τῇ κτίσει νοουμένων ἡ φωνὴ τοῦ Κυρίου προσεμαρτύρησεν, οὐ τοῖς ὁρωμένοις, οὐ τοῖς ἀοράτοις, οὐ θρόνοις, οὐκ ἀρχαῖς, οὐκ ἐξουσίαις, οὐ κυριότησιν, οὐκ ἄλλῳ τινὶ ὀνομαζομένῳ ὀνόματι· οὔτε ἐν τῷ αἰῶνι τούτῳ, οὔτε ἐν τῷ μέλλοντι. Οὗ τοίνυν πᾶσα ἡ κτίσις ἀμέτοχος, δῆλον ἂν εἴη πάντως ὅτι τοῦτο τῆς ἀκτίστου φύσεως ἴδιόν ἐστι καὶ ἐξαίρετον. Οὗτος δὲ πιστεύειν κελεύει εἰς τὸν καθηγητὴν τῆς εὐσεβείας. Οὐκοῦν πιστευέτω εἰς τὸν Παῦλόν τε καὶ Βαρνάβαν, καὶ Τίτον, καὶ Σιλουανὸν, καὶ Τιμόθεον, καὶ πάντας ἐκείνους δι' ὧν πρὸς τὴν πίστιν καθωδηγήθημεν. Εἰ[ς] γὰρ τὸ καθηγούμενον εἰς εὐσέβειαν μετὰ τοῦ Πατρὸς καὶ Υἱοῦ πιστεύεσθαι χρὴ, πάντες οἱ προφῆται καὶ νομοθέται, καὶ πατριάρχαι, κήρυκές τε καὶ εὐαγγελισταὶ, καὶ ἀπόστολοι, ποιμένες τε καὶ διδάσκαλοι ὁμοτίμως ἔχουσι πρὸς τὸ Πνεῦμα τὸ ἅγιον, καθηγηταὶ τοῖς μετ' ἐκείνους τῆς εὐσεβείας γενόμενοι. Γενόμενος, φησὶν, ὑπὸ τοῦ μόνου Θεοῦ διὰ τοῦ Μονογενοῦς. Ἀνακεφαλαιοῦται πᾶσαν αὐτοῦ τὴν ἀσέβειαν διὰ τῶν εἰρημένων. Πάλιν μόνον Θεὸν τὸν Πατέρα κατονομάζει ὀργάνῳ κεχρημένον τῷ Μονογενεῖ πρὸς τὴν κατασκευὴν τοῦ Πνεύματος. Ποίαν εὑρὼν ἐκ τῆς Γραφῆς σκιὰν τοῦ τοιούτου νοήματος, ταῦτα τολμᾷ; Ἐκ ποίας ἀρχῆς δι' ἀκολούθου πρὸς τὸ τοιοῦτο πέρας προήγαγε τὴν ἀσέβειαν; Τίς τῶν εὐαγγελιστῶν φησι; τίς ἀπόστολος; τίς προφήτης; Πᾶν μὲν οὖν τὸ ἐναντίον πᾶσα Γραφὴ θεόπνευστος, ἡ διὰ τῆς ἐπιπνοίας τοῦ Πνεύματος ἀναγραφεῖσα, μαρτυρεῖ τῷ Πνεύματι τὴν θεότητα. Οἷον (κρεῖττον γὰρ δι' αὐτῶν τῶν μαρτυριῶν ἀποδεῖξαι τὸν λόγον) οἱ λαβόντες ἐξουσίαν τοῦ τέκνα θεοῦ γενέσθαι, μαρτυροῦσι τῷ Πνεύματι τὴν θεότητα. Τίς γὰρ ἀγνοεῖ τὴν τοῦ Κυρίου φωνὴν, ὅτι Οἱ ἐκ τοῦ Πνεύματος γεννηθέντες, Θεοῦ τέκνα εἰσίν; Οὕτω γὰρ διαῤῥήδην μαρτυρεῖ τῷ ἁγίῳ Πνεύματι τῶν τοῦ Θεοῦ τέκνων τὴν γέννησιν, εἰπὼν, ὅτι Ὥσπερ τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς, σάρξ ἐστιν· οὕτως καὶ τὸ γεγεννημένον ἐκ τοῦ πνεύματος, πνεῦμά ἐστιν. Ὅσοι δὲ ὑπὸ τοῦ Πνεύματος ἐγεννήθησαν, Θεοῦ τέκνα προσηγορεύθησαν. Οὕτως καὶ τοῦ Κυρίου διὰ τοῦ προσφυσήματος δεδωκότος τοῖς μαθηταῖς τὸ Πνεῦμα τὸ ἅγιον, φησὶν ὁ Ἰωάννης, Ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν. Ἐν αὐτῷ δὲ κατοικεῖν τὸ πλήρωμα τῆς θεότητος, ὁ μέγας Παῦλος διαμαρτύρεται. Ἀλλὰ καὶ ἔτι διὰ τοῦ προφήτου Ἠσαΐου περὶ τῆς γενομένης αὐτῷ θεοφανείας, ὅτε εἶδε τὸν καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, ἡ μὲν ἀρχαιοτέρα παράδοσις τὸν Πατέρα εἶναι λέγει τὸν ὀφθέντα· ὁ δὲ εὐαγγελιστὴς Ἰωάννης, εἰς τὸν Κύριον ἀναφέρει τὴν προφητείαν, λέγων περὶ τῶν μὴ πεπιστευκότων Ἰουδαίων τὰς τῷ προφήτῃ ῥηθείσας περὶ τοῦ Κυρίου φωνὰς, ὅτι Ταῦτα εἶπεν Ἠσαΐας, ὅτε εἶδε τὴν δόξαν αὐτοῦ, καὶ ἐλάλησε περὶ αὐτοῦ. Ὁ δὲ μέγας Παῦλος τῷ ἁγίῳ Πνεύματι τὸν αὐτὸν τοῦτον λόγον προσεμαρτύρησεν, ἐν τῇ γενομένῃ αὐτῷ πρὸς τοὺς Ἰουδαίους κατὰ τὴν Ῥώμην δημηγορίᾳ. Ὅτε φησὶν, Καλῶς εἶπε περὶ ὑμῶν τὸ Πνεῦμα τὸ ἅγιον,
creation that are conceived did the voice of the Lord attest—not to things seen, not to things unseen, not to thrones, not to principalities, not to authorities, not to lordships, nor to any other name that is named, neither in this age nor in that which is to come. Of that, therefore, in which all creation has no share, it must surely be plain that this is proper and peculiar to the uncreated nature. Yet this man commands us to believe in the guide of godliness. Let him believe, then, in Paul and Barnabas, and Titus, and Silvanus, and Timothy, and all those through whom we were guided into the faith! For if along with the Father and the Son one ought to believe in that which guides unto godliness, all the prophets and lawgivers, and patriarchs, both heralds and evangelists, and apostles, both pastors and teachers stand in equal honour with the Holy Spirit, having become guides of godliness to those who came after them. Having come into being, says he, from the only God through the Only-begotten. He sums up all his impiety in what has just been said: once again he designates the Father as only God, employing the Only-begotten as an instrument for the fabrication of the Spirit. Having found what shadow of such a notion in Scripture does he venture upon these assertions? From what premise did he carry his impiety forward by logical consequence to such an outcome? Which of the evangelists says this? What apostle? What prophet? Nay, quite to the contrary, all divinely inspired Scripture, written through the inspiration of the Spirit, attests Godhead to the Spirit. For instance (since it is better to demonstrate the point through the testimonies themselves), those who received authority to become children of God attest Godhead to the Spirit. For who is ignorant of the Lord's utterance, that Those who are born of the Spirit are children of God? For thus He expressly attests to the Holy Spirit the begetting of the children of God, saying: Just as that which is born of the flesh is flesh, so also that which is born of the spirit is spirit; and as many as were born of the Spirit were called children of God. In like manner too, when the Lord by breathing upon them had given the Holy Spirit to the disciples, John says: Of His fullness have we all received; and that in Him dwells the fullness of the Godhead, the great Paul solemnly testifies. Furthermore, through the prophet Isaiah also, concerning the theophany granted to him when he saw Him Who sat upon a throne high and lifted up, the older tradition indeed says that He Who was seen was the Father; whereas the evangelist John refers the prophecy to the Lord, speaking concerning the Jews who had not believed the words spoken to the prophet concerning the Lord: These things said Isaiah when he saw His glory, and spoke of Him. And the great Paul attested this very same word to the Holy Spirit in the public address delivered by him to the Jews at Rome, when he says: Well spoke the Holy Spirit concerning you,