Ἠσαΐου διὰ τῆς ὑψηλῆς αὐτοῦ φωνῆς περὶ τῶν δογμάτων τούτων θεολογήσαντος, ὃς ἐκ τοῦ θείου προσώπου φησίν· Ἐγὼ πρῶτος, καὶ ἐγὼ μετὰ ταῖτα, καὶ ἔμπροσθέν μου Θεὸς οὐκ ἐγένετο, καὶ μετ' ἐμὲ Θεὸς οὐκ ἔσται. Πάντων γὰρ μᾶλλον ἀκριβῶς εἰδὼς τὸ τῆς εὐαγγελικῆς εὐσεβείας μυστήριον ὁ μέγας οὗτος προφήτης, ὁ καὶ τὸ παράδοξον ἐκεῖνο τῆς Παρθένου μηνύσας, καὶ τοῦ Παιδίου τὴν γέννησιν εὐαγγελισάμενος, καὶ τὸ τοῦ Υἱοῦ ὄνομα ἐκεῖνο σαφῶς παραστήσας· οὗτος τοίνυν ὁ πᾶσαν ἐμπεριειληφὼς διὰ τοῦ Πνεύματος ἐν ἑαυτῷ τὴν ἀλήθειαν, ὡς ἂν μάλιστα πᾶσι γένοιτο δῆλος ὁ τῆς θείας φύσεως χαρακτὴρ, δι' οὗ τὸ ὄντως ὂν διακρίνομεν ἀπὸ τοῦ γενομένου· τοῦτό φησιν ἐκ προσώπου τοῦ Θεοῦ, ὅτι Ἐγώ εἰμι πρῶτος καὶ ἐγὼ μετὰ ταῦτα, καὶ ἔμπροσθεν ἐμοῦ Θεὸς οὐ γέγονε, καὶ μετ' ἐμὲ οὐκ ἔστιν. Ἐπεὶ οὖν οὔτε τὸ πρὸ τοῦ Θεοῦ, Θεός· οὔτε τὸ μετὰ τὸν Θεὸν, Θεός· τὸ μὲν γὰρ μετὰ τὸν Θεὸν, κτίσις· τὸ δὲ ἐπέκεινα τοῦ Θεοῦ, οὐδέν· τὸ δὲ οὐδὲν, Θεὸς οὐκ ἔστιν· μᾶλλον δὲ τὸ ἐπέκεινα τοῦ Θεοῦ αὐτὸς ἐκεῖνος ἐν τῇ ἀϊδίῳ μακαριότητι πρὸς οὐδὲν ὁριζόμενος· ἐπεὶ οὖν ἡ φωνὴ αὕτη ἡ πνευματικὴ ἐν τῷ προφητικῷ στόματι λαληθεῖσα, δόγμα διὰ τούτου μανθάνομεν· ὅτι μία τίς ἐστιν ἡ θεία φύσις, συνεχὴς πρὸς ἑαυτὴν καὶ ἀδιάσπαστος, τὸ πρότερον καὶ ὕστερον ἐφ' ἑαυτῆς οὐ προσιεμένη, κἂν ἐν Τριάδι κηρύσσηται· οὔτε πρεσβύτερόν τι τῶν ἐν αὐτῇ θεωρουμένων, οὔτε μεταγενέστερον ἔχουσα. Ἐπεὶ οὖν Θεοῦ ἡ φωνή· ἐάν τε τοῦ Πατρὸς δῷς εἶναι τὸν λόγον, ἐάν τε τοῦ Υἱοῦ, ἐπίσης δι' ἑκατέρου τὸ δόγμα τῆς εὐσεβείας κρατύνεται. Ἐὰν μὲν γὰρ ὁ Πατὴρ ταῦτα λέγῃ, μαρτυρεῖ τῷ Υἱῷ τὸ μὴ μετ' αὐτὸν εἶναι. Εἰ γὰρ Θεὸς μὲν ὁ Υἱὸς, πᾶν δὲ μετὰ τὸν Πατέρα Θεὸς οὐκ ἔστι, δῆλον ὅτι τὸ ἐν τῷ Πατρὶ, καὶ μὴ μετὰ τὸν Πατέρα τὸν Υἱὸν εἶναι ὁ λόγος μαρτύρεται. Εἴτε τοῦ Υἱοῦ δοίη τις εἶναι τὴν φωνὴν ταύτην, τὸ, Οὐ γέγονεν ἔμπροσθέν μου· διδασκαλία σαφὴς ἔσται τῇ τῆς ἀρχῆς ἀϊδιότητι συγκαταλαμβάνεσθαι καὶ τὸν ἐν τῇ ἀρχῇ θεωρούμενον. Εἴ τις οὖν μετὰ τὸν Θεόν ἐστι, κτίσις τοῦτο καὶ οὐ Θεὸς διὰ τῶν εἰρημένων εὑρίσκεται. Τὸ γὰρ μετ' ἐμὲ ὂν, φησὶ, Θεὸς οὐκ ἔστι.
Isaiah uttered theology through his lofty voice concerning these doctrines, who speaks from the divine person: I am the first, and I am hereafter, and before Me there was no God, and after Me there shall be no God. For knowing more accurately than all men the mystery of evangelical piety, this great prophet—who also declared that wondrous sign of the Virgin, and proclaimed the good tidings of the birth of the Child, and clearly set forth that name of the Son—this man, therefore, having encompassed all truth within himself through the Spirit, so that the character of the divine nature, through which we distinguish that which truly is from that which has come into being, might become most evident to all, says this from the person of God: I am the first and I am hereafter, and before Me no God has come to be, and after Me there is none. Since, then, neither is what is before God, God, nor is what is after God, God—for what is after God is creation, and what is beyond God is nothing, and nothing is not God; or rather, what is beyond God is He Himself in eternal blessedness bounded in relation to nothing—since, then, this spiritual voice was spoken in the prophetic mouth, through this we learn a doctrine: that the divine nature is some one nature, continuous with itself and unsevered, not admitting prior and posterior in respect of itself, even though it be proclaimed in Trinity, having among the things beheld in it neither anything elder nor anything later-born. Since, then, the voice is God's, whether you grant the utterance to belong to the Father or to the Son, equally through either is the doctrine of piety confirmed. For if the Father speaks these words, He bears witness to the Son that He is not after Him; for if the Son is God, and everything after the Father is not God, it is evident that the statement bears witness that the Son is in the Father, and not after the Father. Or whether someone should grant this voice to belong to the Son—namely, Before Me there came none to be—there will be clear teaching that He Who is beheld in the beginning is also comprehended together with the eternity of the beginning. If anyone, therefore, is after God, through what has been said this is found to be creation and not God; for that which is after Me, He says, is not God.
Ταύτης τοίνυν προεκτεθείσης ἡμῖν τῆς περὶ τῶν ὄντων θεωρίας, καιρὸς εἴη τὸν προκείμενον ἐξετάσαι λόγον. Οὐκοῦν εἴρηται μὲν παρὰ τοῦ Πέτρου πρὸς τοὺς Ἰουδαίους, ὅτι Κύριον αὐτὸν καὶ Χριστὸν ἐποίησεν ὁ Θεὸς, τοῦτον τὸν Ἰησοῦν ὃν ὑμεῖς ἐσταυρώσατε. Λέγεται δὲ παρ' ἡμῶν, οὐ πρὸς τὸ θεῖον τοῦ Μονογενοῦς εὐσεβὲς εἶναι τὸ ἐποίησεν ἀναφέρειν, ἀλλὰ πρὸς τὴν τοῦ δούλου μορφὴν τὴν κατὰ καιρὸν τῆς ἐν σαρκὶ παρουσίας οἰκονομικῶς γενομένην· οἱ δὲ πρὸς τοὐναντίον τὸν λόγον βιαζόμενοι, τὴν προαιώνιον τοῦ Υἱοῦ γέννησιν τῇ ἐποίησεν φωνῇ παρὰ τοῦ Ἀποστόλου διασημαίνεσθαι λέγουσι.
Now that this contemplation concerning beings has been set forth beforehand by us, it would be seasonable to examine the statement before us. Now it has been spoken by Peter to the Jews that God made Him both Lord and Christ, this Jesus Whom you crucified. And it is said by us that it is not pious to refer the word made to the deity of the Only-begotten, and instead to the form of the servant which came into being by dispensation at the season of His presence in the flesh; whereas those who force the statement to the contrary say that the pre-eternal generation of the Son is signified through the word made by the Apostle.