Τίνα οὖν ἐστι ταῦτα; Οὐδένα οἶμαι τῶν Χριστιανῶν ἀγνοεῖν, ὅτι ἀγαθὸς, ὅτι χρηστὸς, ὅτι ἅγιος, δίκαιός τε καὶ ξσιος, ἀόρατός τε καὶ ἀθάνατος, φθορᾶς τε καὶ τροπῆς καὶ ἀλλοιώσεως ἀνεπίδεκτος, δυνατὸς, σοφὸς, εὐεργέτης, Κύριος, κριτὴς, πάντα τὰ τοιαῦτα. Τί γὰρ δεῖ ὁμολογουμένοις ἐνδιατρίβοντα παρατείνειν τὸν λόγον; Εἰ οὖν ταῦτα ἐν τῇ ἀγεννήτῳ φύσει καταλαμβάνομεν, τὸ δὲ γεννηθῆναι τῷ μὴ γεννηθῆναι ὑπεναντίως ἔχει κατὰ τὴν ἔννοιαν· ἀνάγκη πᾶσα συνθέσθαι τοὺς τὴν ἀγεννησίαν καὶ τὴν γέννησιν οὐσίαν εἶναι ὁριζομένους κατὰ λόγον τῆς τοῦ γεννητοῦ πρὸς τὸ ἀγέννητον ἀντιθέσεως· καὶ τὰ γνωριστικὰ σημεῖα τῆς γεννητῆς οὐσίας, ὑπεναντίως ἔχειν τοῖς ἐπιθεωρουμένοις τῇ ἀγεννήτῳ φύσει. Εἰ γὰρ τὰ αὐτὰ λέγοιεν, οὐκέτι τὸ ἑτεροῖον τῆς τῶν ὑποκειμένων φύσεως διὰ τῆς ταυτότητος τῶν ἐπιθεωρουμένων συστήσεται. Τῶν γὰρ ἑτεροίως ἐχόντων, ἕτερα χρὴ πάντως εἶναι καὶ τὰ γνωρίσματα οἴεσθαι· ὅσα δὲ ὡσαύτως κατὰ τὸν λόγον τῆς οὐσίας ἔχει, τοῖς αὐτοῖς δηλαδὴ σημείοις χαρακτηρίζεται. Εἰ μὲν οὖν τὰ αὐτὰ καὶ τῷ Μονογενεῖ προσμαρτυροῦσιν, οὐδεμίαν, καθὼς εἴρηται, περὶ τὸ ὑποκείμενον διαφορὰν ἐννοοῦσιν. Εἰ δὲ τοῖς βλασφήμοις ἐπιμένοιεν λόγοις, καὶ τὸ παρηλλαγμένον τῆς φύσεως ἐν τῇ διαφορᾷ τοῦ γεννητοῦ καὶ τοῦ ἀγεννήτου κατασκευάζοιεν, εὔκολον συνιδεῖν πάντως τὸ ἐκ τῆς ἀκολουθίας ἀναφαινόμενον· ὅτι κατὰ τὴν τῶν ὀνομάτων ἀντίθεσιν, καὶ τῆς φύσεως τῶν ὑπὸ τῶν ὀνομάτων σημαινομένων ὑπεναντίως ἔχειν πρὸς ἑαυτὴν νομισθείσης, ἀνάγκη πᾶσα καὶ τὰ ἐπιθεωρούμενα ἑκατέροις πρὸς τὸ ἐναντίον διενεχθῆναι· ὥστε τῶν ἐπὶ τοῦ Πατρὸς λεγομένων, τὰ ἀντικείμεγα τῷ Μονογενεῖ ἐφαρμόζεσθαι, θεότητος, ἁγιασμοῦ, ἀγαθότητος, ἀφθαρσίας, ἀϊδιότητος, καὶ εἴ τι ἄλλο τὴν ἐπὶ πάντων Θεὸν διὰ τῶν εὐσεβῶν ἡμῖν νοημάτων παρίστησιν· ὥστε πάντα τὰ ἀπεμφαίνοντα, καὶ ἑκάστῳ τῶν πρὸς τὸ κρεῖττον ὑπειλημμένων ἀντιδιαστελλόμενα, τῆς γεννητῆς ἴδια νομίζειν οὐσίας εἶναι.
What, then, are these? No Christian, I think, is ignorant that He is good, that He is gracious, that He is holy, righteous and devout, invisible and immortal, unsusceptible of corruption and turning and alteration, powerful, wise, benefactor, Lord, judge, and all such things. For why need one linger over acknowledged truths and prolong the discourse? If, therefore, we apprehend these properties in the unbegotten nature, whilst to have been begotten stands opposed in conception to not having been begotten, there is every necessity for those who define unbegottenness and generation to be substance, in accordance with the opposition of the begotten to the unbegotten, to agree that the distinguishing signs of the begotten substance are likewise opposed to those observed in the unbegotten nature. For should they affirm the same properties, the difference in nature of the underlying subjects will no longer stand through the identity of the attributes observed in them. For of things differently constituted one must assuredly suppose the distinguishing marks also to be different; whereas things similarly constituted in the principle of substance are manifestly characterized by the very same signs. If, then, they attest the same attributes for the Only-begotten as well, they conceive, just as has been said, no difference regarding the underlying subject. Yet if they persist in their blasphemous arguments and construct a divergence of nature upon the difference between the begotten and the unbegotten, it is altogether easy to perceive what emerges from the sequence: namely, that once the nature of the things signified by the names is likewise supposed, in keeping with the opposition of the names, to stand opposed to itself, there is every necessity that the attributes observed in each should also be carried apart into contradiction; so that the opposites of the attributes predicated of the Father are fitted to the Only-begotten—the opposites of deity, sanctification, goodness, incorruptibility, eternity, and whatever else presents to us the God over all through pious conceptions—with the result that they deem everything unseemly, and everything contrasted with each of the attributes conceived for the better, to be proper to the begotten substance.
Σαφηνείας δὲ χάριν, προσδιατριπτέον ἐστὶ τῷ τόπῳ. Ὥσπερ τῷ θερμῷ καὶ τῷ ψυχρῷ, ἐναντίοις οὖσι κατὰ τὴν φύσιν· (ὑποκείσθω δὲ τῷ λόγῳ πῦρ τε καὶ κρύσταλλος. Ἐκεῖνο ἑκάτερον ὂν, ὅπερ οὐκ ἔστι τὸ ἕτερον. Καὶ τὰ ἰδίως ἑκατέρῳ τούτων ἐπιφαινόμενα, παρηλλαγμένως ἔχει πάντως πρὸς ἄλληλα· ἴδιον γὰρ τοῦ μὲν κρυστάλλου ἡ ψύξις· τοῦ δὲ πυρὴς, ἡ θερμότης·) οὕτως εἴπερ κατὰ τὴν ἐν τοῖς ὀνόμασιν ἐναντίωσιν ἐπὶ τοῦ ἀγεννήτου καὶ γεννητοῦ, καὶ ἡ διὰ τῶν ὀνομάτων δηλουμένη φύσις πρὸς τὸ ἀντικείμενον διασταίη, οὐκ ἐνδέχεται τὰς δυνάμεις τῶν κατὰ φύσιν ὑπεναντίων, ὁμοίας ἀλλήλαις εἶναι· ὡς οὐκ ἐνδέχεται, οὔτε ἐν πυρὶ τὴν ψύξιν, οὔτε ἐν χρυστάλλῳ γενέσθαι τὴν πύρωσιν. Εἰ οὖν ἐν τῇ ἀγεννήτῳ οὐσίᾳ ἡ ἀγαθότης νοεῖται, διέστηκε δὲ, καθὼς ἐκεῖνοί φασιν, ἐν τῷ λόγῳ τῆς φύσεως πρὸς τὴν γεννητὴν ἡ ἀγέννη-
For the sake of clarity, we must dwell further upon this point. Just as with the hot and the cold, which are opposites in nature (and let fire and ice serve as examples for our argument: each being that which the other is not, and the properties peculiarly manifested in each of these standing altogether at variance with one another; for chilling is proper to ice, and warmth to fire), so too if, in keeping with the opposition in the names applied to the unbegotten and the begotten, the nature signified through the names should likewise stand apart in contradiction, it is impossible for the powers of things opposite by nature to be like one another, just as it is impossible either for chilling to arise in fire or for burning heat to arise in ice. If, therefore, goodness is conceived in the unbegotten substance, whilst, just as those men affirm, in the principle of nature there stands apart from the begotten the unbegot-