Migne Reading Room

PG 45 · cols. 200–209 · Read from the page

On the Soul

On the Soul

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 45:200Read from the page
κρᾶσις, καὶ ἄλλο ψυχή· ὄργανον γὰρ ὂν τὸ σῶμα τῆς ψυχῆς, ἐὰν μὲν ἐπιτηδείως κατασκευασθῇ, ἐνεργεῖ τῇ ψυχῇ, καὶ αὐτὸ ἔχει ἐπιτηδείως· ἐὰν δὲ μὴ ἐπιτήδειον ἐνήργηκε, τότε χρεία τῇ ψυχῇ πραγμάτων. Ἀπομαχομένη γὰρ πρὸς τὴν ἀνεπιτηδειότητα τοῦ ὀργάνου, κἂν μὴ σφόδρα νήψῃ, καὶ συνδιαστρέφεται αὐτῷ, καθάπερ μουσικὸς, συνεξαμαρτάνει τῇ τῆς λύρας διαστροφῇ, ἐὰν μὴ πρότερον αὐτὴν καταστήσῃ καλῶς. Διὸ καὶ χρεία τῇ ψυχῇ τῆς ἐπιμελείας τοῦ σώματος, ἵνα καταστήσῃ αὐτὸ ὄργανον ἐπιτήδειον ἑαυτῇ· καὶ τοῦτο δὲ ποιεῖ διά τε τοῦ λόγου καὶ τῶν ἠθῶν, ὡς ἐν ἀρμονίᾳ, τὰ μὲν χαλῶσα, τὰ δὲ ἐπιτείνουσα, ἵνα ἀρμόδιον αὐτὸ ἑαυτῇ κατασκευάσῃ, καὶ χρήσηται ἐπιτηδείῳ ὀργάνῳ· κἂν μὴ αὐτὴ συνδιαστραφῇ αὐτῷ· συμβαίνει γὰρ καὶ τοῦτο. Ἀριστοτέλης δὲ τὴν ψυχὴν ἐντελέχειαν λέγων, οὐδὲν ἧττον συμφέρεται τοῖς ποιότητα λέγουσιν αὐτήν· διασαφήσωμεν δὲ πρότερον τὴν ἐντελέχειαν τίνα καλεῖ. Τὴν οὐσίαν τριχῶς λέγει· τὴν μὲν ὡς ὕλην ὑποκείμενον, ὃ καθ' ἑαυτὸ μὲν μηδέν ἐστι, δύναμιν δὲ ἔχει πρὸς γένεσιν· ἕτερον δὲ μορφὴ καὶ εἶδος, καθ' ἣν εἰδοποιεῖται ἡ ὕλη· τρίτον δὲ τὸ συναμφότερον, τὸ ἐκ τῆς ὕλης καὶ τοῦ εἴδους γεγενημένον, ὅ ἐστι λοιπὸν ἔμψυχον. Ἔστι μὲν οὖν ἡ μὲν ὕλη δύναμις, τὸ δὲ εἶδος ἐντελέχεια. Τοῦτο δὲ διχῶς νοεῖται, ὡς ἐπιστήμη, καὶ τὸ θεωρεῖν τὴν ἐπιστήμην· τουτέστι, τὸ μὲν ὡς διάθεσις, τὸ δὲ ὡς ἐνέργεια· ἐπιστήμη μὲν, ὅτι ἐν τῷ ὑγιαίνειν τὴν ψυχὴν ὑπάρχει· καὶ ὐπνοῦσαι· καὶ ἐγρηγορέναι· πρῶτον δὲ ἡ μὲν ἐγρήγορσίς ἐστι τῷ θεωρεῖν, ὁ δὲ ὕπνος τῷ βλέπειν καὶ μὴ ἐνεργεῖν. Προτέρα δέ ἐστιν ἡ ἐπιστήμη τῆς ἐνεργείας. Διὸ καὶ πρώτην ἐντελέχειαν καλεῖ τὸ εἶδος, δεύτερον δὲ διαφορὰν τὴν ἐνέργειαν· οἷον ὀφθαλμὸς ἐξ ὑποκειμένου ἐστὶ καὶ εἴδους· καὶ ἔστι τὸ μὲν ὑποκείμενον ἐν αὐτῷ, τὸ δὲ δεδεγμένον τὴν ὄψιν, ὕλη ὀφθαλμοῦ· καλεῖται καὶ αὕτη ὀμωνύμως ὀφθαλμός· εἶδος δὲ καὶ ἐντελέχεια ἡ πρώτη ὀφθαλμῶν αὐτὴ ἡ ὄψις, ἡ τὸ δυνατὸν ὁρᾷν αὐτῷ παρεχομένη. Δευτέρα δὲ ἐντελέχειά ἐστι τοῦ ὀφθαλμοῦ ἡ ἐνέργεια, καθ' ἣν ὁρᾷ. Ὥσπερ οὖν ὁ ἄρτι τεχθεὶς σκύλαξ, οὐδὲ ἐτέραν μὲν ἔχει ἐντελέχειαν, δύναμιν δὲ ἔχει τοῦ δέξασθαι τὴν ἐντελέχειαν· οὕτω δεῖ λαβεῖν καὶ τὸ τῆς ψυχῆς. Ὡς γὰρ ἐκεῖ γεννηθεῖσα ἡ ὄψις τελειοῖ τὸν ὀφθαλμὸν, οὕτως ἐνταῦθα γεννηθεῖσα ἡ ψυχὴ ἐν τῷ σώματι τελειοῖ τὸ ζῶον, ὡς μήτε ἄνευ σώματος εἶναί ποτε τὴν ψυχὴν, μήτε σῶμα δίχα ψυχῆς. Ἀλλὰ τὸ μὲν ζωτικὸν σῶμα ἔργον τῆς ψυχῆς, ψυχὴν καλεῖ, χωρίζων αὐτῆς τὸ λογικόν. Ἔδει δὲ πᾶσαν ὁμοῦ λαβεῖν τὴν ἀνθρώπου ψυχὴν, καὶ μὴ ἀπὸ μέρους, καὶ ταῦτα τοῦ ἀσθενεστάτου, περὶ τοῦ παντὸς ἀποφαίνεσθαι. Ἔπειτα τὸ σῶμά φησι δυνάμει τὸ ζῆν ἔχειν, καὶ πρὸ τοῦ γενέσθαι τὴν ψυχήν. Λέγει γὰρ τὸ σῶμα δυνάμει ζωὴν ἔχειν ἐν ἑαυτῷ. Δεῖ δὲ τὸ σῶμα τὸ δυνάμει ζωὴν ἔχον πρότερον ἐνεργείᾳ σῶμα εἶναι· οὐ δύναται δὲ ἐνεργείᾳ σῶμα εἶναι πρὸ τοῦ δέξασθαι τὸ εἶδος. Ὕλη γάρ ἐστιν ἄποιος, καὶ οὐ τὸ σῶμα. Ἀδύνατον ἄρα τὸ μὴ ὂν ἐνεργείᾳ δύναμιν ἔχειν πρὸς τὸ ἐξ αὐτοῦ τι γίνεσθαι. Εἰ δὲ καὶ σῶμα καὶ δυνάμει ἐστί· πῶς τὸ δυνάμει σῶμα, δυνάμεως ζωὴν ἔχειν ἐν ἑαυτῷ δύναται; Ἄλλως τε ἐπὶ μὲν τῶν
the blend, and another is the soul; for since the body is an instrument of the soul, if it has been suitably fashioned, it operates for the soul and is itself suitably disposed; whereas if it has proved unsuitable in operation, then the soul has need of trouble. For in struggling against the unsuitability of the instrument, unless it keeps strictly sober, it too is twisted awry along with it, just as a musician goes astray along with the distortion of his lyre unless he first puts it properly in tune. Wherefore the soul also has need of care for the body, so that it may render it a suitable instrument for itself; and this too it accomplishes through reason and moral habits, slackening some parts and tightening others as in a harmony, in order to fashion it as harmonious for itself and make use of a suitable instrument, lest it itself be twisted awry along with it; for this too happens. Aristotle, however, in calling the soul an entelechy, none the less agrees with those who call it a quality; let us first make clear what he calls entelechy. He speaks of substance in three ways: the first as underlying matter, which of itself is nothing, yet possesses potentiality towards generation; another is shape and form, according to which matter is given form; and the third is the composite of both, that which has been generated out of matter and form, which then is ensouled. Matter, then, is potentiality, while form is entelechy. And this is understood in two ways, like knowledge and the contemplating of knowledge—that is, the one as disposition, the other as activity: knowledge, because in the soul's being sound both sleeping and waking are present; and waking comes first by contemplating, whereas sleep consists in possessing sight and not exercising activity. Now knowledge is prior to activity. Wherefore he calls form first entelechy, and activity by a second distinction: for instance, an eye consists of substrate and form; and the substrate in it, namely that which has received sight, is the matter of the eye, and this too is equivocally called an eye; while the form and first entelechy of the eyes is sight itself, which affords it the capacity to see. And the second entelechy of the eye is the activity according to which it sees. Just as a newly whelped puppy, then, has neither sort of entelechy, yet possesses the potentiality of receiving entelechy, so too must one understand the case of the soul. For just as there sight, once generated, perfects the eye, so here the soul, generated in the body, perfects the living creature, so that neither does the soul ever exist without a body, nor a body apart from soul. Yet in calling the vital body a work of the soul by the name of soul, he separates from it the rational part. He ought, however, to have taken the whole soul of man together, and not pronounce judgement concerning the whole from a part, and the weakest part at that. Next, he says that the body possesses life potentially even before the soul comes into being. For he says that the body possesses life potentially in itself. Yet the body that potentially possesses life must first be a body in actuality; now it cannot be a body in actuality prior to receiving its form. For matter is without quality, and is not the body. It is impossible, therefore, for what does not exist in actuality to possess potentiality for something to come to be out of it. And even if a body exists potentially as well, how can that which is potentially a body possess a life of potentiality within itself? Besides, in the case of
Notes, col. 200

On the reading

Printed ἀρμονίᾳ, for ἁρμονίᾳ.

Printed ἀρμόδιον, for ἁρμόδιον.

Printed ὐπνοῦσαι, for ὑπνοῦσαι.

Printed ὀμωνύμως, for ὁμωνύμως.

Printed ὁρᾷν, for ὁρᾶν.

Printed ἐτέραν, for ἑτέραν.

PG 45:201Read from the page
ἄλλων δυνατὸν ἔχοντά τι μὴ χρῆσθαι αὐτῷ, οἷον ὄψιν ἔχοντι μὴ χρῆσθαι αὐτῇ, ἐπὶ δὲ τῆς ψυχῆς ἀδύνατον. Οὐ γὰρ ὁ καθεύδων ἄνευ ψυχῆς ἐνεργείας ἐστί. Καὶ γὰρ τρέφεται καὶ αὔξεται, καὶ φαντασιοῦται, καὶ ἀναπνεῖ· ὅπερ μάλιστα τῆς ζωῆς ἐστι τεκμήριον. Ἐκ τούτων οὖν φανερὸν, ὅτι δυνάμει τὸ ζῆν οὐ δύναται προσεῖναί τινι, ἀλλὰ πάντως ἐνεργείᾳ· προηγουμένως γὰρ τὸ εἰδοποιοῦν τὴν ψυχὴν, οὐδὲν ἄλλο ἐστὶν, ἀλλ' ἡ ζωή· τῇ μὲν γὰρ ψυχῇ σύμφυτός ἐστιν ἡ ζωή· τῷ δὲ σώματι κατὰ μέθεξιν. Ὁ λέγων τοίνυν τὴν ὑγίειαν ἀνάλογον εἶναι τῇ ζωῇ, οὐ τὴν τῆς ψυχῆς ζωὴν λέγει, ἀλλὰ τὴν τοῦ σώματος· καὶ οὕτω σοφίζεται· ἡ μὲν γὰρ σωματικὴ οὐσία παρὰ μέρος τῶν ἐναντίων ἐστὶ δεκτική· ἡ δὲ κατὰ τὸ εἶδος οὐδαμῶς· κἂν γὰρ κατὰ τὸ εἶδος ἡ διαφορὰ καταλλαγῇ, μεταλλάττεται καὶ τὸ ζῶον· ὥστε οὐχὶ κατὰ τὸ εἶδος ἡ οὐσία τῶν ἐναντίων ἐστὶ δεκτικὴ, ἀλλὰ κατὰ τὸ ὑποκείμενον, τουτέστιν ἡ σωματική. Οὐ δύναται τοίνυν ἡ ψυχὴ κατ' οὐδένα τρόπον ἐντελέχεια τοῦ σώματος εἶναι, ἀλλ' οὐσία αὐτοτελὴς ἀσώματος. Παρὰ μέρος γὰρ ἐπιδέχεται τὰ ἐναντία, κακίαν καὶ ἀρετήν· ὅπερ οὐκ ἠδύνατο τὸ εἶδος δέξασθαι.
other things it is possible for one possessing something not to make use of it—for instance, for one possessing sight not to make use of it—whereas in the case of the soul this is impossible. For he who sleeps is not without the activity of the soul. For indeed he is nourished and grows, and forms mental images, and breathes, which above all is the token of life. From these considerations, therefore, it is evident that living cannot belong to anything potentially, but altogether in actuality; for primarily that which gives form to the soul is nothing else than life; for life is innate to the soul, whereas to the body it belongs by participation. He who says, therefore, that health is analogous to life speaks not of the life of the soul, but of that of the body, and thus argues fallaciously; for bodily substance is receptive of contraries in turn, whereas substance according to form is by no means so; for if the difference according to form be exchanged, the living creature too is altered; consequently it is not according to form that substance is receptive of contraries, but according to the substrate, that is, the bodily substance. Therefore the soul cannot in any way be the entelechy of the body, but is a self-subsistent incorporeal substance. For in turn it admits contraries, vice and virtue, which form was unable to receive.
Ἔπειτά φησιν ἐντελέχειαν οὖσαν τὴν ψυχὴν, ἀκίνητον εἶναι καθ' ἑαυτὴν, κινεῖσθαι δὲ κατὰ τὸ συμβεβηκός· οὐδὲν δὲ ἀπεικὸς ἀκίνητον οὖσαν κινεῖν ἡμᾶς. Καὶ γὰρ τὸ κάλλος ἀκίνητον ὂν κινεῖ ἡμᾶς. Ἀλλ' ει καὶ τοῦτο ἀκίνητον ὂν κινεῖ, ἀλλὰ τὸ φύσιν ἔχον κινεῖσθαι κινεῖ, καὶ οὐχὶ καὶ τὸ ἀκίνητον. Ει τοίνυν καὶ τὸ σῶμα καθ' ἑαυτὸ κίνησιν εἶχεν, οὐδὲν ἦν αὐτῷ ἄτοπον αὐτὸ κινεῖσθαι ὑπὸ ἀκινήτου. Νῦν δὲ ἀδύνατον τὸ ἀκίνητον ὑπὸ ἀκινήτου κινεῖσθαι. Πόθεν οὖν τῷ σώματι τὸ κινεῖσθαι, εἰ μὴ ἀπὸ τῆς ψυχῆς; Οὐ γὰρ αὐτοκίνητόν ἐστι τὸ σῶμα· πρώτην οὖν γένεσιν κινήσεως βουλόμενος δεῖξαι, οὐ πρώτην, ἀλλὰ δευτέραν ἔδειξεν. Εἰ μὲν γὰρ μὴ κινούμενον ἐκίνει, πρώτην ἐποίει κίνησιν. Εἰ δὲ τὸ κινούμενον ἀφ' ἑαυτοῦ καὶ ἄλλως κινεῖ, δευτέρας κινήσεως γένεσιν ἐξηγεῖται. Πόθεν οὖν τὸ κινεῖσθαι, ει μὴ ἀπὸ ψυχῆς; Οὐ γὰρ αὐτοκίνητόν ἐστι τὸ σῶμα. Πόθεν οὖν πρώτη γένεσις τῆς κινήσεως τῷ σώματι; Τὸ γὰρ λέγειν ἀφ' ἑαυτῶν κινεῖσθαι τὰ στοιχεῖα, τὰ μὲν κοῦφα ὄντα φύσει, τὰ δὲ βαρέα, ψεῦδός ἐστιν. Εἰ γὰρ ἡ κουφότης καὶ βαρύτης κίνησίς ἐστιν, ἀφ' ἑαυτῶν δὲ κινεῖται, οὐδέποτε στήσεται τὰ κοῦφα καὶ βαρέα· ἵσταται δὲ τὸν οἰκεῖον καταλαβόντα τόπον. Οὐκ ἄρα βαρύτης καὶ κουφότης αιτία πρώτης κινήσεως, ἀλλὰ ποιότητες τῶν στοιχείων. Ἐὰν δὲ καὶ τοῦτο δοθῇ, πῶς τις λογίζεσθαι καὶ δοξάζειν καὶ κρίνειν δύναται, κουφότητος καὶ βαρύτητος ἔργα εἶναι; Εἰ δὲ μὴ τούτων, οὐδὲ τῶν στοιχείων. Εἰ δὲ μὴ τῶν στοιχείων, οὐδὲ τῶν σωμάτων· ἔτι ει κατὰ συμβεβηκὸς ἡ ψυχὴ κινεῖται, τὸ δὲ σῶμα ἐξ ἑαυτοῦ, καὶ μὴ οὔσης τῆς ψυχῆς ἐξ ἑαυτοῦ τὸ σῶμα κινηθήσεται. Εἰ δὲ τοῦτο, καὶ ζῶον ἔσται χωρὶς τῆς ψυχῆς· ἄτοπα δὲ ταῦτα· ἄτοπον
Next, he says that the soul, being an entelechy, is unmoved of itself, yet is moved accidentally; and there is nothing unlikely in its moving us while being unmoved. For beauty too, though unmoved, moves us. Yet even if that moves while being unmoved, still it moves what by nature possesses the capacity to be moved, and not also what is unmoved. If, therefore, the body too possessed motion of itself, there would be nothing absurd for it in its being moved by an unmoved principle. As it is, however, it is impossible for what is unmoved to be moved by what is unmoved. Whence, then, comes being moved to the body, unless from the soul? For the body is not self-moved; accordingly, when he wished to show the primary origin of motion, he showed not the primary, but a secondary one. For if what is not moved were moving it, it would produce a primary motion. Whereas if what is moved from itself also moves in another way, he is explaining the origin of a secondary motion. Whence, then, comes being moved, unless from the soul? For the body is not self-moved. Whence, then, comes the primary origin of motion for the body? For to say that the elements are moved of themselves, some being light by nature and others heavy, is false. For if lightness and heaviness are motion, and they are moved of themselves, light and heavy things will never come to rest; yet they do come to rest once they have reached their proper place. Therefore heaviness and lightness are not the cause of primary motion, but qualities of the elements. And even if this be granted, how can anyone reckon that reasoning and forming opinions and judging are works of lightness and heaviness? And if not of these, neither of the elements. And if not of the elements, neither of bodies; furthermore, if the soul is moved accidentally, while the body is moved out of itself, then even when the soul does not exist the body will be moved out of itself. And if so, there will also be a living creature without the soul; yet these things are absurd; absurd
Notes, col. 201

On the reading

Printed Ἀλλ' ει, for Ἀλλ' εἰ.

Printed Ει τοίνυν, for Εἰ τοίνυν.

Printed ει μὴ ἀπὸ ψυχῆς, for εἰ μὴ ἀπὸ ψυχῆς.

Printed αιτία, for αἰτία.

Printed ἔτι ει, for ἔτι εἰ.

PG 45:204Read from the page
ἄρα καὶ τὸ ἐξ ἀρχῆς· ἀλλ' οὐδὲ τὸ λέγειν ὅτι πᾶν τὸ φύσει κινούμενον καὶ βίᾳ κινεῖται· καὶ πᾶν τὸ βίᾳ κινούμενον καὶ φύσει κινεῖται, ἀληθές ἐστιν. Ὁ γὰρ κόσμος φύσει κινούμενος, βίᾳ οὐ κινεῖται· τοῦτο καὶ κατὰ φύσιν ἠρεμεῖ. Καὶ γὰρ ὁ κόσμος καὶ ὁ ἥλιος καὶ ἡ σελήνη κατὰ φύσιν κινούμενα, κατὰ φύσιν ἠρεμεῖν οὐ δύναται· τὸν αὐτὸν τρόπον ἡ ψυχὴ, κατὰ φύσιν ἀεικίνητος οὖσα, κατὰ φύσιν ἠρεμεῖν οὐ δύναται. Ἡ γὰρ ἠρεμία φθορὰ τῆς ψυχῆς ἐστι, καὶ παντὸς ἀεικινήτου. Πρὸς τούτοις φύσει καὶ τὸ ἀπορούμενον ἐξ ἀρχῆς, ἄλυτον μένει, πόθεν τὸ σῶμα φύσιν συνέχεται, πεφυκὸς καὶ διασκεδάννυσθαι. Ἀρκεῖ δὲ ταῦτα ἐκ πολλῶν ἀποδεῖξαι τὴν ψυχὴν, μήτε ἐντελέχειαν οὖσαν, μήτε ἀκίνητον, μήτε ἐν σώματι γινομένην. Πυθαγόρας δὲ συμβολικῶς εικάζειν ἀεὶ καὶ τὸν Θεὸν καὶ τὰ πάντα τοῖς ἀριθμοῖς εἰωθὼς, ὡρίσατο καὶ τὴν ψυχὴν, ἀριθμὸν ἐαυτὸν κινοῦντα· ᾧ καὶ Ξενοκράτης ἠκολούθησεν, οὐχ ὅτι ἀριθμός ἐστιν ἡ ψυχὴ, ἀλλ' ὅτι ἐν τοῖς ἀριθμητοῖς ἐστι καὶ ἐν τοῖς πεπληθυσμένοις, καὶ ὅτι ἡ ψυχή ἐστιν ἡ διακρίνουσα τὰ πράγματα, τῷ μορφὰς καὶ τόπους ἐκάστοις ἐπιβαλεῖν. Αὔτη γάρ ἐστιν ἡ τὰ εἴδη ἀπὸ τῶν ειδῶν χωρίζουσα, καὶ διάφορα αὐτὰ ἀποφαίνουσα, τῇ τε ἑτερότητι τῶν ειδῶν, καὶ τῷ πλήθει τοῦ ἀριθμοῦ, καὶ διὰ τοῦτο ἀριθμητὰ ποιοῦσα τὰ πράγματα. Ὅθεν οὐ παντάπασιν ἀπήλλακται τῆς κατὰ τοὺς ἀριθμοὺς κοινωνίας· τὸ δὲ αὐτοκίνητον καὶ αὐτὸς αὐτῇ προσεμαρτύρησεν· ὅτι δὲ ἀριθμὸς οὐκ ἔστι, δῆλον ἐντεῦθεν· Ὁ ἀριθμὸς ποσόν ἐστιν, ἡ ψυχὴ δὲ οὐ ποσὸν, ἀλλ' οὐσία· οὐκ ἄρα ἀριθμὸς ἡ ψυχή· ει καὶ τὰ μάλιστα καὶ τὸν ἀριθμὸν ἐν τοῖς νοητοῖς, οὐσίαν εἶναι βούλονται, ὡς ἐν τοῖς ἐξῆς ἐροῦμεν. Ἔτι ἡ ψυχὴ συνεχής ἐστιν, ὁ δὲ ἀριθμὸς οὐ συνεχής· οὐκ ἄρα ἀριθμὸς ἡ ψυχή. Ἔτι ὁ ἀριθμὸς κατὰ προσθήκην αὔξεται, ἡ δὲ ψυχὴ κατὰ προσθήκην οὐκ αὔξεται· ἔτι ὁ ἀριθμὸς ἄρτιός ἐστιν ἢ περιττὸς, ἡ δὲ ψυχὴ οὔτε ἄρτιος, οὔτε περιττή· οὐκ ἄρα ἀριθμὸς ἡ ψυχή. Ἔτι ἡ ψυχὴ αὐτοκίνητός ἐστιν, ὁ δὲ ἀριθμὸς ὁ ὠρισμένος ἀκίνητος. Ἔτι ὁ μὲν ἀριθμὸς μένων εἶς καὶ ὁ αὐτὸς τὴν φύσιν, οὐδεμίαν ποιότητα τὴν ἐν ἀριθμοῖς γινομένην ἐξαλλάσσεται· ἡ ψυχὴ δὲ μία τις οὖσα κατὰ τὴν οὐσίαν, ὑπαλλάττει τὰς ποιότητας, ἐξ ἀμαθίας εἰς ἐπιστήμην καταπίπτουσα, καὶ ἐκ κακίας εἰς ἀρετήν· οὐκ ἄρα ἀριθμὸς ἡ ψυχή.
therefore is the initial proposition as well; nor is it even true to say that everything moved by nature is also moved by force, and that everything moved by force is also moved by nature. For the cosmos, being moved by nature, is not moved by force; nor does this rest according to nature either. For indeed the cosmos and the sun and the moon, being moved according to nature, cannot rest according to nature; in the selfsame way the soul, being ever-moving according to nature, cannot rest according to nature. For rest is the destruction of the soul, and of everything ever-moving. In addition to these points, by nature the question raised from the beginning also remains unresolved, namely whence the body holds its nature together, seeing that by nature it is liable even to be scattered abroad. And these arguments out of many suffice to demonstrate that the soul is neither an entelechy, nor unmoved, nor generated in a body. Pythagoras, on the other hand, being accustomed always to liken both God and all things symbolically to numbers, defined the soul too as a number moving itself; whom Xenocrates also followed, not because the soul is a number, but because it is among things numerable and multiplied, and because it is the soul that distinguishes things by imposing shapes and places upon each. For it is she that separates species from species and shows them to be distinct, both by the otherness of species and by the multitude of number, and on this account renders things numerable. Whence she is not altogether removed from communion with numbers; and he himself also bore witness to her self-moved character; yet that she is not a number is plain from the following: Number is a quantity, whereas the soul is not a quantity, but a substance; therefore the soul is not a number—even if above all they wish number too among intelligible things to be a substance, as we shall state in what follows. Furthermore, the soul is continuous, whereas number is not continuous; therefore the soul is not a number. Furthermore, number is increased by addition, whereas the soul is not increased by addition; furthermore, number is even or odd, whereas the soul is neither even nor odd; therefore the soul is not a number. Furthermore, the soul is self-moved, whereas a determinate number is unmoved. Furthermore, number, remaining one and the same in nature, exchanges no quality that arises among numbers; whereas the soul, while remaining one according to substance, alters its qualities, passing over from ignorance into knowledge and from vice into virtue; therefore the soul is not a number.
Τὰ μὲν οὖν τῶν παλαιῶν δόγματα περὶ ψυχῆς τοιαῦτα. Εὐνόμιος δὲ ὡρίσατο τὴν ψυχὴν οὐσίαν ἀσώματον, ἐν σώματι κτιζομένην· συμφωνήσας ὁμοῦ Πλάτωνι καὶ Ἀριστοτέλει. Τὸ μὲν οὖν ἀσώματον ἐκ τοῦ Πλάτωνος εἴληφε· τὸ δὲ ἐν σώματι κτιζομένην, ἐκ τῆς Ἀριστοτέλους διδασκαλίας· οὐκ ἐννοήσας, καίπερ ὀξὺς ὢν, ὅτι συνάγειν εἰς ταὐτὸ πειρᾶται τὰ ἀσύμβατα· πᾶν γὰρ τὸ γένεσιν ἔχον, σωματικὸν ὁμοῦ καὶ χρονικὸν, φθαρτόν ἐστι καὶ θνητόν· συνάδει δὲ τούτῳ καὶ τὰ Μωῦσέως. Τὴν γὰρ ὕλην πάντων γένεσιν ὑποτίθεται, ὡς δοξάζουσιν οἱ τοῦ Πλάτωνος
Such, then, are the doctrines of the ancients concerning the soul. Eunomius, however, defined the soul as an incorporeal substance created in a body, agreeing at once with Plato and Aristotle. Now the element of being incorporeal he has taken from Plato, while that of its being created in a body he has taken from the teaching of Aristotle, without perceiving, keen-witted though he is, that he is attempting to bring together into one and the same notion things that are incompatible; for everything that has a bodily and at the same time temporal generation is corruptible and mortal; and the words of Moses also accord with this. For he supposes matter to be the origin of all things, just as the followers of Plato opine, whose
Notes, col. 204

On the reading

Printed εικάζειν, for εἰκάζειν.

Printed ἐαυτὸν, for ἑαυτὸν.

Printed ἐκάστοις, for ἑκάστοις.

Printed Αὔτη, for Αὕτη.

Printed ειδῶν, for εἰδῶν.

Printed ει καὶ τὰ, for εἰ καὶ τὰ.

Printed ἐξῆς, for ἑξῆς.

Printed ὠρισμένος, for ὡρισμένος.

Printed ἖ς, for ἗ς.

Printed Μωῦσέως, for Μωϋσέως.

PG 45:205Read from the page
λόγοι καὶ συμφέρονται. Εἰ δέ τις μετὰ τὴν διάπλασιν τοῦ σώματος ἐμβεβλῆσαι τὴν ψυχὴν, ἤτοι μετὰ τὸ σῶμα γεγενῆσθαι αὐτὴν, διαμαρτάνει τῆς ἀληθείας. Οὔτε γὰρ ὁ Μωῦσῆς τότε αὐτὴν ἐκτίσθαι λέγει, ὅτε τῷ σώματι ἐνεβάλλετο· οὔτε κατὰ λόγον οὕτως ἔχει. Εἰ τοίνυν θνητὴν αὐτὴν λέγουσιν, ὡς Ἀριστοτέλης, φήσας αὐτὴν ἐν σώματι γεννᾶσθαι, καὶ οἱ Στωϊκοί· ἢ λέγων οὐσίαν ἀσώματον, παραιτείσθωσαν λέγειν ἐν σώματι κτιζομένην, ἵνα μὴ θνητῆς ψυχῆς ἔννοιαν ἡμῖν παραστήσῃ, καὶ παντελῶς ἀλόγου· ἄλλως τε κατ' αὐτὸν οὐ πλήρης ἐστὶν ὁ κόσμος, ἀλλὰ ἡμιτελής ἐστι καὶ νῦν, προσθήκης ἀεὶ δεόμενος. Πεντακισμυρίαι γοῦν τὸ ἐλάχιστον καθ' ἑκάστην ἡμέραν οὐσίαι νοηταὶ προσγίνονται αὐτῷ· καὶ τὸ χαλεπώτατον, ὅταν τελεσιουργηθῇ, τότε διαλυθήσεται κατ' αὐτοῦ τῶν τελευταίων ἀνθρώπων τῶν πρὸς τῇ ἀναστάσει τὸν ψυχικὸν ἀριθμὸν ἀποπληρούντων· οὗ τί ἂν γένοιτο ἀλογώτερον τότε φάσκειν διαφθείρεσθαι τὸν κόσμον, ὅταν πληρωθῇ; Κομιδῆ γὰρ νηπίων παίδων ὁ τρόπος οὗτος ἐν ψάμμῳ τῆς παιδιᾶς, εὐθὺς μετὰ τὸ πληρῶσαι συγχεόντων τὰ πράγματα. Τὸ γὰρ λέγειν προνοίας λόγῳ νῦν τὰς ψυχὰς γίνεσθαι, καὶ οὐχὶ κτίσεως (οὐ γὰρ κοινὴν οὐσίαν, οὐδὲ ἄλλην παρὰ τὴν οὖσαν εισάγεσθαι, ἀλλὰ τὴν οὖσαν κατὰ πρόνοιαν πληστηριάζεσθαι), ἀγνοούντων ἐστὶ διαφορὰν κτίσεως καὶ προνοίας. Προνοίας μὲν γὰρ ἔργον ἐστὶ, τὸ ἐξ ἀλληλογονίας διασώζειν τὴν τῶν φθαρτῶν ζώων οὐσίαν· λέγω δὲ τῶν μὴ κατὰ σηπεδόνα γινομένων, ἐπειδὴ τὴν τούτων διαδοχὴν σηπεδὼν πάλιν ἐτέρα διαφυλάττει· κτίσεως δὲ τὸ κράτιστον ἔργον, τὸ ἐξ οὐκ ὄντων ποιεῖν. Εἰ τοίνυν ἐξ ἀλληλογονίας αἱ ψυχαὶ γίνονται, καὶ φθαρταί εισι, καθάπερ τὰ ἄλλα, τὰ ἐκ διαδοχῆς γένους γινόμενα. Εἰ δὲ ἐξ οὐκ ὄντων παράγονται, κτίσις ἐστὶ τὸ γινόμενον, καὶ οὐκ ἔστιν ἀληθὲς τὸ τοῦ Μωῦσέως, τὸ, Κατέπαυσεν ὁ Θεὸς ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ· ἄτοπα δὲ ἀμφότερα. Οὐκ ἄρα νῦν αἱ ψυχαὶ γίνονται. Τὸ γὰρ, Ὁ Πατήρ μου ἕως άρτι ἐργάζεται, οὐκ ἐπὶ τοῦ κτίζειν, ἀλλ' ἐπὶ τοῦ προνοεῖν εἰρῆσθαι· καὶ αὐτῷ δοκεῖ Ἀπολλιναρίῳ, τὰς ψυχὰς ἀπὸ τῶν ψυχῶν τίκτεσθαι, ὥσπερ ἀπὸ τῶν σωμάτων. Προϊέναι γὰρ τὴν ψυχὴν κατὰ διαδοχὴν τοῦ πρώτου ἀνθρώπου εἰς τοὺς ἐξ ἐκείνου τεχθέντας, καθάπερ τὴν σωματικὴν διαδοχήν. Μήτε γὰρ ἀποκεῖσθαι ψυχὰς, μήτε νῦν κτίζεσθαι. Τοὺς γὰρ ταῦτα λέγοντας συνεργὸν ποιεῖν τὸν Θεὸν τοῖς μοιχοῖς· καὶ γὰρ ἐκ τούτων παιδία τίκτεται· ψεῦδος δὲ εἶναι καὶ τὸ, Κατέπαυσεν ὁ Θεὸς ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ ἃ ἤρξατο ποιεῖν· εἴπερ ἔτι καὶ νῦν ψυχὰς δημιουργεῖ. Ἀλλ' εἰ πάντα τὰ κατὰ διαδοχὴν ἐξ ἀλληλογονίας γινόμενα δέδεικται θνητά· διὰ τοῦτο γὰρ γεννᾷ καὶ γεννᾶται, ἵνα τῶν φθαρτῶν διαμείνῃ τὸ γένος· ἀνάγκη καὶ τούτων ἢ θνητὴν εἶναι λέγειν τὴν ψυχὴν, ἐξ ἀλληλογονίας γεννωμένην, ἢ μὴ κατὰ διαδοχὴν ἐξ ἀλληλογονίας γεννᾶσθαι τὰς ψυχάς· τὸ γὰρ ἐπὶ τῶν ἐκ μοιχείας γεννωμένων τῷ τῆς προνοίας λόγῳ καταλείπομεν, ἀγνώστῳ παρ' ἡμῖν ὄντι. Εἰ δέ τι δεῖ κατὰ τῆς προνοίας καταστοχάσασθαι, πάντως οἶδε τὸ
arguments also concur. Now if anyone says that after the fashioning of the body the soul has been cast into it—that is, that it has come into being after the body—he errs from the truth. For neither does Moses say that it was created at the moment when it was cast into the body, nor does the matter stand thus according to reason. If, therefore, they say that it is mortal, like Aristotle, who said that it is generated in a body, and the Stoics—or else, while calling it an incorporeal substance, let them decline to say that it is created in a body, lest he present to us the notion of a soul that is mortal and utterly irrational; besides, according to him the cosmos is not full, but is half-finished even now, ever standing in need of addition. Fifty thousand intelligible substances at the very least are added to it each day; and what is hardest of all, when it has been brought to completion, then according to him it will be dissolved, once the last human beings at the resurrection fill up the numerical sum of souls; than which what could turn out more irrational than to allege that the cosmos is destroyed at the very moment when it is filled up? For this is altogether the way of infant children at play in the sand, who immediately after completing their work throw everything into confusion. For to say that souls come into being now by the principle of providence and not of creation (for it is said that no common substance nor any other beside that which already exists is introduced, but that the existing substance is filled out according to providence) is the mark of men ignorant of the difference between creation and providence. For it is the work of providence to preserve through mutual generation the substance of corruptible living creatures—I mean of those that do not come into being by putrefaction, since another subsequent putrefaction in turn preserves the succession of these—whereas the supreme work of creation is to make out of things that are not. If, therefore, souls come into being out of mutual generation, they too are corruptible, just like the other things that come into being through succession of kind. Whereas if they are brought forth out of things that are not, what comes to pass is creation, and that saying of Moses is untrue: God rested from all His works; yet both alternatives are absurd. Therefore souls do not come into being now. For the saying, My Father works until now, has been spoken not with reference to creating, but with reference to exercising providence; and Apollinaris himself also holds that souls are begotten from souls, just as bodies are from bodies. For he holds that the soul proceeds by succession from the first man unto those born from him, just like bodily succession; for souls are neither laid up in store nor created now. For those who assert these things, he says, make God an accomplice of adulterers, since children are born from them as well; and that saying too is false, God rested from all His works which He began to make, if indeed even now He fashions souls. Yet if all things that come into being by succession out of mutual generation have been shown to be mortal—for it is on this account that one begets and is begotten, so that the race of corruptible things may endure—it is necessary for these thinkers also either to say that the soul, being begotten out of mutual generation, is mortal, or else that souls are not begotten by succession out of mutual generation; for the case of those begotten out of adultery we leave to the principle of providence, which is unknown to us. Yet if one must make some conjecture regarding providence, assuredly He knows the
Notes, col. 205

On the reading

Printed ἐμβεβλῆσαι, for ἐμβεβλῆσθαι.

Printed εισάγεσθαι, for εἰσάγεσθαι.

Printed ἐτέρα, for ἑτέρα.

Printed φθαρταί εισι, for φθαρταί εἰσι.

Printed Μωῦσῆς, for Μωϋσῆς.

Printed Μωῦσέως, for Μωϋσέως.

Printed άρτι, for ἄρτι.

PG 45:208Read from the page
τικτόμενον, ἢ τῷ βίῳ ἢ ἑαυτῷ χρήσιμον ἐσόμενον, καὶ διὰ τοῦτο συγχωρεῖ τὴν ἐμψύχωσιν γίνεσθαι· ἱκανὸν δὲ τεκμήριον τοῦτο λαμβάνομεν, τὸν ἐκ τῆς τοῦ Οὐρίου καὶ Δαβὶδ γεννηθέντα Σολομῶνα [ὡς κατὰ νόμον τὸν θεῖον τικτομένῳ· ὡς καὶ ἐπὶ Σολομῶντι τῷ Δαβὶδ γεννῶνται τὰ γεννώμενα.].
being brought forth, as going to be useful either to life or to itself, and on this account He permits the ensoulment to take place; and we take as a sufficient proof of this Solomon, who was begotten of the wife of Uriah and of David [as being born according to the divine law; just as in the case of Solomon also, the children begotten are born to David].
Ἐξῆς ἐπισκεψώμεθα καὶ τὴν δόξαν τῶν Μανιχαίων, ἣν ἔχουσι περὶ τῆς ψυχῆς. Φασὶ μὲν γὰρ αὐτὴν ἀσώματον καὶ ἀθάνατον· μίαν δὲ μόνην εἶναι τὴν τῶν ἁπάντων ψυχὴν, κατακερματιζομένην καὶ κατατεμνομένην εἰς τὰ καθ' ἕκαστον σώματα, ἔμψυχά τε καὶ ἄψυχα· καὶ τὰ μὲν πλείονος αὐτῆς μετέχειν, τὰ δὲ ἐλάττονος· πλείονος μὲν τὰ ἔμψυχα, ἐλάττονος δὲ τὰ ἄψυχα, πολλῷ δὲ πλείονος τὰ οὐράνια· ὡς τῆς καθόλου ψυχῆς μέρη τὰς καθ' ἕκαστον εἶναι ψυχάς· καὶ εἰ μὲν ἀμερίστως μερίζεσθαι ταύτην ἔφασκον, ὡς τὴν φωνὴν ἐν τοῖς ἀκούουσι, μέτριον ἂν ἦν τὸ κακόν· νῦν δὲ τὴν οὐσίαν αὐτὴν τῆς ψυχῆς καταμερίζεσθαι λέγουσι, καὶ τὸ πάντων χαλεπώτατον, ὅτι κυρίως αὐτὴν ἐν στοιχείοις εἶναι βούλονται, καὶ συμμερίζεσθαι τούτοις ἐν τῇ τῶν σωμάτων γενέσει, καὶ πάλιν εἰς ταὐτὸν συνιέναι διαλυομένων τῶν σωμάτων, ὡς ὕδωρ μεριζόμενον, καὶ πάλιν συναγόμενον καὶ μιγνύμενον. Καὶ τὰς μὲν καθαρὰς ψυχὰς χωρεῖν εἰς τὸ φῶς, φῶς οὔσας· τὰς δὲ μεμολυσμένας ὑπὸ τῆς ὕλης, χωρεῖν εἰς τὰ στοιχεῖα· καὶ πάλιν ἀπὸ τῶν στοιχείων, εἰς τὰ φυτὰ καὶ τὰ ζῶα· καὶ οὕτω τὴν οὐσίαν αὐτῆς κατατέμνοντες, καὶ σωματικὴν κατατέμνοντες, καὶ πάθεσιν ὑποβάλλοντες, ἀθάνατον εἶναί φασι· περιπίπτουσι δὲ καὶ τοῖς ἐναντίοις· φάσκοντες γὰρ ἀνατρέχειν τὰς μεμολυσμένας ψυχὰς ἐπὶ τὰ στοιχεῖα, καὶ καταμίγνυσθαι ἀλλήλοις, πάλιν αὐτὰς ἐν ταῖς μετενσωματώσεσί φασι τιμωρεῖσθαι, κατὰ τὸ μέγεθος τῶν ἁμαρτημάτων, ἑνοῦντες αὐτὰς, καὶ πάλιν χωρίζοντες, καθ' ὑπόστασιν. Καὶ γὰρ τὰς σκιὰς φωτὸς μένοντος χωρίζεσθαι, συναφείας δὲ γενομένης ἑνοῦσθαι, ὅπερ ἀδύνατον ἐπὶ ναητῆς φύσεως γενέσθαι. Καὶ γὰρ αἱ σκιαὶ τῶν ἀγαθῶν εισιν· ει καὶ δοίη τις αὐτὰς χωρίζεσθαι, καὶ πάλιν ἑνοῦσθαι. Πλάτων δὲ καὶ μίαν εἶναι καὶ πολλὰς ψυχὰς ἀποφαίνεται. Μίαν μὲν γὰρ εἶναι τοῦ παντὸς τὴν ψυχήν· εἶναι δὲ καὶ ἄλλας τῶν κατὰ μέρος, ὡς ιδίᾳ μὲν τὸ πᾶν ἐμψυχοῦσθαι ὑπὸ τῆς τοῦ παντὸς ψυχῆς· ιδίᾳ δὲ πάλιν τὰ κατὰ μέρος, ὑπὸ τῆς ιδίας ἑκάστου ψυχῆς. Λέγει γοῦν τὴν μὲν τοῦ παντὸς διατετάσθαι ψυχὴν ἀπὸ τοῦ κέντρου τῆς γῆς ἐπὶ τὰ πέρατα τοῦ οὐρανοῦ, οὐ τοπικῶς αὐτὴν διατετάσθαι φάσκων, ἀλλὰ νοητῶς. Ταύτην δὲ τὴν ψυχὴν εἶναι τὴν περιάγουσαν σφαιροειδῶς τὸ πᾶν καὶ συνάγουσαν καὶ συσφίγγουσαν τὸ σωματοειδὲς τοῦ κόσμου, διιέναι τε τὰ σώματα τοῦ σύμπαντος, ἐν τοῖς προλαβοῦσιν ἐδείχθη. Ποιεῖ δὲ τοῦτο τὴν ειδοποιὸν ψυχήν. Ζῇν γὰρ ἕκαστον τῶν ὄντων τὴν ιδίαν ζωὴν, καὶ φθείρεσθαι τὴν ιδίαν φθοράν. Ἕως μὲν γὰρ συνέχε-
Next let us examine also the opinion of the Manichaeans which they hold concerning the soul. For they say on the one hand that it is incorporeal and immortal, yet on the other that the soul of all things is one alone, broken into small bits and cut up into individual bodies, both animate and inanimate; and that some partake of more of it, others of less: animate things of more, inanimate things of less, and heavenly things of much more; so that individual souls are parts of the universal soul; and if indeed they had said that this is divided indivisibly, like the voice among its hearers, the evil would have been moderate; but as it is, they say that the very substance of the soul is parcelled out, and what is hardest of all, that they will have it exist properly in the elements, and be divided along with them in the generation of bodies, and come together again into the same upon the dissolution of the bodies, like water that is divided and again gathered together and mingled. And they say that pure souls pass into the light, being light; whereas those defiled by matter pass into the elements, and again from the elements into plants and animals; and thus cutting up its substance, and cutting it up as bodily, and subjecting it to passions, they assert that it is immortal; yet they fall into contradictions as well; for while asserting that defiled souls run back to the elements and are mingled up with one another, they say again that in reincarnations they are punished according to the magnitude of their sins, uniting them and again separating them in subsistence. For they say that shadows too are separated while light remains, and united when a conjunction occurs, which is impossible to take place in an intelligible nature. For indeed shadows belong to good things, even if someone should grant that they are separated and again united. Plato, moreover, declares that there is both one soul and many souls. For he says that the soul of the universe is one, yet that there are also others belonging to particular things, so that the universe on the one hand is separately ensouled by the soul of the universe, and particular things on the other hand again separately by the particular soul of each. He says, accordingly, that the soul of the universe is stretched out from the centre of the earth unto the bounds of heaven, asserting that it is stretched out not locally, but intelligibly. And that this soul is that which carries the universe round spherically and holds together and binds fast the corporeal frame of the world, and passes through the bodies of the whole universe, was shown in what preceded. And this constitutes the form-giving soul. For each of existing things lives its own proper life, and perishes by its own proper destruction. For so long as it is held toge-
Notes, col. 208

On the reading

Printed ναητῆς, for νοητῆς.

Printed εισιν, for εἰσιν.

Printed ει, for εἰ.

Printed ιδίᾳ, for ἰδίᾳ.

Printed ιδίας, for ἰδίας.

Printed ειδοποιὸν, for εἰδοποιὸν.

Printed ιδίαν, for ἰδίαν.

PG 45:209Read from the page
ται καὶ συσφίγγεται, τὸ σῶμα εἶναι λέγεται· διαλυόμενον δὲ φθείρεσθαι· καὶ ζῇν μὲν πάντα, μὴ πάντα δὲ εἶναι ζῶα. Διακρίνουσι μὲν γὰρ ἀπὸ τῶν ἀψύχων τὰ φυτὰ τῷ αὐξάνεσθαι καὶ τρέφεσθαι, τουτέστι τῇ θρεπτικῇ καὶ φυσικῇ δυνάμει· τὰ δὲ ἄλλα ζῶα ἀπὸ τῶν φυτῶν τῇ αἰσθήσει· τὰ δὲ λογικὰ ἀπὸ τῶν ἀλόγων τῷ λογικῷ. Καὶ οὕτω πάντα ζῇν λέγοντες, διαστέλλουσι τὴν ἑκάστου φύσιν. Ζῇν οὖν λέγουσι καὶ τὰ πάντα ἄψυχα ἑκτικὴν ζωήν, καθὸ συνέχεται ὑπὸ τῆς τοῦ παντὸς ψυχῆς, εἰς τὸ εἶναι μόνον, καὶ μὴ διαλύεσθαι. Ταύτην δὲ εἶναι τὴν ψυχὴν τὴν διακυβερνῶσαν τὸ πᾶν, καὶ τὴν τὰς μερικὰς ψυχὰς τὰς πρότερον παρὰ τοῦ δημιουργοῦ γενομένας ἐπιπέμπουσαν· δηλαδὴ αὐτοῦ τοῦ δημιουργοῦ καὶ νόμους αὐτῇ δεδωκότος, καθὼς διεξάγειν ὀφείλει τοῦτο τὸ πᾶν, οὓς καὶ εἰμαρμένην καλεῖ, καὶ χορηγοῦντος δύναμιν ἀρκοῦσαν διέπειν ἡμᾶς. Εἴρηται δὲ ταῦτα καὶ ἐν τοῖς περὶ εἰμαρμένης. Κοινῇ μὲν οὖν πάντες Ἕλληνες οἱ τὴν ψυχὴν ἀθάνατον ἀποφηνάμενοι, τὴν μετενσωμάτωσιν δογματίζουσι· διαφέρονται δὲ περὶ τὰ εἴδη τῶν ψυχῶν. Οἱ μὲν γὰρ ἓν εἶδος τὸ λογικὸν εἶναι λέγουσι· τοῦτο δὲ καὶ εἰς φυτὰ, καὶ εις τὰ τῶν ἀλόγων σώματα μεταβαίνειν. Οἱ μὲν γὰρ κατά τινας ῥητὰς χρόνων περιόδους· οἱ δὲ ὡς ἔτυχεν· ἄλλοι δὲ οὐχ ἓν εἶδος ψυχῶν, ἀλλὰ δύο, λογικόν τε καὶ ἄλογον· τινὲς δὲ πολλὰ τοσαῦτα, ὅσα τῶν ζώων τὰ εἴδη· μάλιστα δὲ οἱ ἀπὸ Πλάτωνος, τὰς μὲν θυμικὰς, τὰς δὲ ὀργίλους καὶ ἁρπακτικὰς ψυχὰς, λύκων καὶ λεόντων σώματα μεταμφιέννυσθαι· τὰς δὲ περὶ τὴν ἀκολασίαν ἠσχολημένας, ὄνων καὶ τῶν τοιούτων ἀναλαμβάνειν σώματα· οἱ μὲν κυρίως ἤκουσαν τοὺς λέοντας καὶ τοὺς λύκους καὶ τοὺς ὄνους· οἱ δὲ τροπικῶς αὐτὸν εἰρηκέναι διέγνωσαν, τὰ ἤθη διὰ τῶν ζώων ἐμφαίνοντα. Κρόνιος μὲν γὰρ ἐν τῷ Παλιγγενεσίας, οὕτω μὲν καλεῖ τὴν μετενσωμάτωσιν, λογικὰς πάσας εἶναι βούλεται· ὁμοίως δὲ καὶ Θεόδωρος ὁ Πλατωνικὸς, ἐν τῷ, ὅτι Ἡ ψυχὴ πάντα τὰ εἴδη ἐστὶ, καὶ Πορφύριος ὁμοίως· Ἰάμβλιχος δὲ τὴν ἐναντίαν τούτοις δραμών, κατ' εἶδος ζώων, ψυχῆς εἶδος εἶναι λέγει· ἢ δύο γοῦν, ἢ διάφορα. Γέγραπται γοῦν αὐτῷ μονόβιβλον, ἐπιγράφων ὅτι Οὐκ ἀνθρώπων εις ζῶα, οὐδὲ ἀπὸ ζώων εις ἀνθρώπους αι μετενσωματώσεις γίνονται, ἀλλὰ ἀπὸ ζώων εις ζῶα, καὶ ἀπὸ ἀνθρώπων εἰς ἀνθρώπους.
ther and bound fast, the body is said to exist, whereas when dissolved it is said to perish; and that all things indeed live, yet not all things are animals. For they distinguish plants from inanimate things by growth and nourishment, that is, by the nutritive and natural faculty; the other animals from plants by sensation; and rational beings from irrational ones by reason. And thus asserting that all things live, they distinguish the nature of each. They say, therefore, that all inanimate things also live a habitual life, in so far as they are held together by the soul of the universe, merely unto existing and not being dissolved. And they say that this is the soul that pilots the universe, and sends forth the particular souls that had previously come into being from the Demiurge: that is to say, the Demiurge himself having both given laws to it, according as it ought to administer this universe, which laws he also calls fate, and supplying a power sufficient to govern us. And these things have also been spoken of in our discussions on fate. In common, then, all the Greeks who have declared the soul immortal teach reincarnation as a doctrine, yet they differ concerning the species of souls. For some say that there is one species, the rational, and that this passes over even into plants and into the bodies of irrational creatures: some indeed according to certain stated periods of time, and others at random; while others say that there is not one species of souls, but two, both rational and irrational; and certain say that there are many, as many as are the species of animals; and above all the followers of Plato say that spirited, irascible, and rapacious souls clothe themselves in the bodies of wolves and lions, whereas those busied with intemperance take up the bodies of asses and creatures of that sort; some understood the lions and the wolves and the asses literally, whereas others judged that he had spoken figuratively, indicating characters by means of the animals. For Cronius, in his work On Palingenesis—for so he calls reincarnation—will have them all be rational; and similarly also Theodorus the Platonist, in his work That the Soul is All Species, and Porphyry similarly; whereas Iamblichus, running counter to these, says that corresponding to each species of animals there is a species of soul: that is, at any rate two, or diverse ones. At any rate, a single-book treatise has been written by him, which he entitles: That Reincarnations Do Not Take Place from Men into Animals, nor from Animals into Men, but from Animals into Animals, and from Men into Men.
Καί μοι δοκεῖ μᾶλλον οὗτος ἕνεκα τούτου καλῶς κατεστοχάσθαι, μὴ μόνον τῆς τοῦ Πλάτωνος γνώμης, ἀλλὰ καὶ τῆς ἀληθείας αὐτῆς, ὡς ἔστιν ἐκ πολλῶν καὶ ἄλλων ἐπιδεῖξαι, μάλιστα δὲ ἐκ τούτων. Οὐδὲ γὰρ μίαν τῶν λογικῶν κινήσεων ἐμφαίνεσθαι τοῖς ἀλόγοις τῶν ζώων. Οὔτε γὰρ τέχναι, οὔτε μαθήματα, οὔτε βουλαὶ, οὔτε ἀρεταὶ, οὔτε ἄλλο τι τῶν διανοητικῶν ἐν αὐτοῖς ἐστιν· ἐξ ὧν δῆλον, ὡς οὐ μέτεστι λογικῆς ψυχῆς αὐτοῖς. Καὶ γὰρ ἄτοπον λέγειν τὰ ἄλογα λογικά· εἰ γὰρ καὶ κομιδῆ νέοις οὖσι τοῖς
And to me this man seems on this account rather to have aimed well, not only at the mind of Plato, but also at the truth itself, as one may show from many other considerations as well, and above all from these. For not even one of the rational motions is manifested in the irrational animals. For neither arts, nor sciences, nor counsels, nor virtues, nor anything else of an intellectual kind is in them; whence it is evident that they have no share in a rational soul. For indeed it is absurd to call irrational creatures rational; for even if to those who are altogether young
Notes, col. 209

On the reading

Printed εἰμαρμένην, for εἱμαρμένην.

Printed εἰμαρμένης, for εἱμαρμένης.

Printed εις, for εἰς.

Printed αι, for αἱ.

Printed κομιδῆ, for κομιδῇ.