Αὐτὸς εἶπε καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν, οἴδαμεν ὅτι ποιητής ἐστι τῆς ὕλης ὁ Λόγος, εὐθὺς συναπεργαζόμενος μετὰ τῆς ὕλης καὶ τὰς ποιότητας. Ὡς εἶναι αὐτῷ τὰ πάντα, καὶ ἀντὶ πάντων τὴν ὁρμὴν τοῦ παντοδυνάμου θελήματος, ὕλην, ὄργανον, τόπον, χρόνον, οὐσίαν, ποιότητα, πᾶν ὅ, τί πέρ ἐστιν ἐν τῇ κτίσει νοούμενον. Ὁμοῦ τε γὰρ ἠθέλησε τὸ δέον γενέσθαι, καὶ συνέδραμεν ἡ ἐξεργαστικὴ τῶν ὄντων δύναμις τῷ νοήματι, ἔργον ποιοῦσα τὸ θέλημα. Οὕτω γὰρ φιλοσοφεῖ περὶ τῆς θείας δυνάμεως ὁ πολὺς Μωϋσῆς ἐν τῇ κοσμογενείᾳ, προστακτικαῖς φωναῖς ἀνατιθεὶς ἑκάστου τῶν ἐν τῇ κτίσει φαινομένων τὴν ποίησιν. Εἶπε γὰρ, φησὶν, ὁ Θεὸς, ὅτι Γενηθήτω φῶς, καὶ ἐγένετο φῶς, καὶ περὶ τῶν ἄλλων ὡσαύτως, οὔτε ὕλης ἐμνήσθη, οὔτε ὀργανικῆς ὑπουργίας. Οὐκοῦν οὐκ ἀπόβλητος ἐν τῷ μέρει τούτῳ τοῦ Εὐνομίου ὁ λόγος. Ὁ γὰρ Θεὸς κτίζων ὅσα διὰ κτίσεως ἔσχε τὴν γένεσιν, οὔτε τινὸς ὑποκειμένης ὕλης, οὔτε ὀργάνων εἰς τὴν κατασκευὴν ἐδεήθη. Ἀπροσδεὴς γὰρ ἀλλοτρίας βοηθείας ἡ τοῦ Θεοῦ δύναμίς τε καὶ σοφία. Χριστὸς δέ ἐστιν ἡ τοῦ Θεοῦ δύναμις καὶ σοφία, δι' οὗ τὰ πάντα ἐγένετο, καὶ οὗ χωρὶς τῶν ὄντων ἐστὶν οὐδέν· καθὼς Ἰωάννης μαρτύρεται. Εἰ οὖν πάντα δι' αὐτοῦ ἐγένετο, ὁρατά τε καὶ ἀόρατα, ἐξαρκεῖ δὲ πρὸς τὴν τῶν ὄντων ὑπόστασιν ἡ βούλησις μόνη· δύναμις γάρ ἐστιν ἡ βούλησις· τὸν ἡμέτερον εἶπε λόγον ἐνατονούσῃ τῇ λέξει Εὐνόμιος. Ὁ γὰρ τὰ σύμπαντα φέρων τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, τίνος ἂν ὀργάνου καὶ ποίας ὕλης δεηθείη ἐν τῷ φέρειν διὰ τοῦ παντοδυνάμου ῥήματος τὴν τῶν ὄντων ὑπόστασιν; Εἰ δὲ ὅπερ ἐπὶ τῆς κτίσεως περὶ τοῦ Μονογενοῦς πεπιστεύκαμεν, τοῦτο ἐπὶ τοῦ Υἱοῦ κατασκευάζει· ὡς ὁμοιοτρόπως αὐτὸν τοῦ Πατρὸς κτίσαντος, καθάπερ παρὰ τοῦ Υἱοῦ ἡ κτίσις ἐγένετο· τὸν ἐν τοῖς ἔμπροσθεν ῥηθέντα λόγον καὶ νῦν πάλιν ἀναλαμβάνομεν, ὅτι ἡ τοιαύτη ὑπόληψις ἄρνησις τῆς τοῦ Μονογενοῦς ἐστι θεότητος. Ἡμεῖς γὰρ ἴδιον εἶναι τῶν εἰδωλολατρούντων παρὰ τῆς μεγάλης τοῦ Παύλου φωνῆς μεμαθήκαμεν, τὸ σέβεσθαι καὶ λατρεύειν τῇ κτίσει παρὰ τὸν κτίσαντα· καὶ τοῦ Δαβὶδ εἰπόντος, ὅτι Οὐκ ἔσται ἐν σοὶ Θεὸς πρόσφατος, οὐδὲ προσκυνήσεις Θεῷ ἀλλοτρίῳ. Κανόνι τούτῳ καὶ γνώμονι χρώμεθα πρὸς τὴν τοῦ προσκυνουμένου ἐπίγνωσιν ὥστε πεπεῖσθαι τοῦτο ἀληθὲς εἶναι Θεὸν, ὃ μήτε πρόσφατόν ἐστι, μήτε ἀλλότριον. Ἐπειδὴ τοίνυν Θεὸν πιστεύειν εἶναι τὸν μονογενῆ Θεὸν ἐδιδάχθημεν· τὸ μήτε πρόσφατον αὐτὸν εἶναι, μήτε ἀλλότριον συνομολογοῦμεν διὰ τοῦ πιστεύειν, ὅτι ἐστὶ Θεός· εἰ οὖν Θεός ἐστι, πρόσφατος οὐκ ἔστιν· ὁ δὲ μὴ πρόσφατος, ἀΐδιος πάντως ἐστίν· οὔτε οὖν πρόσφατός ἐστιν ὁ ἀΐδιος, οὔτε ἀλλότριος τῆς ἀληθινῆς θεότητος, ἐκ τοῦ Πατρὸς ὢν, καὶ ἐν τοῖς κόλποις ὢν τοῦ Πατρὸς, καὶ ἐν ἑαυτῷ τὸν Πατέρα ἔχων. Ὥστε ὁ ἀποσχίζων τῆς τοῦ Πατρὸς φύσεως τὸν Υἱὸν, ἢ καθόλου ἀθετεῖ τὴν προσκύνησιν, ἵνα μὴ ἀλλοτρίῳ Θεῷ προσκυνήσῃ,
He Himself spoke and they came to be, He Himself commanded and they were created, we know that the Word is the Maker of matter, directly working out the qualities as well together with the matter; so that for Him the impulse of His all-powerful will is all things and stands in place of all things—matter, instrument, place, time, essence, quality, whatsoever is conceived in creation. For at once He willed what ought to come into being, and the power productive of existing things ran together with His thought, turning His will into deed. For thus does the great Moses philosophize concerning the divine power in the account of the world's genesis, ascribing by imperative utterances the making of each of the things that appear in creation. For God said, he declares, Let there be light, and there was light; and concerning the rest likewise, he made mention neither of matter nor of instrumental service. Therefore the statement of Eunomius is not to be rejected in this part. For God, in creating all things that received their genesis through creation, needed neither any underlying matter nor instruments for their construction; for the power and wisdom of God stands in need of no extraneous aid. Now Christ is the power of God and the wisdom of God, through Whom all things came into being, and apart from Whom nothing among existing things exists, just as John testifies. If, then, all things came into being through Him, things visible and invisible, and His counsel alone suffices for the subsistence of existing things—for His counsel is power—Eunomius has spoken our own doctrine in feeble phrasing. For He Who upholds the universe by the word of His power, what instrument and what sort of matter could He need in upholding the subsistence of existing things through His all-powerful word? But if what we have believed concerning the Only-begotten in the case of creation he seeks to establish in the case of the Son—as though the Father created Him in a similar manner, just as creation came into being from the Son—we take up once again even now the argument stated earlier, that such a supposition is a denial of the Godhead of the Only-begotten. For we have learned from the great voice of Paul that it is proper to idolaters to worship and serve the creature rather than the Creator; and David also says, There shall be in you no recent God, nor shall you worship an alien God. We employ this rule and carpenter's square for the discernment of Him Who is worshipped, so as to be persuaded that that truly is God which is neither recent nor alien. Since, therefore, we have been taught to believe that the only-begotten God is God, we confess together, by believing that He is God, that He is neither recent nor alien; if, then, He is God, He is not recent; and He Who is not recent is altogether eternal; therefore He Who is eternal is neither recent nor alien from the true Godhead, being from the Father, and being in the bosom of the Father, and having the Father in Himself. So that he who severs the Son from the nature of the Father either rejects worship altogether, lest he worship an alien God,