Migne Reading Room

PG 45 · cols. 128–133 · Read from the page

That there are not three gods

That there are not three gods

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 45:128Read from the page
ὑποστάσεων ἀριθμὸν ἡ ἁγία Τριὰς, ἀλλὰ μία τις γίνεται τοῦ ἀγαθοῦ θελήματος κίνησίς τε καὶ διακόσμησις, ἐκ Πατρὸς διὰ τοῦ Υἱοῦ πρὸς τὸ Πνεῦμα διεξαγομένη· ὡς γὰρ οὐ λέγομεν τρεῖς ζωοποιοὺς τοὺς τὴν μίαν ἐνεργοῦντας ζωὴν, οὐδὲ τρεῖς ἀγαθοὺς τοὺς ἐν αὐτῇ τῇ ἀγαθότητι θεωρουμένους, οὐδὲ τὰ ἄλλα πάντα πληθυντικῶς ἐξαγγέλλομεν· οὕτως οὐδὲ τρεῖς Θεοὺς ὀνομάζειν δυνάμεθα, τοὺς τὴν θεϊκὴν ταύτην, ἤτοι ἐποπτικὴν δύναμίν τε καὶ ἐνέργειαν συνημμένως καὶ ἀδιακρίτως δι' ἀλλήλων ἐφ' ἡμῶν τε καὶ πάσης τῆς κτίσεως ἐνεργοῦντας. Ὥσπερ γὰρ μαθόντες περὶ τοῦ Θεοῦ τῶν ὅλων τῆς Γραφῆς λεγούσης, κρίνειν αὐτὸν πᾶσαν τὴν γῆν, κριτὴν τυῦ παντὸς αὐτὸν εἶναι διὰ τοῦ Υἱοῦ φαμέν. Καὶ πάλιν ἀκούσαντες, ὅτι ὁ Πατὴρ κρίνει οὐδένα, οὐχ ἡγούμεθα μάχεσθαι πρὸς ἑαυτὴν τὴν Γραφήν. Ὁ γὰρ κρίνων πᾶσαν τὴν γῆν διὰ τοῦ Υἱοῦ, ᾧ πᾶσαν δέδωκε τὴν κρίσιν, τοῦτο ποιεῖ· καὶ πᾶν τὸ παρὰ τοῦ Μονογενοῦς γινόμενον, εἰς τὸν Πατέρα τὴν ἀναφορὰν ἔχει, ὥστε καὶ κριτὴν αὐτὸν τοῦ παντὸς εἶναι, καὶ κρίνειν μηδένα διὰ τὸ πᾶσαν, ὡς εἴρηται, τὴν κρίσιν τῷ Υἱῷ δεδωκέναι, καὶ πᾶσαν τὴν τοῦ Υἱοῦ κρίσιν τοῦ πατρικοῦ μὴ ἀπηλλοτριῶσθαι βουλήματος· καὶ οὐκ ἄν τις εὐλόγως, ἢ δύο κριτὰς εἴποι, ἢ τὸν ἕτερον ἠλλοτριῶσθαι τῆς κατὰ τὴν κρίσιν ἐξυυσίας τε καὶ δυνάμεως· οὕτως καὶ ἐπὶ τοῦ τῆς θεότητος λόγου, Χριστὸς Θεοῦ δύναμις, καὶ Θεοῦ σοφία· καὶ τὴν ἐποπτικήν τε καὶ θεατικὴν δύναμιν, ἥνπερ δὴ θεότητα λέγομεν, διὰ τοῦ Μονογενοῦς ὁ Πατὴρ ἐνεργεῖ, τοῦ δὲ Υἱοῦ πᾶσαν δύναμιν ἐν τῷ ἁγίῳ Πνεύματι τελειοῦντος, καὶ κρίνοντος μὲν, καθὼς Ἠσαΐας φησὶν, ἐν πνεύματι κρίσεως, καὶ πνεύματι καύσεως· ἐνεργοῦντος δὲ κατὰ τὴν Εὐαγγελίου φωνὴν, ἣν πρὸς τοὺς Ἰουδαίους πεποίηται. Λέγει γάρ· Εἰ δὲ ἐγὼ ἐν Πνεύματι Θεοῦ ἐκβάλλω τὰ δαιμόνια· ἀπὸ μέρους πᾶν εἶδος εὐεργεσίας περιλαμβάνων, διὰ τῆς κατὰ τὴν ἐνέργειαν ἑνότητος· οἷς γὰρ δι' ἀλλήλων ἐνεργεῖται τὸ ἓν, εἰς πολλοὺς καταμεμερίσθαι τὸ ὄνομα τῆς ἐνεργείας οὐ δύναται. Ἐπειδὴ γὰρ εἷς ὁ τῆς ἐποπτικῆς τε καὶ θεατικῆς δυνάμεως λόγος ἐν Πατρὶ καὶ Υἱῷ καὶ Πνεύματι ἁγίῳ, καθὼς ἐν τοῖς ἔμπροσθεν εἴρηται, ἐκ μὲν τοῦ Πατρὸς, οἷον ἐκ πηγῆς τινος ἀφορμώμενος, ὑπὸ δὲ τοῦ Υἱοῦ ἐνεργούμενος, ἐν δὲ τῇ δυνάμει τοῦ Πνεύματος τελειῶν τὴν χάριν, καὶ οὐ διακρίνεται πρὸς τὰς ὑποστάσεις οὐδεμία ἐνέργεια, ἰδιαζόντως παρ' ἑκάστης καὶ ἀποτεταγμένως δίχα τῆς συνθεωρουμένης ἐπιτελουμένη· ἀλλὰ πᾶσα πρόνοια καὶ κηδεμονία, καὶ τοῦ παντὸς ἐπιστασία, τῶν τε κατὰ τὴν αἰσθητὴν κτίσιν, καὶ τῶν κατὰ τὴν ὑπερκόσμιον φύσιν, ἥτε συντηρητικὴ τῶν ὄντων, καὶ διορθωτικὴ τῶν πλημμελουμένων, καὶ διδακτικὴ τῶν κατορθουμένων, μία ἐστὶ καὶ οὐχὶ τρεῖς, παρὰ μὲν τῆς ἁγίας Τριάδος κατορθουμένη, οὐ μὴν κατὰ τὸν ἀριθμὸν τῶν ἐν τῇ πίστει θεωρουμένων προσώπων τριχῇ τεμνομένη, ὡς ἕκαστον τῶν ἐνεργημάτων ἀφ' ἑαυτοῦ θεωρούμενον, ἢ τοῦ Πατρὸς εἶναι μόνου, ἢ τοῦ
number of the hypostases by the Holy Trinity, but there comes to be a single motion and ordering of the good will, conducted from the Father through the Son unto the Spirit; for just as we do not call those who work the one life three life-givers, nor those who are beheld in the selfsame goodness three good ones, nor enunciate all the other attributes in the plural, so neither are we able to name those three Gods who conjointly and indistinguishably through one another exercise this divine, that is to say overseeing, power and operation both upon us and upon the whole creation. For just as, having learned concerning the God of all things when Scripture says that He judges all the earth, we affirm that He is Judge of the universe through the Son; and again, having heard that the Father judges no one, we do not suppose Scripture to be at variance with itself—for He who judges all the earth does this through the Son, to whom He has given all judgement, and everything that comes to pass from the Only-begotten has its reference back to the Father, so that He is both Judge of the universe and judges no one because, as has been said, He has given all judgement to the Son, and all the judgement of the Son is not alienated from the paternal will, and no one could reasonably say either that there are two Judges or that the One is alienated from the authority and power of judgement—so too in the account of deity, Christ is the power of God and the wisdom of God, and the Father operates the overseeing and beholding power, which indeed we call deity, through the Only-begotten, while the Son perfects every power in the Holy Spirit: judging, as Isaiah says, in a spirit of judgement and a spirit of burning, and operating according to the utterance of the Gospel which He addressed to the Jews. For He says, If I by the Spirit of God cast out demons, comprehending from a single instance every form of beneficence through the unity of operation; for where the one work is wrought reciprocally through one another, the name of the operation cannot be partitioned among many. For since the principle of the overseeing and beholding power is one in the Father and the Son and the Holy Spirit, as has been stated previously—issuing forth from the Father as from a spring, operated by the Son, and perfecting its grace in the power of the Spirit—no operation is separated among the hypostases so as to be accomplished peculiarly and separately by each apart from that which is beheld conjointly. Rather, all providence and care and governance of the universe, both of things in the sensible creation and of things in the supramundane nature—that which preserves existing beings, corrects transgressions, and instructs in right actions—is one and not three, accomplished indeed by the Holy Trinity, yet not severed threefold according to the number of the Persons beheld in the faith, as though each of the workings, when viewed by itself, belonged either to the Father alone, or to the
Notes, col. 128

On the reading

Printed τυῦ, for τοῦ.

Printed ἐξυυσίας, for ἐξουσίας.

PG 45:129Read from the page
Μονογενοῦς ἰδιαζόντως, ἢ διὰ τοῦ ἁγίου Πνεύματος κεχωρισμένως· ἀλλὰ διαιρεῖ μὲν ἰδίᾳ ἑκάστῳ τὰ ἀγαθὰ, καθώς φησιν ὁ Ἀπόστολος, τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα· οὐκ ἄναρχος δὲ ἡ τοῦ ἀγαθοῦ κίνησις ἐκ τοῦ Πνεύματος· ἀλλ' εὑρίσκομεν ὅτι ἡ προεπινοουμένη ταύτης δύναμις, ἣ τίς ἐστιν ὁ μονογενὴς Θεὸς, πάντα ποιεῖ, οὗ χωρὶς οὐδὲν εἰς γένεσιν τῶν ὄντων ἔρχεται· ἀλλὰ καὶ αὐτὴ πάλιν τῶν ἀγαθῶν ἡ πηγὴ, ἐκ τοῦ πατρικοῦ βουλήματος ἀφορμᾶται.
Only-begotten peculiarly, or through the Holy Spirit separately; rather, the one and the selfsame Spirit, as the Apostle says, apportions good things to each one individually, yet the motion of the good from the Spirit is not without beginning; rather, we find that the power conceived prior to this, which is the Only-begotten God, makes all things, apart from whom nothing among existing beings comes into generation; and again this very fountainhead of good things originates from the paternal will.
Εἰ δὴ πᾶν ἀγαθὸν πρᾶγμα καὶ ὄνημα, τῆς ἀνάρχου δυνάμεώς τε καὶ βουλῆς ἐξημμένον ἐν τῇ δυνάμει τοῦ Πνεύματος διὰ τοῦ μονογενοῦς Θεοῦ ἀχρόνως καὶ ἀδιαστάτως εἰς τελείωσιν ἄγεται, οὐδεμιᾶς παρατάσεως ἐν τῇ τοῦ θείου βουλήματος κινήσει ἀπὸ τοῦ Πατρὸς διὰ τοῦ Υἱοῦ, ἐπὶ τὸ Πνεῦμα γινομένης ἢ νοουμένης· ἓν δὲ τῶν ἀγαθῶν ὀνομάτων τε καὶ νοημάτων καὶ ἡ θεότης· οὐκ ἂν εἰκότως εἰς πλῆθος τὸ ὄνομα διαχέοιτο, τῆς κατὰ τὴν ἐνέργειαν ἑνότητος κωλυούσης τὴν πληθυντικὴν ἀρίθμησιν. Καὶ ὥσπερ εἷς ὁ Σωτὴρ πάντων ἀνθρώπων, μάλιστα πιστῶν, ὑπὸ τοῦ Ἀποστόλου ὠνόμασται, καὶ οὐδεὶς ἐκ τῆς φωνῆς ταύτης ἢ τὸν Υἱὸν λέγει μὴ σώζειν τοὺς πιστεύοντας, ἢ δίχα τοῦ Πνεύματος τὴν σωτηρίαν τοῖς μετέχουσι γίνεσθαι· ἀλλὰ γίνεται πάντων Σωτὴρ ὁ ἐπὶ πάντων Θεὸς, ἐνεργοῦντος τοῦ Υἱοῦ τὴν σωτηρίαν ἐν τῇ τοῦ Πνεύματος χάριτι, καὶ οὐδὲν μᾶλλον διὰ τοῦτο τρεῖς σωτῆρες ὑπὸ τῆς Γραφῆς ὀνομάζονται, ει καὶ ὁμολογεῖται παρὰ τῆς ἁγίας Τριάδος ἡ σωτηρία· οὕτως οὐδὲ τρεῖς θεοὶ κατὰ τὴν ἀποδεδομένην τῆς θεότητος σημασίαν, κἂν ἐφαρμόζει ἡ τοιαύτη κλῆσις τῇ ἁγίᾳ Τριάδι. Μάχεσθαι δὲ πρὸς τοὺς ἀντιλέγοντας, μὴ δεῖν ἐνέργειαν νοεῖν τὴν θεότητα, οὐ πάνυ τι τῶν ἀναγκαίων μοι δοκεῖ, ὡς πρὸς τὴν παροῦσαν τοῦ λόγου κατασκευήν. Ἡμεῖς μὲν γὰρ ἀόριστον καὶ ἀπερίληπτον τὴν θείαν φύσιν εἶναι πιστεύοντες, οὐδεμίαν αὐτῆς ἐπινοοῦμεν περίληψιν, ἀλλὰ κατὰ πάντα τρόπον ἐν ἀπειρίᾳ νοεῖσθαι τὴν φύσιν διοριζόμεθα. Τὸ δὲ καθόλου ἄπειρον, οὐ τινὶ μὲν ὁρίζεται, τινὶ δὲ οὐχί· ἀλλὰ κατὰ πάντα λόγον ἐκφεύγει τὸν ὅρον ἡ ἀπειρία. Οὐκοῦν τὸ ἐκτὸς ὅρου, οὐδὲ ὀνόματι πάντως ὁρίζεται. Ὡς ἂν οὖν διαμένοι, ἐπὶ τῆς θείας φύσεως τοῦ ἀορίστου ἡ ἔννοια, ὑπὲρ πᾶν ὄνομά φαμεν εἶναι τὸ θεῖον, ἡ δὲ θεότης ἓν τῶν ὀνομάτων ἐστίν. Οὐκοῦν οὐ δύναται τὸ αὐτὸ καὶ ὄνομα εἶναι, καὶ ὑπὲρ πᾶν ὄνομα νομίζεσθαι.
If indeed every good thing and name, depending upon the unoriginate power and counsel, is brought timelessly and without interval to perfection in the power of the Spirit through the Only-begotten God—no extension taking place or being conceived in the motion of the divine will from the Father through the Son unto the Spirit—and if deity also is one among the good names and conceptions, the name could not reasonably be diffused into a multitude, since the unity of operation forbids plural enumeration. And just as God over all has been named by the Apostle the one Saviour of all human beings, especially of the faithful, and no one on account of this utterance either says that the Son does not save believers or claims that salvation comes to those who partake of it apart from the Spirit—rather, the God over all becomes the Saviour of all while the Son works salvation in the grace of the Spirit, and none the more on this account are three Saviours named by Scripture, even though salvation is confessed to come from the Holy Trinity—so neither are there three Gods according to the assigned signification of deity, even though such an appellation befits the Holy Trinity. Yet to contend against opponents who say that one ought not to conceive of deity as an operation seems to me by no means strictly necessary for the present constructive argument of our discourse. For we, believing the divine nature to be indefinite and incomprehensible, devise no comprehension of it, but maintain that the nature is in every respect conceived in infinity. Now that which is altogether infinite is not defined in one respect and left undefined in another; rather, infinity escapes limitation according to every principle. Therefore that which lies beyond limitation is assuredly not defined by a name either. In order, then, that the conception of the indefinite may abide in the case of the divine nature, we affirm that the Divine is above every name, whereas deity is one of the names. Consequently the selfsame thing cannot both be a name and be accounted above every name.
Πλὴν εἰ τοῦτο τοῖς ἐναντίοις ἀρέσκοι, μὴ ἐνεργείας ἀλλὰ φύσεως εἶναι τὴν σημασίαν, ἐπαναδραμούμεθα πρὸς τὸν ἐξ ἀρχῆς λόγον, ὅτι τὸ τῆς φύσεως ὄνομα ἡμαρτημένως ἡ συνήθεια εἰς πλήθους σημασίαν ἄγει, οὔτε μειώσεως, οὔτε αὐξήσεως κατὰ τὸν ἀληθῆ λόγον προσγινομένης τῇ φύσει, ὅταν ἐν πλείοσιν ἢ ἐλάττοσι
Nevertheless, if this should please our opponents—that the signification belongs not to operation, but to nature—we shall return to our argument from the beginning, namely that custom mistakenly draws the name of nature into a signification of multitude, since according to true reason neither diminution nor increase accrues to the nature whenever in more or fewer
Notes, col. 129

On the reading

Printed ὄνημα, for ὄνομα.

Printed ει, for εἰ.

PG 45:132Read from the page
θεωρῆται. Μόνα γὰρ κατὰ σύνθεσιν ἀριθμεῖται, ὅσα κατ' ἰδίαν περιγραφὴν θεωρεῖται· ἡ δὲ περιγραφὴ, ἐν ἐπιφανείᾳ σώματος καὶ μεγέθει καὶ τόπῳ καὶ τῇ διαφορᾷ τῇ κατὰ τὸ σχῆμα καὶ χρῶμα καταλαμβάνεται. Τὸ δὲ ἔξω τούτων θεωρούμενον, ἐκφεύγει τὴν διὰ τῶν τοιούτων περιγραφήν. Ὃ δὲ μὴ περιγράφεται οὐκ ἀριθμεῖται, τὸ δὲ μὴ ἀριθμούμενον, ἐν πλήθει θεωρηθῆναι οὐ δύναται. Ἐπει καὶ τὸν χρυσόν φαμεν, κἂν εἰς πολλοὺς διακερματίζηται τύπους, ἕνα καὶ εἶναι καὶ λέγεσθαι· πολλὰ δὲ νομίσματα καὶ πολλοὺς στατῆρας ὀνομάζομεν, οὐδένα τῆς φύσεως τοῦ χρυσοῦ πλεονασμὸν ἐν τῷ πλήθει τῶν στατήρων εὑρίσκοντες. Διὸ καὶ πολὺς ὁ χρυσὸς λέγεται, ὅταν ὄγκῳ πλείονι, ἢ σκεύεσιν, ἢ νομίσμασι θεωρῆται, πολλοὶ δὲ οἱ χρυσοὶ διὰ τὸ πλῆθος τῆς ὕλης οὐκ ὀνομάζονται· εἰ μή τις οὕτω λέγοι, χρυσοὺς πολλοὺς, ὡς τοὺς Δαρεικοὺς ἢ τοὺς στατῆρας, ἐφ' ὧν οὐχ ἡ ὕλη, ἀλλὰ τὰ κέρματα τὴν τοῦ πλήθους σημασίαν ἐδέξαντο. Κυρίως γάρ ἐστιν οὐχὶ χρυσοὺς, ἀλλὰ χρυσέους τούτους εἰπεῖν. Ὥσπερ τοίνυν πολλοὶ μὲν οἱ χρύσεοι στατῆρες, χρυσὸς δὲ εἷς, οὕτω καὶ πολλοὶ μὲν οἱ καθ' ἕκαστον ἐν τῇ φύσει τοῦ ἀνθρώπου δεικνύμενοι, οἷον Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης, εἷς δὲ ἐν τούτοις ἄνθρωπος. Κἂν ἡ Γραφὴ πλατύνῃ τὸ ὄνομα κατὰ τὴν πληθυντικὴν σημασίαν ἐν τῷ λέγειν, «Ἄνθρωποι κατὰ τοῦ μείζονος ὀμνύουσιν,» καὶ, «Υἱοὶ ἀνθρώπων,» καὶ ὅσα τοιαῦτα, γνωστέον ὅτι τῇ συνηθείᾳ τῆς ἐπικρατούσης διαλέκτου κεχρημένη, οὐχὶ νομοθετεῖ τὸ δεῖν οὕτως ἢ ὡς ἑτέρως κεχρῆσθαι τοῖς ῥήμασιν· οὐδέ τινα τεχνικὴν περὶ ῥημάτων διδασκαλίαν ποιουμένη ταῦτα διέξεισιν, ἀλλὰ κατὰ τὴν ἐπικρατοῦσαν συνήθειαν χρῆται τῷ λόγῳ, πρὸς τοῦτο βλέπουσα μόνον, ὅπως ἂν ἐπωφελὴς γένοιτο τοῖς δεχομένοις ὁ λόγος, οὐδὲν ἀκριβολογουμένη κατὰ τὴν λέξιν, ἐν οἷς οὐδεμία βλάβη κατὰ διάνοιαν ἐκ τῶν ῥημάτων συνίσταται.
is beheld. For those things alone are numbered by way of composition which are viewed within their own circumscription; and circumscription is apprehended in bodily surface, and magnitude, and place, and difference of shape and colour. Yet that which is beheld outside these escapes the circumscription brought about through such properties. Now what is not circumscribed is not numbered, and what is not numbered cannot be viewed in multitude. For gold also, even if it is coined into many forms, we affirm both to be and to be called one; whereas we speak of many coins and many staters, finding no multiplication of the nature of gold in the multitude of staters. Hence gold is also called much whenever it is viewed in greater bulk, either in vessels or in coins, yet it is not called many golds on account of the abundance of the matter—unless someone should speak thus of many gold pieces, such as Darics or staters, in which case not the matter, but the minted pieces, have admitted the signification of multitude; for strictly speaking one ought to call these not golds, but golden pieces. Just as, then, the golden staters are many, yet gold is one, so too those who are manifested individually in the nature of man—such as Peter and James and John—are many, yet man in them is one. Even if Scripture broadens the name in a plural signification when saying, Men swear by the greater, and, Sons of men, and all similar expressions, one must recognize that in using the custom of the prevailing idiom it does not legislate that one must employ words in this way or otherwise, nor does it rehearse these things by way of delivering a technical instruction concerning words; rather, it uses speech according to prevailing custom, looking to this alone, how the word may become beneficial to those who receive it, making no minute verbal distinctions where no harm to the sense arises from the expressions.
Καὶ μακρὸν ἂν εἴη τὰς σολοικοφανεῖς τοῦ λόγου συντάξεις ἐκ τῆς Γραφῆς καταλέγειν εἰς τὴν τῶν εἰρημένων ἀπόδειξιν· ἐν οἷς δὲ κίνδυνός ἐστι βλαβῆναί τι τῆς ἀληθείας, οὐκέτι τὸ ἀβασάνιστόν τε καὶ ἀδιάφορον ἐν τοῖς γραφικοῖς εὑρίσκεται ῥήμασι. Διὰ τοῦτο ἀνθρώπους συγχωρεῖ πληθυντικῶς ὀνομάζειν, διὰ τὸ μηδένα τῷ τοιούτῳ σχήματι τῆς φωνῆς εἰς πλῆθος ἀνθρωποτήτων ταῖς ὑπονοίαις ἐκπίπτειν, μηδὲ νομίζειν πολλὰς ἀνθρωπίνας φύσεις σημαίνεσθαι, διὰ τὸ πληθυντικῶς ἐξαγγελθῆναι τὸ τῆς φύσεως ὄνομα. Τὸ δὲ Θεὸς φωνὴν παρατετηρημένως κατὰ τὸν ἑνικὸν ἐξαγγέλλει τόπον, τοῦτο προμηθουμένη, τὸ μὴ διαφόρους φύσεις ἐπὶ τῆς θείας οὐσίας ἐν τῇ πληθυντικῇ σημασίᾳ τῶν θεῶν παρεισάγεσθαι. Διὸ, φησὶ, «Κύριος ὁ Θεὸς, Κύριος εἷς ἐστιν·» ἀλλὰ καὶ τὸν μονογενῆ Θεὸν τῇ τῆς θεότητος ἀνακηρύσσει φωνῇ, καὶ οὐ διαλύει τὸ ἓν εἰς δυϊκὴν σημασίαν, ὥστε δύο θεοὺς τὸν Πατέρα καὶ τὸν Υἱὸν ὀνομάσαι· κἂν ἑκά-
And it would take long to recount from Scripture the seemingly solecistic constructions of speech in proof of what has been said; yet where there is a danger that some part of the truth might suffer harm, one no longer finds unexamined and indifferent usage in scriptural expressions. For this reason Scripture permits human beings to be named in the plural, because no one slips through such a figure of speech into supposing a multitude of humanities, or imagines that many human natures are signified because the name of the nature has been enunciated in the plural. Conversely, it guardedly enunciates the word God in the singular form, taking forethought for this very point, that different natures should not be introduced into the divine essence through a plural signification of gods. Wherefore it says, The Lord our God, the Lord is one; yet it also proclaims the Only-begotten as God by the term of deity, and does not dissolve the unity into a dual signification so as to name the Father and the Son two gods, even though each
Notes, col. 132

On the reading

Printed Ἐπει, for Ἐπεὶ.

Printed τόπον, for τύπον.

PG 45:133Read from the page
τερος Θεὸς παρὰ τῶν ἁγίων κηρύσσηται. Ἀλλὰ Θεὸς μὲν ὁ Πατήρ· Θεὸς δὲ ὁ Υἱός· εἷς δὲ ἐν τῷ αὐτῷ κηρύγματι ὁ Θεός· διὰ τὸ μήτε φύσεως, μήτε ἐνεργείας ἐνθεωρεῖσθαί τινα διαφορὰν τῇ θεότητι. Εἰ γὰρ παρήλλακτο κατὰ τὴν τῶν ἠπατημένων ὑπόνοιαν ἐπὶ τῆς ἁγίας Τριάδος ἡ φύσις, ἀκολούθως εἰς πλῆθος θεῶν ὁ ἀριθμὸς ἐπλατύνετο, τῇ ἑτερότητι τῆς οὐσίας τῶν ὑποκειμένων συνδιαιρούμενος. Ἐπεὶ δὲ πᾶσαν ἀπωθεῖται τὴν κατ' οὐσίαν ἑτερότητα ἡ θεία τε καὶ ἁπλῆ καὶ ἀναλλοίωτος φύσις, ὡς ἂν μία ᾖ, πλήθους σημασίαν ἐφ' ἑαυτῆς οὐ προσίεται. Ἀλλ' ὥσπερ μία λέγεται φύσις, οὕτω καὶ τὰ ἄλλα πάντα ἑνικῶς ὀνομάζεται, Θεὸς, ἀγαθὸς, ἅγιος, σωτὴρ, δίκαιος, κριτὴς, καὶ εἴ τι ἄλλο τῶν θεοπρεπῶν ὀνομάτων νοεῖται, εἴτε πρὸς φύσιν, εἴτε πρὸς ἐνέργειαν βλέπειν τις λέγῃ, οὐ διοισόμεθα.
is proclaimed God by the saints. Rather, the Father is God, and the Son is God, yet in the selfsame proclamation God is one, because neither in nature nor in operation is any difference beheld in deity. For if, according to the supposition of those who have been deceived, the nature varied in the Holy Trinity, the number would consequently be broadened into a multitude of gods, being divided along with the diversity of essence of the subjects. Yet since the divine, simple, and unchangeable nature rejects all diversity of essence, in order that it may be one, it does not admit upon itself any signification of multitude. Rather, just as it is called one nature, so too all the other attributes are named in the singular—God, good, holy, Saviour, righteous, Judge, and whatever else among the divinely fitting names is conceived—and whether one says that it looks to nature or to operation, we shall not dispute the point.
Εἰ δέ τις συκοφαντοίη τὸν λόγον, ὡς ἐκ τοῦ μὴ δέχεσθαι τὴν κατὰ φύσιν διαφορὰν, μίξιν τινὰ τῶν ὑποστάσεων καὶ ἀνακύκλησιν κατασκευάζοντα· τοῦτο περὶ τῆς τοιαύτης ἀπολογησόμεθα μέμψεως, ὅτι τὸ ἀπαράλλακτον τῆς φύσεως ὁμολογοῦντες, τὴν κατὰ τὸ αἴτιον καὶ αἰτιατὸν διαφορὰν οὐκ ἀρνούμεθα, ἐν ᾧ μόνῳ διακρίνεσθαι τὸ ἕτερον τοῦ ἑτέρου καταλαμβάνομεν, τῷ τὸ μὲν αἴτιον πιστεύειν εἶναι, τὸ δὲ ἐκ τοῦ αἰτίου· καὶ τοῦ ἐξ αἰτίας ὄντος, πάλιν ἄλλην διαφορὰν ἐννοοῦμεν. Τὸ μὲν γὰρ προσεχῶς ἐκ τοῦ πρώτου, τὸ δὲ διὰ τοῦ προσεχῶς ἐκ τοῦ πρώτου, ὥστε καὶ τὸ Μονογενὲς ἀναμφίβολον ἐπὶ τοῦ Υἱοῦ μένειν, καὶ τὸ ἐκ τοῦ Πατρὸς εἶναι τὸ Πνεῦμα μὴ ἀμφιβάλλειν, τῆς τοῦ Υἱοῦ μεσιτείας καὶ αὐτῷ τὸ Μονογενὲς φυλαττούσης, καὶ τὸ Πνεῦμα τῆς φυσικῆς πρὸς τὸν Πατέρα σχέσεως μὴ ἀπειργούσης. Αἴτιον δὲ καὶ τὸ ἐξ αἰτίου λέγοντες, οὐχὶ φύσιν διὰ τούτων τῶν ὀνομάτων σημαινομεν. Οὐδὲ γὰρ τὸν αὐτὸν ἄν τις αἰτίας καὶ φύσεως ἀποδοίη λόγον, ἀλλὰ τὴν κατὰ τὸ πῶς εἶναι διαφορὰν ἐνδεικνύμεθα. Εἰπόντες γὰρ τὸν μὲν αἰτιατὸν, τὸν δὲ ἄνευ αἰτίας, οὐχὶ τὴν φύσιν τῷ κατὰ τὸ λόγῳ διεχωρίσαμεν· ἀλλὰ μόνον τὸ μήτε τὸν Υἱὸν ἀγεννήτως εἶναι, μήτε τὸν Πατέρα διὰ γεννήσεως ἐνεδειξάμεθα. Πρότερον δὲ ἡμᾶς εἶναι πιστεύειν τι ἐπάναγκες· καὶ τότε πῶς ἐστι τὸ πεπιστευμένον περιεργάσασθαι. Ἄλλος οὖν ὁ τοῦ τί ἐστι, καὶ ἄλλος ὁ τοῦ πῶς ἐστι λόγος· τὸ οὖν ἀγεννήτως εἶναί τι λέγειν, πῶς μέν ἐστιν ὑποτίθεται· Τί δέ ἐστι τῇ φωνῇ ταύτῃ οὐ συνενδείκνυται. Καὶ εἰ περὶ δένδρου τινὸς ἠρώτησας τὸν γεωργὸν, εἴτε φυτευτὸν, εἴτε αὐτομάτως ἐστίν· ὁ δὲ ἀπεκρίνατο, ἢ ἀφύτευτον εἶναι τὸ δένδρον, ἢ ἐκ φυτείας· ἆρα τὴν φύσιν διὰ τῆς ἀποκρίσεως ἐνεδείξατο; οὐ μὲν οὖν. Ἀλλὰ πῶς ἐστιν εἰπὼν, ἄδηλον καὶ ἀνερμήνευτον τὸν τῆς φύσεως ἀπέλιπε λόγον. Οὕτως καὶ ἐνταῦθα ἀγέννητον μαθόντες, ὅπως μὲν αὐτὸν εἶναι καὶ προσήκει νοεῖν ἐδιδάχθημεν· τὸ δὲ τί διὰ τῆς φωνῆς οὐκ ἠκούσαμεν. Τὴν οὖν τοιαύτην διαφορὰν ἐπὶ τῆς ἁγίας Τριάδος λέγοντες, ὡς τὸ μὲν αἴτιον, τὸ δὲ ἐξ αἰτίου εἶναι πιστεύειν, οὐκέτ' ἂν ἐν τῷ κοινῷ τῆς φύσεως τὸν τῶν ὑποστάσεων λόγον συντίκτειν αἰτιαθείημεν. Ἐπειδὴ τοίνυν τὰς μὲν ὑποστάσεις τῆς ἁγίας Τριάδος ὁ τοῦ αἰτίου
Yet if someone should malign our argument on the ground that, by not admitting a difference according to nature, it contrives a certain mixture and circular confusion of the hypostases, we shall make this defence concerning such a reproach: while confessing the invariability of the nature, we do not deny the difference in respect of cause and that which is from the cause, wherein alone we apprehend that the One is distinguished from the Other—namely, by believing the One to be the cause, and the Other to be from the cause; and in that which is from a cause, we again conceive another difference. For the One is immediately from the First, whereas the Other is through Him who is immediately from the First, so that both the title Only-begotten remains unquestioned in the case of the Son, and there is no doubt that the Spirit is from the Father, since the mediation of the Son both preserves for Himself the character of Only-begotten and does not debar the Spirit from His natural relation to the Father. Now in speaking of cause and of that which is from the cause, we do not signify nature through these names; for no one would give the same account of cause and of nature; rather, we indicate the difference in respect of manner of being. For in saying that the One is caused and the Other is without cause, we did not divide the nature by the principle of causality, but showed only that neither is the Son unbegottenly nor is the Father by way of generation. First it is necessary for us to believe that something exists, and then to inquire how that which is believed exists. Different, therefore, is the account of what a thing is, and different the account of how it is; accordingly, to say that something exists unbegottenly sets forth how it exists, yet what it is is not simultaneously indicated by this expression. Indeed, if you asked a husbandman concerning some tree whether it was planted or grew of itself, and he replied either that the tree was unplanted or that it came from planting, did he through that answer indicate its nature? Assuredly not; rather, having stated how it exists, he left the account of its nature obscure and unexplained. So too here, having learned that He is unbegotten, we were taught how it befits us to conceive that He exists, yet what He is we did not hear through that word. When, therefore, we affirm such a distinction in the Holy Trinity, so as to believe that the One is the cause and the Other is from the cause, we can no longer be accused of fusing together the principle of the hypostases in the commonality of nature. Since, then, as regards the hypostases of the Holy Trinity, the principle of the cause
Notes, col. 133

On the reading

Printed σημαινομεν, for σημαίνομεν.

Printed συντίκτειν, for συντήκειν.