τοῖς, καὶ ἐνώπιον αὐτῶν ἐπιστήμονες, τὰ γήϊνα δόγματα· οἱ, καθώς φησιν ὁ Προφήτης, ἐκ γῆς φωνοῦντες. Ὅσοι δὲ προσκυνοῦμεν τὸν Λόγον, καὶ τῆς ἀληθείας ἐσμὲν μαθηταὶ, μᾶλλον δὲ εἶναι εὐχόμεθα, μηδὲ ταύτην παραδράμωμεν τὴν φωνὴν ἀθεώρητον· οἴδαμεν γὰρ ὅτι πάντων τῶν ὀνομάτων, δι' ὧν τὸ Θεῖον διασημαίνεται, τινὰ μὲν ἐνδεικτικὰ τῆς θείας μεγαλωσύνης ἐστὶν, αὐτὰ ἐφ' ἑαυτῶν λεγόμενά τε καὶ νοούμενα· τινὰ δὲ ταῖς ὑπὲρ ἡμᾶς τε καὶ πᾶσαν τὴν κτίσιν ἐνεργείαις ἐπονομάζεται. Ὅταν μὲν γὰρ λέγει ὁ θεῖος Ἀπόστολος, ἀφθάρτῳ, ἀοράτῳ, μόνῳ σοφῷ Θεῷ, καὶ τὰ τοιαῦτα, τὰ παραστατικὰ τῆς ὑπερκειμένης δυνάμεως νοήματα διὰ τῶν ὀνομάτων τούτων ἐνδείκνυται. Ὅταν δὲ λέγεται παρὰ τῶν Γραφῶν, οἰκτίρμων καὶ ἐλεήμων, πολυέλεος, ἀληθινὸς, Χριστὸς, Κύριος, ἰατρὸς, ποιμήν, ὁδὸς, ἄρτος, πηγή, βασιλεὺς, κτίστης, δημιουργὸς, ὑπερασπιστὴς, ὁ ἐπὶ πάντων καὶ διὰ πάντων, ὁ ἐν πᾶσι τὰ πάντα· ταῦτα καὶ τὰ τοιαῦτα τῶν ἐν τῇ κτίσει παρὰ τῆς θείας φιλανθρωπίας ἐνεργουμένων περιέχει τὴν ἔμφασιν. Τὸ τοίνυν τοῦ παντοκράτορος ὄνομα τοῖς ἀκριβῶς ἐξετάζουσιν εὑρίσκεται, μὴ ἄλλο τι σημαῖνον ἐπὶ τῆς θείας δυνάμεως, ἢ τὸ πρός τί πως ἔχειν τὴν κρατητικὴν τῶν ἐν τῇ κτίσει θεωρουμένων ἐνέργειαν, ἡ τοῦ παντοκράτορος ἔμφασις ὑποδείκνυσιν· ὥσπερ γὰρ οὐκ ἂν ἰατρὸς ἦν εἰ μὴ τῶν νοσούντων χάριν, οὐδ' ἂν ἐλεήμων τε καὶ οἰκτίρμων κάι τὰ τοιαῦτα κατωνομάζετο· ει μὴ διὰ τὸν οἰκτιρμοῦ τε καὶ ἐλέου δεόμενον· οὕτως οὐδὲ παντοκράτωρ, εἰ μὴ πᾶσα ἡ κτίσις τοῦ περικρατοῦντος αὐτὴν, καὶ ἐν τῷ εἶναι συντηροῦντος ἐδέετο. Οὐκοῦν ὥσπερ ἰατρὸς τῷ δεομένῳ τῆς θεραπείας γίνεται, οὕτω καὶ παντοκράτωρ τῷ χρήζοντι τοῦ κρατεῖσθαι· καὶ ὥσπερ οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ' οἱ κακῶς ἔχοντες· οὕτως ἐκ τοῦ ἀκολούθου καλῶς ἔστιν εἰπεῖν, μηκέτι τοῦ κρατοῦντος χρήζειν ἐκεῖνον, ἐν ᾧ τὸ ἀπλανές τε καὶ ἀμετάπτωτον ἡ φύσις ἔχει. Οὐκοῦν ὅταν τῆς παντοκράτωρ φωνῆς ἀκούσωμεν, τοῦτο νοοῦμεν, τὰ πάντα τὸν Θεὸν ἐν τῷ εἶναι συνέχειν, ὅσα τε νοητὰ, καὶ ὅσα τῆς ὑλικῆς ἐστι φύσεως. Διὰ τοῦτο γὰρ κατέχει τὸν γύρον τῆς γῆς, διὰ τοῦτο ἔχει ἐν τῇ χειρὶ τῆς γῆς τὰ πέρατα, διὰ τοῦτο περιλαμβάνει τὸν οὐρανὸν τῇ σπιθαμῇ, διὰ τοῦτο περιμετρεῖ τῇ χειρὶ τὸ ὕδωρ, διὰ τοῦτο τὴν νοητην πᾶσαν κτίσιν ἐν ἑαυτῷ περιέχει, ἵνα πάντα ἐν τῷ εἶναι μένῃ τῇ περιεκτικῇ δυνάμει περικρατούμενα.
eyes, and knowing before themselves, utter their earthly doctrines, who, as the Prophet says, speak out of the earth. Yet as many of us as worship the Word, and are disciples of the truth, or rather pray to be so, let us not pass by this expression either unexamined; for we know that of all the names whereby the Divine is signified, some are indicative of the divine majesty, spoken and understood in and of themselves; whereas others are named from the operations exercised on behalf of us and all creation. For when the divine Apostle says, to the incorruptible, invisible, only wise God, and suchlike, the conceptions expressive of transcendent power are indicated through these names. Yet when He is called by the Scriptures compassionate and merciful, plenteous in mercy, true, Christ, Lord, physician, shepherd, way, bread, fountain, king, creator, framer, defender, He Who is over all and through all, Who is all things in all; these and suchlike contain the signification of the things wrought in creation by the divine love towards mankind. The name of the Almighty, therefore, is found by those who examine it accurately to signify nothing else in the divine power than that the sustaining operation over the things beheld in creation stands in some relation to something, as the import of Almighty indicates; for just as one would not be a physician were it not for the sick, nor would He be named merciful and compassionate and suchlike were it not on account of one needing compassion and mercy; so neither would He be Almighty, unless all creation stood in need of Him Who encompasses it and preserves it in being. Therefore, just as a physician becomes such for him who needs healing, so also is He Almighty for that which needs to be sustained; and just as those who are strong have no need of a physician, but those who are ill, so by consequence it may rightly be said that He in Whom nature possesses what is unerring and unfailing no longer needs one to sustain Him. Therefore, when we hear the word Almighty, we understand this: that God holds all things together in being, both all things intelligible and all that belong to material nature. For on this account He holds fast the circle of the earth, on this account He holds in His hand the ends of the earth, on this account He encompasses heaven with His span, on this account He measures the water with His hand, on this account He contains all intelligible creation within Himself, so that all things may abide in being, encompassed by His sustaining power.