Migne Reading Room

PG 45 · cols. 212–221 · Read from the page

On the Soul

On the Soul

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 45:212Read from the page
βρέφεσιν ἡ ἄλογος μόνη κίνησις πρόσεστιν, ἀλλὰ ψυχὴν λογικήν φαμεν ἔχειν αὐτά· ἐπειδήπερ αὐξανόμενα καὶ τὴν λογικὴν ἀναδείκνυσιν ἐνέργειαν. Τὸ δὲ ἄλογον κατ' οὐδεμίαν ἕξιν ἐμφαῖνον τὸ λογικὸν, περιττῶς ἂν ἔσχε λογικὴν ψυχήν, ἀχρήστου παντελῶς μελλούσης ἔσεσθαι τῆς λογικῆς δυνάμεως· καὶ γὰρ οὐδὲν περιττὸν παρὰ τοῦ Θεοῦ γεγενῆσθαι συμφώνως πᾶσι συνωμολόγηται. Ει δὲ τοῦτο, περιττῶς ἂν ἡ λογικὴ ψυχὴ τοῖς κτήνεσι καὶ τοῖς θηρίοις ἐγκατεβάλλετο, μηδέποτε δυναμένη τὸ ἑαυτῆς ἔργον ἐπιδεῖξασθαι· καὶ ἦν ἂν ἔγκλημα τοῦ δόντος ἀνάρμοστον ψυχὴν τῷ σώματι. Οὔτε γὰρ τεχνίτου τὸ ἔργον, οὔτε τάξιν ἢ ἁρμονίαν ειδότος. Ει δέ τις λέγει κινεῖσθαι μὲν κατὰ διάθεσιν λογικῶς τὰ ζῶα, τὴν δὲ διάπλασιν αὐτῶν ἀνεπίδεκτον εἶναι τεχνικῆς πράξεως, πιστούμενος τὸν λόγον ἀπὸ τῶν ἀνθρώπων· περιαιρεθέντων γὰρ μόνον τῶν δακτύλων ἀπὸ τῶν χειρῶν, τὰς πλείστας τέχνας παραπόλλυσθαι· οὐ λύει τὸ ζητούμενον. Μένει γὰρ ἔτι τὸ αὐτὸ ἄτοπον, ὡς τοῦ Θεοῦ μὴ πρόσφορον ψυχὴν ἐναρμόσαντος τῷ σώματι, ἀλλὰ περιττὴν καὶ ἀνόνητον καὶ ἀνενέργητον, ἐμποδιζομένην διὰ πάσης τῆς ἡλικίας αὐτῶν, εις τὰς οικείας ἐνεργείας, πρὸς τὸ καὶ τὸν λόγον αὐτῆς κατασκευάζειν ἐξ ἀδήλων καὶ οὐχ ὁμολογουμένων. Πόθεν γὰρ ὅτι κατὰ διάθεσιν λογικῶς κινεῖται τὰ ζῶα; Βέλτιον γὰρ πρόσφορον ἡγεῖσθαι ἑκάστῳ σώματι ψυχὴν ἐνηρμόσθαι, καὶ μηδὲν ἔχειν πλέον κατὰ διάθεσιν τὰ ζῶα τῆς ἐκφαινομένης τοῖς ἔργοις αὐτῶν φυσικῆς ἁπλότητος. Ἕκαστον γὰρ εἶδος τῶν ἀλόγων κατ' οικείαν ὁρμὴν κινεῖται, πρὸς ἣν γέγονεν ἐξ ἀρχῆς, χρείαν τε καὶ ἐνέργειαν, καὶ πρὸς ταῦτα καὶ τὴν διάθεσιν ἐπιτηδείαν ἔσχεν. Οὐ μὴν ἀβοήθητα παντάπασιν αὐτὰ καταλέλοιπεν ὁ Δημιουργός· ἀλλ' ἑκάστῳ φυσικὴν, οὐ λογικὴν ἐνέβαλε σύνεσιν· τισὶ δὲ καὶ πανουργίαν ἐνέθηκεν, ὥσπερ τέχνης εἰκόνα καὶ σκιὰν δυοῖν τούτων ἕνεκεν, ὑπὲρ τοῦ καὶ τὰς ἐνεστώσας ἐπιβουλὰς ἐκκλίνειν, καὶ τὰς μελλούσας προφυλάττεσθαι· καὶ ἐπὶ τῷ συνάψαι τὴν κτίσιν πᾶσαν ἑαυτῇ, ὡς ἤδη εἴρηται. Ὅτι δὲ οὐ λογικῶς ταῦτα ποιεῖ, δῆλον ἐκ τοῦ κατ' εἶδος ἕκαστον ζῶον ὁμοίως τὰ αὐτὰ ποιεῖν, καὶ μὴ διαλλάττειν αὐτῶν ἐν τῷ πλήθει τὰς τῆς ψυχῆς ἐνεργείας· ει μὴ κατὰ τὸ μᾶλλον καὶ ἧττον· ἀλλὰ κατὰ μίαν ὁρμὴν ὅλον τὸ εἶδος κινεῖσθαι. Πᾶς γὰρ λαγωὸς ὁμοίως εὐνάζεται, καὶ πᾶς λύκος ὁμοίως πανουργεῖ, καὶ πᾶς πίθηκος ὁμοίως μιμεῖται. Ὅπερ οὐκ ἔστιν ἐπ' ἀνθρώπου. Μυρίαι γὰρ ὁδοὶ τῶν ἀνθρωπίνων πράξεων. Ἐλεύθερον γάρ τι καὶ αὐτεξούσιον τὸ λογικὸν, ὅθεν οὐχ ἓν καὶ ταὐτὸ πᾶσιν ἔργον ἀνθρώποις, ὡς ἑκάστῳ εἴδει τῶν ἀλόγων ζώων. Φύσει γὰρ μόνῃ ταῦτα κινεῖται· τὰ δὲ φύσει ὁμοίως παρὰ πᾶσίν ἐστιν· αἱ δὲ λογικαὶ πράξεις ἄλλαι παρ' ἄλλοις, οὐκ ἐξ ἀνάγκης αι αὐταὶ παρὰ πᾶσιν. Ει δὲ λέγοιεν ἐπὶ τιμωρίᾳ τὴν ψυχὴν τῶν προημαρτημένων ἐν τῷ ἀνθρωπίνῳ βίῳ εἰς τοιαῦτα σώματα καταπέμπεσθαι, ἐκ τῶν ὑστέρων ποιοῦνται τὴν ἀπόδειξιν. Διὰ τί γὰρ εἰς τὰ πρῶτα γενόμενα σώματα τῶν ζώων ἀνεβλήθησαν λογικαὶ ψυχαί; Ου γὰρ δήπου ὡς ἐν σώμασιν ἀνθρωπίνοις ἁμαρτήσασαι, πρὶν καὶ εἰς σῶμα γενέσθαι ἀνθρώ-
to infants only irrational motion belongs, nevertheless we say that they possess a rational soul, seeing that as they grow they display rational activity as well. Whereas the irrational creature, manifesting reason in no habit whatsoever, would superfluously have possessed a rational soul, since the rational faculty would be altogether useless; for indeed it is agreed by all with one accord that nothing superfluous has been brought into being by God. And if this is so, the rational soul would have been cast superfluously into cattle and wild beasts, being never able to display its own proper work; and it would have been a reproach against Him Who gave an ill-suited soul to the body; for the work would belong neither to a craftsman nor to one who knows order or harmony. And if someone says that animals are moved rationally in disposition, whereas their bodily formation is incapable of artistic action—confirming this argument from human beings, since when merely the fingers are removed from the hands, most arts are destroyed—he does not resolve the question at issue. For the same absurdity still remains, as though God had fitted to the body not a suitable soul, but a superfluous and unprofitable and inactive one, hindered throughout their whole lifespan with respect to its proper activities, besides establishing its argument from things uncertain and unacknowledged. For whence is it shown that animals are moved rationally in disposition? For it is better to hold that a suitable soul has been fitted to each body, and that animals possess nothing more in disposition beyond the natural simplicity manifested in their works. For each species of irrational creatures is moved according to its own proper impulse towards that use and activity for which it came into being from the beginning, and has obtained a disposition adapted to these ends as well. Yet the Creator has by no means left them altogether without help; rather, into each He cast a natural, not a rational, intelligence; and in certain of them He also implanted cunning, like an image and shadow of art, for the sake of these two things: both in order to shun present plots and to guard against future ones, and in order to bind the whole creation together with itself, as has already been said. And that it does not do these things rationally is evident from the fact that within each species every animal does the same things in like manner, and that in their multitude the activities of the soul do not vary—unless by way of more and less—but rather the whole species is moved according to a single impulse. For every hare couches in its lair in like manner, and every wolf practises cunning in like manner, and every ape imitates in like manner. Which is not the case with man; for myriad are the ways of human actions. For that which is rational is something free and self-determining, whence there is not one and the same work for all human beings, as there is for each species of irrational animals. For these are moved by nature alone, and the things of nature are alike among all; whereas rational actions are different among different persons, and not of necessity the same among all. And if they should say that the soul is sent down into such bodies in punishment for sins previously committed in human life, they construct their proof from things subsequent. For why were rational souls cast into the bodies of animals that came into being first? Surely not as having sinned in human bodies before even coming into a hu-
Notes, col. 212

On the reading

Printed Ει, for Εἰ.

Printed ειδότος, for εἰδότος.

Printed εις, for εἰς.

Printed οικείας, for οἰκείας.

Printed οικείαν, for οἰκείαν.

Printed ει, for εἰ.

Printed αι, for αἱ.

Printed Ου, for Οὐ.

PG 45:213Read from the page
πινον. Ἔοικε δὲ ταύτη δόξῃ τίθεσθαι καὶ Γαληνὸς ὁ θαυμάσιος ιατρὸς, καὶ καθ' ἕκαστον εἶδος ζώου διάφερον εἶναι δοξάζει καὶ ψυχῆς εἶδος· λέγει γὰρ εὐθὺς ἐν ἀρχῇ τοῦ πρώτου βιβλίου τῆς Περὶ χρείας μορίων πραγματείας, οὕτω· ‹ Καὶ ει τοῦτο, πολλὰ τῶν ζώων ἔσται μόρια· τὰ μὲν μείζω, τὰ δὲ ἐλάττω· τὰ δὲ παντάπασιν εἰς ἕτερον εἶδος ἄτμητα· χρεία δὲ αὐτῶν ἁπάντων ἐστὶ τῇ ψυχῇ. Τὸ γὰρ σῶμα ταύτης ὄργανον. Καὶ διὰ τοῦτο πολὺ διενήνοχεν ἀλλήλων τὰ μόρια τῶν ζώων, ὅτι καὶ αἱ ψυχαί. › Πάλιν δὲ προκόπτων ἐν τῷ αὐτῷ βιβλίῳ, προστίθησιν ἐπὶ τοῦ πιθήκου καὶ τοῦτο· ‹ Καὶ μὴ, ὦ σοφώτατε κατήγορε (λέξειεν ἂν ἡ φύσις πρὸς σὲ γελοίως), τὴν ψυχὴν τῶν ζώων τελείαν ἐχρῆν δοθῆναι πρὸς τὴν τοῦ σώματος κατασκευήν. › Οὕτως εἶδε τοῖς διαφόροις κατ' εἶδος σώμασιν διαφόρους ἐνούσας ψυχάς. Καὶ ταῦτα μὲν περὶ τούτων· εἰ δὲ τὴν ψυχὴν ἀπεδείξαμεν, μήτε σῶμα οὖσαν, μήτε ἁρμονίαν, μήτε κρᾶσιν, μήτε ἄλλην τινὰ ποιότητα, δῆλον ἐκ τούτων, ὡς οὐσία τίς ἐστιν ἀσώματος ἡ ψυχή· ὅτι μὲν γάρ ἐστιν, ὁμολογεῖται πᾶσιν· εἰ δὲ μήτε σῶμα, μήτε συμβεβηκὸς, δῆλόν ἐστιν, ὅτι ἀσώματός ἐστιν οὐσία, καὶ οὐδὲν τῶν ἐχόντων ἐν ἄλλῳ τὸ εἶναι· ταῦτα γὰρ γίνεται καὶ ἀπογίνεται χωρὶς τῆς τοῦ ὑποκειμένου φθορᾶς. Τῆς δὲ ψυχῆς χωριζομένης, τὰ σῶμα πάντως φθείρεται.
man body. And Galen the marvellous physician also seems to assent to this opinion, and holds that corresponding to each species of animal there is also a distinct species of soul; for straightway at the beginning of the first book of his treatise On the Usefulness of the Parts he speaks thus: ‹ And if this is so, the parts of animals will be many, some greater and others lesser, and others altogether indivisible into another form; yet the soul has need of them all. For the body is its instrument; and on this account the parts of animals differ greatly from one another, because their souls do also. › And again, advancing further in the same book, he adds with regard to the ape this as well: ‹ And surely, O wisest accuser (nature might say to you jestingly), the soul of animals ought not to have been given as perfect with respect to the framing of the body. › Thus he perceived distinct souls indwelling bodies that are distinct according to species. So much, then, concerning these matters; and if we have demonstrated that the soul is neither a body, nor a harmony, nor a mixture, nor any other quality, it is evident from these considerations that the soul is a certain incorporeal substance; for that it exists is acknowledged by all; and if it is neither a body nor an accident, it is evident that it is an incorporeal substance, and none of the things that have their being in another; for such things come to be and pass away without the destruction of their substrate, whereas when the soul is separated, the body is altogether destroyed.
Τοῖς αὐτοῖς δὲ χρησάμενον ἔστιν ἀποδεῖξαι τὴν ψυχὴν ἀθάνατον οὖσαν. Ει γὰρ μήτε σῶμά ἐστιν, ὅπερ φύσει διαλυτὸν ἐδείχθη καὶ φθαρτὸν, μήτε ποιότης, μήτε ποσότης, μήτε ἄλλο τι τῶν φθειρομένων, δηλονότι ἀθάνατός ἐστι. Πολλαὶ μὲν οὖν εισι τῆς ἀθανασίας αὐτῆς ἀποδείξεις, παρά τε Πλάτωνι καὶ τοῖς ἄλλοις· ἀλλ' ἐκεῖναι μὲν περισκελεῖς καὶ δυσκατανόητοι, καὶ μόλις τοῖς ἐντεθραμμένοις ἐκείναις ταῖς ἐπιστήμαις γνώριμοι· ἡμῖν δὲ ἀρκεῖ πρὸς ἀπόδειξιν τῆς ἀθανασίας αὐτῆς, ἡ τῶν θείων λογίων διδασκαλία, τὸ πιστὸν ἐφ' ἑαυτῆς ἔχουσα, διὰ τὸ θεόπνευστος εἶναι. Πρὸς δὲ τοὺς μὴ καταδεχομένους τὰ τῶν Χριστιανῶν δόγματα, ἀρκεῖ τὸ μηδὲν εἶναι τὴν ψυχὴν τῶν φθειρομένων ἀποδεῖξαι. Ει γὰρ μηδέν ἐστι τῶν φθειρομένων, ἔστι δὲ ἄφθαρτος, ἔστι καὶ ἀθάνατος· ὥστε τοῦτο μὲν ἀρκούντως ἔχον παραλειπτέον. Ζητητέον δὲ πῶς ψυχῆς καὶ σώματος ἀψύχου γίνεται ἕνωσις· ἄπορον γὰρ τὸ πρᾶγμα· ει δὲ μὴ μόνον ἐκ τούτων, ἀλλὰ καὶ τοῦ νοῦ συνέστηκεν ὁ ἄνθρωπος, ὡς εἶπόν τινες, ἔτι πλέαν ἀπορώτερον. Πάντα γὰρ τὰ συνιόντα εις μιᾶς οὐσίας ὑπόστασιν πάντως ἑνοῦται· πάντα δὲ τὰ ἑνούμενα ἀλλοιοῦται, καὶ οὐ μένει ἃ πρότερον ἦν, ὡς ἐπὶ τῶν στοιχείων δειχθήσεται· ἑνωθέντα γὰρ ἄλλο τι γέγονε. Πῶς οὖν, ει τὸ σῶμα ἡνωμένον τῇ ψυχῇ ἔτι μένει σῶμα, ἢ πάλιν ἡ ψυχὴ ἀσώματος οὖσα καὶ οὐσιώδης καθ' ἑαυτὴν, πῶς ἑνοῦται σώματι, καὶ μέρος γίνεται τοῦ
And by using the same arguments one may demonstrate that the soul is immortal. For if it is neither a body—which was shown to be dissoluble and corruptible by nature—nor a quality, nor a quantity, nor anything else among things that perish, manifestly it is immortal. Now there are indeed many proofs of its immortality in Plato and the rest; yet those are crabbed and hard to grasp, and scarcely familiar even to those reared in those sciences; whereas for us, the teaching of the divine oracles suffices for the proof of its immortality, possessing trustworthiness in itself on account of its being divinely inspired. And towards those who do not accept the doctrines of the Christians, it suffices to demonstrate that the soul is none of the things that perish. For if it is none of the things that perish, and is incorruptible, it is immortal as well; so that this point, being sufficiently established, may be passed over. We must inquire, however, how a union of soul and inanimate body comes about; for the matter is perplexing; and if man consists not of these alone, but of intellect as well, as certain have said, it is still more perplexing. For all things that come together unto the subsistence of a single substance are altogether united; and all things that are united undergo alteration, and do not remain what they previously were, as will be shown in the case of the elements; for once united they have become something else. How then, if the body when united to the soul still remains a body, or again the soul, being incorporeal and substantial in herself—how is she united to a body, and becomes a part of the
Notes, col. 213

On the reading

Printed ταύτη, for ταύτῃ.

Printed ιατρὸς, for ἰατρὸς.

Printed ει, for εἰ.

Printed τὰ σῶμα, for τὸ σῶμα.

Printed Ει, for Εἰ.

Printed εισι, for εἰσι.

Printed πλέαν, for πλέον.

Printed εις, for εἰς.

PG 45:216Read from the page
ζώου, σώζουσα τὴν ιδίαν οὐσίαν ἀσύγχυτον καὶ ἀδιάφθορον; Ἀνάγκη γὰρ ἢ ἡνῶσθαι τὴν ψυχὴν καὶ τὸ σῶμα, καὶ συνηλλοιῶσθαι καὶ συνεφθάρθαι ἀμφότερα, ὡς τὰ στοιχεῖα· ἢ μὴ ἡνῶσθαι μὲν διὰ τὰς προειρημένας ἀτοπίας, παρακεῖσθαι δὲ ὡς χορευτὰς ἐν χορῷ, ἢ ψῆφον ψήφῳ, ἢ κεκρᾶσθαι ὡς ὕδωρ καὶ οἶνον. Ἀλλ' ὅτι μὲν αὐ δύναται παρακεῖσθαι τῷ σώματι ἡ ψυχὴ, ἐν τῷ Περὶ ψυχῆς ἀποδέδεικται. Ἦν γὰρ ἂν μόνον αὐτὸ τοῦ σώματος ἔμψυχον μέρος τὸ πλησιάζον τῇ ψυχῇ· τὸ δὲ μὴ συνημμένον, ἄψυχον, πρὸς τῷ μὴ δύνασθαι ἓν λέγειν εἶναι τὰ κατὰ παράθεσιν, ὡς ξύλα, φέρε ειπεῖν, ἢ σίδηρον, ἤ τι τοιοῦτον· καὶ ἡ κρᾶσις δὲ τοῦ οἴνου καὶ τοῦ ὕδατος ἀμφότερα συνδιαφθείρει. Οὔτε γὰρ ὕδωρ ἐστὶ τὸ κρᾶμα καθαρὸν, οὔτε οἶνος· καίτοι τῆς τοιαύτης κράσεως κατὰ παράθεσιν γινομένης, λανθάνουσαν τὴν αἴσθησιν, διὰ τὸ λεπτομερὲς τῶν κεκραμένων. Δῆλον δὲ ἐκ τοῦ πάλιν ἀπ' ἀλλήλων διαχωρίζεσθαι. Σπόγγος γοῦν ἐλαιωθεὶς, ἀνιμᾶται καθαρὸν τὸ ὕδωρ, καὶ πάπυρος. Αισθητῶς δὲ χώρίσαι τὰ ἀκριβῶς ἡνωμένα, παντάπασιν ἀδύνατον. Ει δὲ μήτε ἥνωται, μήτε κέκραται, μήτε παράκειται, τίς ὁ λόγος τοῦ τὸ ζῶον ἓν λέγεσθαι; Πλάτων μὲν οὖν καὶ διὰ ταύτην τὴν ἀπορίαν οὐ βούλεται τὰ ζῶον ἐκ ψυχῆς εἶναι καὶ σώματος, ἀλλὰ ψυχὴν σώματι κεκραμένην, καὶ ὥσπερ ἐνδεδυμένην τὸ σῶμα· ἔχει δὲ καὶ οὗτος ὁ λόγος ἄπορόν τι. Πῶς γὰρ ἓν εἶναι δύναται μετὰ τοῦ ἐνδύματος ἡ ψυχή; Οὐ γὰρ ἓν ὁ χιτὼν μετὰ τοῦ ἐνδεδυμένου. Ἀμμώνιος δὲ ὁ διδάσκαλος Πλωτίνου τὸ ζητούμενον τοῦτον τὸν τρόπον ἀπελύετο· ἔλεγε γὰρ τὰ νοητὰ τοιαύτην ἔχειν φύσιν, ὡς καὶ ἑνοῦσθαι τοῖς δυναμένοις αὐτὰ δέξασθαι, καθάπερ τὰ συνεφθαρμένα καὶ ἡνωμένα, καὶ μένειν ἀσύγχυτα καὶ ἀδιάφθορα, ὡς τὰ παρακείμενα. Ἐπὶ μὲν γὰρ τῶν σωμάτων ἡ ἕνωσις ἀλλοίωσιν πάντως τῶν συνιόντων ἐργάζεται· ἐπειδήπερ εις ἄλλα σώματα μεταβάλλεται, ὡς τὰ στοιχεῖα εἰς τὰ συγκείμενα, καὶ αι τραφαὶ εἰς αἷμα· τὸ δὲ αἷμα εἰς σάρκα, καὶ τὰ λοιπὰ μόρια τοῦ σώματος· ἐπὶ δὲ τῶν νοητῶν ἕνωσις μὲν γίνεται, ἀλληίωσις δὲ οὐ παρακολουθεῖ. Οὐ γὰρ πέφυκε νοητὸν κατ' οὐσίαν ἀλλοιοῦσθαι, ἀλλ' ἢ ἐξίσταται, ἢ εἰς τὸ μὴ ὂν φθείρεται· μεταβολὴν δὲ οὐκ ἐπιδέχεται, ἀλλ' οὔτε εις τὸ μὴ ὂν φθείρεται. Οὐ γὰρ ἦν ἀθάνατος καὶ ἡ ψυχὴ ζωὴ οὖσα, ει ἐν τῇ κράσει μετεβάλλετο· ἠλλοιώθη ἂν, καὶ οὐκ ἦν ἔτι ζωή. Τί δὲ συνεβάλλετο τῷ σώματι, ει μὴ παρεῖχεν αὐτῷ τὴν ζωήν; Οὐκ ἄρα ἀλλοιοῦται ἡ ψυχὴ ἐν τῇ ἑνώσει. Δεδειγμένου τοίνυν τούτου, ὅτι τὰ νοητὰ ἀναλλοίωτα κατ' οὐσίαν εισὶν, ἀναγκαίως παρακολουθεῖ τὸ μὴ συνδιαφθείρεσθαι οἷς ἥνωται σώματι ἡ ψυχή· ὅτι μὲν γὰρ ἥνωται, ἡ συμπάθεια δείκνυσι. Συμπαθεῖ γὰρ ὅλον ἑαυτῷ τὸ ζῶον, ὡς ἓν ὄν· ὅτι δὲ καὶ ἀσύγχυτον μένει, δῆλον ἐκ τοῦ τὴν ψυχὴν τρόπον τινὰ χωριζομένην ἐκ τοῦ σώματος ἐν τῷ ὕπνῳ, καὶ ὥσπερ νεκρὸν αὐτὸ κεῖσθαι καταλιποῦσαν· μόνον δὲ ἐξατμίζουσαν αὐτῷ τὴν ζωὴν, ἵνα μὴ παντελῶς ἀπόληται, καθ' ἑαυτὴν ἐν τοῖς ὀνείροις ἐνεργεῖν, θεσπίζουσαν τὸ μέλλον, καὶ τοῖς νοητοῖς πλησιάζουσαν. Τὸ αὐτὸ δὲ συμβαίνει καὶ ὅταν ἐπισκέπτηταί τι τῶν νοητῶν. Καὶ τότε γὰρ, ὡς οἷόν τε, τοῦ σώματος ἑαυ-
animal, preserving her own substance unconfused and incorruptible? For of necessity either the soul and the body have been united, and both have been altered together and corrupted together, like the elements; or else they have not been united on account of the aforesaid absurdities, but lie beside one another like dancers in a chorus, or pebble beside pebble, or have been mixed like water and wine. Yet that the soul cannot lie beside the body has been demonstrated in the treatise On the Soul; for then only that part of the body drawing near to the soul would be animate, whereas the part not conjoined would be inanimate, besides the impossibility of calling things placed in juxtaposition—such as timbers, for instance, or iron, or anything of that sort—one; and the mixture of wine and water, moreover, destroys both together. For the mixture is neither pure water nor wine, even though such a mixture comes about by juxtaposition escaping sensation on account of the fineness of the parts mixed together. And this is evident from their being separated again from one another: at any rate, an oiled sponge draws up the water pure, and so does papyrus; whereas to separate sensibly things that have been accurately united is altogether impossible. And if they have neither been united, nor mixed, nor placed beside one another, what is the reason why the animal is called one? Plato, accordingly, on account of this perplexity as well, will not have the animal consist of soul and body, but be a soul mixed with a body and as it were clothed in the body; yet this account also holds a certain perplexity. For how can the soul be one with her garment? For the tunic is not one with him who wears it. Ammonius, however, the teacher of Plotinus, resolved the question in this manner: for he said that intelligible things possess such a nature as both to be united to the things capable of receiving them, just like things corrupted together and united, and yet to remain unconfused and incorruptible, like things lying beside one another. For in the case of bodies, union altogether brings about an alteration of the things coming together, seeing that they are changed into other bodies, as the elements into compounds, and nutriments into blood, and blood into flesh and the remaining parts of the body; whereas in the case of intelligible things, union indeed takes place, yet alteration does not follow along. For an intelligible thing does not naturally undergo alteration in substance, but either departs or perishes into non-being; yet change it does not admit, nor indeed does it perish into non-being. For the soul, being life, would not be immortal either, if in the mixture she were changed: she would have undergone alteration, and would no longer be life. And what would she contribute to the body if she did not supply life to it? Therefore the soul does not undergo alteration in the union. This, accordingly, having been shown—that intelligible things are unalterable in substance—it necessarily follows that those things do not perish together with the body to which the soul has been united; for that she has indeed been united, sympathy shows. For the whole animal sympathizes with itself as being one; and that she also remains unconfused is evident from the fact that in sleep the soul is in a certain manner separated from the body, and having left it lying like a corpse, merely exhaling life into it lest it perish altogether, acts by herself in dreams, divining the future and drawing near to intelligible things. And the same thing happens also whenever she investigates some intelligible reality; for then too, so far as is possible, from the body her-
Notes, col. 216

On the reading

Printed ιδίαν, for ἰδίαν.

Printed αὐ, for οὐ.

Printed ειπεῖν, for εἰπεῖν.

Printed Αισθητῶς, for Αἰσθητῶς.

Printed χώρίσαι, for χωρίσαι.

Printed Ει, for Εἰ.

Printed τὰ ζῶον, for τὸ ζῶον.

Printed εις, for εἰς.

Printed αι, for αἱ.

Printed τραφαὶ, for τροφαὶ.

Printed ἀλληίωσις, for ἀλλοίωσις.

Printed ει, for εἰ.

Printed εισὶν, for εἰσὶν.

PG 45:217Read from the page
τὴν χωρίζει, καὶ καθ' ἑαυτὴν γίγνεται, ἵνα οὕτως ἐπιβάλλῃ τοῖς οὖσιν· ἀσώματος γὰρ οὖσα διόλου κεχώρηκεν, ὡς τὰ συνεφθαρμένα· μένουσα ἀδιάφθορος καὶ ἀσύγχυτος, καὶ καθ' ἑαυτὴν ἐνδιάζουσα, καὶ ἐν οἷς ἂν γένηται τρέπουσα ἐκεῖνα κατὰ τὴν ἐν αὐτῇ ζωὴν, καὶ μὴ τρεπομένη ὑπ' ἐκείνων. Ὡς γὰρ ὁ ἥλιος τῇ ιδίᾳ παρουσίᾳ αὐτοῦ τὸν ἀέρα εἰς φῶς μεταβάλλει, παιῶν αὐτὸν φωτοειδῆ, καὶ ἑνοῦται τῷ ἀέρι τὸ φῶς, ἀσυγχύτως ἅμα αὐτῷ κεχυμένον· τὸν αὐτὸν τρόπον καὶ ἡ ψυχὴ ἑνουμένη τῷ σώματι μένει ἀσύγχυτος, κατὰ τοῦτο μόνον διαλλάττουσα, ὅτι ὁ μὲν ἥλιος σῶμα ὢν, καὶ τόπῳ περιγραφόμενος, οὐκ ἔστι πανταχοῦ ἔνθα καὶ τὰ φῶς αὐτοῦ, ὡς οὐδὲ τὸ πῦρ· μένει γὰρ καὶ αὐτὴ ἐν τοῖς ξύλοις, ἢ ἐν θρυαλλίδι δεδεμένον, ὡς ἐν τύπῳ· ἡ δὲ ψυχὴ ἀσώματος οὖσα, καὶ μὴ περιγραφομένη τόπῳ, ὅλη δι' ὅλου χωρεῖ, καὶ τοῦ φωτὸς αὐτῆς καὶ τοῦ σώματος· καὶ οὐκ ἔστι μέρος φωτιζόμενον ὑπ' αὐτῆς, ἐν ᾧ μὴ ὅλη πάρεστιν· οὐ γὰρ κρατεῖται ὑπὸ ταῦ σώματος, ἀλλ' αὐτὴ κρατεῖ τὸ σῶμα· οὐδὲ ἐν τῷ σώματί ἐστιν, ὡς ἐν ἀγγείῳ ἢ ἀσκῷ, ἀλλὰ μᾶλλον τὸ σῶμα ἐν ταύτῃ. Μὴ κωλυόμενα γὰρ ὑπὰ τῶν σωμάτων τὰ νοητὰ, ἀλλὰ διὰ παντὸς σώματος χωροῦντα καὶ διαφοιτῶντα, καὶ διεξιόντα, αὐχ αἷά τέ ἐστιν ὑπὸ τῶν σωματικῶν κατέχεσθαι· ναητὰ γὰρ ὄντα ἐν ταῖς νοητοῖς καὶ τόποις εισίν. Ἢ γὰρ ἐν αὐτοῖς, ἢ ἐν ταῖς ὑπερκειμένοις νοητοῖς· ὡς ψυχὴ ποτὲ μὲν ἐν ἑαυτῇ ἐστιν, ὡς ὅτε λογίζεται, ποτὲ δὲ ἐν τῷ νῷ, ὅταν νοῇ. Ἐπὰν οὖν ἐν σώματι λέγεται εἶναι, οὐχ ὡς ἐν τόπῳ τῷ σώματι λέγεται εἶναι, ἀλλ' ὡς ἐν σχέσει, καὶ τῇ πρὸς τι ῥαπῇ καὶ διαθέσει δεδέσθαι φαμὲν ὑπὸ τοῦ σώματος τὴν ψυχὴν, ὡς λέγομεν ὑπὸ τῆς ἐρωμένης δεδέσθαι τὸν ἐραστὴν, οὐ σωματικῶς, οὐδὲ τοπικῶς, ἀλλὰ κατὰ σχέσιν. Ἀμέγεθες γὰρ ὂν καὶ ἄογκον καὶ ἀμερὲς, τῆς κατὰ μέρος τοπικῆς περιγραφῆς κρεῖττόν ἐστι· τὸ γὰρ μὴ ἔχον μέρος ποίῳ δύναται τόπῳ περιγράφεσθαι; τόπος γάρ ἐστι πέρας τοῦ περιέχοντος, καθὸ περιέχει τὰ περιεχόμενον. Ει δέ τις λέγοι, Οὐκοῦν καὶ ἐν Ρώμῃ καὶ ἐν Ἀλεξανδρείᾳ, καὶ πανταχοῦ ἐστιν ἡ ἐμὴ ψυχὴ, λανθάνει ἑαυτὸν, πάλιν τόπον λέγων· καὶ γὰρ τὰ ἐν Ἀλεξανδρείᾳ, καὶ ὅλως τὸ ἐν τῷδε, τόπος ἐστίν· ἐν τάπῳ δὲ ὅλως οὐκ ἔστιν, ἀλλ' ἐν σχέσει· δέδεικται γὰρ μὴ δύνασθαι περιληφθῆναι τόπῳ. Ὅταν γοῦν ἐν σχέσει γένηται νοητὸν, τόπου τινὸς ἢ πράγματος ἐν τόπῳ ὄντος, καταχρηστικώτερον λέγομεν αὐτὸ ἐκεῖ εἶναι, διὰ τὴν ἐνέργειαν αὐτοῦ, τοῦ ἐκεῖ τὸν τόπον ἀντὶ σχέσεως καὶ τῆς ἐνεργείας λαμβάνοντες. Δέον γὰρ λέγειν, Ἐκεῖ ἐνεργεῖ, λέγομεν, Ἐκεῖ ἔστιν.
self she separates, and comes to be by herself, so that thus she may apply herself to realities; for being incorporeal, she has pervaded throughout, like things corrupted together, yet remaining incorruptible and unconfused, and abiding apart in herself, and turning whatsoever things she comes to be in according to the life within her, while not being turned by them. For just as the sun by its own presence transforms the air into light, rendering it luminous, and light is united to the air, poured out together with it without confusion, in the very same manner the soul also, when united to the body, remains unconfused, differing in this respect alone: that the sun, being a body and circumscribed by place, is not everywhere where its light also is, just as neither is fire— for it too remains bound in logs or in a wick, as in a place—whereas the soul, being incorporeal and not circumscribed by place, passes whole through the whole both of her own light and of the body; and there is no part illuminated by her in which she is not wholly present; for she is not contained by the body, rather she herself contains the body; nor is she in the body as in a vessel or a wineskin, rather the body is in her. For intelligible things, not being hindered by bodies, but passing and pervading and going through every body, cannot be held fast by bodily things; for being intelligible, they are in intelligible places as well. For they are either in themselves or in the intelligible realities lying above them: just as the soul is sometimes in herself, as when she reasons, and sometimes in the intellect, when she understands. Whenever, therefore, she is said to be in a body, she is not said to be in the body as in a place, rather we say that the soul has been bound by the body as in a relation, and by an inclination and disposition towards something, just as we say that the lover has been bound by the beloved—not bodily, nor locally, but by way of relation. For being sizeless and bulkless and partless, it is superior to partial local circumscription; for in what sort of place can that which has no part be circumscribed? For place is the limit of that which contains, in so far as it contains that which is contained. And if someone should say, Therefore my soul is both in Rome and in Alexandria and everywhere, he escapes his own notice in speaking once again of place; for both being in Alexandria and in general being here or there is a place; whereas in a place it is not at all, but in relation; for it has been shown that it cannot be encompassed by place. Whenever, at any rate, an intelligible reality comes to be in relation with some place or some thing existing in a place, by an abuse of language we say that it is there on account of its activity, taking the place of its being there instead of the relation and the activity; for whereas we ought to say, There it acts, we say, There it is.
Ἁρμόσειε δ' ἂν ὁ λόγος οὗτος καθαρώτερον, καὶ μάλιστα τῇ πρὸς τὸν ἄνθρωπον ἑνώσει τοῦ Θεοῦ Λόγου, καθ' ἣν ἑνωθεὶς, ἔμεινεν ἀσύγχυτος καὶ ἀπερίληπτος, οὐ κατὰ τὸν τῆς ψυχῆς τρόπον. Ἐκείνη μὲν γὰρ τῶν πεπληθυσμένων οὖσα, δοκεῖ καὶ συμπάσχειν
And this account would fit more purely, and above all, the union of God the Word with man, according to which, having been united, He remained unconfused and uncircumscribed, not after the manner of the soul. For she, belonging to things multiplied, seems also to suffer together with
Notes, col. 217

On the reading

Printed ιδίᾳ, for ἰδίᾳ.

Printed παιῶν, for ποιῶν.

Printed τὰ φῶς, for τὸ φῶς.

Printed αὐτὴ, for αὐτὸ.

Printed τύπῳ, for τόπῳ.

Printed ταῦ, for τοῦ.

Printed ὑπὰ, for ὑπὸ.

Printed αὐχ, for οὐχ.

Printed αἷά, for οἷά.

Printed ναητὰ, for νοητὰ.

Printed ταῖς, for τοῖς.

Printed εισίν, for εἰσίν.

Printed ῥαπῇ, for ῥοπῇ.

Printed τὰ περιεχόμενον, for τὸ περιεχόμενον.

Printed Ει, for Εἰ.

Printed Ρώμῃ, for Ῥώμῃ.

Printed τὰ ἐν Ἀλεξανδρείᾳ, for τὸ ἐν Ἀλεξανδρείᾳ.

Printed τάπῳ, for τόπῳ.

PG 45:220Read from the page
πως δι' οἰκειότητα τῷ σώματι, καὶ κρατεῖν ἔσθ' ὅτε, καὶ κρατεῖσθαι· ὁ δὲ Θεὸς Λόγος οὐδὲν αὐτὸς ἀπὸ τῆς κοινωνίας τῆς περὶ τὸ σῶμα καὶ τὴν ψυχὴν ἀλλοιούμενος, οὐδὲ μετέχων τῆς ἐκείνων ἀσθενείας· μεταδιδοὺς δὲ αὐτοῖς τῆς αὐτοῦ θεότητος τὴν δύναμιν, ὁ αὐτὸς μένων ἐν οἷς ἦν καὶ πρὸ τῆς ἑνώσεως· καινότερος οὗτος ὁ τρόπος τῆς κράσεως ἢ ἑνώσεως· καὶ κιρνᾶται καὶ μένει παντάπασιν ἄμικτος καὶ ἀσύγχυτος καὶ ἀδιάφθορος καὶ ἀμετάβλητος, οὐ συμπάσχων, ἀλλὰ συμπράττων μόνον, οὐδὲ συμφθειρόμενος καὶ συναλλοιούμενος· ἀλλὰ συνάγων μὲν ἐκεῖνα, αὐτὸς δὲ μὴ μειούμενος ὑπ' αὐτῶν μένει ἄτρεπτος καὶ ἀσύγχυτος, ἐπειδὴ καθαρῶς πάσης ἀλλοιώσεως ἀμέτοχός ἐστι. Μάρτυς τούτου ἐστὶ Πορφύριος, ὁ κατὰ τοῦ Χριστοῦ κινήσας τὴν ἑαυτοῦ γλῶτταν· ισχυραὶ δέ εισιν αἱ τῶν ἐχθρῶν μαρτυρίαι ὑπὲρ ἡμῶν, ὅταν μηδεμίαν ἀντιλογίαν ὦσιν ἐπιδεχόμεναι. Οὗτος τοίνυν ὁ Πορφύριος, ἐν τῷ δευτέρῳ λόγῳ τῷ Περὶ συμμίκτων ζητημάτων γράφει κατὰ λέξιν οὕτως· ‹ Οὐκ ἀπογνωστέον οὖν ἐνδέχεσθαί τινα οὐσίαν συμπαραληφθῆναι εἰς συμπλήρωσιν ἑτέρας οὐσίας, καὶ εἶναι μέρος οὐσίας· μένουσαν δὲ κατὰ τὴν ἑαυτῆς φύσιν, μετὰ τοῦ συμπληροῦν ἄλλην οὐσίαν, ἕν τε σὺν ἄλλῳ γενομένην, καὶ τὸ καθ' ἑαυτὴν ἓν διασώζουσαν, καὶ τὸ μεῖζον, αὐτὴν μὲν μὴ τρεπομένην, τρέπουσαν δὲ ἐκεῖνα τὰ ἐν οἷς ἂν γίγνηται, εἰς τὴν ἑαυτῆς ἐνέργειαν τῇ παρουσίᾳ. › Λέγει δὲ ταῦτα περὶ τῆς ἑνώσεως τοῦ Θεοῦ Λόγου καὶ τοῦ σώματος. Ει δὲ ἐπὶ τῆς ψυχῆς ἀληθὴς ὁ λόγος, διὰ τὸ ἀσώματον, πολλῷ πλέον ἐπὶ τοῦ Θεοῦ Λόγου, τοῦ μᾶλλον ἀσυγκρίτως καὶ κατὰ ἀλήθειαν ὄντος ἀσωμάτου. Ὅπερ ἄντικρυς ἀποφράττει τὰ στόματα τῶν ἐπιχειρούντων κατηγορεῖν τῆς τοῦ Θεοῦ ἑνώσεως πρὸς τὸν ἄνθρωπον. Τὸ μὲν γὰρ ἐδειλίασεν οἱ πολλοὶ γελοῖον εἶναι ἔφασκον, τὸν δὲ θάνατον καὶ ἀπίθανον, τὴν δὲ ἕνωσιν καὶ ἀπρεπές. Ἡνῶσθαι γὰρ ἐν τῇ φύσει τὸ θεῖον κατὰ κρᾶσιν καὶ ἕνωσιν. Ἀλλ' ἡμεῖς τοῖς εὐδοκίμοις αὐτῶν χρησάμενοι μάρτυσιν, ἀποδιδόμεθα τὴν αιτίαν. Λέγεται δὲ παρά τισι, καὶ μάλιστα τοῖς Ευνομιανοῖς, ἡνῶσθαι τὸν Θεὸν Λόγον τῷ σώματι, οὐ κατ' οὐσίαν, ἀλλὰ κατὰ τὰς ἑκατέρας δυνάμεις. Ου γὰρ εἶναι τὰς οὐσίας τὰς ἑνωθείσας ἢ κραθείσας, ἀλλὰ τὰς δυνάμεις τοῦ σώματος ταῖς δυνάμεσι ταῖς θείαις συγκεκρᾶσθαι· δυνάμεις δὲ τοῦ σώματος παντὸς δήπου τοῦ ὀργανικοῦ, κατ' Ἀριστοτέλην, λέγουσιν εἶναι τὰς αισθήσεις. Ταύταις οὖν αἱ θεῖαι δυνάμεις συγκιρνάμεναι τὴν ἕνωσιν ἀπειργάσαντο κατ' αὐτούς. Οὐδεὶς δὲ ἂν αὐτοῖς, οἶμαι, συγχωρήσειε τὰς αἰσθήσεις σωματικὰς δυνάμεις ἀποφαινομένοις· Διώρισται γὰρ ἐν τοῖς ἔμπροσθεν σαφῶς, τίνα μὲν ἴδια σώματος, τίνα δὲ ψυχῆς, τίνα δὲ τοῦ συναμφοτέρου καὶ ἐν τοῖς ιδίοις τοῦ συναμφοτέρου τὰς αισθήσεις, τὰ ὄργανα ἐλέγομεν τῶν ἀσωμάτων, ἀσυγχύτως τὴν ἕνωσιν τῶν οὐσιῶν γίνεσθαι, μηδὲν παραβλαπτομένης τῆς θειοτέρας ἐκ τῆς ὑποδεεστέρας, ἀλλὰ ταύτης μόνον ὠφελουμένης ἐκ τῆς θειοτέρας· ἐπείπερ ἡ καθαρῶς ἀσώματος φύσις χωρεῖ μὲν ἀκωλύτως διὰ πάντων, δι' αὐτῆς δὲ οὐδέν· ὥστε τὸ μὲν χωρεῖν αὐτὴν διὰ πάντων ἡνῶσθαι, τὸ δὲ μηδὲν δι' αὐτῆς μένειν ἄμικτον καὶ ἀσύγχυτον. Οὐχ εὐδοκίᾳ τοίνυν ὁ
the body somehow through affinity, and at times both to master and to be mastered; whereas God the Word is Himself in no way altered by the communion touching the body and the soul, nor does He partake of their weakness; rather, imparting to them the power of His own divinity, He remains the same in the state in which He was even before the union; this mode of mixture or union is quite novel: He both is mingled and remains altogether unmixed and unconfused and incorruptible and immutable, not suffering with them, but only acting with them, nor being corrupted with them and altered with them; rather, bringing those elements together while Himself not being diminished by them, He remains unchangeable and unconfused, seeing that He is purely without share in any alteration. A witness to this is Porphyry, who moved his own tongue against Christ; and strong are the testimonies of enemies on our behalf when they admit of no contradiction whatsoever. This Porphyry, accordingly, in the second book of his treatise On Miscellaneous Questions, writes word for word thus: ‹ One must not, then, despair of the possibility that a certain substance may be assumed unto the completion of another substance, and be a part of a substance, while remaining according to its own nature, together with completing another substance, both becoming one with another and preserving its unity in itself, and what is greater, while not being turned itself, turning those things in which it comes to be unto its own activity by its presence. › Now he says these things concerning the union of God the Word and the body. And if the account holds true in the case of the soul on account of its being incorporeal, much more does it hold in the case of God the Word, Who is incomparably more and in very truth incorporeal. Which directly stops the mouths of those who attempt to bring accusations against the union of God with man. For the statement that He feared, the multitude asserted to be ridiculous, and His death implausible, and the union unseemly: since, say they, the divine would have been united in nature by way of mixture and union. Yet we, making use of their own approved witnesses, render the reason. Now it is said among certain persons, and above all among the Eunomians, that God the Word has been united to the body not according to substance, but according to the faculties of each. For they say that it is not the substances that have been united or mixed, rather the faculties of the body have been mixed together with the divine faculties; and the faculties of every organic body, surely, according to Aristotle, they say are the senses. With these, therefore, the divine faculties being mingled together wrought the union, according to them. Yet no one, I suppose, would grant this to them when they declare the senses to be bodily faculties: for it has been clearly distinguished in what preceded which things are proper to the body, which to the soul, and which to the composite of both, and among the things proper to the composite of both we called the senses the instruments of incorporeal faculties— and we said that the union of the substances takes place without confusion, the more divine being in no way harmed by the inferior, rather the latter alone being benefited by the more divine; seeing that the purely incorporeal nature passes unhindered through all things, while nothing passes through it; so that by its passing through all things it has been united, whereas by nothing passing through it, it remains unmixed and unconfused. Not by good pleasure, accordingly, is the
Notes, col. 220

On the reading

Printed ισχυραὶ, for ἰσχυραὶ.

Printed εισιν, for εἰσιν.

Printed Ει, for Εἰ.

Printed αιτίαν, for αἰτίαν.

Printed Ευνομιανοῖς, for Εὐνομιανοῖς.

Printed Ου, for Οὐ.

Printed αισθήσεις, for αἰσθήσεις.

Printed ιδίοις, for ἰδίοις.

Printed Οὐχ, for Οὐκ.

PG 45:221Read from the page
τύπος τῆς ἑνώσεως, ὥς τισι τῶν ἐνδόξων ἀνδρῶν δοκεῖ· ἀλλ' ἡ φύσις αἰτία. Τὸ μὲν γὰρ ἀναλαβεῖν σῶμα κατ' εὐδοκίαν εἴποι τὶς ἂν εὐλόγως γεγενῆσθαι· τὸ δὲ ἑνούμενον, [μὴ καὶ τὰς καταβάσεις·] εἶναι. Βέλτιον οὖν, ὡς προείρηται, κατὰ τὴν οικείαν φύσιν. Τοὺς γὰρ βαθμοὺς τῶν ψυχῶν, καὶ τὰς ἀναβάσεις, ἃς Ὠριγένης εισάγει, μηδὲν συνᾳδούσας ταῖς θείαις Γραφαῖς, μηδὲ προσηκούσας τοῖς τῶν Χριστιανῶν δόγμασι, παραλειπτέον.
pattern of the union, as seems good to certain illustrious men; rather, nature is the cause. For taking up a body might reasonably be said by someone to have come to pass by good pleasure; whereas being united [is not according to descents as well]. It is better, therefore, as has been said before, to understand it according to its own proper nature. For the grades of souls, and the ascents which Origen introduces, being in no way consonant with the divine Scriptures nor befitting the doctrines of the Christians, must be passed over.
Ἓν καὶ τοῦτο τῶν εἰς τὴν ἁγίαν ἑορτὴν συντελούντων ἐστὶ, τὸ κατανοῆσαι ἡμᾶς τὴν ἔννομόν τε καὶ κανονικὴν ἐπὶ τῶν πεπλημμεληκότων οἰκονομίαν· ὅπως ἂν θεραπευθείη πᾶν ἀῤῥώστημα ψυχικὸν, τὸ διά τινος ἁμαρτίας ἐπιγινόμενον. Ἐπειδὴ γὰρ ἡ καθολικὴ καὶ αὕτη τῆς κτίσεως ἑορτὴ κατὰ τὴν τεταγμένην περίοδον τοῦ ἐνιαυσιαίου κύκλου καθ' ἕκαστον ἔτος, ἐν παντὶ πληρουμένη τῷ κόσμῳ, ἐπὶ τῇ ἀναστάσει τοῦ πεπτωκότος ἐπιτελεῖται· πτῶσις δέ ἐστιν ἡ ἁμαρτία· ἀνάστασις δὲ ἡ ἐκ τοῦ πτώματος τῆς ἁμαρτίας ἀνόρθωσις· καλῶς ἂν ἔχοι κατὰ τὴν ἡμέραν ταύτην, οὐ μόνον τοὺς ἐκ παλιγγενεσίας μεταστοιχειουμένους διὰ τῆς τοῦ λουτροῦ χάριτος τῷ Θεῷ προσάγειν, ἀλλὰ καὶ τοὺς διὰ τῆς μετανοίας τε καὶ ἐπιστροφῆς ἀπὸ τῶν νεκρῶν ἔργων εἰς τὴν ζῶσαν ὁδὸν πάλιν ἐπανιόντας, καὶ τούτους χειραγωγεῖν πρὸς τὴν σώζουσαν ἐλπίδα, ἧς διὰ τῆς ἁμαρτίας ἀπεξενώθησαν. Ἔστι δὲ οὐ μικρὸν ἔργον, τὸ τοὺς περὶ τούτων λόγους οἰκονομῆσαι ἐν τῇ ὀρθῇ τε καὶ δεδοκιμασμένῃ κρίσει, κατὰ τὸ παράγγελμα τοῦ Προφήτου, τὸ κελεῦον δεῖν οικονομεῖν τοὺς λόγους ἐν κρίσει, ἵνα, καθὼς ἔχει τὸ λόγιον, μήτε σαλευθῇ εις τὸν αιῶνα, καὶ εις μνημόσυνον αιώνιον γένηται δίκαιος.
This too is one of the things that contribute towards the holy feast: that we should understand the lawful and canonical dispensation regarding those who have transgressed, so that every psychical infirmity supervening through any sin may be healed. For seeing that this universal feast of creation as well, fulfilled throughout all the world according to the appointed period of the yearly cycle every year, is celebrated for the resurrection of him who had fallen— and sin is a fall, whereas the setting upright from the fall of sin is a resurrection—it would be well on this day not only to bring unto God those who by regeneration are refashioned through the grace of the laver, but also those who through repentance and conversion from dead works are returning once more unto the living way, and to lead these too by the hand towards the saving hope from which they were alienated through sin. Yet it is no small task to dispense the words concerning these matters in right and approved judgement, according to the command of the Prophet bidding that one must dispense his words in judgement, so that, even as the oracle runs, the righteous man may never be shaken for ever, and may be held in everlasting remembrance.
Notes, col. 221

On the reading

Printed τὶς, for τις.

Printed οικείαν, for οἰκείαν.

Printed εισάγει, for εἰσάγει.

Printed οικονομεῖν, for οἰκονομεῖν.

Printed εις, for εἰς.

Printed αιῶνα, for αἰῶνα.

Printed αιώνιον, for αἰώνιον.