αὐτοῦ μεμαθηκότες φαμὲν, περὶ ἓν πᾶσαν βλέπειν τῶν εἰρημένων τὴν σύμφρασιν, αὐτόν τε τὸν σταυρὸν, καὶ τὸ ἀνθρώπινον ὄνομα, καὶ τὸ δεικτικὸν τῆς φωνῆς. Δύο γὰρ πράγματα περὶ ἓν πρόσωπον ὁ τῆς Γραφῆς λόγος γεγεννῆσθαί φησι· παρὰ μὲν τῶν Ἰουδαίων τὸ πάθος, παρὰ δὲ τοῦ Θεοῦ τὴν τιμήν· οὐχ ὡς ἄλλου μὲν πεπονθότος, ἑτέρου δὲ διὰ τῆς ἀνυψώσεως τετιμημένου· καὶ σαφέστερον ἐφερμηνεύει λέγων διὰ τῶν ἐφεξῆς· Τῇ δεξιᾷ γὰρ, φησὶν, τοῦ Θεοῦ ὑψωθείς. Τίς οὖν ὑψώθη; Ὁ ταπεινὸς δὲ, ἢ ὁ ὕψιστος; Τί δὲ ἄλλο παρὰ τὸ Θεῖόν ἐστιν ὁ Ὕψιστος; Ἀλλὰ μὴν ὁ Θεὸς ὑψωθῆναι οὐ δέεται, ὕψιστος ὤν. Ἄρα τὸ ἀνθρώπινον ὁ ἀπόστολος ὑψῶσθαι λέγει. Ὑψώθη δὲ διὰ τοῦ Κύριος καὶ Χριστὸς γενέσθαι. Διὰ τοῦτο δὲ μετὰ τὸ πάθος ἐγένετο. Οὐκοῦν, οὐ τὴν προαιώνιον ὕπαρξιν τοῦ Κυρίου διὰ τοῦ ἐποίησε ῥήματος παρίστησιν ὁ ἀπόστολος, ἀλλὰ τὴν τοῦ ταπεινοῦ πρὸς τὸ ὑψηλὸν μεταποίησιν, διὰ τῆς δεξιᾶς τοῦ Θεοῦ γεγενημένην. Σαφηνίζεται γὰρ καὶ διὰ τούτου τοῦ ῥήματος τὸ τῆς εὐσεβείας μυστήριον. Ὁ γὰρ εἰπὼν ὅτι τῇ δεξιᾷ τοῦ Θεοῦ ὑψωθείς, φανερῶς ἐκκαλύπτει τὴν ἀπόῤῥητον τοῦ μυστηρίου οἰκονομίαν. Ὅτι ἡ δεξιὰ τοῦ Θεοῦ ἡ ποιητικὴ πάντων τῶν ὄντων, ἥ ἐστιν ὁ Κύριος, δι' οὗ τὰ πάντα ἐγένετο, καὶ οὗ χωρὶς ὑπέστη τῶν ὄντων οὐδὲν, αὐτὴ τὸν ἑνωθέντα πρὸς αὐτὴν ἄνθρωπον εἰς τὸ ἴδιον ὕψος ἀνήγαγε διὰ τῆς ἀνακράσεως, ὅπερ ἐστὶν αὐτὴ κατὰ τὴν φύσιν, κἀκεῖνον ποιήσασα. Ἔστι δὲ αὐτὸ Κύριος καὶ Βασιλεύς· Χριστὸς γὰρ ὁ βασιλεὺς ὀνομάζεται· ταῦτα κἀκεῖνον ἐποίησεν. Ὥσπερ γὰρ ἐν τῷ ὑψίστῳ γενόμενος ὑπερυψώθη, οὕτω καὶ τὰ ἄλλα πάντα ἐγένετο, ἐν τῷ ἀθανάτῳ ἀθάνατος, ἐν τῷ φωτὶ φῶς, ἐν τῷ ἀφθάρτῳ ἄφθαρτος, ἐν τῷ ἀοράτῳ ἀόρατος, ἐν τῷ Χριστῷ Χριστὸς, ἐν τῷ Κυρίῳ Κύριος. Πέφυκε γὰρ ἐπὶ τῶν σωματικῶν ἀνακράσεων, ὅταν πολλῷ τῷ μέτρῳ τὸ ἕτερον πλεονάζει μέρος, πρὸς τὸ ἐπικρατοῦν πάντως μεταποιεῖσθαι τὸ ἐλαττούμενον. Τοῦτο καὶ ἐπὶ τοῦ μυστικοῦ λόγου σαφῶς διὰ τῆς τοῦ Πέτρου φωνῆς διδασκόμεθα, ὅτι τὸ ταπεινὸν τοῦ ἐξ ἀσθενείας σταυρωθέντος, ἡ δὲ ἀσθένεια τὴν σάρκα δηλοῖ, καθὼς περὶ τοῦ Κυρίου ἠκούσαμεν. Τοῦτο δὲ διὰ τῆς πρὸς τὸ ἄπειρόν τε καὶ ἀόριστον τοῦ ἀγαθοῦ ἀνακράσεως, οὐκέτι ἔμεινεν ἐν τοῖς ἰδίοις μέτροις καὶ ἰδιώμασιν· ἀλλὰ τῇ δεξιᾷ τοῦ Θεοῦ συνεπήρθη, καὶ ἐγένετο ἀντὶ ὑποχειρίου Χριστὸς βασιλεὺς, ἀντὶ ταπεινοῦ ὕψιστος, ἀντὶ ἀνθρώπου Θεός. Τίνα τοίνυν ὁ ὑπὲρ τῶν ἀποστόλων πολεμεῖν ἡμῖν σχηματιζόμενος, εὗρεν ἐκ τῶν γεγραμμένων κατὰ τῶν ἁγίων λαβήν; Ἀλλὰ σιωπάσθω καὶ τοῦτο τὸ ἔγκλημα· μικρὸν γὰρ οἶμαι καὶ ἀγεννὲς εἶναι, πρὸς τὰ ψευδῆ τε καὶ ἀναπόδεικτα τῶν λεγομένων ἵστασθαι. Ἀλλ' ἐπὶ τὸ σφοδρότερον τῆς κατηγορίας μετέλθωμεν.
him, we say that the whole phrasing of what has been spoken looks towards one thing: both the cross itself, and the human name, and the demonstrative force of the utterance. For the word of Scripture says that two things took place around one person: the passion from the Jews, and the honour from God; not as though one had suffered and another had been honoured through exaltation; and he explains it more clearly as he speaks through what follows: Being therefore exalted, he says, by the right hand of God. Who, then, was exalted? The lowly one, or the Most High? And what else besides the Divine is the Most High? Yet surely God has no need to be exalted, being Most High. Therefore the apostle says that what is human was exalted. And it was exalted through becoming Lord and Christ. And on this account it took place after the passion. Therefore the apostle does not set forth the pre-eternal subsistence of the Lord through the word made, but rather the transformation of the lowly unto the lofty, wrought through the right hand of God. For even through this word the mystery of godliness is made plain. For he who said being exalted by the right hand of God manifestly unveils the ineffable dispensation of the mystery: that the right hand of God, the Maker of all things that exist—which is the Lord, through Whom all things came to be, and apart from Whom nothing that exists came into being—itself raised up the man united to it unto its own height through commingling, making him also to be that very thing which it itself is by nature. Now it itself is Lord and King—for the king is named Christ—and it made him these things also. For just as, having come to be in the Most High, he was highly exalted, so also did he become all the other things: in the Immortal, immortal; in the Light, light; in the Incorruptible, incorruptible; in the Invisible, invisible; in the Christ, Christ; in the Lord, Lord. For even in bodily comminglings it is natural, whenever one part exceeds by far in measure, that the lesser part is altogether transformed into that which prevails. This too we are clearly taught in the mystical doctrine through the voice of Peter: that the lowliness of Him Who was crucified out of weakness—and weakness signifies the flesh, just as we have heard concerning the Lord—through its commingling with the infinite and boundless nature of the Good, no longer remained in its own measures and properties, but was raised up together by the right hand of God, and instead of a subject became Christ the King, instead of lowly, Most High, instead of man, God. What handle against the saints, then, did he who pretends to wage war against us on behalf of the apostles find out of what is written? Yet let this charge also be passed over in silence; for I think it petty and ignoble to stand refuting what is false and unproved in his statements. Rather, let us pass on to the more vehement part of the accusation.