόγος σὰρξ ἐγένετο, ὅτι τὰ φῶς ἐν τῇ σκοτίᾳ ἔλαμψεν, ὅτι ἡ ζωὴ θανάτου ἐγεύσατο, καὶ πάντα τὰ τοιαῦτα βοῶσιν οἱ κήρυκες, δι' ὧν πλεονάζεται τὸ θαῦμα τοῦ διὰ τῶν ἔξω τῆς φύσεως τὸ περιὸν τῆς δυνάμεως ἑαυτοῦ φανερώσαντος. Ἀλλὰ κἂν ἐκείνοις ὑβρίζειν διὰ ταῦτα δοκῇ, καὶ τῆς πρὸς τὸν Πατέρα ὁμοτιμίας διὰ τὴν περὶ τὸν σταυρὸν οἰκονομίαν τὸν Υἱὸν ἀποσχοινίζωσιν· ἡμεῖς καθὼς παρέδωκαν ἡμῖν οἱ ἀπ' ἀρχῆς αὐτόπται καὶ ὑπηρέται τοῦ λόγου γενόμενοι, διὰ τῶν ἁγίων Γραφῶν πεπιστεύκαμεν ὅτι ὁ ἐν ἀρχῇ ὢν Θεὸς, μετὰ ταῦτα, καθώς φησιν ὁ Βαροὺχ, ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη, ἀντάλλαγμα τοῦ ἡμετέρου θανάτου γενόμενος, ἔλυσε διὰ τῆς ἰδίας ἀναστάσεως τὰ δεσμὰ τοῦ θανάτου, καὶ ὡδοποίησε πάσῃ σαρκὶ δι' ἑαυτοῦ τὴν ἀνάστασιν, ὁμόθρονός τε καὶ ὁμόδοξος ὢν τῷ ἰδίῳ Πατρὶ, κατ' ἀξίαν τῶν βεβιωμένων, ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως ποιήσει τὴν ψῆφον τοῖς κρινομένοις.
ly laws, bore the cross, let him say that the light is equal to the light. Who, then, is ashamed of the cross? He who even after the passion worships the Son equally with the Father, or he who even before the passion insults Him, not only by ranking Him in equal honour with creation, but also by maintaining that He is of a passible nature, Who would not have come to the experience of sufferings unless He possessed a nature receptive of such things? For we, on our part, affirm that even the body in which He accepted the passion, having been mingled thoroughly with the divine nature, has been made through that commingling to be that very thing which the assuming nature is. So far are we from thinking anything paltry concerning the Only-begotten God that, even if something of our lowly nature was assumed on account of His loving dispensation towards mankind, we believe that even this was transformed into what is divine and undefiled; whereas he has made the suffering upon the cross a sign of essential divergence towards what is lowlier. I know not how he makes the surpassing energy of power, whereby He was able to accomplish even this, a token of weakness, not even understanding this: that nothing moved according to its own nature is marvelled at as extraordinary; rather, whatever transcends the bounds of nature comes most of all to be held in wonder, and towards these things every ear turns and every mind stretches forth, marvelling at the paradox. Wherefore also all who proclaim the word declare herein the wonder of the mystery: that God was manifested in flesh, that The Word became flesh, that the light shone in the darkness, that the Life tasted death, and the heralds cry aloud all such things, whereby the wonder is magnified of Him Who manifested the superabundance of His own power through things beyond nature. Yet even if it seems good to them to offer insult on account of these things, and to sever the Son from equal honour with the Father on account of the dispensation concerning the cross, we, just as those who from the beginning were eyewitnesses and ministers of the word handed down to us, have believed through the Holy Scriptures that He Who was God in the beginning afterwards, just as Baruch says, appeared upon the earth, and conversed with men; having become an exchange for our death, He loosed through His own resurrection the bonds of death, and opened the way to the resurrection for all flesh through Himself, and, sharing the same throne and the same glory with His own Father, will pass sentence upon those who are judged on the day of judgement according to the worth of the lives they have lived.
Ταῦτα περὶ τὸν ἐσταυρωμένον ἡμεῖς πεπιστεύκαμεν· καὶ διὰ τοῦτο ὑπερυψοῦντες κατὰ τὸ ἡμέτερον τῆς δυνάμεως μέτρον οὐκ ἀπολήγομεν· ὅτι ὁ μηδενὶ χωρητὸς διὰ τὴν ἄφραστον αὐτοῦ καὶ ἀπρόσιτον μεγαλειότητα, πλὴν ἑαυτῷ καὶ τῷ Πατρὶ καὶ τῷ Πνεύματι τῷ ἁγίῳ, οὗτος καὶ πρὸς κοινωνίαν τῆς ἀσθενείας ἡμῶν κατελθεῖν ἠδυνήθη. Οἱ δὲ ταύτην ἀπόδειξιν τῆς κατὰ τὴν φύσιν ἀλλοτριότητος τοῦ Υἱοῦ
These things we have believed concerning the Crucified; and therefore we do not cease exalting Him exceedingly according to the measure of our power: because He Who is comprehensible to none on account of His ineffable and unapproachable majesty, save to Himself and the Father and the Holy Spirit, was able also to descend into fellowship with our weakness. Yet they make this a demonstration of the alienation according to nature of the Son
Notes, col. 693

On the reading

Printed τὰ, for τὸ.

PG 45:696Read from the page
πρὸς τὸν Πατέρα ποιοῦνται, τὸ διὰ σαρκὸς καὶ σταυροῦ φανερωθῆναι τὸν Κύριον· ὡς τῆς μὲν φύσεως τοῦ Πατρὸς καθαρᾶς ἐν ἀπαθείᾳ διαμενούσης· τοῦ δὲ Υἱοῦ διὰ τὸ πρὸς τὸ ταπεινότερον παρηλλάχθαι τὴν φύσιν, πρὸς σαρκός τε καὶ θανάτου πεῖραν οὐκ ἀδυνατοῦντος ἐλθεῖν· ὡς οὐ πολλῆς γενομένης τῆς μεταστάσεως, ἀλλὰ τρόπον τινὰ πρὸς τὸ συγγενὲς καὶ ὁμόφυλον ἐκ τοῦ ὁμοίου μεταχωρούσης, διὰ τοῦ κτιστὴν μὲν τὴν ἀνθρωπίνην, κτιστὴν δὲ καὶ τὴν τοῦ Μονογενοῦς ὑποτίθεσθαι φύσιν. Τίς τοίνυν εἰκότως ἐπαισχύνεσθαι τῷ σταυρῷ κατηγορεῖται; ὁ τὰ ταπεινὰ περὶ ἑαυτοῦ λέγων, ἢ ὁ περὶ τῶν ὑψηλοτέρων ἀγωνιζόμενος; Οὐκ οἶδα εἰ τῆς Παύλου μεγαλοφωνίας ὁ κατήγορος ἤκουσεν, ὁ οὕτω κατασμικρύνων τὸν ἐπὶ τοῦ σταυροῦ γνωρισθέντα Θεὸν, οἷα καὶ ὅσα ἐκεῖνος τῷ ὑψηλῷ στόματι περὶ τοῦ σταυροῦ διεξέρχεται· ὁ γὰρ διὰ τοσούτων καὶ τοιούτων θαυμάτων ἑαυτὸν γνωρίζειν ἔχων, Μὴ γένοιτο, φησὶν, ἐπί τινι ἄλλῳ καυχᾶσθαι, εἰ μὴ ἐπὶ τῷ σταυρῷ τοῦ Χριστοῦ· καὶ πρὸς Κορινθίους λέγει τὸν λόγον τοῦ σταυροῦ δύναμιν Θεοῦ τοῖς σωζομένοις εἶναι· Ἐφεσίοις δὲ τὴν τὸ πᾶν διακρατοῦσάν τε καὶ συνέχουσαν δύναμιν, τῷ σχήματι τοῦ σταυροῦ καταγράφει, ἐν οἷς βούλεται αὐτοὺς ὑψωθέντας γνῶναι τὴν ὑπερβάλλουσαν δόξαν τῆς δυνάμεως ταύτης, ὕψος καὶ βάθος, καὶ πλάτος, καὶ μῆκος κατονομάζων, ἑκάστην κεραίαν τῶν κατὰ τὸ σχῆμα τοῦ σταυροῦ θεωρουμένων, ἰδίοις προσαγορεύων ὀνόμασιν· ὡς τὸ μὲν ἄνω μέρος, ὕψος εἰπεῖν· βάθος δὲ, τὸ μετὰ τὴν συμβολὴν ὑποκείμενον· τὴν δὲ ἐγκάρσιον καθ' ἑκάτερον κεραίαν, τῷ τοῦ μήκους τε καὶ πλάτους ὀνόματι διασημαίνων· ὡς ἂν διὰ τούτου φανερωθείη τὸ μέγα μυστήριον, ὅτι καὶ τὰ οὐράνια καὶ τὰ καταχθόνια, καὶ πάντα τῶν ὄντων τὰ πέρατα διακρατεῖται καὶ συνέχεται παρὰ τοῦ τὴν ἀπόῤῥητον καὶ μεγάλην ταύτην δύναμιν ἐν τῷ τύπῳ τοῦ σταυροῦ παραδείξαντος. Ἀλλ' οὐδὲν οἶμαι δεῖν πλέον ταῖς αἰτίαις ταύταις ἐναγωνίζεσθαι, περιττὸν κρίνων ἐμφιλοτιμεῖσθαι τοῖς κατὰ τῆς συκοφαντίας ἐλέγχοις, καὶ δι' ὀλίγων τῆς ἀληθείας δειχθείσης.
towards the Father, namely that the Lord was manifested through flesh and the cross; as though the nature of the Father remained pure in impassibility, whereas the Son, because His nature had been altered towards what is lowlier, was not incapable of coming to the experience of flesh and death; as though no great transition took place, but rather one passing in a certain manner from like to what is akin and of the same race, through supposing that human nature is created and the nature of the Only-begotten is created as well. Who, then, is reasonably accused of being ashamed of the cross? He who speaks lowly things concerning Him, or he who contends for sublimer things? I know not whether the accuser, who thus belittles the God made known upon the cross, has heard the lofty utterance of Paul, what and how great things he recounts with sublime mouth concerning the cross; for he who was able to make himself known through so many and such great wonders says: Far be it from me to boast in anything else, save in the cross of Christ; and to the Corinthians he says that the word of the cross is the power of God to those who are being saved; and to the Ephesians he delineates by the figure of the cross the power that governs and holds together the universe, wherein he wishes them, having been exalted, to know the surpassing glory of this power, naming height and depth, and breadth, and length, addressing each arm of those beheld in the figure of the cross by its proper names: so as to call the upper part height, and depth that which lies beneath after the junction, while signifying the transverse arm on either side by the name of length and breadth; so that through this the great mystery might be manifested, that both things in heaven and things under the earth, and all the ends of existing things are governed and held together by Him Who displayed this ineffable and great power in the figure of the cross. Yet I think there is no need to contend any further against these charges, judging it superfluous to be ambitious in refutations against slander when the truth has been shown even in few words.
Οὐκοῦν πρὸς ἕτερον ἔγκλημα τῷ λόγῳ μετέλθωμεν· Διαβάλλεσθαι λέγει παρ' ἡμῶν τοὺς ἁγίους. Ἀλλ' εἰ μὲν αὐτὸς ἀκήκοε, λεγέτω τὰ ῥήματα τῆς κατηγορίας· εἰ δὲ πρὸς ἑτέρους εἰρηκέναι λέγει, δειξάτω διὰ τῶν μαρτυρούντων ἀληθῆ τὴν αἰτίαν. Εἰ δὲ ἀφ' ὧν γεγραφήκαμεν ἀποδείκνυσιν, ἀναγνώτω τὰ εἰρημένα, καὶ τὴν αἰτίαν δεξόμεθα· ἀλλ' οὐκ ἄν τι τοιοῦτον προσενεγκεῖν ἔχοι. Πρόκειται γὰρ παντὶ τῷ βουλομένῳ τὰ παρ' ἡμῶν εἰς ἐξέτασιν. Εἰ δὲ μήτε πρὸς αὐτὸν εἴρηται, μήτε ἑτέρων ἀκήκοεν, μήτε διὰ τῶν γεγραμμένων ἔχει τὸν ἔλεγχον, σιγᾷν οἶμαι χρῆναι τὸν ὑπὲρ τούτων ἀπολογούμενον. Πρὸς γὰρ τὸ ἀνυπόστατον ἔγκλημα, πρέπουσα πάντως ἐστὶν ἀπολογία ἡ σιωπή. Πέτρος φησὶν ὁ ἀπόστολος, Κύριον καὶ Χριστὸν ὁ Θεὸς ἐποίησε τοῦτον τὸν Ἰησοῦν ὃν ὑμεῖς ἐσταυρώσατε. Ἡμεῖς ταῦτα παρ'
Let us, then, pass on in our discourse to another charge: he says that the saints are slandered by us. Now if he himself has heard it, let him state the words of the accusation; and if he says that we have spoken so to others, let him show the charge to be true through witnesses. And if he proves it from what we have written, let him read aloud what has been said, and we shall accept the blame; yet he could bring forward nothing of the sort. For our writings lie open for examination to anyone who wishes. And if it has neither been spoken to him, nor has he heard it from others, nor does he have proof through what is written, I think that one making a defence concerning these matters ought to keep silent. For against a baseless charge, silence is altogether a fitting defence. Peter the apostle says: God made this Jesus, Whom you crucified, both Lord and Christ. Having learned these things from
Notes, col. 696

On the reading

Printed σιγᾷν, for σιγᾶν.

PG 45:697Read from the page
αὐτοῦ μεμαθηκότες φαμὲν, περὶ ἓν πᾶσαν βλέπειν τῶν εἰρημένων τὴν σύμφρασιν, αὐτόν τε τὸν σταυρὸν, καὶ τὸ ἀνθρώπινον ὄνομα, καὶ τὸ δεικτικὸν τῆς φωνῆς. Δύο γὰρ πράγματα περὶ ἓν πρόσωπον ὁ τῆς Γραφῆς λόγος γεγεννῆσθαί φησι· παρὰ μὲν τῶν Ἰουδαίων τὸ πάθος, παρὰ δὲ τοῦ Θεοῦ τὴν τιμήν· οὐχ ὡς ἄλλου μὲν πεπονθότος, ἑτέρου δὲ διὰ τῆς ἀνυψώσεως τετιμημένου· καὶ σαφέστερον ἐφερμηνεύει λέγων διὰ τῶν ἐφεξῆς· Τῇ δεξιᾷ γὰρ, φησὶν, τοῦ Θεοῦ ὑψωθείς. Τίς οὖν ὑψώθη; Ὁ ταπεινὸς δὲ, ἢ ὁ ὕψιστος; Τί δὲ ἄλλο παρὰ τὸ Θεῖόν ἐστιν ὁ Ὕψιστος; Ἀλλὰ μὴν ὁ Θεὸς ὑψωθῆναι οὐ δέεται, ὕψιστος ὤν. Ἄρα τὸ ἀνθρώπινον ὁ ἀπόστολος ὑψῶσθαι λέγει. Ὑψώθη δὲ διὰ τοῦ Κύριος καὶ Χριστὸς γενέσθαι. Διὰ τοῦτο δὲ μετὰ τὸ πάθος ἐγένετο. Οὐκοῦν, οὐ τὴν προαιώνιον ὕπαρξιν τοῦ Κυρίου διὰ τοῦ ἐποίησε ῥήματος παρίστησιν ὁ ἀπόστολος, ἀλλὰ τὴν τοῦ ταπεινοῦ πρὸς τὸ ὑψηλὸν μεταποίησιν, διὰ τῆς δεξιᾶς τοῦ Θεοῦ γεγενημένην. Σαφηνίζεται γὰρ καὶ διὰ τούτου τοῦ ῥήματος τὸ τῆς εὐσεβείας μυστήριον. Ὁ γὰρ εἰπὼν ὅτι τῇ δεξιᾷ τοῦ Θεοῦ ὑψωθείς, φανερῶς ἐκκαλύπτει τὴν ἀπόῤῥητον τοῦ μυστηρίου οἰκονομίαν. Ὅτι ἡ δεξιὰ τοῦ Θεοῦ ἡ ποιητικὴ πάντων τῶν ὄντων, ἥ ἐστιν ὁ Κύριος, δι' οὗ τὰ πάντα ἐγένετο, καὶ οὗ χωρὶς ὑπέστη τῶν ὄντων οὐδὲν, αὐτὴ τὸν ἑνωθέντα πρὸς αὐτὴν ἄνθρωπον εἰς τὸ ἴδιον ὕψος ἀνήγαγε διὰ τῆς ἀνακράσεως, ὅπερ ἐστὶν αὐτὴ κατὰ τὴν φύσιν, κἀκεῖνον ποιήσασα. Ἔστι δὲ αὐτὸ Κύριος καὶ Βασιλεύς· Χριστὸς γὰρ ὁ βασιλεὺς ὀνομάζεται· ταῦτα κἀκεῖνον ἐποίησεν. Ὥσπερ γὰρ ἐν τῷ ὑψίστῳ γενόμενος ὑπερυψώθη, οὕτω καὶ τὰ ἄλλα πάντα ἐγένετο, ἐν τῷ ἀθανάτῳ ἀθάνατος, ἐν τῷ φωτὶ φῶς, ἐν τῷ ἀφθάρτῳ ἄφθαρτος, ἐν τῷ ἀοράτῳ ἀόρατος, ἐν τῷ Χριστῷ Χριστὸς, ἐν τῷ Κυρίῳ Κύριος. Πέφυκε γὰρ ἐπὶ τῶν σωματικῶν ἀνακράσεων, ὅταν πολλῷ τῷ μέτρῳ τὸ ἕτερον πλεονάζει μέρος, πρὸς τὸ ἐπικρατοῦν πάντως μεταποιεῖσθαι τὸ ἐλαττούμενον. Τοῦτο καὶ ἐπὶ τοῦ μυστικοῦ λόγου σαφῶς διὰ τῆς τοῦ Πέτρου φωνῆς διδασκόμεθα, ὅτι τὸ ταπεινὸν τοῦ ἐξ ἀσθενείας σταυρωθέντος, ἡ δὲ ἀσθένεια τὴν σάρκα δηλοῖ, καθὼς περὶ τοῦ Κυρίου ἠκούσαμεν. Τοῦτο δὲ διὰ τῆς πρὸς τὸ ἄπειρόν τε καὶ ἀόριστον τοῦ ἀγαθοῦ ἀνακράσεως, οὐκέτι ἔμεινεν ἐν τοῖς ἰδίοις μέτροις καὶ ἰδιώμασιν· ἀλλὰ τῇ δεξιᾷ τοῦ Θεοῦ συνεπήρθη, καὶ ἐγένετο ἀντὶ ὑποχειρίου Χριστὸς βασιλεὺς, ἀντὶ ταπεινοῦ ὕψιστος, ἀντὶ ἀνθρώπου Θεός. Τίνα τοίνυν ὁ ὑπὲρ τῶν ἀποστόλων πολεμεῖν ἡμῖν σχηματιζόμενος, εὗρεν ἐκ τῶν γεγραμμένων κατὰ τῶν ἁγίων λαβήν; Ἀλλὰ σιωπάσθω καὶ τοῦτο τὸ ἔγκλημα· μικρὸν γὰρ οἶμαι καὶ ἀγεννὲς εἶναι, πρὸς τὰ ψευδῆ τε καὶ ἀναπόδεικτα τῶν λεγομένων ἵστασθαι. Ἀλλ' ἐπὶ τὸ σφοδρότερον τῆς κατηγορίας μετέλθωμεν.
him, we say that the whole phrasing of what has been spoken looks towards one thing: both the cross itself, and the human name, and the demonstrative force of the utterance. For the word of Scripture says that two things took place around one person: the passion from the Jews, and the honour from God; not as though one had suffered and another had been honoured through exaltation; and he explains it more clearly as he speaks through what follows: Being therefore exalted, he says, by the right hand of God. Who, then, was exalted? The lowly one, or the Most High? And what else besides the Divine is the Most High? Yet surely God has no need to be exalted, being Most High. Therefore the apostle says that what is human was exalted. And it was exalted through becoming Lord and Christ. And on this account it took place after the passion. Therefore the apostle does not set forth the pre-eternal subsistence of the Lord through the word made, but rather the transformation of the lowly unto the lofty, wrought through the right hand of God. For even through this word the mystery of godliness is made plain. For he who said being exalted by the right hand of God manifestly unveils the ineffable dispensation of the mystery: that the right hand of God, the Maker of all things that exist—which is the Lord, through Whom all things came to be, and apart from Whom nothing that exists came into being—itself raised up the man united to it unto its own height through commingling, making him also to be that very thing which it itself is by nature. Now it itself is Lord and King—for the king is named Christ—and it made him these things also. For just as, having come to be in the Most High, he was highly exalted, so also did he become all the other things: in the Immortal, immortal; in the Light, light; in the Incorruptible, incorruptible; in the Invisible, invisible; in the Christ, Christ; in the Lord, Lord. For even in bodily comminglings it is natural, whenever one part exceeds by far in measure, that the lesser part is altogether transformed into that which prevails. This too we are clearly taught in the mystical doctrine through the voice of Peter: that the lowliness of Him Who was crucified out of weakness—and weakness signifies the flesh, just as we have heard concerning the Lord—through its commingling with the infinite and boundless nature of the Good, no longer remained in its own measures and properties, but was raised up together by the right hand of God, and instead of a subject became Christ the King, instead of lowly, Most High, instead of man, God. What handle against the saints, then, did he who pretends to wage war against us on behalf of the apostles find out of what is written? Yet let this charge also be passed over in silence; for I think it petty and ignoble to stand refuting what is false and unproved in his statements. Rather, let us pass on to the more vehement part of the accusation.
Φησὶ, τὸν ἄνθρωπον κεκενῶσθαι λέγειν ἡμᾶς, καὶ τὸν ἐξ ὑπακοῆς ἑαυτὸν ταπεινώσαντα τῇ τοῦ δούλου μορφῇ, σύμμορφον εἶναι τοῖς ἀνθρώποις, καὶ πρὶν ταύτην ἀναλαβεῖν τὴν μορφήν. Οὐδὲν
He says that we say the man was emptied, and that he who out of obedience humbled himself in the form of a servant was conformed to men even before taking up this form. Nothing