διῃρημένας, τὸ τῆς μοναρχίας δόγμα καταμερίζεσθαι, ἀλλὰ μίαν θεότητα, μίαν ἀρχὴν, μίαν τῶν πάντων ἐξουσίαν εἶναι πιστεύειν· ἐν τῇ τῶν ὁμοίων συμφωνίᾳ τῆς θεότητος θεωρουμένης, καὶ διὰ τοῦ ὁμοίου πρὸς τὸ ζμοιον τὴν διάνοιαν ἀγούσης, ὡς τῆς πάντων μὲν ἀρχῆς, ἥτις ἐστὶν ὁ Κύριος, διὰ τοῦ ἁγίου Πνεύματος ταῖς ψυχαῖς ἐλλαμπούσης. Ἀμήχανον γὰρ ἀληθῶς θεωρηθῆναι ἐν Πνεύματι ἁγίῳ, καθώς φησιν ὁ Ἀπόστολος, διὰ δὲ τοῦ Κυρίου, ὅς ἐστιν ἡ πάντων ἀρχὴ, τῆς ἐπέκεινα πάσης ἀρχῆς ἡμῖν εὑρισκομένης, ἥτις ἐστὶν ὁ ἐπὶ πάντων Θεός· οὐδὲ γὰρ δυνατόν ἐστιν ἄλλως, τὸ ἀρχέτυπον ἀγαθὸν ἐπιγνωσθῆναι, μὴ ἐν τῇ εἰκόνι ἀοράτου φαινόμενον. Ὥσπερ δέ τινα δίαυλον ἀνακάμπτοντες μετὰ τὸ κεφάλαιον τῆς θεογνωσίας, αὐτὸν λέγω τὸν ἐπὶ πάντων Θεὸν, διὰ τῶν προσεχῶν τε καὶ οἰκείων τῇ διανοίᾳ τρέχοντες, ἐκ τοῦ Πατρὸς διὰ τοῦ Υἱοῦ πρὸς τὸ Πνεῦμα ἀναχωροῦμεν. Ἐν περινοίᾳ γὰρ τοῦ ἀγεννήτου φωτὸς καταστάντες, ἐκεῖθεν πάλιν τὸ ἐξ αὐτοῦ φῶς, κατὰ τὸ προσεχὲς ἐνοήσαμεν, οἷον ἀκτῖνά τινα τῷ ἡλίῳ συνυφισταμένην· ἧς ἡ μὲν αἰτία τοῦ εἶναι, ἐκ τοῦ ἡλίου· ἡ δὲ ὕπαρξις, ὁμοῦ τῷ ἡλίῳ, οὐ χρόνοις ὕστεραν προσγενομένη· ἀλλ' ὁμοῦ τῷ ὀφθῆναι τὸν ἥλιον, ἐξ αὐτοῦ ἀναφαινομένη. Μᾶλλον δὲ (οὐ γὰρ ἀνάγκη πᾶσι τῇ εἰκόνι δουλεύοντας δοῦναι τοῖς συκοφάνταις κατὰ τοῦ λόγου λαβὴν ἐν τῇ τοῦ ὑποδείγματος ἀτονίᾳ) οὐχὶ ἀκτῖνα ἐξ ἡλίου νοήσομεν, ἀλλ' ἐξ ἀγεννήτου ἡλίου ἄλλον ἥλιον, ὁμοῦ τῇ τοῦ πρώτου ἐπινοίᾳ γεννητῶς αὐτῷ συνεκλάμποντα, καὶ κατὰ πάντα ὡσαύτως ἔχοντα, κάλλει, δυνάμει, λαμπηδόνι, μεγέθει, φαιδρότητι, καὶ πᾶσιν ἅπαξ τοῖς περὶ τὸν ἥλιον θεωρουμένοις. Καὶ πάλιν ἕτερον τοιοῦτον φῶς, κατὰ τὸν αὐτὸν τρόπον, οὐ χρονικῷ τινι διαστήματι τοῦ γεννητοῦ φωτὸς ἀποτεμνόμενον, ἀλλὰ δι' αὐτοῦ μὲν ἐκλάμπον· τὴν δὲ τῆς ὑποστάσεως αἰτίαν ἔχον ἐκ τοῦ πρωτοτύπου φωτός· φῶς μέντοι καὶ αὐτὸ καθ' ὁμοιότητα τοῦ προεπινοηθέντος λάμπαν, καὶ φωτίζον, καὶ τὰ ἄλλα πάντα τὰ τοῦ φωτὸς ἐργαζόμενον. Οὐδὲ γὰρ ἔστι φωτὶ πρὸς ἕτερον φῶς κατ' αὐτὸ τοῦτο παραλλαγή· ὅταν κατ' οὐδὲν τῆς φωτιστικῆς χάριτος ἐνδέον, ἢ ὑστερούμενον φαίνηται, ἀλλὰ πάσῃ τελειότητι πρὸς τὸ ἀκρότατον ἐπηρμένον, μετὰ Πατρὸς καὶ Υἱοῦ θεωρῆται, μετὰ Πατέρα καὶ Υἱὸν ἀριθμῆται, καὶ δι' ἑαυτοῦ τὴν προσαγωγὴν πρὸς τὸ ἐπινοούμενον φῶς, τὸ ἐν Πατρὶ καὶ Υἱῷ, πᾶσι τοῖς μετασχεῖν δυναμένοις χαρίζηται. Ἀλλὰ ταῦτα μὲν εἰς τοσοῦτον.
divided, is the dogma of the monarchy parcelled out, but rather that we believe there is one Deity, one first principle, and one authority over all things: Deity being beheld in the harmony of things that are alike, and leading the mind through like unto like, so that the first principle of all things, which is the Lord, shines in our souls through the Holy Spirit. For it is impossible truly to behold Him save in the Holy Spirit, just as the Apostle says; whilst through the Lord, Who is the first principle of all things, there is found by us the first principle beyond every first principle, which is the God over all; for neither is it otherwise possible for the archetypal Good to be recognized unless it appears in the image of the Invisible. And as though rounding a double racecourse after reaching the summit of the knowledge of God—I mean the God over all Himself—running through what is proximate and akin to our thought, we return from the Father through the Son to the Spirit. For once placed in contemplation of the unbegotten Light, from thence again in immediate sequence we conceived the Light from Him, like a ray co-subsisting with the sun, whose cause of being is indeed from the sun, whilst its existence is simultaneous with the sun, not accruing subsequently in time, but shining forth from the sun simultaneously with the sun's being seen. Or rather (since there is no need, by enslaving ourselves in all respects to the image, to give slanderers a handle against our teaching through the weakness of the illustration), we shall conceive not a ray from a sun, but from an unbegotten sun another sun, shining forth together with Him by generation simultaneously with the conception of the first, and constituted similarly in every respect—in beauty, power, lustre, magnitude, radiance, and all attributes whatsoever observed about the sun. And again there is another such Light in the selfsame manner, severed by no temporal interval from the begotten Light, but shining forth through Him whilst having the cause of its hypostasis from the archetypal Light: a Light indeed which itself also shines after the likeness of the Light previously conceived, and illuminates, and performs all the other operations proper to light. For in this very respect there is no variation between light and another light, seeing that it appears in no way lacking or falling short of illuminating grace, but exalted to the highest degree in all perfection, is contemplated together with Father and Son, is numbered after Father and Son, and of itself bestows access to the Light conceived in Father and Son upon all who are capable of partaking thereof. So much, however, for these matters.
Ἐπεὶ δὲ πολύς ἐστιν εὐῤῥοῶν ταῖς λοιδορίαις, καὶ πάσης μὲν ἀρχῆς κατασκευὴν τὴν ὕβριν ποιούμενος, ἀντὶ δὲ πάσης ἀποδείξεως τῶν ἀμφισβητουμένων τὴν λοιδορίαν ἐπάγων· φέρε καὶ ὅσα περὶ τῆς τοῦ ἀγεννήτου φωνῆς συκοφαντῶν τὸν διδάσκαλον ἡμῶν, καὶ εις αὐτὸν ἐκεῖνον καὶ εἰς τὸν λόγον ἐξύβρισε, βραχέα διαλεχθῶμεν. Παρέθετο τοῦ διδασκάλου περὶ τούτων λέξιν ἔχουσαν οὕτως· Ἐγὼ δὲ καὶ τὴν τοῦ ἀγεννήτου προσηγορίαν, κἂν τὰ μάλιστα δοκῇ ταῖς ἐννοίαις ἡμῶν συμβαίνειν, ἀλλ' οὖν ὡς οὐδαμοῦ τῆς Γραφῆς κειμένην, καὶ πρῶτον στοιχεῖον οὖσαν τῆς βλασφημίας αὐτοῦ,
Now since he is copious and fluent in revilings, making insolence the foundation of every starting-point and bringing forward abuse in place of any proof of the points at issue, come, let us briefly discuss also all the slanders he has uttered against our teacher concerning the term unbegotten, heaping insult both upon that man himself and upon his treatise. He cited a passage of our teacher concerning these matters which runs thus: Yet the appellation unbegotten also, even though it may seem to agree to the utmost with our conceptions, nevertheless since it occurs nowhere in Scripture and is the primary element of their blasphemy,