Migne Reading Room

PG 45 · cols. 532–541 · Read from the page

Against Eunomius, twelve books

Against Eunomius, twelve books

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 45:532Read from the page
ὀργάνου κατασκευῇ ἐναπέθετο, ᾧ οὐκ ἔστι δύναμις, ἢ εὐθὺ ποιῆσαι τῷ ὑποδεχομένῳ τὸ ἴχνος, εἰ περιφερὴς εἴη ἡ ἐργασία, ἢ κύκλον δεῖξαι διὰ τοῦ τύπου, εἰ κατ' εὐθεῖαν ἐσχηματισμένον τύχοι τὸ ὄργανον. Ὅσον δὲ τῆς τοιαύτης διανοίας ἐστὶ τὸ βλάσφημον; τί χρὴ διὰ τῶν ἡμετέρων ἐκκαλύπτεσθαι λόγων; αὐτῆς τῆς αἱρετικῆς φωνῆς τὴν ἀτοπίαν βοώσης; Εἰ γὰρ διὰ τοῦτο ὑπήκοος, διότι τοιοῦτος ἐγένετο, οὐδὲ πρὸς ἀνθρωπίνην φύσιν πάντως τὸ ἴσον ἔχει. Εἴπερ ἡμῖν μὲν αὐτεξούσιός ἐστιν ἡ ψυχὴ καὶ ἀδέσποτος, αὐτοκρατορικῶς αἱρουμένη κατ' ἐξουσίαν τὸ καταθύμιον· ὁ δὲ ἀνάγκῃ φύσεως ὑπεζευγμένος, ἐνεργεῖ διὰ παντὸς, μᾶλλον δὲ πάσχει τὴν ὑπακοήν· οὐδὲ εἰ μὴ βούλοιτο τοῦτο ποιεῖν συγχωρούσης τῆς φύσεως. Ἐκ γὰρ τοῦ Υἱὸς εἶναι καὶ γεγενῆσθαι οὕτως, ὑπήκοος γέγονεν ἐν λόγοις, καὶ ὑπήκοος ἐν ἔργοις. Ὢ τῆς ἀναισθησίας τοῦ δόγματος! Λόγοις ὑπήκοον τὸν Λόγον ποιεῖς, καὶ προεπινοεῖς τοῦ ὄντος Λόγου Λόγους ἑτέρους· καὶ μεσιτεύει τοῦ ἐν τῇ ἀρχῇ ὄντος Λόγου ἕτερος Λόγος τῆς ἀρχῆς πρὸς αὐτὸν διαπορθμεύων τὸ βούλημα. Καὶ οὐχ εἷς οὗτος, ἀλλὰ καὶ πλείονές εἰσί τινες Λόγοι, οἱ διὰ μέσου τῆς ἀρχῆς καὶ τοῦ Λόγου παρὰ τοῦ Εὐνομίου παρενειρόμενοι, καὶ πρὸς τὸ δοκοῦν αὐτοῖς τῇ ὑπακοῇ αὐτοῦ καταχρώμενοι. Ἀλλὰ τί χρὴ τῇ ματαιότητι τῶν λεγομένων ἐνδιατρίβειν; Παντὶ γὰρ δῆλόν ἐστιν, ὅτι καὶ ὅτε ὁ Παῦλος εἶπεν αὐτὸν γεγενῆσθαι ὑπήκοον, εἶπε δὲ οὕτως αὐτὸν γεγενῆσθαι, σάρκα καὶ δοῦλον, καὶ κατάραν καὶ ἁμαρτίαν δι' ἡμᾶς γενόμενον, οὐδὲ τότε ὁ Κύριος τῆς δόξης, ὁ τῆς αἰσχύνης καταφρονήσας, καὶ τῇ σαρκὶ τὸ πάθος ἀναδεξάμενος, τῆς αὐθεντικῆς ἐξουσίας ἑαυτὸν ἠλλοτρίωσε, λέγων, Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. Καὶ πάλιν, Οὐδεὶς αἴρει τὴν ψυχήν μου ἀπ' ἐμοῦ· ἐξουσίαν ἔχω θεῖναι αὐτήν, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν. Καὶ ὅτε προσήγγισαν αὐτῷ κατὰ τὴν πρὸ τοῦ πάθους νύκτα, οἱ τῷ σιδήρῳ καὶ τοῖς ξύλοις καθωπλισμένοι, πάντας αὖτοὺς εἰς τὸ κατόπιν ἀνέτρεψε διὰ τοῦ εἰπεῖν, ὅτι Ἐγώ εἰμι· καὶ πάλιν τοῦ λῃστοῦ ἱκετεύσαντος ἐν μνήμῃ παρ' αὐτοῦ γενέσθαι, ἔδειξε τὴν ἐπὶ πάντων ἐξουσίαν, ἐν οἷς φησι, Σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ. Εἰ τοίνυν οὐδὲ ἐν τῷ καιρῷ τοῦ πάθους τῆς ἐξουσίας χωρίζεται, ποῦ ποτε βλέπει ἡ αἵρεσις τοῦ βασιλέως τῆς δόξης τὸ ὑπεξούσιον; Τίς δὲ καὶ ἡ πολύτροπης αὕτη μεσιτεία, ἣν ἐπιθρυλλεῖ τῷ Θεῷ, μεσίτην λέγων ἐν δόγμασι, μεσίτην ἐν νόμῳ; Οὐ ταῦτα παρὰ τῆς ὑψηλῆς τοῦ Ἀποστόλου φωνῆς ἐπαιδεύθημεν· ὅς φησιν, ὅτι τὸν νόμον τῶν ἐντολῶν καταργήσας τοῖς ἑαυτοῦ δόγμασιν, οὗτός ἐστιν ὁ μεσίτης Θεοῦ καὶ ἀνθρώπων. Εἰπὼν τοῦτο τὸ ῥῆμα, ὅτι Εἷς Θεὸς, καὶ εἷς μεσίτης Θεοῦ καὶ ὰνθρώπων, ἄνθρωπος Χριστὸς Ἰησοῦς· ὅλον ἡμῖν ἐνταῦθα τὸν σκοπὸν τοῦ μυστηρίου διὰ τῆς τοῦ μεσίτου λέξεως διαλαβών, ἀπεκάλυψεν· ὁ δὲ σκοπὸς οὗτός ἐστιν· ἀπέστη διὰ τῆς τοῦ ἀντικειμένου κακίας ποτὲ τὸ ἀνθρώπινον, καὶ τῇ ἁμαρτίᾳ δουλωθὲν,
fashioning of the instrument deposited in it, which has no power either to make a straight trace upon that which receives it if its workmanship be circular, or to display a circle through its stamp if the instrument happen to be shaped along a straight line. Yet how great is the blasphemy of such a notion, why need it be uncovered through our words, when the heretical voice itself cries aloud its absurdity? For if He is obedient for this reason, because He came into being as such, He certainly does not even hold equality with human nature. Since in our case the soul is self-determining and masterless, sovereignly choosing according to its own authority what pleases it; whereas one yoked under necessity of nature continually performs, or rather undergoes, obedience, nature not permitting otherwise even should he not wish to do this. For from being Son and having been begotten thus, He has become obedient in words, and obedient in works. O the insensibility of the dogma! You make the Word obedient to words, and conceive beforehand other Words prior to the Word Who truly is; and another Word mediates for the Word Who was in the beginning, ferrying across to Him the will of the Principle. And this one is not even single, but there are also several Words strung in by Eunomius in the midst between the Principle and the Word, abusing His obedience according to what seems good to them. Yet why should one dwell upon the vanity of what is said? For it is clear to everyone that even when Paul said that He became obedient—and he said that He became so just as He became flesh and a servant, and a curse and sin for our sake—not even then did the Lord of glory, Who despised the shame and took upon Himself suffering in the flesh, alienate Himself from His sovereign authority, saying, Destroy this temple, and in three days I will raise it up. And again, No one takes My life from Me; I have authority to lay it down, and I have authority to take it again. And when those armed with iron and clubs drew near to Him during the night before His passion, He cast them all backward by saying, I am He; and again, when the robber entreated to be remembered by Him, He displayed His authority over all things in saying, Today you will be with Me in paradise. If, then, not even at the time of His passion is He separated from authority, where on earth does heresy behold subordination in the King of glory? And what too is this manifold mediation which he harps upon in regard to God, calling Him mediator in decrees, mediator in law? Not these things were we taught by the lofty voice of the Apostle, who says that having abolished the law of commandments by His own decrees, this One is the mediator between God and men. Having spoken this saying, There is one God, and one mediator between God and men, the man Christ Jesus, he here revealed to us the entire aim of the mystery, comprehending it through the expression of mediator; and the aim is this: humanity once fell away through the malice of the adversary, and having been enslaved to sin,
Notes, col. 532

On the reading

Printed αὖτοὺς, for αὐτοὺς.

Printed πολύτροπης, for πολύτροπος.

Printed ὰνθρώπων, for ἀνθρώπων.

PG 45:533Read from the page
καὶ τῆς ὄντως ἠλλοτριώθη ζωῆς. Ἀνακαλεῖται μετὰ ταῦτα τὸ ἑαυτοῦ πλάσμα ὁ τοῦ πλάσματος Κύριος, καὶ γίνεται ἄνθρωπος μετὰ τοῦ εἶναι Θεός· κἀκεῖνο ὅλον ὤν, καὶ τοῦτο ὅλον γενόμενος· καὶ οὕτως συνανεκράθη Θεῷ τὸ ἀνθρώπινον, τοῦ κατὰ Χριστὸν ἀνθρώπου τὴν μεσιτείαν ἐργασαμένου. ᾯ διὰ τῆς ἀναληφθείσης ἡμῖν ἀρχῆς, ὅλον τῇ δυνάμει συνανεκράθη τὸ φύραμα. Ἐπεὶ οὖν ὁ μεσίτης ἑνὸς οὐκ ἔστιν, ὁ δὲ Θεὸς εἷς ἐστιν, οὐδὲν τοῖς προσώποις τοῖς ἐν τῇ πίστει παραδεδομένοις ἐμμεριζόμενος, μία γὰρ ἡ θεότης ἐν Πατρί τε καὶ Υἱῷ, καὶ Πνεύματι ἁγίῳ· διὰ τοῦτο γίνεται μεσίτης ἅπαξ ὁ Κύριος, Θεοῦ καὶ ἀνθρώπων, συνάπτων τὸν ἄνθρωπον δι' ἑαυτοῦ τῇ θεότητι. Ἀλλὰ καὶ διὰ τοῦ κατὰ τὸν μεσίτην νοήματος τὸ εὐσεβὲς τῆς πίστεως ἐδιδάχθημεν· ὁ γὰρ μεσίτης Θεοῦ καὶ ἀνθρώπων ὥσπερ τῆς ἀνθρωπίνης φύσεως τὴν κοινωνίαν ἐδέξατο, οὐ νομισθεὶς ἄνθρωπος, ἀλλὰ γεγονὼς κατὰ ἀλήθειαν, οὕτω καὶ ἀληθινὸς Θεὸς ὤν, οὐκ ἐπωνυμίᾳ τετιμημένος ἐστὶν ψιλῆς τῆς θεότητος, ὡς ὁ Εὐνόμιος βούλεται.
and was alienated from true life. After these things the Lord of that which was fashioned calls back His own fashioned creature, and becomes man while remaining God; being wholly that, and having become wholly this; and thus humanity was blended with God, the man according to Christ having wrought the mediation, with Whom, through the beginning assumed from us, the whole lump was blended in power. Since, therefore, a mediator is not of one, whereas God is one, being in no way divided among the persons handed down in the faith—for the Godhead is one in Father, Son, and Holy Spirit—for this reason the Lord becomes once for all mediator between God and men, joining man through Himself to the Godhead. Moreover, even through the conception concerning the mediator we were taught the piety of the faith; for just as the mediator between God and men received communion in human nature, not having been supposed a man, but having truly come to be so, thus also, being true God, He is not honoured with the mere title of bare deity, as Eunomius wishes.
Ὅσα δὲ τοῖς εἰρημένοις προστίθησι, τῆς αὐτῆς ἀνοίας ἔχεται, μᾶλλον δὲ κακονοίας· Υἱὸν γὰρ αὐτὸν εἰπών, ὃν ἐν τοῖς μικρῷ πρόσθεν εἰρημένοις, κτιστὸν εἶναι σαφῶς διωρίσατο, καὶ Μονογενῆ Θεὸν ὀνομάσας, ὃν μετὰ τῶν λοιπῶν τῶν διὰ τῆς κτίσεως γεγονότων ἠρίθμησεν, ὅμοιον εἶπε τῷ γεννήσαντι, κατ' ἐξαίρετον ὁμοιότητα μόνον, κατὰ τὴν ἰδιάζουσαν ἔννοιαν. Χρὴ τοίνυν διασταλῆναι πρῶτον τοῦ ὁμοίου τὸ σημαινόμενον, ποσαχῶς ἐν τῇ καταχρήσει τῆς συνηθείας λέγεται. Εἶθ' οὕτως ἐπὶ τὴν ἐξέτασιν τῶν προκειμένων ἐλθεῖν. Πρῶτον μὲν γὰρ ὅσα παραψεύδεται τὰς αἰσθήσεις ἡμῶν, οὐ τὰ αὐτὰ μὲν ἀλλήλοις ὄντα, κατὰ τὴν φύσιν, παρὰ δέ τινος τῶν παρεπομένων τοῖς ὑποκειμένοις, σχήματος λέγω καὶ χρώματος καὶ ἤχου, καὶ τῶν ὅσα διὰ γεύσεώς τε καὶ ὀσφρήσεως καὶ ἁφῆς τὸν παραλογισμὸν ἐμποιεῖ. Ἄλλα μὲν τὴν φύσιν, ἕτερα δὲ παρ' ἃ πέφυκεν εἶναι ὑποκρινόμενα, ταῦτα ὁμοίως ἔχειν ἡ συνήθεια λέγει· οἷον ὅταν ἡ ἄψυχος ὕλη μορφωθῇ διὰ τῆς τέχνης πρός τινα ζώου μίμησιν, διὰ γλυφῆς ἢ ζωγραφίας, ἢ πλάσματος, ὅμοιον λέγεται τῷ ἀρχετύπῳ τὸ μίμημα. Ἐνταῦθα γὰρ ἄλλη μὲν τοῦ ζώου ἡ φύσις, ἑτέρα δὲ τῆς παραψευδομένης τὴν ὄψιν διὰ χρώματος μόνον καὶ σχήματος. Τοῦ δὲ αὐτοῦ εἴδους ἐστὶ τῆς ὁμοιότητος, καὶ ἡ ἐν κατόπτρῳ εἰκών, τῆς ἀρχετύπου μορφῆς ἐναργεῖς φέρουσα τὰς ἐμφάσεις, οὐ μὴν ἐκεῖνο κατὰ τὴν φύσιν οὖσα, ὅπερ ἐστὶ τὸ ἀρχέτυπον. Ὠσαύτως καὶ τὴν ἀκοὴν ἔστι τὸ ἴσον παθεῖν, ὅταν τις τὴν φωνὴν τῆς ἀηδόνος τῷ οἰκείῳ φθόγγῳ μιμούμενος, ὀρνέου δοκεῖν ἐπακροᾶσθαι τὴν ἀκοὴν ἀναπείσῃ. Πάσχει δὲ τὸν τοιοῦτον παραλογισμὸν καὶ ἡ γεῦσις, ὅταν ὁ τοῦ καρποῦ τῶν σύκων χυμὸς, τὴν τοῦ μέλιτος ἡδονὴν ὑποκρίνηται· ἔχει γάρ τι ἐοικὸς πρὸς τὴν γλυκύτητα τοῦ μέλιτος ὁ χυμὸς τῆς ὀπώρας· οὕτω δι' ὁμοιότητος ἔστι παραλογισθῆναί ποτε καὶ τὴν ὄσφρησιν, ὅταν ὁ ἀτμὸς τῆς χαμαιμήλου βοτάνης, αὐτὸ τὸ εὐῶδες μῆλον τῇ εὐπνοίᾳ μιμούμε-
Whatever he adds to what has been said clings to the same senselessness, or rather malice; for having called Him Son, Whom in what was said shortly before he plainly defined to be created, and having named Him Only-begotten God, Whom he numbered together with the rest of those things that came into being through creation, he pronounced Him like Him Who begot Him according to an especial likeness alone, according to its peculiar conception. One must therefore first distinguish the signification of like, in how many ways it is spoken in the loose usage of custom, and then proceed thus to the examination of the matters before us. First, indeed, whatever things deceive our senses, not being the same as one another according to nature, produce fallacy by reason of one of the accidents attending the underlying subjects—I mean shape, and colour, and sound, and whatever works through taste, smell, and touch. Things that are one thing in nature, yet counterfeit something else besides what they naturally are, custom calls similarly disposed; as when inanimate matter is shaped through art into some imitation of a living creature, through carving, or painting, or moulding, the imitation is called like the archetype. For here the nature of the living creature is one, and another that of the matter deceiving sight through colour and shape alone. And of the same kind of likeness is the image in a mirror, bearing clear appearances of the archetypal form, yet not being by nature that which the archetype is. Likewise, hearing too can undergo the same thing, when someone imitating the voice of the nightingale with his own sound persuades the hearing to think it listens to a bird. And taste also undergoes such a fallacy when the juice of the fruit of figs counterfeits the pleasure of honey, for the juice of the fruit has something resembling the sweetness of honey; thus through likeness smell too can sometimes be deceived by fallacy, when the vapour of the chamomile herb, imitating by its fragrance the fragrant apple itself,
Notes, col. 533

On the reading

Printed Ὠσαύτως, for Ὡσαύτως.

PG 45:536Read from the page
νος, ἀπατήσῃ τὴν αἴσθησιν. Τὸν αὐτὸν δὲ τρόπον καὶ ἐν τῇ ἁφῇ ποικίλως ἡ ὁμοιότης διαφεύδεται τὴν ἀλήθειαν. Ἐπειδὴ ἀργυροῦν ἢ χάλκεον νόμισμα ἰσομέγεθες τῷ χρυσῷ, καὶ κατὰ τὸν σταθμὸν, ὁμοίως ἔχων ἀντὶ τοῦ χρυσοῦ νομισθῇ, μὴ ἐπικρινούσης τῆς ὄψεως τὴν ἀλήθειαν.
deceives the sense. And in the same way in touch also likeness variously belies the truth, when a silver or bronze coin equal in size to gold, and similarly disposed in weight, is taken instead of gold when sight does not discern the truth.
Ταῦτα γενικῶς εἴρηται δι' ὀλίγων, ὅσα δι' ὁμοιότητός τινος τὸν παραλογισμὸν ἐμποιεῖ τοῖς αἰσθητηρίοις, ἄλλο τι παρ' ὅ ἐστι νομιζόμενα. Ἔξεστι δὲ διὰ φιλοπονωτέρας τῆς ἐξετάσεως, πλατῦναι διὰ τῶν πραγμάτων τὸν λόγον, ὅσα ἑτερογενῶς μὲν ἔχει προσάλληλα· διὰ δέ τινος τῶν παρεπομένων ὁμοιοῦσθαι τὸ ἕτερον τῷ ἑτέρῳ νομίζεται· ἆρα μή τι τοιοῦτον ὁμοιότητος εἶδος ἐπιθρυλλεῖ τῷ Υἱῷ; Ἀλλ' οὐκ ἂν εἰς τοῦτο παραπληξίας ἔλθοι, ὥστε τὴν ἀπατηλὴν ὁμοιότητα ἐπὶ τῆς ἀληθείας βλέπειν. Πάλιν ἄλλην ὁμοιότητα ἐν τῇ θεοπνεύστῳ Γραφῇ ἐδιδάχθημεν παρὰ τοῦ εἰπόντος, ὅτι Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν. Ἀλλ' οὐκ ἂν οἶμαι τὸν Εὐνόμιον ἐπὶ τοῦ Υἱοῦ καὶ τοῦ Πατρὸς τοῦτο βλέπειν τὸ εἶδος τῆς ὁμοιότητος, ὡς ταὐτὸν τῷ ἀνθρώπῳ τὸν Μονογενῆ Θεὸν ἀποφήνασθαι. Οἴδαμεν καὶ ἕτερον ὁμοιότητος εἶδος, ὅπερ ἐν τῇ κοσμογενείᾳ φησὶ περὶ τοῦ Σὴθ ὁ λόγος· ὅτι Ἐγέννησε τὸν Σὴθ ὁ Ἀδὰμ κατὰ τὸ εἶδος αὐτοῦ καὶ κατὰ τὴν ὁμοιότητα, ὅπερ εἰ λέγοι ὁ Εὐνόμιος, οὐκ ἀπόβλητον τὸν λόγον ποιούμεθα. Ἐνταῦθα γὰρ, οὔτε ἡ φύσις τῶν ἀλλήλοις ὁμοιουμένων διάφορος, καὶ ὁ χαρακτὴρ καὶ τὸ εἶδος τὴν κοινωνίαν ἔχει· ταῦτα καὶ τὰ τοιαῦτά ἐστιν, ὅσα περὶ τῆς τοῦ ὁμοίου διαφορᾶς ἡμεῖς ἐνοήσαμεν. Ἴδωμεν τοίνυν πρὸς τί βλέπων ὁ Εὐνόμιος, τὴν ἐξαίρετον ἐκείνην ὁμοιότητα πρὸς τὸν Πατέρα μαρτυρεῖ τῷ Υἱῷ λέγων, ὅμοιον εἶναι τῷ γεννήσαντι μόνον κατ' ἐξαίρετον ὁμοιότητα κατὰ τὴν ἰδιάζουσαν ἔννοιαν, οὐχ ὡς Πατρὶ Πατέρα. Οὐ γάρ εἰσι δύο Πατέρες. Τὴν κατεξαίρετον ὁμοιότητα τοῦ Υἱοῦ προς τὸν Πατέρα δεικνύειν ἐπαγγειλάμενος, ὅπως μὴ προσήκει νοεῖν αὐτὸν ὅμοιον κατασκευάζει τῷ λόγῳ. Εἰπὼν γὰρ ὅτι οὐχ ὡς Πατρὶ Πατὴρ ἔοικεν, κατεσκεύασε τῷ λόγῳ, ὅτι οὐκ ἔοικε. Καὶ πάλιν προσθείς, ὅτι οὔτε ὡς ἀγεννήτῳ ἀγέννητος, καὶ διὰ τοῦτο ἀπεῖπε νοεῖν ἐπὶ τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα τὴν ὁμοιότητα· εἶτα ἐπαγαγών, οὔτε ὡς Υἱῷ Υἱὸς, τρίτον ἐπήγαγε νόημα, δι' οὗ παντάπασι τὸν τοῦ ὁμοίου παραφέρεται λόγον. Οὗτος μὲν οὖν τοῖς ἰδίοις ἕπεται λόγοις, τὴν τοῦ ὁμοίου ἀπόδειξιν διὰ τῆς κατασκευῆς τοῦ ἀνομοίου ποιούμενος. Ἐξετάσωμεν δὲ τὸ σοφὸν αὐτοῦ καὶ ἁπλοῦν, ὃ τοῖς διορισμοῖς ἐπιδείκνυται. Υἱὸν γὰρ Πατρὶ ὅμοιον εἶναι εἰπών, ἀσφαλίζεται τὴν ἀκοήν, μὴ δεῖν ὡς Πατέρα Πατρὶ τὸν Υἱὸν ἐοικέναι νοεῖν. Τίς δὲ οὕτως ἐν ἀνθρώποις ἀνόητος, ὥστε Υἱὸν ὅμοιον τῷ Πατρὶ μαθὼν εἶναι, εἰς τὴν Πατρὸς πρὸς τὸν Πατέρα ὁμοιότητα τοῖς λογισμοῖς ἐναχθῆναι; Οὐδὲ ὡς Υἱῷ, φησὶ, Υἱόν· πάλιν τὸ ἴσον ἐν τῷ διορισμῷ ἡ δριμύτης ἔχει. Πατρὶ Υἱὸν ὅμοιον εἶναι εἰπών, τὸ μὴ δεῖν ὡς πρὸς Υἱὸν ἄλλον ὁμοίως ἔχειν
These things have been stated generally in few words, whatever through a certain likeness produces fallacy in the organs of sense, being supposed something else besides what they are. And it is possible through a more diligent examination to broaden the discourse across things which are heterogeneous towards one another, yet through one of their attendant properties the one is supposed to be likened to the other; does he perhaps harp upon some such kind of likeness in regard to the Son? Yet he would not reach such a pitch of derangement as to behold a deceptive likeness in the Truth. Again, we were taught another likeness in divinely inspired Scripture by Him Who said, Let Us make man according to Our image and according to likeness. Yet I do not suppose that Eunomius beholds this kind of likeness in the Son and the Father, so as to declare the Only-begotten God identical with man. And we also know another kind of likeness, which in the account of the world's generation Scripture states concerning Seth, that Adam begot Seth according to his form and according to his likeness, which, should Eunomius affirm it, we do not account a statement to be rejected. For here neither is the nature of those likened to one another different, and both the impress and the form possess communion; these and suchlike are the things which we have conceived concerning the distinction of like. Let us see, therefore, looking towards what does Eunomius bear witness for the Son to that especial likeness towards the Father, saying that He is like Him Who begot Him only according to an especial likeness, according to its peculiar conception, not as Father to Father. For there are not two Fathers. Having promised to show the especial likeness of the Son towards the Father, he establishes by his argument how it is not fitting to conceive Him as like. For having said that He is not like as Father is to Father, he established by his argument that He is not like. And again, having added, nor as unbegotten to unbegotten, through this too he forbade conceiving likeness in the Son towards the Father; then, having subjoined, nor as Son to Son, he introduced a third notion through which he altogether perverts the account of like. This man, then, follows his own arguments, constructing the proof of like through the establishment of unlike. Yet let us examine his wise and simple statement, which is displayed by his definitions. For having said that the Son is like the Father, he secures the hearing, that one must not conceive the Son to resemble the Father as Father resembles Father. Yet who among men is so senseless that, having learned that the Son is like the Father, he would be carried in his thoughts to the likeness of Father towards Father? Nor as Son, says he, to Son; again his acuteness holds the same force in the definition. Having said that the Son is like the Father, that He must not be similarly disposed as towards another Son
Notes, col. 536

On the reading

Printed προς, for πρὸς.

PG 45:537Read from the page
προσδιορίζεται. Ταῦτα τῶν σεμνῶν τοῦ Εὐνομίου δογμάτων ἐστὶ τὰ μυστήρια, δι' ὧν σοφώτεροι τῶν ἄλλων οἱ μαθηταὶ αὐτοῦ γίνονται. Μαθόντες ὅτι Πατρὶ Υἱὸς ἐοικὼς, οὐχ Υἱῷ ἔοικεν. Οὐ γάρ ἐστι Υἱὸς Πατήρ· οὐδὲ ὡς ἀγεννήτῳ ἀγέννητος. Οὐ γὰρ ἀγέννητός ἐστιν ὁ Υἱός. Τὸ δὲ καθ' ἡμᾶς μυστήριον, ὅταν Πατέρα εἴπῃ, Υἱοῦ Πατέρα πάντως διακελεύεται, καὶ ὅταν Υἱὸν ὀνομάσῃ, Πατρὸς Υἱὸν διδάσκει νοεῖν. Καὶ οὐδὲν τῆς περιττῆς ταύτης σοφίας μέχρι καὶ νῦν ἐδεήθημεν. Ὥστε διὰ Πατρὸς καὶ Υἱοῦ δύο Πατέρας ἢ δύο Υἱοὺς ὑποτίθεσθαι, ὡς ἀγεννήτων δυάδα.
defines further. These are the mysteries of the august doctrines of Eunomius, through which his disciples become wiser than others, having learnt that a Son, in being like a Father, is not like a Son; for a Son is not a Father, nor is He unbegotten as compared with one unbegotten, for the Son is not unbegotten. Whereas the mystery held amongst us, whenever it speaks of a Father, altogether enjoins us to think of the Father of a Son, and whenever it names a Son, teaches us to conceive of the Son of a Father; and even down to the present we have had no need at all of this superfluous wisdom, so as through Father and Son to suppose two Fathers or two Sons, as though a dyad of unbegotten beings.
Τί δὲ βούλεται ἡ πολλὴ περὶ τὸ ἀγέννητον τοῦ Εὐνομίου σπουδὴ, πολλάκις μὲν ἤδη δεδήλωται· καὶ νῦν δὲ πάλιν δι' ὀλίγων εἰρήσεται. Τῆς γὰρ τοῦ Πατρὸς σημασίας μηδεμίαν πρὸς τὸν Υἱὸν διαφορὰν κατὰ τὴν φύσιν ἐνδεικνυμένης, εἰ μέχρι τούτων τὸν λόγον ἔστησεν, οὐκ ἂν ἔσχεν ἰσχὺν ἡ ἀσέβεια, τῆς φυσικῆς τῶν ὀνομάτων ἐννοίας οὐ παραδεχομένης τὸ κατ' οὐσίαν ἀλλότριον. Νῦν δὲ ἀγέννητον καὶ γεννητὸν λέγων, ἐπειδὴ ἄμεσός ἐστι πρὸς ἄλληλα τῶν ὀνομάτων τούτων ἡ ἐναντίωσις, ὡς θνητοῦ καὶ ἀθανάτου, καὶ λογικῶν, καὶ ἀλόγων, καὶ πάντων τῶν ὁμοιοτρόπως ἐκφωνουμένων, ὅσα διὰ τῶν κατὰ τὸ ἐναντίον σημαινομένων ἀλλήλοις ἀντικαθέστηκεν, ἔδωκεν ὁδὸν τῇ βλασφημίᾳ διὰ τῶν ὀνομάτων τούτων· ὥστε τὴν τοῦ θνητοῦ πρὸς τὸ ἀθάνατον διαφορὰν ἐν τῷ γεννητῷ πρὸς τὸ ἀγέννητον ἐνθεωρῆσαι. Καὶ ὥσπερ ἄλλη τοῦ θνητοῦ καὶ ἄλλη τοῦ ἀθανάτου ἡ φύσις, καὶ τοῦ λογικοῦ καὶ τοῦ ἀλόγου ἀσύμβατα κατὰ τὴν οὐσίαν ἐστὶ τὰ ἰδιώματα, οὕτω βούλεται ἄλλην μὲν τοῦ ἀγεννήτου κατασκευάσαι τὴν φύσιν, ἄλλην δὲ τὴν τοῦ γεννητοῦ. Ἵνα ὥσπερ ὑποχείριος τῷ λογικῷ ἡ ἄλογος φύσις δεδημιούργηται, οὕτως διὰ φυσικῆς ἀνάγκης ὑπεζευγμένον τῷ ἀγεννήτῳ τὸ γεννητὸν ἐπιδείξῃ. Διὸ συνάπτει τῷ ἀγεννήτῳ τὸ τοῦ Παντοκράτορος ὄνομα, ὃ οὐκ εἰς προνοητικὴν ἐνέργειαν, ὡς προλαβὼν ὁ λόγος ὑπέδειξεν, ἀλλ' εἰς τυραννικὴν ἐξουσίαν μεταλαμβάνει τὴν ἑρμηνείαν τοῦ Παντοκράτορος. Ὡς μέρος τῆς ἀρχομένης τε καὶ ὑποχειρίου φύσεως καὶ τὸν Υἱὸν ποιῆσαι, μετὰ πάντων δουλεύοντα τῷ διὰ τῆς τυραννικῆς ἐξουσίας κρατοῦντι κατὰ τὸ ἴσον τῶν πάντων· καὶ ὅτι πρὸς τοῦτο βλέπων ταῖς τοιαύταις χρῆται τοῦ λόγου διαστολαῖς, ἐκ τῶν ὑποκειμένων σαφηνισθήσεται. Εἰπὼν γὰρ ἐκεῖνα τὰ σοφά τε καὶ περιεσκεμμένα, ὅτι οὔτε ὡς Πατρὶ ἔοικε Πατήρ, οὔτε ὡς Υἱῷ Υἱός· καίτοι γε οὐδεμία ἐστὶν ἀνάγκη ἐοικέναι πάντως Πατρὶ Πατέρα, καὶ Υἱῷ Υἱόν· πατὴρ γάρ τίς ἐστιν ἐν Αἰθίοψι, πατὴρ καὶ ἐν Σκύθαις, καὶ υἱὸς ἑκατέρου τούτων, μέλας μὲν ὁ τοῦ Αἰθίοπος, λευκόχρους δὲ καὶ ὑποχρυσίζων κατὰ τὴν κόμην ὁ Σκύθης. Καὶ οὐδὲν μᾶλλον διὰ τὸ πατέρα εἶναι ἑκάτερον, οὔτε διὰ τὸν Αἰθίοπα ὁ Σκύθης μελαίνεται, οὔτε διὰ τὸν Σκύθην ἀλλοιοῦται τὸ σῶμα πρὸς τὸ λευκὸν τοῦ Αἰθίοπος.
What Eunomius's great zeal concerning the unbegotten aims at has indeed already been shown many times, and shall now again be stated briefly. For since the signification of Father indicates no difference of nature in relation to the Son, had he halted his discourse at this point, impiety would have had no strength, as the natural conception of the names does not admit alienness of essence. But now, in speaking of unbegotten and begotten, since the opposition of these names to one another is immediate—as of mortal and immortal, and of rational and irrational, and of all terms uttered in like manner that stand opposed to one another through contrary significations—he opened a way for blasphemy through these names, so as to contemplate in the begotten towards the unbegotten the difference of the mortal towards the immortal. And just as the nature of the mortal is one and that of the immortal another, and the properties of the rational and of the irrational are incompatible in essence, so he wishes to establish one nature of the unbegotten and another of the begotten, in order that, just as the irrational nature has been fashioned subject to the rational, so through natural necessity he may exhibit the begotten yoked under the unbegotten. Wherefore he attaches to the unbegotten the name of the Almighty, in which he transfers the interpretation of the Almighty not to providential activity, as our foregoing discourse showed, but to tyrannical authority, so as to make the Son too a part of the ruled and subject nature, serving together with all things him who holds sway equally over all through tyrannical authority; and that it is with an eye to this that he employs such distinctions of speech will be made plain from what follows. For after uttering those clever and circumspect words—that neither is a Father like as to a Father, nor a Son as to a Son, albeit there is no necessity at all for a Father altogether to resemble a Father, and a Son a Son; for a certain man is a father amongst Ethiopians, and a father also amongst Scythians, and each of these has a son, the Ethiopian's black, whereas the Scythian is fair-skinned and golden-tinged in his hair; and none the more because each is a father is either the Scythian blackened on account of the Ethiopian, or the body of the Ethiopian altered towards whiteness on account of the Scythian.
Ἀλλ' ὅμως εἰπὼν ταῦτα κατὰ τὸ ἀρέσκον αὐτῷ ὁ Εὐνόμιος, ἐπήγαγεν, ὅτι Ὅμοιός ἐστιν ὡς Υἱὸς τῷ
Yet nevertheless, after saying these things according to his own pleasure, Eunomius added that He is like as a Son to the
PG 45:540Read from the page
Πατρί. Τοῦ δὲ τοιούτου λόγου τὸ κατὰ τὴν φύσιν οἰκεῖον δεικνυμένου· ὡς ἐπὶ τοῦ Σὴθ καὶ τοῦ Ἀδὰμ ἡ θεόπνευστος μαρτυρεῖ διδασκαλία· μικρὰ φροντίσας ὁ δογματιστὴς τῶν συνετῶς ἀκροωμένων, τὴν κενὴν ἐπήγαγεν ἑρμηνείαν τῆς τοῦ Υἱοῦ προσηγορίας, εἰκόνα καὶ σφραγῖδα τῆς τοῦ Παντοκράτορος ἐνεργείας αὐτὸν ὁρισάμενος. Υἱὸς γάρ ἐστι, φησὶν, εἰκὼν καὶ σφραγὶς τῆς τοῦ Παντοκράτορος ἐνεργείας. Αὐτό μοι τοῦτο πρῶτον ὁ ἔχων ὦτα ἀκούειν ἐπισκεψάσθω. Τίς ἐστιν ἡ τῆς ἐνεργείας σφραγίς; Πᾶσα γὰρ ἐνέργεια, ἐν μὲν τῷ ἐκπονοῦντι τὸ σπουδαζόμενον θεωρεῖται. Περαιωθέντος δὲ τοῦ σπουδαζομένου, καθ' ἑαυτὴν οὐχ ὑφέστηκεν· οἷον ἐνέργεια τοῦ δρόμου, ἡ διὰ τῶν ποδῶν ἐστι κίνησις· παυσαμένης δὲ τῆς κινήσεως, οὐκέτι ἐστὶν ἐφ' ἑαυτῆς ἡ ἐνέργεια. Οὕτως καὶ ἐπὶ παντὸς ἔστιν ἐπιτηδεύματος τὸ ἴσον εἰπεῖν, τῇ σπουδῇ τοῦ περί τι πονοῦντος συναπολήγειν καὶ τὴν ἐνέργειαν· ἐφ' ἑαυτῆς δὲ οὐκ οὖσαν οὔτε ἐνεργοῦντός τινος τὴν προκειμένην ἑαυτῷ σπουδὴν, οὔτε εἰ τῆς σπουδῆς ἀπολήξειε. Τί οὖν λέγει εἶναι καθ' ἑαυτὴν τὴν ἐνέργειαν, τὴν οὔτε οὐσίαν οὖσαν, οὔτε χαρακτῆρα, οὔτε ὑπόστασιν; Οὐκοῦν τοῦ ἀνυποστάτου αὐτὸν εἶπεν ὁμοίωμα· τὸ δὲ τῷ ἀνυπάρκτῳ ὅμοιον, οὐδὲ αὐτὸ πάντως ἐστίν· αὕτη τῶν κενῶν δογμάτων ἡ τερατεία, τὸ πιστεύειν εἰς τὸ μὴ ὄν. Τὸ γὰρ μὴ τῷ ὄντι ὅμοιον, οὐκ ἔστι πάντως. Ὦ Παῦλε, καὶ Ἰωάννη, καὶ ὁ λοιπὸς τῶν εὐαγγελιστῶν τε καὶ τῶν ἀποστόλων χορός· τίνες τῇ ὑμετέρᾳ φωνῇ τὰς ἰοβόλους γλώσσας ἑαυτῶν ἀνθοπλίζουσι; Τίνες ταῖς οὐρανίαις ὑμῶν βρονταῖς τὰς βατραχώδεις ἑαυτῶν φωνὰς ἀντεγείρουσι; Τί οὖν λέγει ὁ υἱὸς τῆς βροντῆς; Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος. Τί δὲ ὁ μετ' ἐκεῖνον, ἄλλος ἐκεῖνος, ὁ ἐντὸς τῶν οὐρανίων ἀδύτων γενόμενος, ὁ ἐν τῷ παραδείσῳ μυηθεὶς τὰ ἀπόῤῥητα; Ὦν, φησὶν, ἀπαύγασμα τῆς δόξης, καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ. Τί μετὰ τούτους λέγει ὁ ἐγγαστρίμυθος; Σφραγὶς, φησὶ, τῆς ἐνεργείας τοῦ Παντοκράτορος· τρίτον αὐτὸν μετὰ τὸν Πατέρα ποιεῖ, τῇ ἀνυπάρκτῳ ἐκείνῃ ἐνεργείᾳ μεσιτευόμενον· μᾶλλον δὲ πρὸς τὸ δοκοῦν τῇ ἀνυπαρξίᾳ τυπούμενον. Ἐνεργείας ἐστὶ σφραγὶς ὁ ἐν ἀρχῇ ὢν, Λόγος Θεὸς, καὶ τῇ ἀϊδιότητι τῆς ἀρχῆς τῶν ὄντων ἐνθεωρούμενος, ὁ Μονογενὴς Θεὸς, ὁ ὢν ἐν τοῖς κόλποις τοῦ Πατρὸς, ὁ τὰ σύμπαντα φέρων τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, ὁ ποιητὴς τῶν αἰώνων, ἐξ οὗ τὰ πάντα, καὶ δι' οὗ τὰ πάντα, ὁ κατέχων τὸν γύρον τῆς γῆς, ὁ διειληφὼς τὸν οὐρανὸν σπιθαμῇ, ὁ περιμετρῶν τῇ χειρὶ τὸ ὕδωρ, ὁ περιδεδραγμένος πάντων τῶν ὄντων, ὁ ἐν ὑψηλοῖς κατοικῶν καὶ τὰ ταπεινὰ ἐφορῶν, μᾶλλον δὲ ἐπιδὼν, ἵνα ποιήσῃ πᾶσαν τὴν οἰκουμένην ἑαυτῷ ὑποπόδιον, τῷ ἴχνει τοῦ Λόγου ἐντυπωθεῖσαν· ἐνεργείας ἐστὶ σφραγὶς, ἡ μορφὴ τοῦ Θεοῦ. Οὐκοῦν ἐνέργειά ἐστιν ὁ Θεὸς, οὐχ ὑπόστασις. Καὶ μὴν αὐτὸ τοῦτο διερμηνεύων φησὶν ὁ Παῦλος, ὅτι χαρακτήρ ἐστιν οὐ τῆς ἐνεργείας, ἀλλὰ τῆς ὑποστάσεως· ἢ τὸ τῆς δόξης
Father. Yet while such a statement demonstrates kinship of nature—as the divinely inspired teaching testifies in the case of Seth and Adam—the dogmatist, caring little for intelligent hearers, brought in his empty interpretation of the appellation of the Son, defining Him as image and seal of the activity of the Almighty. For the Son is, says he, image and seal of the activity of the Almighty. Let him who has ears to hear examine this very point first for me: what is the seal of an activity? For every activity is contemplated in him who labours at what is earnestly pursued; whereas once what is pursued has been completed, it does not subsist by itself: for instance, the activity of running is movement by means of the feet, and when the movement ceases, the activity no longer exists by itself. So too in every pursuit one may say the like, that the activity ceases together with the exertion of him who labours at anything, and does not exist by itself either when no one is exercising the exertion set before him or should he desist from his exertion. What then does he say that the activity is by itself, which is neither essence, nor impress, nor hypostasis? Therefore he called Him a likeness of the non-subsistent; and that which is like the non-existent is surely not existent itself either: this is the marvel-mongering of empty doctrines, to believe in that which is not; for that which is like what is not, surely is not at all. O Paul, and John, and the rest of the choir of evangelists and apostles, who are they that arm their own venomous tongues against your voice? Who are they that raise their own frog-like voices in opposition to your heavenly thunders? What then says the son of thunder? In the beginning was the Word, and the Word was with God, and the Word was God. And what says he who comes after him, that other man, who entered within the heavenly sanctuaries, who in paradise was initiated into things ineffable? Who being, says he, the effulgence of glory and the impress of His hypostasis. What says the ventriloquist after these? A seal, says he, of the activity of the Almighty: he makes Him third after the Father, mediated by that non-existent activity, or rather fashioned at pleasure by non-existence. The seal of an activity is He Who was in the beginning, God the Word, and Who is contemplated in the eternity of the beginning of things that are, the Only-begotten God, He Who is in the bosom of the Father, He Who upholds all things by the word of His power, the Maker of the ages, from Whom are all things, and through Whom are all things, He Who holds the circle of the earth, He Who has spanned the heaven with a span, He Who measures out the water with His hand, He Who grasps in His hand all things that are, He Who dwells on high and beholds lowly things, or rather Who looked upon them, that He might make the whole inhabited earth His footstool, stamped with the footprint of the Word; the form of God is the seal of an activity! Therefore God is an activity, not a hypostasis. And yet in expounding this very thing Paul says that He is the impress, not of the activity, but of the hypostasis; or is that of glory
Notes, col. 540

On the reading

Printed Ὦν, for Ὤν.

PG 45:541Read from the page
ἀπαύγασμα σφραγίς ἐστιν ἐνεργείας Θεοῦ. Ὦ τῆς ἀσεβοῦς ἀμαθίας· τί μέσον ἐστὶ τοῦ Θεοῦ καὶ τῆς ἀϊδίου μορφῆς; τίνι δὲ μεσιτεύεται πρὸς τὸν χαρακτῆρα ἑαυτῆς ἡ ὑπόστασις; τί δὲ μεταξὺ νοεῖται τῆς δόξης καὶ τοῦ ἀπαυγάσματος; Ἀλλὰ τοιούτων ὄντων καὶ τοσούτων, δι' ὧν τὸ μεγαλεῖον ἀνακηρύσσεται τοῦ Δεσπότου τῆς κτίσεως, παρὰ τῶν πεπιστευμένων τὸ κήρυγμα, οἷα περὶ αὐτοῦ διεξέρχεται ὁ τῆς ἀποστασίας πρόδρομος, τί λέγει; Ὡς εἰκόνα, φησὶ, καὶ σφραγῖδα πάσης τῆς τοῦ Παντοκράτορος ἐνεργείας καὶ δυνάμεως. Πῶς παραγράφεται τὰς τοῦ μεγάλου Παύλου φωνάς; ἐκεῖνός φησιν, ὅτι Θεοῦ δύναμίς ἐστιν ὁ Υἱὸς, οὗτος δὲ αὐτὸν σφραγῖδα λέγει δυνάμεως, οὐχὶ δύναμιν.
effulgence is the seal of an activity of God. O the impious ignorance! What is there intermediate between God and His eternal form? By what is the hypostasis mediated towards its own impress? And what is conceived as lying between the glory and the effulgence? Yet whereas the things are such and so great whereby the majesty of the Master of creation is proclaimed by those entrusted with the proclamation, what sort of things does the forerunner of apostasy recount concerning Him—what does he say? As image, says he, and seal of all the activity and power of the Almighty. How he falsifies the utterances of the great Paul! That apostle says that the Son is the power of God, whereas this man calls Him a seal of power, not power.
Καὶ πάλιν ἐπαναλαβὼν τὸν λόγον, οἷα τοῖς εἰρημένοις προστίθησιν; Σφραγῖδα λέγει τῶν τοῦ Πατρὸς ἔργων καὶ βουλευμάτων. Ποίοις ἔργοις τοῦ Πατρός ἐστιν ὅμοιος; τὸν κόσμον πάντως ἐρεῖ, καὶ τὰ ἐν αὐτῷ πάντα· ἀλλὰ μὴν πάντα ταῦτα, τοῦ Μονογενοῦς ἔργα εἶναι τὸ Εὐαγγέλιον ἐμαρτύρησε. Ποίοις τοίνυν ἔργοις τοῦ Πατρὸς ὡμοιώθη; Τίνων ἐγένετο ἔργων σφραγίς; Ποία δὲ Γραφὴ σφραγῖδα τῶν πατρικῶν ἔργων αὐτὸν προσηγόρευσεν; Εἰ δέ τις αὐτῷ καὶ τοῦτο δοίη, τὸ πλάσσειν λόγους κατ' ἐξουσίαν ὡς βούλεται· κἂν ἡ Γραφὴ μὴ συντίθεται, εἰπάτω ποῖα τοῦ Πατρός ἐστιν ἔργα τῶν παρὰ τοῦ Υἱοῦ γεγονότων κεχωρισμένα, ὧν σφραγῖδα λέγει τὸν Υἱὸν γεγενῆσθαι; Ἔργα τοῦ Λόγου τὰ ὁρατὰ πάντα καὶ τὰ ἀόρατα· ἐν τοῖς ὁρωμένοις ὁ κόσμος ὅλος καὶ τὰ ἐν αὐτῷ πάντα, ἐν τοῖς ἀοράτοις ἡ ὑπερκόσμιος κτίσις. Ποῖα τοίνυν ὑπολείπεται ἔξω τῶν ὁρωμένων τε καὶ ἀοράτων ἔργα τοῦ Πατρὸς ἐφ' ἑαυτῶν θεωρούμενα, ὧν σφραγῖδα λέγει τὸν Υἱὸν γεγενῆσθαι; Ἢ τάχα πάλιν ἐπὶ τὸν δυσώδη τῆς αἱρέσεως ἔμετον ἐπανήξει στενοχωρούμενος, καὶ λέξει ἔργον εἶναι τοῦ Πατρὸς τὸν Υἱόν; Πῶς οὖν σφραγὶς γίνεται τῶν ἔργων τούτων ὁ Υἱός; Αὐτὸς ὢν, ὡς φησιν αὐτὸς, τὸ ἔργον, ἢ τὸν αὐτὸν λέγει καὶ ἔργον, καὶ ἔργου ὁμοίωμα; Δεδόσθω ταῦτα· εἰπάτω τὰ λοιπὰ ἔργα, ὧν λέγει δημιουργὸν τὸν Πατέρα, οἷς ὁ Υἱὸς ὡμοιώθη· εἴπερ διὰ τῆς σφραγῖδος νοεῖ τὸ ὁμοίωμα. Ποίους δὲ λόγους ἄλλους τοῦ Πατρὸς οἶδεν ὁ Εὐνόμιος, παρὰ τὸν ἀεὶ ἐν τῷ Πατρὶ ὄντα Λόγον, ὃν σφραγῖδα ὀνομάζει, τὸν κυρίως καὶ ἀληθῶς καὶ πρώτως ὄντα τε καὶ ὀνομαζόμενον Λόγον; Πρὸς ποῖα δὲ βουλεύματα βλέπει τῆς τοῦ Θεοῦ σοφίας κεχωρισμένα, οἷς ὁμοιοῦται ἡ τοῦ Θεοῦ σοφία, σφραγὶς γινομένη τῶν βουλευμάτων; Ὁρᾶτε τὸ ἀδιάκριτον καὶ ἀπερίσκεπτον καὶ συρφετὸν τοῦ λόγου, οἷα τοῦ μυστηρίου κατασκευάζει; Μήτε ἃ λέγει ἐπιστάμενος, μήτε περὶ τίνος ποιεῖ τὸν λόγον. Ὁ γὰρ ὅλον ἔχων ἐν ἑαυτῷ τὸν Πατέρα, καὶ ἐν τῷ Πατρὶ ὅλος ὢν, ὡς Λόγος καὶ Σοφία καὶ δύναμις, καὶ ἀλήθεια καὶ χαρακτὴρ καὶ ἀπαύγασμα, αὐτός ἐστιν ἐν τῷ Πατρὶ τὰ πάντα· οὐκ ἄλλων τινῶν ἐν τῷ Πατρὶ πρὸ αὐτοῦ θεωρουμένων· εἰκὼν γινόμενος καὶ σφραγὶς καὶ ὁμοίωμα. Εἶτα χαρίζεται αὐτῷ τὸν
And taking up his discourse again, what sort of things does he add to what has already been said? He calls Him a seal of the Father's works and counsels. To what works of the Father is He like? He will doubtless say the world, and all things in it; yet truly the Gospel has testified that all these things are works of the Only-begotten. To what works of the Father, then, was He likened? Of what works did He become a seal? And what Scripture ever addressed Him as seal of the Father's works? Even if someone were to grant him this too—to invent statements arbitrarily at his own pleasure, even though Scripture does not concur—let him tell us what sort of works of the Father there are, separated from those that have come into being through the Son, of which he alleges that the Son became a seal? Works of the Word are all things visible and invisible: amongst things seen, the whole world and all things in it; amongst things unseen, the supramundane creation. What works of the Father, then, remain outside the things seen and unseen, contemplated by themselves, of which he says that the Son became a seal? Or perhaps, when hemmed in, will he return once more to the foul vomit of his heresy, and say that the Son is a work of the Father? How then does the Son become a seal of these works—being Himself, as he himself asserts, the work—or does he call the very same One both work and likeness of a work? Let these points be granted: let him state the remaining works of which he calls the Father artificer, to which the Son was likened, if indeed by seal he understands the likeness. And what other words of the Father does Eunomius know beside the Word Who ever is in the Father, Whom he names a seal—Him Who properly and truly and primarily both is and is named Word? And to what counsels does he look, separated from the wisdom of God, to which the wisdom of God is likened in becoming a seal of the counsels? Do you see the undiscriminating and reckless and trashy nature of his argument, what sort of things he fabricates for the mystery, knowing neither what he says nor whereof he speaks? For He Who has the whole Father in Himself, and is wholly in the Father, as Word and Wisdom and power, and truth and impress and effulgence, is Himself all things in the Father—not becoming image and seal and likeness of certain other things contemplated in the Father before Him. Then he graciously grants Him the
Notes, col. 541

On the reading

Printed ὡς φησιν, for ὥς φησιν.