Οὐκοῦν ταῦτα εἰ κατὰ τὸν προφητικὸν εἴρηται νοῦν, τῆς θεότητος τοῦ Πνεύματος μαρτυρία ἐστίν· εἰ δὲ ἐναντιοῦται τῇ προφητείᾳ, δι' αὐτοῦ τούτου κατηγορεῖται ἡ βλασφημία, ὅτι τοῖς ἁγίοις προφήταις ἀντιδοξάζει τῷ λόγῳ. Εἶτά φησι· Φωτίζων τὰς ψυχὰς τῷ φωτὶ τῆς γνώσεως. Ταύτην χάριν Πατρί τε καὶ Υἱῷ καὶ Πνεύματι ἁγίῳ ὁ τῆς εὐσεβείας ἀνατίθησι λόγος. Ἐκεῖνος γὰρ φωτισμὸς παρὰ τοῦ Δαβὶδ ὀνομάζεται, καὶ ἐκεῖθεν τὸ φῶς τῆς γνώσεως τοῖς φωτιζομένοις ἐγγίνεται. Ὡσαύτως δὲ καὶ ἡ κάθαρσις τῶν λογισμῶν, ἴδιον, ὥς φησιν ὁ Λόγος, τῆς τοῦ Κυρίου δυνάμεως. Τὸ γὰρ ἀπαύγασμα τῆς δόξης καὶ ὁ χαρακτὴρ τῆς ὑποστάσεως τὸν καθαρισμὸν τῶν ἁμαρτιῶν ἡμῶν ἐποιήσατο· τὸ δὲ ἀπείργειν τοὺς δαίμονας, ὃ τοῦ Πνεύματος ἴδιόν φησιν ὁ Εὐνόμιος, τοῦτο καὶ ὁ μονογενὴς Θεὸς, ὁ λέγων τῷ δαίμονι, ὅτι Ἐγὼ ἐπιτάσσω σοι, προσμαρτυρεῖ τῇ δυνάμει τοῦ Πνεύματος, λέγων· Εἰ δὲ ἐγὼ ἐν Πνεύματι Θεοῦ ἐκβάλλω τὰ δαιμόνια. Ὥστε οὐκ ἔστι καθαίρεσις τῆς δόξης τοῦ Πνεύματος ἡ τῶν δαιμόνων ἀναίρεσις, ἀλλὰ σύστασις τῆς θείας αὐτοῦ καὶ ὑπερεχούσης δυνάμεως. Νοσοῦντας, φησὶ, θεραπεύων, ἀῤῥωστοῦντας ἰώμενος, θλιβομένους παρακαλῶν, ὀκλάζοντας ἀνορθῶν, πονοῦντας ἀνακτώμενος. Ταῦτα τῶν εὐσεβούντων περὶ τοῦ ἁγίου Πνεύματός ἐστι τὰ ῥήματα. Οὐ γὰρ ἂν ἄλλῳ τις ἀναθείη τούτων ἑκάστου τὴν ἐνέργειαν πλὴν τῷ Θεῷ. Εἰ τοίνυν ἅπερ οὐδενός ἐστι ποιεῖν, ἢ Θεοῦ μόνου, ταῦτα τῇ δυνάμει τοῦ Πνεύματος ἐνεργεῖσθαι διαβεβαιοῦται ἡ αἵρεσις, ἔχομεν ὑπὲρ ὧν σπουδάζομεν καὶ τὴν παρὰ τῶν ἐχθρῶν μαρτυρίαν· πῶς παρὰ τοῦ Θεοῦ ὁ Προφήτης ζητεῖ τὴν ἴασιν, λέγων· Ἐλέησόν με, Κύριε, ὅτι ἀσθενής εἰμι. Ἴασαί με, Κύριε, ὅτι ἐταράχθη τὰ ὀστᾶ μου· Τῷ Θεῷ λέγει ὁ Ἠσαΐας, ὅτι Ἡ δρόσος ἡ παρὰ σοῦ, ἴαμα αὐτοῖς ἐστιν. Καὶ τὴν τῶν πλανωμένων ἐπιστροφὴν, Θεοῦ ἔργον εἶναι ἡ προφητεία μαρτύρεται. Ἐπλανήθησαν γὰρ, φησὶν, ἐν τῇ ἐρήμῳ ἐν ἀνύδρῳ. Καὶ ἐπήγαγεν, ὅτι Καὶ ὡδήγησεν αὐτοὺς εἰς ὁδὸν εὐθεῖαν, τοῦ πυρευθῆναι εἰς πόλιν κατοικητηρίου. Καὶ, Ἐν τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν Σιών. Ὡσαύτως δὲ καὶ ἡ τῶν θλιβομένων παράκλησις εἰς Θεὸν ἀναφέρεται, οὕτως εἰπόντος τοῦ Παύλου· Εὐλογητὸς ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ παρακαλῶν ἡμᾶς ἐπὶ πάσῃ τῇ θλίψει ἡμῶν. Καὶ ὁ Προφήτης, ἐκ προσώπου τοῦ Θεοῦ φησιν· Ἐν θλίψει ἐπικαλέσομαι, καὶ εὑρησάμην σε. Ἡ δὲ τῶν ὀκλαζόντων ἀνόρθωσις, μυριοτρόπως ὑπὸ τῆς Γραφῆς εἰς τὴν τοῦ Κυρίου δύναμιν ἀναφέρεται. Ὠσθεὶς ἀνετράπην τοῦ πεσεῖν, καὶ ὁ Κύριος ἀντελάβετό μου· καὶ, Ὅταν πέσῃ οὐ καταῤῥαχθήσεται, ὅτι Κύριος ἀντιστηρίζει χεῖρα αὐτοῦ· καὶ, Κύριος ἀνορθοὶ κατεῤῥαγ-
Accordingly, if these things have been spoken in accordance with the prophetic sense, there is testimony to the deity of the Spirit; if, on the other hand, they run counter to prophecy, by this very fact his blasphemy stands accused, because in his discourse he holds opinions contrary to the holy prophets. Next he says: Enlightening souls with the light of knowledge. This grace the doctrine of piety assigns to Father and Son and Holy Spirit. For that enlightenment is named by David, and thence the light of knowledge arises within those who are enlightened. In like manner too the cleansing of thoughts belongs, as the Word says, to the power of the Lord. For the effulgence of glory and the express image of His hypostasis made cleansing of our sins; and as for warding off demons, which Eunomius calls peculiar to the Spirit, this too the only-begotten God, Who says to the demon, I command thee, attests to the power of the Spirit, saying: Yet if I by the Spirit of God cast out demons. So that the destruction of demons is not a pulling down of the glory of the Spirit, rather an establishment of His divine and transcendent power. Healing the sick, says he, curing the infirm, comforting the afflicted, raising up the stumbling, refreshing the weary. These are the words of those who think piously concerning the Holy Spirit. For to none other would anyone assign the operation of each of these save to God. If, therefore, the things which belong to none save God alone to perform, heresy affirms to be wrought by the power of the Spirit, we possess on behalf of the things for which we contend even the testimony from our enemies: how the Prophet seeks healing from God, saying: Have mercy upon me, O Lord, for I am weak; heal me, O Lord, for my bones are troubled; to God Isaiah says, that The dew from Thee is healing unto them. And the conversion of the erring prophecy testifies to be a work of God. For they wandered, says he, in the wilderness in a waterless land. And he added, that And He guided them into a straight way, to go unto a city of habitation. And, When the Lord turned back the captivity of Sion. In like manner too the comfort of the afflicted is referred to God, Paul having spoken thus: Blessed be the God and Father of our Lord Jesus Christ, Who comforteth us in all our affliction. And the Prophet, in the person of God, says: In affliction I shall call upon [Thee], and I found Thee. And the raising up of the stumbling is in myriad ways referred by Scripture to the power of the Lord. Being pushed I was overturned so as to fall, and the Lord upheld me; and, When he falleth he shall not be dashed down, for the Lord underproppeth his hand; and, The Lord raiseth up the dashed-