ἡμῖν, καὶ ἐκλήθη τὸ ὄνομα αὐτοῦ· τά τε ἄλλα πάντα ὅσα ὁ προφήτης ὠνόμασε· καὶ μετὰ πάντων, Πατὴρ τοῦ μέλλοντος αἰῶνος. Πρότερον οὖν γέγονε τὸ κατὰ τὴν παρθενίαν μυστήριον, καὶ ἡ περὶ τὸ πάθος οἰκονομία. Καὶ τότε οἱ σοφοὶ τῆς πίστεως ἀρχιτέκτονες τὸν θεμέλιον τῆς πίστεως κατεβάλοντο. Οὗτος δέ ἐστιν ὁ Χριστὸς, ὁ Πατὴρ τοῦ μέλλοντος αἰῶνος, ᾧ ἐποικοδομεῖται ἡ τῶν ἀτελευτήτων αἰώνων ζωή. Τούτου δὲ γενομένου, ἵνα ἐν ἑκάστῳ τῶν πεπιστευκότων τὰ θεῖα θελήματα τοῦ εὐαγγελικοῦ νόμου, καὶ τὰ ποικίλα τοῦ ἁγίου Πνεύματος χαρίσματα γένηται, ἅπερ πάντα τροπικῶς κατά τινα προσφυῆ σημασίαν ὄρη καὶ βουνοὺς ὀνομάζει ἡ θεία Γραφή· τὴν δικαιοσύνην μὲν ὄρη Θεοῦ ὀνομάζουσα, τὰ δὲ κρίματα, ἀβύσσους προσαγορεύουσα, γῆν δὲ τὴν ὑπὸ τοῦ Λόγου σπειρομένην καὶ καρποφοροῦσαν τὸν πολύχουν καρπόν. Ἢ ὡς ἑτέρωθεν παρὰ τῷ Δαβὶδ μὲν εἰρήνην διὰ τῶν ὀρῶν, δικαιοσύνην δὲ διὰ τῶν βουνῶν διδασκόμεθα· ἀναγκαίως ἐν τοῖς πιστοῖς ἡ σοφία γεννᾶται, καὶ ἀληθὴς ὁ Λόγος. Ὁ γὰρ ἐν τοῖς δεξαμένοις αὐτὸν ὢν, ἐν τοῖς ἀπίστοις οὔπω ἐγεννήθη. Ἵνα οὖν ταῦτα καὶ παρ' ἡμῖν γένηται, χρὴ τὸν τούτων δημιουργὸν ἐν ἡμῖν γεννηθῆναι. Οὕτω δὲ καὶ τὰ ἐφεξῆς τούτοις κατὰ τὸν εἰρμὸν τοῦτον κατανοήσομεν. Ἐὰν γὰρ γεννηθῇ ἐν ἡμῖν ἡ σοφία, τότε παρὰ τοῦ Θεοῦ κατασκευάζεται ἐν ἑκάστῳ, ἥ τε χώρα καὶ ἡ ἀοίκητος. Χώρα μὲν ἡ δεχομένη τοῦ Λόγου τὴν σπορὰν, καὶ τὴν ἄροσιν· ἀοίκητος δὲ ἡ τῶν πονηρῶν οἰκητόρων χωριζομένη καρδία· καὶ οὕτως ἔσται ἡμῶν ἡ οἴκησις ἐπὶ τῶν ἄκρων τῆς γῆς. Ἐπειδὴ γὰρ τῆς γῆς τὸ μέν τι βάθος ἐστὶν, τὸ δὲ ἐπιπόλαιον, ὅταν τις μὴ ὑπόγειος γένηται μηδὲ σπηλαιώδης, ἐν τῷ τὰ κάτω φρονεῖν· οἷός ἐστι τῶν ἐν ἁμαρτίᾳ ζώντων ὁ βίος, τῶν ἐμπεπηγότων τῇ ἀνυποστάτῳ τοῦ βυθοῦ ἰλύϊ, οἷς ἀληθῶς φρέαβ ἐστὶν ἡ ζωὴ, κατὰ τὴν ψαλμῳδίαν τὴν λέγουσαν· Μηδὲ συσχέτω ἐπ' ἐμὲ φρέαρ τὸ στόμα αὐτοῦ. Ἐὰν οὖν τις ἐγγεννηθείσης αὐτῷ τῆς σοφίας τὰ ἄνω φρονῇ, τοσοῦτον τῆς γῆς ἐφαπτόμενος, ὅσον ἐπάναγκες, οὗτος τὰ ἄκρα τῆς ὑπ' οὐρανὸν οἰκεῖ, οὐκ ἐμβαθύνων τῷ γηΐνῳ φρονήματι· τούτῳ τὸν οὐρανὸν ἐν ἑαυτῷ ἀντὶ τῆς γῆς ἑτοιμάζοντι ἡ σοφία πάρεστι. Καὶ ὅταν τὴν τῶν ἄνωθεν νεφῶν διδασκαλίαν, ἰσχυρὰν ἑαυτῷ ποιεῖ, εἰς ἔργον ἄγων τὰ παραγγέλματα, τήν τε μεγάλην καὶ εὐρύχωρον τῆς κακίας θάλασσαν τῇ ἀκριβεῖ πολιτείᾳ καθάπερ ἠϊόνι τινὶ διαλαβὼν, κωλύει τὸ ἔμπαστον ὕδωρ προϊέναι τοῦ στόματος. Κἂν ἐν πηγαῖς καταχθῇ τῷ τῆς διδασκαλίας χαρίσματι, μετ' ἀσφαλείας προχέων τοῦ λόγου τὸ νάμα· ὡς μή τινι παρασχεῖν τὸ ποτὸν, ἀντὶ καθαροῦ ὕδατος ἀνατροπὴν θολερὰν, κἂν ὑπεραρθεὶς πάσης γηΐνης βάσεως, διαέριος τῷ βίῳ γένηται, ἐπὶ τῆς πνευματικῆς βεβηκὼς πολιτείας, ἣν ἀνέμους ὁ λόγος ὠνόμασεν· ὥστε εἰς θρόνον τοῦ ἐν αὐτῷ καθιδρυμένου ἀφορισθῆναι. Οἷος ἦν ὁ Παῦλος ἀφωρισμένος εἰς Εὐαγγέλιον, εἰς τὸ γενέσθαι σκεῦος ἐκλογῆς. τοῦ βαστάσαι τὸ ὄνομα τοῦ Θεοῦ, ὡς ἄλλος Λόγῳ θρόνος ἐγένετο, ὁ τὸν ἑαυτοῦ καθιδρυμένον βαστάζων. Ὅταν ταῦτα καὶ τὰ τοιαῦτα κατορθωθῇ, ὥστε εὐφραίνεσθαι
to us, and His name was called, and all the other things that the prophet named, and along with all things, Father of the age to come. First, therefore, there came to pass the mystery concerning virginity, and the dispensation concerning the passion. And then the wise master-builders of the faith laid the foundation of the faith. And this is Christ, the Father of the age to come, upon Whom is built up the life of the endless ages. And when this has come to pass, in order that in each of those who have believed there may come to be the divine wills of the evangelical law and the varied gifts of the Holy Spirit—all of which divine Scripture figuratively by a certain apt signification names mountains and hills, naming righteousness mountains of God, and calling His judgements depths, and naming earth that which is sown by the Word and bears abundant fruit; or, as on the other hand in David we are taught peace through the mountains and righteousness through the hills—necessarily wisdom is begotten in the faithful, and the Word is true. For He Who is in those who have received Him has not yet been begotten in the unbelieving. In order, therefore, that these things may come to be in us as well, the Fashioner of these things must be begotten in us. And thus too we shall understand the things that follow these in order according to this sequence. For if wisdom is begotten in us, then there is fashioned by God in each one both the inhabited region and the uninhabited: the inhabited region being the heart that receives the sowing and ploughing of the Word, and the uninhabited being the heart separated from wicked inhabitants; and thus our dwelling will be upon the extremes of the earth. For since of the earth one part is depth and another is surface, when someone becomes neither subterranean nor cavernous in minding the things below—such as is the life of those living in sin, who are stuck fast in the unsubstantial mire of the deep, for whom life is truly a pit, according to the psalmody that says: Let not the pit shut its mouth upon me—if, then, once wisdom has been engendered in him, someone minds the things above, touching upon the earth only so much as is necessary, this man inhabits the extremes of the earth under heaven, not plunging deep into earthly thought; with this man, as he prepares heaven in himself in place of earth, wisdom is present. And when he makes strong for himself the teaching of the clouds from above, bringing the precepts into action, and bounding the great and wide sea of wickedness by strict conduct as by some shore, he prevents the brackish water from going forth out of his mouth. And if he is brought down among springs by the gift of teaching, pouring forth with security the stream of the word, so as not to offer anyone as drink a turbid upheaval in place of pure water; and if, lifted above every earthly base, he becomes aerial in his life, walking upon the spiritual way of life which the account named winds, so as to be set apart as a throne of Him Who is enthroned within him—such as was Paul, set apart for the Gospel, to become a vessel of election, to bear the name of God, since he became another throne for the Word, bearing Him Who was enthroned within himself—when these and suchlike things are rightly accomplished, so that there rejoices