Ὁρᾶτε τὸ καταγέλαστον καὶ παιδαριῶδες τῆς χαμαιζήλου ταύτης τῶν δογμάτων ἐκθέσεως. Ἆρα ὁ τὰ σύμπαντα φέρων τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, λέγων ἃ γενέσθαι θέλει, καὶ ποιῶν ἐν τῇ τοῦ προστάγματος δυνάμει ἃ βούλεται, οὗ σύνδρομός ἐστι τῇ βουλήσει ἡ δύναμις, καὶ μέτρον τῆς δυνάμεως αὐτοῦ τὸ θέλημα γίνεται· Αὐτὸς γὰρ, φησὶν, εἶπε καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν· ὁ πάντα δι' ἑαυτοῦ ποιήσας, καὶ ἐν ἑαυτῷ συστήσας, οὗ χωρὶς τῶν ὄντων οὐδὲν οὔτε ἐγένετο, οὔτε ἐν τῷ εἶναι μένει· οὗτος ἀναμένει ἐκ διακληρώσεώς τινος σχεῖν την ἐξουσίαν; Κρίνατε, οἱ ἀκούοντες, ει ὁ ταῦτα λέγων ἐν τῷ καθεστηκότι τὴν διάνοιαν ἔχει. Εἷς γάρ ἐστι, φησὶ, καὶ μόνος Θεὸς παντοκράτωρ. Ει μὲν οὖν τὸν Πατέρα διὰ τῆς τοῦ παντοκράτορος προσηγορίας ἐνδείκνυται, ἡμέτερον λέγει τὸν λόγον καὶ οὐκ ἀλλότριον· εἰ δὲ ἄλλον τινὰ παρὰ τὸν Πατέρα νοεῖ παντοκράτορα, καὶ τὴν περιτομὴν εἰ δοκεῖ κηρυσσέτω, ὁ τῶν δογμάτων τῶν Ἰουδαϊκῶν προστάτης. Τῶν γὰρ Χριστιανῶν ἡ πίστις πρὸς τὸν Πατέρα βλέπει. Πάντα δέ ἐστιν ὁ Πατὴρ, Ὕψιστος, παντοκράτωρ, βασιλεὺς τῶν βασιλευόντων, Κύριος τῶν κυριευόντων, καὶ πάντα ὅσα τῆς ὑψηλῆς ἔχεται σημασίας, τοῦ Πατρός ἐστιν ἴδια. Τὰ δὲ τοῦ Πατρὸς, τοῦ Υἱοῦ ἐστι πάντα. Ὥστε τούτου ὄντος κἀκεῖνα δεχόμεθα. Εἰ δὲ ἀφεὶς τὸν Πατέρα, ἄλλον παντοκράτορα λέγει, τὰ τῶν Ἰουδαίων λέγει, ἢ καὶ τοῖς Πλάτωνος ἕπεται λόγοις. Καὶ γὰρ κἀκεῖνόν φασι τὸν φιλόσοφον λέγειν, εἶναί τινα ὑπεράνωθεν κτίστην καὶ ποιητὴν ὑποβεβηκότων τινῶν θεῶν. Ὥσπερ οὖν ἐν τοῖς Ἰουδαϊκοῖς καὶ Πλατωνικοῖς δόγμασιν ὁ τὸν Πατέρα μὴ παραδεχόμενος, Χριστιανὸς οὐκ ἔστιν, κἂν παντοκράτορά τινα πρεσβεύει ἐπὶ τοῦ δόγματος, οὕτως καὶ ὁ Εὐνόμιος καταψεύδεται τοῦ ὀνόματος, Ἰουδαΐζων ἐπὶ τῷ φρονήματι· ἢ τὰ τῶν Ἑλλήνων πρεσβεύων, τὴν δὲ τῶν Χριστιανῶν προσηγορίαν ὑποδυόμενος. Ἀλλὰ καὶ περὶ τῶν κατὰ τὸ ἀκόλουθον ἐκτεθειμένων, ὁ αὐτὸς ἔσται λόγος. Λέγει γὰρ, ὅτι Θεὸς θεῶν. Προσθέντες ἡμεῖς τὸ τοῦ Πατρὸς ὄνομα, τὴν φωνὴν οἰκειούμεθα, εἰδότες ὅτι ὁ Πατὴρ Θεός ἐστι τῶν θεῶν. Τὰ δὲ τοῦ Πατρὸς πάντα, τοῦ Υἱοῦ ἐστι πάντως. Καὶ Κύριος τῶν κυριευόντων· ὁ αὐτὸς καὶ περὶ τούτου λόγος· καὶ Ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν. Ὅν γὰρ ἂν τῇ διανοίᾳ λάβῃς, ἐκεῖνος ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν. Ὁμοίως ἄνωθεν τοῖς ἐπιγείοις τῆς ἐπισκοπῆς γινομένης παρά τε τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ἀλλὰ καὶ τὰ ἐφεξῆς τοῖς εἰρημένοις προσκείμενα· Ὕψιστος ἐν οὐρανοῖς, ὕψιστος ἐν ὑψίστοις, ἐπουράνιος, ἀληθινὸς ἐν τῷ εἶναι ὅ ἐστι, καὶ διαμένων· ἀληθινὸς ἐν λόγοις, ἀληθινὸς ἐν ἔργοις· ταῦτα
Behold the ridiculous and childish character of this grovelling exposition of dogmas. Does He Who upholds all things by the word of His power, speaking what He wills to come to be, and doing in the power of His command what He wishes, Whose power runs in harmony with His counsel, and Whose will becomes the measure of His power—for He Himself, it says, spoke and they came to be, He Himself commanded and they were created—He Who made all things through Himself, and established them in Himself, apart from Whom nothing among existing things either came into being or abides in being: does this One wait to obtain His authority from some casting of lots? Judge, you who hear, whether he who says these things has his mind in a sound state. For He is one, he says, and the only God Almighty. If, then, he indicates the Father through the appellation of the Almighty, he speaks our own doctrine and not a foreign one; but if he conceives of some other Almighty beside the Father, let him also proclaim circumcision if it seems good to him, this champion of Jewish dogmas. For the faith of Christians looks towards the Father. And the Father is all things: Most High, Almighty, King of those who reign, Lord of those who exercise lordship, and all things whatsoever that belong to exalted signification are proper to the Father. Yet all things that are the Father's are the Son's. So that, since this is so, we accept those titles also. But if, leaving aside the Father, he speaks of another Almighty, he speaks the doctrines of the Jews, or even follows the arguments of Plato. For they say that that philosopher also affirms that there is from above a certain creator and maker of certain subordinate gods. Just as, therefore, in the Jewish and Platonic dogmas, he who does not accept the Father is not a Christian, even if in his dogma he venerates a certain almighty one, so too Eunomius belies the name, Judaizing in his mindset, or espousing the doctrines of the Greeks while putting on the appellation of Christians. Yet concerning the points set forth next in sequence as well, the account will be the same. For he says that He is God of gods. Adding for our part the name of the Father, we make the utterance our own, knowing that the Father is God of gods. And all things that are the Father's are altogether the Son's. And Lord of those who exercise lordship: the same account holds concerning this too; and Most High over all the earth. For whichever One you grasp in thought, He is most high over all the earth; since oversight from above comes alike upon earthly things from both the Father and the Son and the Holy Spirit. And the words added next in order to what has been said—Most High in the heavens, most high in the highest, heavenly, true in being what He is, and abiding so, true in words, true in works—these things