Migne Reading Room

PG 45 · cols. 556–565 · Read from the page

Against Eunomius, twelve books

Against Eunomius, twelve books

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 45:556Read from the page
ὅτι ἀκοῇ ἀκούσετε, καὶ οὐ μὴ συνῆτε· δεικνὺς, ὡς οἶμαι, δι' αὐτῆς τῆς ἁγίας Γραφῆς, ὅτι πᾶσα ὀπτασία θειοτέρα, καὶ πᾶσα θεοφάνεια, καὶ πᾶς λόγος ἐκ προσώπου Θεοῦ λεγόμενος, ἐπὶ τοῦ Πατρὸς νοεῖται, καὶ ἐπὶ τοῦ Υἱοῦ, καὶ ἐπὶ τοῦ Πνεύματος τοῦ ἁγίου. Διὰ τοῦτο τοῦ Δαβὶδ εἰπόντος, ὅτι παρώργισαν τὸν Θεὸν ἐν τῇ ἐρήμῳ, καὶ παρώξυναν αὐτὸν ἐν γῇ ἀνύδρῳ, ὁ Ἀπόστολος εἰς τὸ Πνεῦμα τὸ ἅγιον ἀναφέρει τὰ παρὰ τῶν Ἰσραηλιτῶν κατὰ τοῦ Θεοῦ γεγενημένα, οὕτως γράψας τῷ ῥήματι Διὸ, καθὼς λέγει τὸ Πνεῦμα τὸ ἅγιον, Μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ὡς ἐν τῷ παραπικρασμῷ κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ, οὗ ἐπείρασάν με οἱ πατέρες ὑμῶν, καὶ τὰ ἄλλα πάντα τῷ προσώπῳ τοῦ ἁγίου Πνεύματος ἀνατίθησιν, ὅσα ἡ προφητεία πρὸς Θεὸν ἀναφέρει. Οἱ δὲ τρεῖς ἡμῖν θεοὺς διὰ τῶν τοιούτων ἐπιθρυλλοῦντες δογμάτων, οὔπω τάχα οὐδὲ ἀριθμεῖν ἐδιδάχθησαν. Εἰ γὰρ ὁ Υἱὸς καὶ ὁ Πατὴρ οὐ μερίζονται ἀπ' ἀλλήλων εἰς δυϊκὴν σημασίαν (ἓν γάρ εἰσι, καὶ οὐχὶ δύο, κατὰ τὴν τοῦ Κυρίου φωνήν· ἓν δὲ καὶ τὸ Πνεῦμα τὸ ἅγιον), πῶς τὸ ἑνὶ συντιθέμενον εἰς τριῶν θεῶν ἀριθμὸν διασχίζεται; ἢ δῆλον πάντως ἐστὶν, ὅτι οὐκ ἄν τις ἐπικαλέσειεν ἡμῖν τριῶν θεῶν ἀριθμὸν, μὴ πρότερον αὐτὸς θεῶν δυάδα ἐν τῷ
that in hearing you shall hear, and shall in no wise understand; showing, as I suppose, through Holy Scripture itself, that every more divine vision, and every theophany, and every utterance spoken in the person of God, is understood of the Father, and of the Son, and of the Holy Spirit. Wherefore, when David said that they provoked God to anger in the wilderness, and exasperated Him in a waterless land, the Apostle refers to the Holy Spirit the things done by the Israelites against God, writing thus verbatim: Wherefore, even as the Holy Spirit saith, Harden not your hearts as in the provocation, according to the day of temptation in the wilderness, where your fathers tried Me, and all other things whatsoever prophecy refers towards God he assigns to the person of the Holy Spirit. Yet those who din three gods into our ears on account of such doctrines have perhaps not yet even been taught how to count. For if the Son and the Father are not parted from one another into a dual signification (for They are one, and not two, according to the voice of the Lord; and one also is the Holy Spirit), how is that which is conjoined with the One cleft into a number of three gods? Or is it altogether plain that no one could charge us with a number of three gods without first himself [establishing] a dyad of gods in
Ἀλλ' ἐπαναλάβωμεν πάντα τοῦ Εὐνομίου τὸν λόγον. Γενόμενος, φησὶν, παρὰ τοῦ μόνου Θεοῦ διὰ τοῦ Μονογενοῦς καὶ τοῦτο. Τίς οὖν ἀπόδειξις τοῦ καὶ τοῦτο ἓν τῶν παρὰ τοῦ Μονογενοῦς εἶναι; Πάντα δι' αὐτοῦ γεγενῆσθαι πάντως ἐροῦσιν, ἐν δὲ τοῖς πᾶσι συμπεριειλῆφθαι καὶ τοῦτο πρὸς οὓς ἐροῦμεν ὅτι Πάντα δι' αὐτοῦ ἐγένετο· ἐγένετο δὲ, καθὼς ὁ Παῦλός φησιν, ὁρατὰ καὶ ἀόρατα, θρόνοι, ἐξουσίαι, ἀρχαὶ, κυριότητες, δυνάμεις· ἐν δὲ τοῖς ἀπηριθμημένοις διὰ τῶν θρόνων τε καὶ τῶν δυνάμεων, τὰ Χερουβὶμ καὶ τὰ Σεραφὶμ ὑπὸ τοῦ Παύλου κατείλεκται· ἕως τούτου τὰ πάντα. Τὸ δὲ Πνεῦμα τὸ ἅγιον, ὡς ὑπὲρ τὴν φύσιν τῶν γεγονότων ἐν τῇ ἀπαριθμήσει τῶν ὄντων ὁ Παῦλος ἀπεσιώπησεν, οὔτε τὸ γενέσθαι, οὔτε τὸ ὑποτετάχθαι διὰ τῶν ἑαυτοῦ λόγων ἡμῖν ἐνδειξάμενος· ἀλλ' ὥσπερ ὁ Προφήτης ἀγαθὸν, καὶ εὐθὲς, καὶ ἡγεμονικὸν ὀνομάζει τὸ Πνεῦμα τὸ ἅγιον, διὰ τοῦ ἡγεμονικοῦ τὸ ἀρχικὸν ἐνδεικνύμενος· οὕτω καὶ ὁ Ἀπόστολος πάντα ἐν πᾶσιν ἐνεργεῖν, καθὼς βούλεται, διοριζόμενος, τὴν αὐθεντικὴν ἐξουσίαν προσμαρτυρεῖ τῇ ἀξίᾳ τοῦ Πνεύματος· ὁ δὲ Κύριος τὴν αὐτεξούσιον αὐτοῦ δύναμίν τε καὶ ἐνέργειαν ἐν τῷ πρὸς Νικόδημον λόγῳ φανερὰν ποιεῖ, λέγων, ὅτι Τὸ Πνεῦμα ὅπου θέλει πνεῖ. Πῶς οὖν καὶ ὁ Εὐνόμιος ἓν καὶ τοῦτο τῶν γεγονότων εἶναι παρὰ τοῦ Υἱοῦ διορίζεται, τῇ ἀϊδίῳ ὑποταγῇ καταδεδικασμένον· Καθάπαξ γὰρ, φησὶν, ὑποτεταγμένον· οὐκ οἶδα ποίῳ τῆς ὑποταγῆς εἴδει τὸ ἡγεμονικόν τε καὶ ἀρχικὸν ὑποζεύξας. Πολύσημος γὰρ ἡ τοιαύτη φωνὴ παρὰ τῇ ἁγίᾳ Γραφῇ, καὶ πολυτρόπως νοουμένη καὶ λεγομένη.
Yet let us take up again the whole argument of Eunomius. Having come into being, says he, from the only God through the Only-begotten, this too. What proof is there, then, of this too being one of the things from the Only-begotten? All things have come into being through Him, they will surely say, and among all things this too has been comprehended; to whom we shall say that All things came into being through Him; and there came into being, even as Paul says, things visible and invisible, thrones, authorities, principalities, lordships, powers; and among those enumerated by way of thrones and powers, the Cherubim and the Seraphim have been reckoned by Paul: thus far are all things. Yet the Holy Spirit, as being above the nature of things that have come into being, Paul passed over in silence in his enumeration of existing things, indicating to us through his own words neither that He came into being nor that He has been subjected; rather, just as the Prophet names the Holy Spirit good, and upright, and governing, setting forth His sovereign rule through the term governing, so too the Apostle, defining that He works all things in all even as He wills, attests the authentic authority belonging to the dignity of the Spirit; and the Lord makes plain His self-determining power and operation in His discourse to Nicodemus, saying that The Spirit bloweth where He willeth. How, then, does Eunomius too define that this also is one of the things that have come into being from the Son, condemned to everlasting subjection: For once for all, says he, subjected—I know not under what species of subjection he has yoked that which is governing and sovereign. For such a term in Holy Scripture is of many meanings, and is both understood and spoken in manifold ways.
PG 45:557Read from the page
Καὶ γὰρ καὶ τὴν ἄλογον φύσιν ὑποτετάχθαι φησὶν ὁ Προφήτης, καὶ τοὺς ἐν πολέμῳ κεκρατημένους τῷ αὐτῷ ὑπάγει ὀνόματι, καὶ δούλους τοῖς ἰδίοις δεσπόταις ὑποτάσσεσθαι νομοθετεῖ ὁ Ἀπόστολος, καὶ τὰ τέκνα ἐν ὑποταγῇ ἔχειν τοὺς τῆς ἱερωσύνης προεστηκότας διακελεύεται· ὡς τῆς γινομένης παρ' αὐτῶν ἀταξίας, καθ' ὁμοιότητα τῶν Ἠλεὶ τοῦ ἱερέως παίδων, εἰς τοὺς πατέρας διαβαινούσης. Ἀλλὰ καὶ πάντων τῶν ἀνθρώπων τὴν πρὸς τὸν Θεὸν ὑποταγὴν, ὅταν ἑνωθέντες οἱ πάντες ἀλλήλοις, διὰ τῆς πίστεως ἓν σῶμα τοῦ Κυρίου τοῦ ἐν πᾶσιν ὄντος γενώμεθα, τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα ὑποταγὴν ὁ Ἀπόστολος λέγει, τῆς παρὰ πάντων ὁμοθυμαδὸν γινομένης τῷ Υἱῷ προσκυνήσεως παρά τε τῶν ἐπουρανίων, καὶ τῶν ἐπιγείων, καὶ τῶν καταχθονίων, εἰς τὴν τοῦ Πατρὸς δόξαν διαβαινούσης· οὕτως εἰπόντος τοῦ Παύλου, ὅτι Αὐτῷ κάμψει πᾶν γόνυ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται, ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός. Οὗ γενομένου, τὸν ἐν πᾶσιν ὄντα Υἱὸν διὰ τῆς τῶν πάντων, ἐν οἷς ἐστιν ὁ Υἱὸς, ὑποταγῆς αὐτὸν ὑποτάσσεσθαι τῷ Πατρὶ, ἡ μεγάλη τοῦ Παύλου διαβεβαιοῦται σοφία. Τίνα οὖν ἐπιθρυλλεῖ τῷ Πνεύματι τὴν καθάπαξ ὑποταγὴν ὁ Εὐνόμιος; οὐκ ἔστιν ἐκ τῆς προσριφείσης παρ' αὐτοῦ διδαχθῆναι φωνῆς τῶν ἀλόγων, ἢ τῶν αἰχμαλώτων, ἢ τῶν οἰκετῶν, ἢ τῶν σωφρονιζομένων τέκνων, ἢ τῶν διὰ τῆς ὑποταγῆς σωζομένων. Ἡ γὰρ πρὸς τὸν Θεὸν τῶν ἀνθρώπων ὑποταγὴ, σωτηρία τοῖς ὑποτασσομένοις ἐστί. Κατὰ τὴν τοῦ Προφήτου φωνὴν ᾗ φησιν, ὑποτάσσεσθαι τῷ θεῷ τὴν ψυχὴν, ἐπειδὴ παρ' αὐτοῦ γίνεται διὰ τῆς ὑποταγῆς τὸ σωτήριον· ὡς εἶναι τὴν ὑποταγὴν, τῆς ἀπωλείας ἀλεξιτήριον. Ὥσπερ τοίνυν ἰατρικὴ τοῖς νοσοῦσι σπουδάζεται, οὕτως καὶ ἡ ὑποταγὴ τοῖς δεομένοις τῆς σωτηρίας. Τὸ δὲ Πνεῦμα τὸ ἅγιον τὸ ζωοποιοῦν τὰ πάντα, ποίας ἐνδεές ἐστι ζωῆς, ἵνα διὰ τῆς ὑποταγῆς τὴν σωτηρίαν ἑαυτῷ κατακτήσηται; Ἐπειδὴ τοίνυν οὔτε ἀπό τινος θείας φωνῆς τὸ τοιοῦτον ἐπιθρυλλεῖν ἔχει τῷ Πνεύματι, οὔτε ἐκ τῆς τῶν εἰκότων λογισμῶν ἀκολουθίας ταύτην, κατὰ τοῦ ἁγίου Πνεύματος τὴν βλασφημίαν προήκατο· δῆλον ἂν εἴη τοῖς νοῦν ἔχουσιν, ὅτι ἀσυνηγόρητον ἐκτίθεται κατ' αὐτοῦ τὴν ἀσέβειαν, οὔτε μαρτυρίᾳ τινὶ Γραφικῇ, οὔτε μὴν ἀκολουθίᾳ λογισμῶν κρατυνομένην.
For indeed the Prophet says that irrational nature also has been subjected, and he brings those vanquished in war under the same term, and the Apostle legislates that bondservants be subject to their own masters, and charges those who preside over the priesthood to keep their children in subjection, inasmuch as the disorder arising from them passes over, after the likeness of the children of Eli the priest, unto the fathers. Moreover, the subjection of all men towards God, when all of us, united to one another, become through faith one body of the Lord Who is in all, the Apostle calls the subjection of the Son towards the Father, since the worship offered with one accord by all to the Son—from things heavenly, and things earthly, and things under the earth—passes over unto the glory of the Father; Paul having spoken thus, that To Him every knee shall bow, of things heavenly and earthly and under the earth, and every tongue shall confess that Jesus Christ is Lord, unto the glory of God the Father. Which having come to pass, Paul's great wisdom affirms that the Son Who is in all is Himself subjected to the Father through the subjection of all things, in which the Son is. What once-for-all subjection, then, does Eunomius din against the Spirit? From the expression flung out by him it is impossible to be taught whether [that] of irrational creatures, or of captives, or of household servants, or of children being chastened, or of those who are saved through subjection. For the subjection of men towards God is salvation to those who are subjected. According to the voice of the Prophet whereby he says that the soul is subjected to God, since from Him comes salvation through subjection, subjection is thus a safeguard against destruction. Just as medicine, therefore, is eagerly sought by the sick, so also is subjection by those who stand in need of salvation. Yet the Holy Spirit Who quickens all things—of what life does He stand in need, that through subjection He should win salvation for Himself? Since, therefore, neither from any divine utterance is he able to din such a thing against the Spirit, nor from the sequence of probable reasonings has he uttered this blasphemy against the Holy Spirit, it should be plain to those who possess understanding that he sets forth against Him an undefended impiety, confirmed neither by any scriptural testimony nor indeed by any sequence of reasonings.
Προστίθησι δὲ τούτοις, ὅτι Οὔτε κατὰ τὸν Πατέρα, οὔτε τῷ Πατρὶ συναριθμούμενος, εἷς γάρ ἐστι καὶ μόνος Πατὴρ ὁ ἐπὶ πάντων Θεός· οὔτε τῷ Υἱῷ συνεξισούμενος, μονογενὴς γάρ ἐστιν ὁ Υἱὸς, οὐδένα ἔχων ὁμογενῆ. Ἐγὼ μὲν, εἴγε μόνον τοῦτο τῷ λόγῳ προσέθηκε, τὸ μὴ εἶναι πατέρα τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον, μάταιον καὶ τούτοις ᾤμην τοῖς παρὰ μηδενὸς ἀμφισβητουμένοις ἐμφιλοχωρεῖν, ἐκεῖνα περὶ αὐτοῦ νοεῖν κωλύοντα, ἅπερ οὐδ' ἂν τῶν ἄγαν τις ἀνοήτων ὑπονοήσειεν. Ἐπειδὴ δὲ διὰ τῶν ἀνοικείων τε καὶ ἀπροσκόλλων κατασκευάζειν ἐπιχειρεῖ τὴν ἀσέβειαν, δι' ὧν μὴ εἶναι λέγει τοῦ Μονογενοῦς πατέρα τὸ Πνεῦμα τὸ ἅγιον, διὰ τούτων ἀποδεικνύειν
And to these things he adds that Neither according to the Father, nor numbered together with the Father—for one and only Father is the God over all—nor placed on an equality with the Son, for only-begotten is the Son, having none of the same race. For my part, if indeed he had added only this to his discourse, that the Holy Spirit is not father of the Son, I thought it idle to linger even over these points disputed by no one, which forbid thinking those things concerning Him which not even one of the exceedingly senseless would surmise. Since, however, through things alien and unconnected he endeavours to construct his impiety, seeking through the words whereby he says that the Holy Spirit is not father of the Only-begotten, through these to demonstrate
PG 45:560Read from the page
οἰόμενος τὸ εἶναι ὑποτεταγμένον καὶ ὑποχείριον, τούτου χάριν εἰς ἔλεγχον τῆς ἀνοίας αὐτοῦ τῶν ῥημάτων τούτων τὴν μνήμην ἐποιησάμην. Ὃς οἴεται ἀποδεικνύειν ὑποτεταγμένον τῷ Πατρὶ τὸ Πνεῦμα, διότι οὐκ ἔστι πατὴρ τοῦ Μονογενοῦς τὸ Πνεῦμα· ἐκ ποίας γὰρ ἀνάγκης τὸ τοιοῦτον κατασκευάζεται, ὡς εἰ μὴ πατὴρ εἴη καὶ ὑποτετάχθαι πάντως; Εἰ μὲν οὖν ἀποδέδεικτο ταυτὸν εἶναι τῷ σημαινομένῳ πατέρα καὶ τύραννον, ἀκόλουθον ἦν, περὶ τὸν πατέρα νοηθείσης τῆς τυραννίδος, ὑποτετάχθαι λέγειν τὸ Πνεῦμα τῷ κατὰ τὴν ἐξουσίαν προέχοντι. Εἰ δὲ διὰ τοῦ πατρὸς ἡ πρὸς τὸν υἱὸν σχέσις ναεῖται μόνη, οὐδὲν δὲ τυραννικὸν καὶ ἐξουσιαστικὸν νόημα διὰ ταύτης τῆς φωνῆς παρεισάγεται· πῶς ἀκολουθεῖ τῷ μὴ εἶναι πατέρα τοῦ Υἱοῦ τὸ ὑποτετάχθαι τὸ Πνεῦμα; Οὔτε τῷ Υἱῷ, φησὶ, συνεξισούμενον. Πῶς ταῦτά φησι; Τὸ γὰρ οὔτε καὶ ἄτρεπτον καὶ κακοῦ πάντως ἀνεπίδεκτον, καὶ ἀεὶ ὡσαύτως ἐν τῷ ἀγαθῷ διαμένον, οὐδεμίαν ἔχει παραλλαγὴν ἐπὶ τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος. Ἐπίσης γὰρ τὸ τοῦ Πνεύματος ἄφθαρτον τῆς φθορᾶς ἠλλοτρίωται, καὶ τὸ τῇ φύσει ἀγαθὸν ὡσαύτως τοῦ ἐναντίου κεχώρισται. Καὶ τὸ ἐν παντὶ ἀγαθῷ τέλειον, ὁμοίως ἀνενδεῶς ἔχει τοῦ πλείονος.
thinking that His being subjected and subservient [is proved]—for this reason, unto the refutation of his folly, I made mention of these words of his. He who thinks to demonstrate that the Spirit is subjected to the Father because the Spirit is not father of the Only-begotten—by what necessity is such a conclusion established, as though unless He were father He must certainly be subjected? Now if it had been demonstrated that father and tyrant are identical in signification, it would have followed, once tyranny was conceived in connection with the father, to say that the Spirit has been subjected to him who excels in authority. If, however, through father the relation towards the son alone is conceived, and no tyrannical and domineering notion is brought in alongside through this term, how does the Spirit's having been subjected follow from His not being father of the Son? Nor, says he, placed on an equality with the Son. How does he say these things? For that which is neither [subject to change] and immutable and altogether incapable of evil, and abides ever in the same manner in the good, has no variation in the case of the Son and of the Spirit. For equally is the incorruptibility of the Spirit estranged from corruption, and that which is good by nature is in the same manner parted from its opposite. And that which is perfect in every good stands likewise in no need of anything more.
Ταῦτα δὲ λέγειν περὶ τοῦ Πνεύματος πάντα ἡ θεόπνευστος διδάσκει Γραφὴ, ἀγαθὸν, καὶ σοφὸν, καὶ ἄφθαρτον, καὶ ἀθάνατον, καὶ πάντα τὰ ὑψηλὰ καὶ τὰ θεοπρεπῆ νοήματά τε καὶ ὀνόματα προσμαρτυροῦσα τῷ Πνεύματι. Εἰ οὖν ἐν οὐδενὶ τούτων ἠλάττωται, ἐν τίνι τὸ ἄνισον τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος διαμετρεῖ ὁ Εὐνόμιος; Μονογενὴς γάρ ἐστι, φησὶν, ὁ Υἱὸς, οὐδένα ἔχων ἀδελφὸν ὁμογενῆ. Ἀλλὰ περὶ τοῦ μὴ δεῖν μετὰ ἀδελφῶν νοεῖν τὸν Μονογενῆ, ἐν τῷ λόγῳ τῷ περὶ τοῦ πρωτοτόκου πάσης τῆς κτίσεως διειλήφαμεν. Τὸ δὲ παρὰ τούτου νῦν διὰ κακουργίας προσριφὲν τῷ λόγῳ, προσήκει μὴ παραδραμεῖν ἀνεξέταστον. Τοῦ γὰρ ἐκκλησιαστικοῦ δόγματος μίαν, ἐν Πατρί τε καὶ Υἱῷ καὶ Πνεύματι ἁγίῳ, δύναμίν τε καὶ ἀγαθότητα καὶ οὐσίαν καὶ δόξαν, καὶ πάντα τὰ τοιαῦτα κηρύσσοντος, πλὴν τῆς κατὰ τὰς ὑποστάσεις διαφορᾶς, οὗτος ὅταν μὲν βούληται κοινοποιῆσαι πρὸς τὴν κτίσιν τοῦ Μονογενοῦς τὴν οὐσίαν, πρωτότοκον αὐτὸν λέγει πάσης τῆς κτίσεως, κατὰ τὴν προαιώνιον ὕπαρξιν, ἀδελφὰ τοῦ Κυρίου πάντα τὰ ἐν τῇ κτίσει νοούμενα διὰ τῆς φωνῆς ταύτης εἶναι ἀποφαινόμενος. Ὁ γὰρ πρωτότοκος, οὐ τῶν ἑτερογενῶν, ἀλλὰ τῶν ὁμογενῶν πάντως ἐστὶ πρωτότοκος. Ὅταν δὲ τῆς πρὸς τὸν Υἱὸν συναφείας ἀποσχίζει τὸ Πνεῦμα, Μονογενῆ αὐτὸν λέγει, μὴ ἔχοντα ἀδελφὸν ὁμογενῆ, οὐχ ἵνα ἄνευ ἀδελφῶν αὐτὸν νοήσῃ, ἀλλ' ἵνα διὰ τούτου κατασκευάσῃ περὶ τοῦ Πνεύματος τὸ κατὰ τὴν οὐσίαν ἀλλότριον. Τὸ μὲν γὰρ μὴ λέγειν ἀδελφὸν τὸ Πνεῦμα τὸ ἅγιον, παρὰ τῆς Γραφῆς μεμαθήκαμεν· τὸ δὲ μὴ δεῖν ὁμογενὲς τῷ Υἱῷ λέγειν τὸ Πνεῦμα, οὐδαμόθεν ἐκ τῶν θείων ἀποδείκνυται λόγων. Εἰ γὰρ δὴ ζωοποιὸς δύναμις ἐν Πατρὶ καὶ Υἱῷ, ἀποδείκνυται καὶ ἐν Πνεύματι ἁγίῳ, κατὰ τὴν τοῦ Εὐαγγελίου φωνήν. Εἰ τὸ ἄφθαρτόν τε καὶ ἄτρεπτον καὶ τὸ κακοῦ παντὸς ἀνεπίδεκτον, εἰ τὸ ἀγαθόν τε καὶ εὐθὲς καὶ τὸ
All these things God-inspired Scripture teaches us to affirm concerning the Spirit, bearing witness for the Spirit to His being good, and wise, and incorruptible, and immortal, and to every lofty and God-befitting conception and title. If, then, He falls short in none of these, wherein does Eunomius measure out the inequality of the Son and of the Spirit? For Only-begotten, says he, is the Son, having no brother of the same race. Yet concerning the duty of not conceiving the Only-begotten together with brothers, we have treated thoroughly in our discourse on the Firstborn of all creation. What, however, has now through malice been flung out by him into the argument, it befits us not to pass over unexamined. For whereas the Church's dogma proclaims in Father and Son and Holy Spirit one power and goodness and essence and glory, and all such things, save the distinction according to hypostases, this man, whenever he wishes to make the essence of the Only-begotten common with creation, calls Him Firstborn of all creation according to pre-eternal existence, declaring through this expression that all things conceived in creation are brothers of the Lord. For the firstborn is certainly not firstborn of things of a different race, rather of things of the same race. Whenever, on the other hand, he severs the Spirit from conjunction with the Son, he calls Him Only-begotten, having no brother of the same race—not in order that he may conceive Him without brothers, rather that through this he may establish concerning the Spirit what is alien according to essence. Now not to call the Holy Spirit brother, we have learned from Scripture; yet that one ought not to call the Spirit homogeneous with the Son is nowhere demonstrated from the divine utterances. For if indeed life-giving power is in Father and Son, it is demonstrated also in the Holy Spirit, according to the voice of the Gospel. If that which is incorruptible and immutable and unreceptive of every evil, if that which is good and upright and
Notes, col. 560

On the reading

Printed ναεῖται, for νοεῖται.

PG 45:561Read from the page
ἡγεμονικὸν, καὶ τὸ πάντα ἐν πᾶσιν ἐνεργοῦν καθὼς βούλεται, εἰ πάντα τὰ τοιαῦτα ὡσαύτως ἔστιν ἰδεῖν ἐπὶ Πατρός τε καὶ Υἱοῦ καὶ Πνεύματος ἁγίου· πῶς ἔστι διὰ τῆς ἐν τούτοις ταυτότητος τὸ ἑτερογενὲς ἐννοῆσαι; Οὐκοῦν τὸ μὴ δεῖν ἀδελφότητά τινα περὶ τὸν Μονογενῆ θεωρεῖν, ὁ τῆς εὐσεβείας συντίθεται λόγος· τὸ δὲ μὴ εἶναι τῷ Υἱῷ ὁμογενὲς τὸ Πνεῦμα, τῷ εὐθεῖ τὸ εὐθὲς, τῷ ἀγαθῷ τὸ ἀγαθὸν, τῷ ζωοποιῷ τὸ ζωοποιὸν, τοῦτο τῆς αἱρετικῆς κακουργίας ἐκ τῆς τοῦ λόγου ἀκολουθίας σαφῶς ἀποδέδεικται.
governing, and working all things in all even as He wills—if all such attributes are to be seen in the same manner in Father and Son and Holy Spirit, how is it possible through identity in these things to conceive heterogeneity? Accordingly, the doctrine of piety agrees that one ought not to contemplate any brotherhood in connection with the Only-begotten; yet that the Spirit is not homogeneous with the Son—the upright with the upright, the good with the good, the life-giving with the life-giving—this has clearly been demonstrated from the sequence of the argument to belong to heretical malice.
Τί οὖν διὰ τούτων κολοβοῦται ἡ μεγαλειότης τοῦ Πνεύματος; Οὐδὲν γάρ ἐστι τὸ πλεονασμὸν ἢ ὕφεσιν ἐμποιῆσαι δυνάμενον ἐκ τῶν θεοπρεπῶν νοημάτων· ὧν πάντων κατὰ τὸ ἴσον ἐπιλεγομένων τῷ τε Υἱῷ καὶ τῷ Πνεύματι παρὰ τῆς ἁγίας Γραφῆς, ἐν τίνι βλέπει τὸ ἄνισον; Οὐκ ἂν εἰπεῖν ἔχοι. Ἀλλὰ γυμνὴν καὶ ἀκατάσκευον, καὶ μηδεμιᾶς ἠρτημένην ἀκολουθίας τὴν κατὰ τοῦ ἁγίου Πνεύματος προφέρει ἀσέβειαν. Οὔτε μὴν ἄλλῳ, φησὶ, τινὶ συντασσόμενον. Ἁπάντων γὰρ ἀναβέβηκε τῶν διὰ τοῦ Υἱοῦ γενομένων ποιημάτων, γενέσει, καὶ φύσει, καὶ δόξῃ, καὶ γνώσει, ὡς πρῶτον ἔργον καὶ κράτιστον τοῦ Μονογενοῦς, μέγιστόν τε καὶ κάλλιστον. Ἐγὼ δὲ τὸ μὲν ἀπαίδευτον καὶ συρφετῶδες τῆς λέξεως, ἄλλοις κωμῳδεῖν καταλείψω· ἀπρεπὲς εἶναι κρίνων πρεσβυτικῇ πολιᾷ τὴν ἐν τοῖς ῥήμασιν ἀπαιδευσίαν προφέρειν τῷ ἀσεβοῦντι εἰς τὸν προσκυνούμενον Λόγον· ἐκεῖνο δὲ προσθήσω τῇ ἐξετάσει· Εἰ πάντων ἀναβέβηκε τῶν τοῦ Υἱοῦ ποιημάτων τὸ Πνεῦμα· χρήσομαι γὰρ αὐτοῦ τῇ σεσολοικισμένῃ ταύτῃ καὶ ἀνοήτῳ φωνῇ, μᾶλλον δὲ πρὸς τὸ σαφέστερον διὰ τῆς ἐμαυτοῦ λέξεως παραστήσω τὸ νόημα· εἰ πάντων προέχει τῶν παρὰ τοῦ Υἱοῦ γεγονότων, ἀσύντακτόν ἐστι τῇ λοιπῇ κτίσει τὸ Πνεῦμα τὸ ἅγιον. Καὶ εἰ πλεονεκτεῖ, καθώς φησιν ὁ Εὐνόμιος, τῷ πρὸ τῶν ἄλλων γενέσθαι· ἀνάγκη πᾶσα καὶ ἐπὶ τῆς ἄλλης κτίσεως τὰ τῇ γενέσει κατὰ τὴν τάξιν προήκοντα, τῶν ἐφεξῆς αὐτὸν ὁμολογεῖν προτιμότερα. Ἀλλὰ μὴν τῆς τοῦ ἀνθρώπου κατασκευῆς ἡ τῶν ἀλόγων προϋπέστη φύσις. Οὐκοῦν κατασκευάσει πάντως διὰ τούτων προτιμοτέραν εἶναι τῆς λογικῆς οὐσίας τὴν ἄλογον. Οὕτω καὶ ὁ Κάϊν τοῦ Ἄβελ κρείττων κατὰ τὸν τοῦ Εὐνομίου λόγον δειχθήσεται, προτερεύων τῷ χρόνῳ κατὰ τὴν γένεσιν. Οὕτω καὶ τῶν ἐκ τῆς γῆς φυομένων ἁπάντων, ἐλάττων καὶ καταδεεστέρα ἡ τῶν ἄστρων φύσις ἀναδειχθήσεται. Τὰ μὲν γὰρ τῇ τρίτῃ τῶν ἡμερῶν ἐκ τῆς γῆς ἐξανέτειλεν, οἱ δὲ μεγάλοι φωστῆρες καὶ τὰ ἄστρα πάντα, κατὰ τὴν τετάρτην γεγενῆσθαι παρὰ τοῦ Μωσέως ἱστόρηνται. Ἀλλὰ μὴν οὐδεὶς οὕτως ἀνόητος, ὡς τῶν οὐρανίων θαυμάτων τὴν γηΐνην ποίαν προτιμοτέραν διὰ τὰ τοῦ χρόνου πρεσβεῖα λογίσασθαι· ἢ τῷ Κάϊν δοῦναι κατὰ τοῦ Ἄβελ τὰ νικητήρια, ἢ ὑποζεῦξαι τοῖς ἀλόγοις τὸν ἄνθρωπον τὸν μετ' ἐκεῖνα γενόμενον. Οὐκ ἄρα νοῦν ἔχει τινὰ τὸ παρὰ τούτου
How, then, is the majesty of the Spirit curtailed through these things? For there is nothing among God-befitting conceptions capable of producing excess or diminution; and since all of these are predicated equally of both the Son and the Spirit by Holy Scripture, wherein does he behold inequality? He could not say. Rather, naked and unsubstantiated, and hanging upon no logical sequence whatever, he puts forth his impiety against the Holy Spirit. Nor indeed, says he, coordinated with any other. For He has transcended all the works made through the Son, in origin, and nature, and glory, and knowledge, as first and noblest work of the Only-begotten, greatest and fairest. For my part, the unlearned and vulgar character of his diction I shall leave to others to ridicule in comedy, judging it unseemly for the grey hairs of old age to cast verbal unlearnedness in the teeth of him who acts impiously against the adorable Word; yet this point I shall add to the examination: If the Spirit has transcended all the works of the Son—for I shall make use of this solecistic and senseless expression of his, or rather for greater clarity set forth the thought through my own wording—if the Holy Spirit excels all things that have come into being from the Son, He cannot be coordinated with the rest of creation. And if He has the advantage, even as Eunomius says, by having come into being before the rest, there is every necessity in the rest of creation as well for him to confess that the things preceding in order of origin are more honourable than those that follow. Yet surely the nature of irrational creatures subsisted prior to the formation of man. Accordingly, he will certainly establish through these premises that the irrational essence is more honourable than the rational. Thus Cain too will be shown superior to Abel according to Eunomius's argument, being prior in time according to birth. Thus too the nature of the stars will be demonstrated to be lesser and inferior to all things that spring up out of the earth. For those things sprouted forth out of the earth on the third of the days, whereas the great luminaries and all the stars have been recorded by Moses to have come into being on the fourth. Yet surely no one is so senseless as to account earthly grass more honourable than the heavenly wonders on account of seniority in time, or to award Cain the prizes of victory against Abel, or to yoke man—who came into being after those things—under irrational creatures. Therefore no sense whatever belongs to what by him
PG 45:564Read from the page
λεγόμενον, ὅτι διὰ τὸ πρὸ τῶν ἄλλων γενέσθαι τὸ Πνεῦμα, προτιμοτέραν ἔχει τῶν ἐφεξῆς γεγονότων τὴν φύσιν.
is asserted, namely, that because the Spirit came into being before the rest, He possesses a nature more honourable than the things that came into being subsequently.
Ἴδωμεν δὲ καὶ οἷα χαρίζεται τῇ δόξῃ τοῦ Πνεύματος ὁ τῆς πρὸς τὸν Υἱὸν κοινωνίας ἀπομερίσας. Εἷς γὰρ, φησὶν, καὶ οὗτος ὢν, καὶ πρῶτος καὶ μόνος, καὶ πάντων προὔχων τῶν τοῦ Υἱοῦ ποιημάτων κατὰ τὴν οὐσίαν καὶ τὴν φυσικὴν ἀξίαν, πᾶσαν ἐνέργειαν καὶ διδασκαλίαν ἐξανύων, κατὰ τὸ δοκοῦν τῷ Υἱῷ, πεμπόμενος ὑπ' αὐτοῦ, καὶ παρ' αὐτοῦ λαμβάνων, ἀναγγέλλων τοῖς παιδευομένοις, καὶ τῆς ἀληθείας ἡγούμενος. Πᾶσάν φησιν ἐνέργειαν καὶ διδασκαλίαν ἐξανύειν τὸ Πνεῦμα τὸ ἅγιον. Ποίαν ἐνέργειαν; Πότερον ἐκείνην ἣν καὶ ὁ Πατὴρ καὶ ὁ Υἱὸς κατὰ τὸν τοῦ Κυρίου λόγον ἐνεργεῖ, ὁ ἕως ἄρτι ἐργαζόμενος τὴν ἀνθρωπίνην σωτηρίαν, ἢ ἄλλην τινὰ παρὰ ταύτην; Εἰ μὲν γὰρ ἐκεῖνα ἐργάζεται, τὴν αὐτὴν ἐκείνῳ πάντως δύναμίν τε καὶ φύσιν ἔχει· καὶ τὸ τοῦ Θεοῦ ἑτερογενὲς ἐπὶ τοῦ τοιούτου χώραν οὐκ ἔχει. Ὡς γὰρ εἴ τι τὰ τοῦ πυρὸς ἐνεργοίη, λάμπον τε καὶ θερμαῖνον ὡσαύτως, πῦρ ἐστι πάντως· οὕτως εἰ τὰ τοῦ Πατρὸς ἔργα τὸ Πνεῦμα ποιεῖ, τῆς αὐτῆς αὐτῷ πάντως φύσεως εἶναι ὁμολογεῖται. Εἰ δὲ ἄλλο τι παρὰ τὴν σωτηρίαν ἡμῶν ἐνεργεῖ, καὶ εἷς τι τῶν ἐναντίων ἐπιδείκνυται τὴν ἐνέργειαν, ἄλλης φύσεώς τε καὶ οὐσίας διὰ τούτων ἐπιδειχθήσεται. Ἀλλὰ μὴν ζωοποιεῖν ὁμοίως Πατρὶ καὶ Υἱῷ τὸ Πνεῦμα αὐτὸς ὁ Λόγος διαμαρτύρεται. Οὐκοῦν τὸ μὴ ἀπεξενῶσθαι πάντως τῆς τε τοῦ Πατρὸς καὶ τῆς τοῦ Υἱοῦ φύσεως τὸ Πνεῦμα, διὰ τῆς ταυτότητος τῶν ἐνεργημάτων παρίσταται· καὶ Πατρὸς ἐνέργειαν καὶ διδασκαλίαν ἐξανύειν τὸ Πνεῦμα, κατὰ τὸ δοκοῦν τῷ Υἱῷ, οὐ μαχόμεθα. Ἓν γὰρ βούλημα εἶναι Πατρός τε καὶ Υἱοῦ καὶ Πνεύματος ἁγίου, ἡ τῆς φύσεως κοινωνία διαμαρτύρεται. Ὥστε εἰ ἐκεῖνο βούλεται τὸ Πνεῦμα τὸ ἅγιον ὃ δοκεῖ τῷ Υἱῷ, ἡ κοινωνία τοῦ θελήματος σαφῶς παρίστησι τὴν τῆς οὐσίας ἑνότητα· ἀλλὰ, Πεμπόμενος, φησὶν, παρ' αὐτοῦ, καὶ παρ' αὐτοῦ λαμβάνων, καὶ ἀναγγέλλων τοῖς παιδευομένοις, καὶ τῆς ἀληθείας ἡγούμενος. Εἰ μὴ προειρήκει ταῦτα περὶ τοῦ Πνεύματος, πάντως ἂν περί τινος τῶν ἐν ἀνθρώποις διδασκάλων ταῦτα λέγεσθαι ὁ ἀκούων ἐνόμισεν. Ταυτὸν γάρ ἐστι τῷ πέμπεσθαι τὸ ἀποστέλλεσθαι, καὶ τὸ μηδὲν οἴκοθεν ἔχειν, ἀλλ' ἐκ τῆς χάριτος λαμβάνειν τοῦ ἀποστέλλοντος, καὶ διακονεῖν τοῖς διδασκομένοις τὰ ῥήματα, καὶ καθηγεῖσθαι τῆς ἀληθείας τοῖς πλανωμένοις. Ταῦτα γὰρ πάντα καὶ τῶν νῦν ποιμένων τε καὶ διδασκάλων ἐστὶ, πέμπεσθαι, λαμβάνειν, ἀναγγέλλειν, διδάσκειν, ὑποτίθεσθαι τὴν ἀλήθειαν· ἅπερ χαρίζεται τῷ Πνεύματι τῷ ἁγίῳ Εὐνόμιος. Εἰπὼν δὲ πρὸ τούτων, ὅτι Καὶ εἷς ἐστι καὶ πρῶτος καὶ μόνος, καὶ πάντων προὔχων· εἰ ἕως τούτου τὸν λόγον ἔστησεν, συνήγορος ἂν τῶν τῆς ἀληθείας ἐφάνη δογμάτων. Εἷς γὰρ ὡς ἀληθῶς ἐστιν ὁ ἀχωρίστως ἐν τῷ ἑνὶ θεωρούμενος, καὶ πρῶτος ὁ ἐν τῷ πρώτῳ, καὶ μόνος ὁ ἐν τῷ μόνῳ. Ὡς γὰρ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ, καὶ αὐτὸς ὁ ἄνθρωπος, εἷς ἐστιν ἄνθρωπος, οὕτως καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ τὸ
Let us see also what sort of tributes he bestows upon the glory of the Spirit—he who has severed Him from communion with the Son. For being one, says he, this one also, and first and alone, and surpassing all the works of the Son according to essence and natural dignity, accomplishing every operation and teaching according to what seems good to the Son, being sent by Him, and receiving from Him, announcing to those being instructed, and guiding into truth. Every operation and teaching, says he, the Holy Spirit accomplishes. What sort of operation? Whether that which both the Father and the Son work according to the word of the Lord—He Who works human salvation until now—or some other beside this? For if indeed He works those things, He certainly possesses the same power and nature with Him; and heterogeneity from God has no place in such a One. For just as if anything should perform the effects of fire, shining and warming in the same manner, it certainly is fire; so if the Spirit performs the works of the Father, He is confessed altogether to be of the same nature with Him. If, on the other hand, He works something else beside our salvation, and displays His operation towards one of the opposites, He will be shown through these things to be of another nature and essence. Yet surely the Word Himself testifies that the Spirit quickens in like manner with Father and Son. Accordingly, that the Spirit is in no wise estranged from the nature of both the Father and the Son is established through the identity of operations; and that the Spirit accomplishes the Father's operation and teaching according to what seems good to the Son, we do not dispute. For communion of nature testifies that there is one counsel of Father and Son and Holy Spirit. So that if the Holy Spirit wills that which seems good to the Son, the communion of will clearly sets forth the unity of essence; yet Being sent, says he, by Him, and receiving from Him, and announcing to those being instructed, and guiding into truth. Had he not said these things beforehand concerning the Spirit, the hearer would certainly have supposed that these things were spoken concerning one of the teachers among men. For being sent is identical with being dispatched as an envoy, and having nothing from home, rather receiving out of the grace of him who dispatches, and ministering the words to those being taught, and guiding the erring into truth. For all these things belong even now to shepherds and teachers: being sent, receiving, announcing, teaching, suggesting the truth—things which Eunomius bestows upon the Holy Spirit. Having said prior to these things, that He also is one and first and alone, and surpassing all—had he halted his discourse at this point, he would have appeared an advocate of the doctrines of truth. For one in very truth is He Who is contemplated inseparably in the One, and first He Who is in the First, and alone He Who is in the Alone. For just as the spirit of man which is in him, and the man himself, is one man, so also the Spirit of God which
Notes, col. 564

On the reading

Printed εἷς, for εἴς.

PG 45:565Read from the page
ἐν αὐτῷ, καὶ αὐτὸς ὁ Θεὸς, εἷς ἂν κυρίως ὀνομασθείη Θεὸς, καὶ πρῶτος καὶ μόνος, χωρισθῆναι ἀπὸ τοῦ ἐν ᾧ ἐστιν οὐ δυνάμενος. Νῦν δὲ προσθεὶς τὸ, Πάντων προὔχων τῶν τοῦ Υἱοῦ ποιημάτων· ἀνατροπὴν θολερὰν τὸν βλάσφημον ἑαυτοῦ λόγον ἀπέδειξε, τῷ ὅπου θέλει πνέοντι καὶ πάντα ἐν πᾶσιν ἐνεργοῦντι, τῇ πρὸς τὰ λοιπὰ τῶν ποιημάτων συγκρίσει παρέχοντα προτιμότερον.
is in Him, and God Himself, would properly be named one God, both first and alone, incapable of being separated from Him in Whom He is. Now, however, by adding Surpassing all the works of the Son, he proved his own blasphemous discourse to be a turbid subversion, offering to Him Who bloweth where He willeth and works all things in all superior honour by comparison with the rest of created works.
Ἴδωμεν δὲ καὶ ὅσα τούτοις προσέθηκεν· Ἁγιάζων, φησὶν, τοὺς ἁγίους. Τοῦτο ἐπὶ τοῦ Πατρός τε καὶ τοῦ Υἱοῦ τις λέγων, ἀληθῶς ἐρεῖ. Ἐν οἷς γὰρ ἂν γένηται ὁ ἅγιος, ἁγίους ποιεῖ, ὡς καὶ ὁ ἀγαθὸς ἀγαθοὺς ἀπεργάζεται. Ἅγιος δὲ καὶ ἀγαθὸς ὁ Πατὴρ καὶ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα τὸ ἅγιον, καθὼς ἀποδέδεικται. Μυσταγωγῶν, φησὶ, τοὺς προσιόντας τῷ μυστηρίῳ. Τοῦτο καλῶς ἔχει λέγειν περὶ Ἀπολλὼ τοῦ τὴν φυτείαν Παύλου ποτίζοντος. Φυτεύει μὲν γὰρ διὰ τῆς καθηγήσεως ὁ Ἀπόστολος, ποτίζει δὲ βαπτίζων ὁ Ἀπολλὼς, διὰ τῆς μυστικῆς ἀναγεννήσεως προσάγων τοὺς παρὰ Παύλου κατηχουμένους τῷ μυστηρίῳ. Οὐκοῦν εἰς τὸ ὁμότιμον ἄγει τῷ Ἀπολλὼ τὸ διὰ τοῦ βαπτίσματος τελειοῦν τοὺς ἀνθρώπους. Διανέμων, φησὶν, πᾶσαν δωρεάν. Τούτῳ καὶ ἡμεῖς συντιθέμεθα. Πᾶν γὰρ, ὅ τί πέρ ἐστιν ἀγαθὸν, τῶν τοῦ ἁγίου Πνεύματος δωρεῶν μερίς ἐστι. Συνεργῶν, φησὶ, τοῖς πιστοῖς εἰς κατανόησιν καὶ θεωρίαν τῶν διατεταγμένων. Τῶν δὲ παρὰ τίνος διατεταγμένων μὴ προσθεὶς, ἀμφίβολον τὸν λόγον ἐποίησεν, εἴτε ὀρθῶς, εἴτε καὶ ὡς ἑτέρως ἔχει. Ἀλλ' ἡμεῖς τῇ εὐσεβείᾳ τὸ εἰρημένον προσέξομεν δι' ὀλίγης προσθήκης. Ἐπειδὴ γὰρ εἴτε λόγος σοφίας, εἴτε λόγος γνώσεως, εἴτε πίστις, εἴτε ἀντίληψις, εἴτε κυβέρνησις, εἴτε τι ἕτερον ἐν τοῖς σώζουσιν ἡμᾶς ἀναγέγραπται, ταῦτα πάντα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται· τούτου ἕνεκεν οὐκ ἀποβάλλομεν τοῦ Εὐνομίου τὸν λόγον, εἰπόντος συνεργεῖν τὸ Πνεῦμα τοῖς πιστοῖς πρὸς κατανόησιν καὶ θεωρίαν τῶν παρ' αὐτοῦ διατεταγμένων τοῦ Πνεύματος, διὰ τὸ πάντα ἡμῖν τὰ ἀγαθὰ διδάγματα παρ' αὐτοῦ διατετάχθαι. Ὑπηχῶν, φησὶν, εὐχομένοις. Τούτου τοῦ ῥητοῦ τὴν διάνοιαν, μωρὸν ἂν εἴη κατὰ σπουδὴν ἀπελέγχειν, αὐτόθεν πᾶσιν ἐπίσης τοῦ γελοίου τε καὶ ἀνοήτου τῆς λέξεως ταύτης προφαινομένου. Τίς γὰρ οὕτω παράφορος καὶ τῆς διανοίας ἐξεστηκὼς, ὡς ἀναμεῖναι παρ' ἡμῶν μαθεῖν, ὅτι οὐκ ἔστι κώδων ἢ πίθος διάκενος τὸ Πνεῦμα τὸ ἅγιον, οἷόν τινι πληγῇ τῇ φωνῇ τοῦ εὐχομένου ὑπηχῶν καὶ δονούμενος; Ὁδηγῶν, φησὶ, πρὸς τὸ συμφέρον. Τοῦτο καὶ ὁ Πατὴρ καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ. Ὁδηγεῖ γὰρ ὡσεὶ πρόβατον τὸν Ἰωσὴφ, καὶ ὡδήγησεν ὡς πρόβατα τὸν λαὸν αὐτοῦ. Καὶ τὸ Πνεῦμα τὸ ἀγαθὸν ὁδηγεῖ ἡμᾶς ἐν γῇ εὐθείᾳ. Κρατύνων, φησὶ, πρὸς εὐσέβειαν. Θεοῦ ἔργον ὁ Δαβὶδ λέγει εἶναι τὸ ἐν εὐσεβείᾳ κρατύνειν τὸν ἄνθρωπον. Κραταίωσις γάρ μου καὶ καταφυγή μου εἶ σὺ, φησὶν ὁ Προφήτης· καὶ Κύριος κραταίωμα τοῦ λαοῦ αὐτοῦ· καὶ αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ.
Let us see also what things he added to these: Sanctifying, says he, the saints. Anyone saying this of both the Father and the Son will speak truly. For in whomsoever the Holy One comes to be, He makes them holy, just as the Good One also renders them good. Now holy and good is the Father and the Son and the Holy Spirit, even as has been demonstrated. Initiating into mysteries, says he, those drawing near to the mystery. This may well be said concerning Apollos watering Paul's planting. For the Apostle plants through instruction, whereas Apollos waters by baptizing, leading through mystical regeneration those catechized by Paul to the mystery. Accordingly, he brings Him who perfects men through baptism down to equality of honour with Apollos. Distributing, says he, every gift. With this we too agree. For everything whatsoever is good is a portion of the gifts of the Holy Spirit. Working together, says he, with the faithful unto the comprehension and contemplation of things ordained. By not adding by whom ordained, he made his statement ambiguous, whether it stands rightly or otherwise. Yet we shall adapt what has been said to piety through a brief addition. For since whether word of wisdom, or word of knowledge, or faith, or help, or governance, or anything else is recorded among the things that save us, all these worketh the one and the selfsame Spirit, dividing to each severally even as He willeth; on this account we do not reject the statement of Eunomius when he says that the Spirit works together with the faithful towards the comprehension and contemplation of the things ordained by Himself, the Spirit, because all good teachings have been ordained for us by Him. Sounding in accompaniment, says he, to those who pray. To refute seriously the meaning of this expression would be foolish, since of itself the ridiculous and senseless character of this wording shines forth equally to all. For who is so deranged and beside his wits as to wait to learn from us that the Holy Spirit is not a bell or an empty jar, resounding and vibrating as though to some stroke at the voice of him who prays? Guiding, says he, towards what is profitable. This both the Father and the Son do in like manner. For He guides Joseph like a sheep, and He guided His people like sheep. And the good Spirit guides us in an upright land. Strengthening, says he, unto piety. David says it is the work of God to strengthen man in piety. For my strength and my refuge art Thou, says the Prophet; and The Lord is the strength of His people; and He Himself will give power and strength unto His people.