Migne Reading Room

PG 45 · cols. 116–125 · Read from the page

That there are not three gods

That there are not three gods

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 45:116Read from the page
Ὑμᾶς μὲν δίκαιόν ἐστι τοὺς ἀκμάζοντας ἐν πάσῃ δυνάμει κατὰ τὸν ἔσω ἄνθρωπον πρὸς τοὺς ἐναντίους τῆς ἀληθείας διαγωνίζεσθαι, καὶ μὴ κατοκνεῖν πρὸς τοὺς πόνους, ὅπως ἂν ἡμεῖς οἱ πατέρες τοῖς γενναίοις ἱδρῶσι τῶν τέκνων ἐπευφραινώμεθα (τοῦτο γὰρ ὁ τῆς φύσεως ὑποτίθεται νόμος)· ἐπειδὴ δὲ ἀναστρέψας τὴν τάξιν ἐφ' ἡμᾶς πέμπεις τὰς προσβολὰς τῶν ἀκίδων, αἷς οἱ ἀντικείμενοι τῇ ἀληθείᾳ βάλλουσι, καὶ κελεύεις τῷ θυρεῷ τῆς πίστεως παρ' ἡμῶν τῶν γερόντων κατασβέννυσθαι τοὺς ἐρημικοὺς ἄνθρακας, καὶ τὰ ἠκονημένα διὰ τῆς ψευδωνύμου γνώσεως βέλη, δεχόμεθα τὸ ἐπίταγμα, σοὶ τύπος τῆς εὐπειθείας γινόμενοι, ὡς ἂν καὶ αὐτὸς ἡμῖν ἀντιπαρέχοις τὴν ἴσην ἐπὶ τῶν ὁμοίων ἐπιταγμάτων ἀντίδοσιν, εἴποτέ σε πρὸς τοὺς τοιούτους ἄθλους διαναστήσαιμεν, ὦ γενναῖε τοῦ Χριστοῦ στρατιῶτα Ἀβλάβιε. Ἔστι δὲ οὐ μικρὸς οὗτος ὁ λόγος ὃν προέτεινας ἡμῖν, οὐδὲ τοιοῦτος ὡς ὀλίγην φέρειν ζημίαν, εἰ μὴ τῆς προσηκούσης ἐξετάσεως τύχοι. Ἀνάγκη γὰρ ἐκ τῆς βίας τοῦ θεωρήματος, ἓν πάντως τῶν ἀπεμφαινόντων συνενεχθῆναι κατὰ τὸν πρόχειρον νοῦν, καὶ ἢ τρεῖς λέγειν Θεοὺς (ὅπερ ἀθέμιτον), ἢ μὴ προσμαρτυρεῖν τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι τὴν θεότητα· ὅπερ ἀσεβές τε
For you on the one hand, who are in full vigour in all power according to the inner man, it is right to contend thoroughly against the adversaries of the truth, and not to shrink back before the labours, in order that we the fathers may rejoice over the noble sweats of our children (for this the law of nature suggests); but since, having reversed the order, you send upon us the assaults of the darts with which those opposed to the truth shoot, and bid the desolating coals and the shafts sharpened through falsely-named knowledge be quenched with the shield of faith by us the old men, we accept the command, becoming to you a pattern of ready obedience, so that you yourself also may render to us in turn an equal repayment upon like commands, if ever we should rouse you up towards such contests, O noble soldier of Christ, Ablabius. Now not small is this question which you have put forward to us, nor of such a kind as to bring slight loss if it should not meet with fitting examination. For of necessity, out of the force of the proposition, one or the other of the absurdities is altogether brought in along with it according to the obvious sense: either to say three Gods (which is unlawful), or not to attest divinity to the Son and to the Holy Spirit; which is both impious
PG 45:117Read from the page
καὶ ἄτοπον. Τὸ δὲ λεγόμενον παρὰ σοῦ τοιοῦτόν ἐστι· Πέτρος, καὶ Ἰάκωβος, καὶ Ἰωάννης, ἐν μιᾷ ὄντες τῇ ἀνθρωπότητι, τρεῖς ἄνθρωποι λέγονται. Καὶ οὐδὲν ἄτοπον τοὺς συνημμένους κατὰ τὴν φύσιν, εἰ πλείους εἶεν, ἐκ τοῦ τῆς φύσεως ὀνόματος πληθυντικῶς ἀριθμεῖσθαι. Εἰ οὖν ἐκεῖ τοῦτο δίδωσιν ἡ συνήθεια, καὶ ὁ ἀπαγορεύων οὐκ ἔστι δύο λέγειν τοὺς δύο, καὶ τρεῖς τοὺς ὑπὲρ δύο· πῶς ἐπὶ τῶν μυστικῶν δογμάτων τὰς τρεῖς ὑποστάσεις ὁμολογοῦντες, καὶ οὐδεμίαν ἐπ' αὐτῶν τὴν κατὰ φύσιν διαφορὰν ἐννοοῦντες, μαχόμεθα τρόπον τινὰ τῇ ὁμολογίᾳ, μίαν μὲν τὴν θεότητα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος λέγοντες, τρεῖς δὲ θεοὺς λέγειν ἀπαγορεύοντες; Ὁ μὲν οὖν λόγος, καθὼς προέφην, πολὺ τὸ δυσμεταχείριστον· ἡμεῖς δὲ εἰ μέν τι τοιοῦτον εὕροιμεν δι' οὗ τὸ ἀμφίβολον τῆς διανοίας ἡμῶν ἐρεισθείη, μηκέτι πρὸς τὸ διάλημμα τὸ τῆς ἀτοπίας ἐπιδιστάζον καὶ κραδαινόμενον, εὖ ἂν ἔχοι· εἰ δὲ καὶ ἀτονώτερος ἐλεγχθείη τοῦ προβλήματος ὁ ἡμέτερος λόγος, τὴν μὲν παράδοσιν ἣν παρὰ τῶν πατέρων διεδεξάμεθα, φυλάξομεν εἰς ἀεὶ βεβαίαν τε καὶ ἀκίνητον· τὸν δὲ συνήγορον τῆς πίστεως λόγον, παρὰ τοῦ Κυρίου ζητήσωμεν· ὃς εἰ μὲν εὑρεθείη παρά τινος τῶν ἐχόντων τὴν χάριν, εὐχαριστήσομεν τῷ δεδωκότι τὴν χάριν· εἰ δὲ μὴ, οὐδὲν ἧττον ἐπὶ τῶν ἐγνωσμένων τὴν πίστιν ἀμετάθετον ἕξομεν.
and absurd. Now what is said on your part is of such a kind: Peter, and James, and John, being in one humanity, are called three men. And it is nothing absurd for those conjoined according to nature, if they be several, to be numbered plurally from the name of the nature. If, therefore, custom grants this there, and there is no one who forbids calling the two two, and those beyond two three, how is it that in the case of the mystical dogmas, while confessing the three hypostases and conceiving upon them no difference according to nature, we fight in a certain manner against our confession, saying on the one hand that the Godhead of the Father and of the Son and of the Holy Spirit is one, yet forbidding to say three gods? The question, on the one hand, then, just as I said beforehand, is very hard to handle; and as for us, if on the one hand we should find something of such a kind through which the wavering of our mind might be steadied, no longer hesitating and tottering before the dilemma of the absurdity, it would be well; but even if our discourse should be proved too weak for the problem, the tradition on the one hand which we received in succession from the fathers we shall guard for ever steadfast and immovable; while the argument that advocates the faith on the other hand let us seek from the Lord: which, if on the one hand it be found on the part of any of those who possess grace, we shall give thanks to Him Who has given the grace; if not, on the other hand, none the less upon the things known shall we hold our faith unalterable.
Τί δήποτε τοίνυν ἐν τῇ καθ' ἡμᾶς συνηθείᾳ καθ' ἕνα τοὺς ἐν τῇ φύσει τῇ αὐτῇ δεικνυμένους ἀπαριθμήσαντες πληθυντικῶς ὀνομάζομεν, τόσους λέγοντες τοὺς ἀνθρώπους, καὶ οὐχὶ ἕνα τοὺς πάντας, ἐπὶ δὲ τῆς θείας φύσεως ἐκβάλλει τὸ πλῆθος τῶν θεῶν ὁ τοῦ δόγματος λόγος, καὶ ἀριθμῶν τὰς ὑποστάσεις, καὶ τὴν πληθυντικὴν σημασίαν οὐ προσδεχόμενος; Ἔστι μὲν οὖν κατὰ τὸ πρόχειρον, τοῦτο τοῖς ἁπλουστέροις εἰπόντα, δόξαι τι λέγειν, ὅτι φεύγων ὁ λόγος τῆς Ἑλληνικῆς πολυθεΐας τὴν ὁμοιότητα, θεοὺς ἐν πλήθει ἀριθμεῖν παρητήσατο, ὡς ἂν μή τις καὶ τῶν δογμάτων νομισθείη κοινότης, εἰ μὴ μοναδικῶς, ἀλλὰ πληθυντικῶς καὶ παρ' ἡμῶν ἀριθμοῖτο τὸ θεῖον, καθ' ὁμοιότητα τῆς παρ' αὐτῶν συνηθείας· τοῦτο δὲ τοῖς μὲν ἀκεραιοτέροις λεγόμενον, ἴσως ἄν τι δόξειε λέγεσθαι, ἐπὶ δέ γε τῶν ἄλλων τὸ ἕτερον αὐτοῖς τῆς προτάσεως στῆναι ζητούντων, ἢ μὴ ὁμολογεῖν ἐπὶ τῶν τριῶν τὴν θεότητα, ἢ τρεῖς πάντως ὀνομάζειν τοὺς τῆς αὐτῆς κοινωνοῦντας θεότητος, οὔπω τοιοῦτόν ἐστι τὸ εἰρημένον, οἷον ἐμποιῆσαί τινα λύσιν τοῦ ζητήματος.
Why ever, therefore, in the custom among us, having enumerated one by one those shown in the same nature, do we name them plurally, calling them so many men, and not all one, whereas in the case of the divine nature the account of the dogma casts out the multitude of gods, both numbering the hypostases and not admitting the plural signification? Now offhand, on the one hand, it is possible for one who says this to the simpler folk to seem to say something of weight: that the account, shunning the likeness of Greek polytheism, declined to number gods in a multitude, lest some community of dogmas also should be supposed if the divine were numbered not singularly, but plurally among us too, after the likeness of the custom prevailing among them; this, on the one hand, spoken to the more guileless folk, might perhaps seem to be said with some force, whereas in the case of the others, who seek that one of the two sides of the proposition stand firm for them—either not to confess the Godhead in the case of the Three, or altogether to name three those who share in the same Godhead—what has been said is not yet of such a kind as to produce any solution of the inquiry.
Οὐκοῦν ἐπάναγκες διὰ πλειόνων ποιήσασθαι τὴν ἀπόκρισιν, ὅπως ἂν οἷόν τε ᾖ, τὸ ἀληθὲς ἀνιχνεύοντας. Οὐ γὰρ περὶ τῶν τυχόντων ὁ λόγος. Φαμὲν τοίνυν πρῶτον κατάχρησίν τινα συνηθείας εἶναι τὸ τοὺς μὴ διῃρημένους τῇ φύσει κατ' αὐτὸ τὸ τῆς φύσεως ὄνομα πληθυντικῶς ὀνομάζειν καὶ λέγειν, ὅτι Πολλοὶ ἄνθρωποι· ᾧπερ ὅμοιόν ἐστι τὸ λέγειν, ὅτι πολλαὶ φύσεις ἀνθρώπιναι. Καὶ ὅτι ταῦτα οὕτως ἔχει, δῆλον
Therefore it is necessary through fuller arguments to make our reply, tracking down the truth in whatever way may be possible. For our discourse is not concerning ordinary matters. We say, therefore, first that it is a certain misuse of custom to name plurally by the very name of the nature those not divided in nature, and to say, Many men; to which the saying, many human natures, is akin. And that these things hold thus, plain
PG 45:120Read from the page
ἂν ἡμῖν ἐντεῦθεν γένοιτο. Προσκαλούμενοι γάρ τινα, οὐκ ἐκ τῆς φύσεως αὐτὸν ὀνομάζομεν, ὡς ἂν μή τινα πλάνην ἡ κοινότης τοῦ ὀνόματος ἐμποιήσειεν, ἑκάστου τῶν ἀκουόντων ἑαυτὸν εἶναι τὸν προσκληθέντα νομίζοντος, ὅτι μὴ τῇ ἰδιαζούσῃ προσηγορίᾳ, ἀλλ' ἐκ τοῦ κοινοῦ τῆς φύσεως ὀνόματος ἡ κλῆσις γίνεται, ἀλλὰ τὴν ἰδίαν ἐπικειμένην αὐτῷ (τὴν σημαντικὴν λέγω τοῦ ὑποκειμένου) φωνὴν εἰπόντες, οὕτως αὐτὸν τῶν πολλῶν ἀποκρίνομεν. Ὥστε πολλοὺς μὲν εἶναι τοὺς μετεσχηκότας τῆς φύσεως, φέρε εἰπεῖν μαθητὰς, ἢ ἀποστόλους, ἢ μάρτυρας, ἕνα δὲ ἐν πᾶσι τὸν ἄνθρωπον. Ἐπείπερ, καθὼς εἴρηται, οὐχὶ τοῦ καθ' ἕκαστον, ἀλλὰ τοῦ κοινοῦ τῆς φύσεώς ἐστιν ὁ ἄνθρωπος. Ἄνθρωπος γὰρ ὁ Λουκᾶς, ἢ ὁ Στέφανος· οὐ μὴν εἴ τις ἄνθρωπος, πάντως καὶ Λουκᾶς ἐστιν ἢ Στέφανος. Ἀλλ' ὁ μὲν τῶν ὑποστάσεων λόγος διὰ τὰς ἐνθεωρουμένας ἰδιότητας ἑκάστῳ τὸν διαμερισμὸν ἐπιδέχεται, καὶ κατὰ σύνθεσιν ἐν ἀριθμῷ θεωρεῖται. Ἡ δὲ φύσις μία ἐστὶν, αὐτὴ πρὸς ἑαυτὴν ἡνωμένη, καὶ ἀδιάτμητος ἀκριβῶς μονὰς, οὐκ αὐξανομένη διὰ προσθήκης, οὐ μειουμένη δι' ὑφαιρέσεως, ἀλλ' ὅπερ ἐστὶν ἓν οὖσα, κἂν ἐν πλήθει φαίνηται ἄσχιστος, καὶ συνεχὴς, καὶ ὁλόκληρος, καὶ τοῖς μετέχουσιν αὐτῆς τοῖς καθ' ἕκαστον οὐ συνδιαιρουμένη. Καὶ ὥσπερ λέγεται, λαὸς, καὶ δῆμος, καὶ στράτευμα, καὶ ἐκκλησία, μοναχῶς πάντα, ἕκαστον δὲ τούτων ἐν πλήθει νοεῖται· οὕτω κατὰ τὸν ἀκριβέστερον λόγον καὶ ἄνθρωπος εἷς κυρίως ἂν ῥηθείη, κἂν οἱ ἐν τῇ φύσει τῇ αὐτῇ δεικνύμενοι πλῆθος ὦσιν, ὡς πολὺ μᾶλλον καλῶς ἔχειν τὴν ἐσφαλμένην ἐφ' ἡμῶν ἐπανορθοῦσθαι συνήθειαν εἰς τὸ μηκέτι τὸ τῆς φύσεως ὄνομα πρὸς πλῆθος ἐκτείνειν, ἢ ταύτῃ δουλεύοντας τὴν ὧδε πλάνην καὶ ἐπὶ τὸ θεῖον δόγμα μὴ μεταβιβάζειν. Ἀλλ' ἐπειδὴ ἀμήχανος τῆς συνηθείας ἡ ἐπανόρθωσις (πῶς γὰρ ἄν τις πεισθείη, εἰ μὴ πολλοὺς λέγει ἀνθρώπους τοὺς ἐν φύσει τῇ αὐτῇ δεικνυμένους; δυσμετάθετον γὰρ ἐπὶ παντὸς ἡ συνήθεια), ἐπὶ μὲν τῆς κάτω φύσεως τῇ κρατούσῃ συνηθείᾳ μὴ ἀντιβαίνοντες, οὐδὲ ἂν τοσοῦτον ἁμάρτοιμεν, μηδεμιᾶς οὔσης ζημίας ἐκ τῆς ἡμαρτημένης τῶν ὀνομάτων χρήσεως. Ἐπὶ δὲ τοῦ θείου δόγματος, οὐκέτι ὁμοίως ἀκίνδυνος ἡ διάφορος χρῆσις τῶν ὀνομάτων. Οὐ γὰρ μικρὸν ἐνταῦθα τὸ παρὰ μικρόν.
might become to us from this. For when we call someone forward, we do not name him from his nature, lest the community of the name should produce some error, each of those who hear supposing himself to be the one called forward, because the calling takes place not by his peculiar appellation, but from the common name of the nature; rather, uttering the peculiar word laid upon him (I mean that which signifies the subject), we thus separate him from the multitude. So that many on the one hand are those who have partaken of the nature—say, for instance, disciples, or apostles, or martyrs—yet the man in all of them is one. Since indeed, just as has been said, man belongs not to the individual, but to the common element of the nature. For Luke is a man, or Stephen; yet it does not follow that if someone is a man, he is altogether also Luke or Stephen. Now on the one hand the account of the hypostases admits of division through the peculiarities beheld in each, and is contemplated in number by way of combination. Yet the nature on the other hand is one, united in itself to itself, and a precisely indivisible monad, neither increased through addition nor diminished through subtraction, but being what it is—one—even if it appear in a multitude, unsplit, continuous, and entire, and not divided along with the individuals who partake of it. And just as people, commons, army, and assembly are all spoken of in the singular, though each of these is conceived in a multitude, so according to the more exact account man also might properly be called one, even though those shown in the same nature be a multitude; so that it would be far better for our mistaken custom to be corrected with a view to no longer extending the name of the nature to a multitude, or, while serving this custom, at least not to transfer the error here unto the divine dogma also. Yet since the correction of custom is impracticable (for how could anyone be persuaded, unless he calls those shown in the same nature many men? for in every matter custom is hard to alter), in the case of the lower nature on the one hand, in not opposing the prevailing custom, we would not sin so greatly, since no harm arises from the mistaken use of the names. In the case of the divine dogma, on the other hand, the indifferent use of the names is no longer similarly free from danger. For here what seems a slight divergence is no small matter.
Οὐκοῦν εἷς ἡμῖν ὁμολογητέος Θεὸς κατὰ τὴν γραφικὴν μαρτυρίαν· «Ἄκουε, Ἰσραὴλ, Κύριος ὁ Θεός σου Κύριος εἷς ἐστι· » κἂν ἡ φωνὴ τῆς θεότητος διήκει διὰ τῆς ἁγίας Τριάδος. Ταῦτα δὲ λέγω κατὰ τὸν ἀποδοθέντα ἡμῖν ἐπὶ τῆς ἀνθρωπίνης φύσεως λόγον· ἐν ᾧ μεμαθήκαμεν μὴ δεῖν πληθυντικῷ χαρακτῆρι τὴν προσηγορίαν πλατύνειν τῆς φύσεως. Ἀκριβέστερον δὲ ἡμῖν αὐτὸ τὸ ὄνομα τῆς θεότητος ἐξεταστέον, ὅπως ἂν διὰ τῆς ἐγκειμένης τῇ φωνῇ σημασίας, γένοιτό τις συνεργία πρὸς τὴν τοῦ προκειμένου σαφήνειαν. Δοκεῖ μὲν οὖν τοῖς πολλοῖς ἰδιαζόντως
Therefore one God must be confessed by us according to the scriptural testimony: "Hear, O Israel, the Lord your God is one Lord," even though the title of Godhead pervades the Holy Trinity. And these things I say according to the account rendered by us in the case of human nature, in which we have learned that we ought not to broaden the appellation of the nature with a plural character. Yet the very name of Godhead must be examined by us more closely, in order that through the signification inherent in the word some assistance may arise towards the elucidation of the subject before us. Now it seems to the majority that in a peculiar way
PG 45:121Read from the page
κατὰ τῆς φύσεως ἡ φωνὴ τῆς θεότητος κεῖσθαι, καὶ ὥσπερ ἢ ὁ οὐρανὸς, ἢ ὁ ἥλιος, ἢ ἄλλο τι τῶν τοῦ κόσμου στοιχείων ἰδίαις φωναῖς διασημαίνεται ταῖς τῶν ὑποκειμένων σημαντικαῖς· οὕτω φασὶ καὶ ἐπὶ τῆς ἀνωτάτω καὶ θείας φύσεως, ὥσπερ τι κύριον ὄνομα προσφυῶς ἐφηρμόσθαι τῷ δηλουμένῳ τὴν φωνὴν τῆς θεότητος. Ἡμεῖς δὲ ταῖς τῆς Γραφῆς ὑποθήκαις ἑπόμενοι, ἀκατωνόμαστόν τε καὶ ἄφραστον αὐτὴν μεμαθήκαμεν· καὶ πᾶν ὄνομα εἴτε παρὰ τῆς ἀνθρωπίνης οὐσίας ἐξεύρηται, εἴτε παρὰ τῶν Γραφῶν παραδέδοται, τῶν τι περὶ τὴν θείαν φύσιν νοουμένῳ ἑρμηνευτικὸν εἶναι λέγομεν, οὐκ αὐτῆς δὲ τῆς φύσεως περιέχειν τὴν σημασίαν. Καὶ οὐ πολλῆς ἄν τις δεηθείη πραγματείας πρὸς τὴν ἀπόδειξιν τοῦ τὰ οὕτως ἔχειν. Τὰ μὲν γὰρ λοιπὰ τῶν ὀνομάτων, ὅσα ἐπὶ τῆς κτίσεως κεῖται, καὶ δίχα τινὸς ἐτυμολογίας εὕροι τις ἂν κατὰ τὸ συμβὰν ἐφηρμοσμένα τοῖς ὑποκειμένοις, ἀγαπώντων ἡμῶν ὁπωσοῦν τὰ πράγματα διὰ τῆς ἐπ' αὐτῶν φωνῆς σημειώσασθαι, πρὸς τὸ ἀσύγχυτον ἡμῖν γίνεσθαι τῶν σεσημειωμένων τὴν γνῶσιν. Ὅσα δὲ πρὸς ὁδηγίαν τῆς θείας κατανοήσεώς ἐστιν ὀνόματα, ἰδίαν ἔχει ἕκαστον ἐμπεριειλημμένην διάνοιαν, καὶ οὐκ ἂν χωρὶς νοήματός τινος οὐδεμίαν εὕροις φωνὴν ἐν τοῖς θεοπρεπεστέροις τῶν ὀνομάτων. Ὡς ἐκ τούτου δείκνυσθαι μὴ αὐτὴν τὴν θείαν φύσιν ὑπό τινος τῶν ὀνομάτων σεσημειῶσθαι, ἀλλά τι τῶν περὶ αὐτὴν διὰ τῶν λεγομένων γνωρίζεσθαι. Λέγομεν γὰρ εἶναι τὸ θεῖον ἄφθαρτον, εἰ οὕτω τύχοι, ἢ δυνατὸν, ἢ ὅσα ἄλλα σύνηθές ἐστι λέγειν. Ἀλλ' εὑρίσκομεν ἑκάστου τῶν ὀνομάτων ἰδιάζουσαν ἔμφασιν, πρέπουσαν περὶ τῆς θείας φύσεως νοεῖσθαι καὶ λέγεσθαι· οὐ μὴν ἐκεῖνο σημαίνουσαν, ὅ ἐστι κατ' οὐσίαν ἡ φύσις. Αὐτὸ γὰρ ὅ τι ποτέ ἐστιν, ἄφθαρτόν ἐστιν· ἡ δὲ τοῦ ἀφθάρτου ἔννοια αὕτη, τὸ μὴ εἰς φθορὰν τὸ ὂν διαλύεσθαι. Οὐκοῦν ἄφθαρτον εἰπόντες, ὃ μὴ πάσχει ἡ φύσις εἴπομεν. Τί δέ ἐστι τὸ τὴν φθορὰν μὴ πάσχον, οὐ παρεστήσαμεν.
over the nature the title of Godhead is set, and just as either the heaven, or the sun, or any other of the elements of the universe is distinguished by peculiar words significative of the subjects, so they say that in the case of the supreme and divine nature also, just like some proper name, the word Godhead has been fittingly adapted to that which is signified. Yet we, following the counsels of Scripture, have learned that it is unnameable and ineffable; and every name, whether it has been devised on the part of human essence or has been handed down by the Scriptures, we affirm to be interpretative of some one of the things conceived concerning the divine nature, yet not to contain the signification of the nature itself. And one would not need much labour to demonstrate that things hold thus. For the rest of the names on the one hand, as many as are set over creation, one might find even apart from any etymology adapted by chance to their subjects, since we are content in whatever way to mark out things through the word set over them, to the end that our knowledge of the things marked out may remain unconfused. As many names on the other hand as exist for guidance towards comprehension of the divine, each possesses its own encompassed thought, and apart from some meaning you could find no word among the more God-befitting of the names. Hence it is shown from this that it is not the divine nature itself that has been marked out by any of the names, but that something of the attributes around it is made known through the words spoken. For we say, should it so chance, that the divine is incorruptible, or powerful, or whatever else it is customary to say. Yet we find in each of the names a peculiar force, fitting to be conceived and spoken concerning the divine nature, yet not signifying what the nature is in essence. For whatever the thing itself ever is, it is incorruptible; yet the notion of incorruptible is this, that What Is is not dissolved into corruption. Therefore, in saying incorruptible, we stated what the nature does not suffer; what that is which does not suffer corruption, however, we did not set forth.
Οὕτω κἂν ζωοποιὸν εἴπωμεν, ὃ ποιεῖ διὰ τῆς προσηγορίας σημάναντες, τὸ ποιοῦν τῷ λόγῳ οὐκ ἐγνωρίσαμεν. Καὶ τὰ ἄλλα πάντα κατὰ τὸν αὐτὸν λόγον ἐκ τῆς ἐγκειμένης ταῖς θεοπρεπεστέραις φωναῖς σημασίας εὑρίσκομεν, ἢ τὸ μὴ δέον ἐπὶ τῆς θείας φύσεως γινώσκειν ἀπαγορεύοντα, ἢ τὸ δέον διδάσκοντα, αὐτῆς δὲ τῆς φύσεως ἑρμηνείαν οὐ περιέχοντα. Ἐπεὶ τοίνυν τὰς ποικίλας τῆς ὑπερκειμένης δυνάμεως ἐνεργείας κατανοοῦντες ἀφ' ἑκάστης τῶν ἡμῖν γνωρίμων ἐνεργειῶν τὰς προσηγορίας ἁρμόζομεν· μίαν δὲ καὶ ταύτην εἶναι τὴν ἐνέργειαν τὴν ἐποπτικὴν καὶ ὁρατικὴν, καὶ ὡς ἄν τις εἴποι θεατικὴν, καθ' ἣν τὰ πάντα ἐφορᾷ καὶ πάντα ἐπισκοπεῖ, τὰς ἐνθυμήσεις βλέπων καὶ ἐπὶ τὰ ἀθέατα τῇ θεωρητικῇ δυνάμει διαδυόμενος, ὑπειλήφαμεν, ἐκ τῆς θέας, τὴν θεότητα παρωνομάσθαι, καὶ τὸν θεατὴν ἡμῶν Θεὸν, ὑπό τε τῆς συνηθείας καὶ τῆς τῶν Γραφῶν διδασκαλίας προσαγορεύεσθαι. Εἰ δὲ συγχωρεῖ
Thus even if we say life-giving, though signifying through the appellation what it does, we did not make known by the word that which acts. And by the same account, out of the signification inherent in the more God-befitting words, we find all the other names either forbidding us to entertain what ought not to be thought concerning the divine nature, or teaching what ought to be thought, yet not containing an explanation of the nature itself. Since, therefore, in contemplating the varied operations of the transcendent power we adapt our appellations from each of the operations known to us, and we have supposed this too to be one operation—namely, the overseeing and visual and, as one might say, beholding operation, whereby He oversees all things and inspects all things, looking upon thoughts and penetrating by contemplative power unto things unseen—we have supposed that from beholding the Godhead has been derived in name, and that He Who beholds us is addressed as God both by custom and by the teaching of the Scriptures. Now if
Notes, col. 121

On the reading

Printed νοουμένῳ, for νοουμένων.

PG 45:124Read from the page
τις ταὐτὸν εἶναι, τὸ θεάσασθαι, καὶ τὸ βλέπειν, καὶ τὸν ἐφορῶντα πάντα Θεὸν, ἔφορον τοῦ παντὸς καὶ εἶναι καὶ λέγεσθαι, λογισάσθω τὴν ἐνέργειαν ταύτην, πότερον ἑνὶ πρόσεστι τῶν ἐν τῇ ἁγίᾳ Τρίαδι πεπιστευμένων προσώπων, ἢ διὰ τῶν τριῶν προσήκει ἡ δύναμις. Εἰ γὰρ ἀληθὴς ἡ τῆς θεότητος ἑρμηνεία, καὶ τὰ ὁρώμενα θεατὰ, καὶ τὸ θεώμενον Θεὸς λέγεται, οὐκέτι ἂν εὐλόγως ἀποκριθείη τι τῶν ἐν τῇ Τριάδι προσώπων τῆς τοιαύτης προσηγορίας διὰ τὴν ἐγκειμένην τῇ φωνῇ σημασίαν. Τὸ γὰρ βλέπειν ἐπίσης μαρτυρεῖ ἡ Γραφὴ καὶ Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. « Ὑπερασπιστὰ ἡμῶν, ἴδε, ὁ Θεὸς,» φησὶν ὁ Δαβίδ. Ἐκ δὲ τούτου μανθάνομεν, ἰδέαν Θεοῦ, καθὸ Θεὸς νοεῖται, ἰδίαν ἐνέργειαν τοῦ ὁρᾷν, ἐκ τοῦ εἰπεῖν, «Ἴδε, ὁ Θεός.» Ἀλλὰ καὶ ὁ Ἰησοῦς ὁρᾷ τὰς ἐνθυμήσεις τῶν καταγινωσκόντων διότι συγχωρεῖ τὰς ἁμαρτίας ἐξ αὐθεντίας τῶν ἀνθρώπων. « Ἰδὼν γὰρ, φησὶν, ὁ Ἰησοῦς τὰς ἐνθυμήσεις αὐτῶν.» Καὶ περὶ τοῦ Πνεύματος λέγει πρὸς τὸν Ἀνανίαν ὁ Πέτρος· ἵνα τί ἐπλήρωσεν ὁ Σατανᾶς τὴν καρδίαν σου ψεύσασθαί σε τὸ Πνεῦμα τὸ ἅγιον; Δεικνὺς, ὅτι τῶν ἐν κρυπτῷ τετολμημένων παρὰ τοῦ Ἀνανίου, μάρτυς ἦν ἀψευδὴς ἐπιίστωρ τὸ Πνεῦμα τὸ ἅγιον, δι' οὗ καὶ τῷ Πέτρῳ τῶν λανθανόντων ἡ φανέρωσις ἦν. Ὁ μὲν γὰρ ἐγένετο κλέπτης αὐτὸς ἑαυτοῦ λανθάνων, ὡς ᾤετο, πάντας, καὶ τὴν ἁμαρτίαν ἐπικρυπτόμενος. Τὸ δὲ Πνεῦμα τὸ ἅγιον, ὁμοῦ τε ἐν Πέτρῳ ἦν, καὶ τὴν ἐκείνου διάνοιαν πρὸς τὴν φιλοχρηματίαν κατασυρεῖσαν ἐφώρασε, καὶ δι' ἑαυτοῦ δίδωσι τῷ Πέτρῳ ἰδεῖν τὰ λανθάνοντα· οὐκ ἂν δηλονότι τοῦτο ποιοῦν, εἴπερ ἦν τῶν κρυφίων ἀθέατον.
anyone grants that beholding and looking are the same thing, and that God Who oversees all things both is and is called overseer of the universe, let him reckon whether this operation belongs to one of the Persons believed in within the Holy Trinity, or whether the power extends through the Three. For if the explanation of the Godhead is true, and the things seen are called objects of sight, and That Which beholds is called God, none of the Persons in the Trinity could any longer reasonably be excluded from such an appellation on account of the signification inherent in the word. For Scripture equally attests seeing both to the Father and to the Son and to the Holy Spirit. "O our Defender, behold, O God," says David. And from this we learn that the proper idea of God, inasmuch as God is conceived, is a peculiar operation of seeing, from the saying, "Behold, O God." Moreover, Jesus also sees the thoughts of those condemning Him because by His own authority He forgives the sins of men: "For Jesus," it says, "seeing their thoughts." And concerning the Spirit, Peter says to Ananias: Why has Satan filled your heart for you to lie to the Holy Spirit?—showing that of the things dared in secret on the part of Ananias, the Holy Spirit was an unlying witness Who was privy to them, through Whom the manifestation of what lay hidden came to Peter also. For the one man on the one hand became a thief of his own goods, escaping the notice, as he supposed, of all, and concealing his sin. Yet the Holy Spirit on the other hand was at once in Peter, and detected that man's mind dragged down into love of money, and through Himself grants to Peter to see the hidden things—plainly not doing this if indeed He were incapable of beholding secret things.
Ἀλλ' οὔπω τις ἐρεῖ πρὸς τὸ ζητούμενον βλέπειν τὴν κατασκευὴν τοῦ λόγου. Οὐδὲ γὰρ εἰ δοθείη κοινὴ τῆς φύσεως ἡ κλῆσις τῆς θεότητος εἶναι, ἤδη τὸ μὴ δεῖν λέγειν θεοὺς διὰ τούτου κατεσκευάσθη· τοὐναντίον μὲν οὖν ἐκ τούτων ἀναγκαζόμεθα μᾶλλον λέγειν θεούς. Εὑρίσκομεν γὰρ ἐπὶ τῆς ἀνθρωπίνης συνηθείας, οὐ μόνον τοὺς τῆς αὐτῆς φύσεως κοινωνίας, ἀλλὰ κἄν τινες τοῦ αὐτοῦ ὦσιν ἐπιτηδεύματος, οὐχ ἑνικῶς τοὺς πολλοὺς μνημονευομένους. Καθό φαμεν ῥήτορὰς τε πολλοὺς καὶ γεωμέτρας, γεωργούς τε καὶ σκυτοτόμους, καὶ τὰ ἄλλα πάντα ὡσαύτως. Καὶ εἰ μὲν φύσεως ἦν ἡ θεότης προσηγορία, μᾶλλον ἂν εἶχε καιρὸν κατὰ τὸν προαποδέντα λόγον ἑνικῶς τὰς τρεῖς ὑποστάσεις περιλαμβάνειν, καὶ ἕνα Θεὸν λέγειν, διὰ τὸ τῆς φύσεως ἄτμητόν τε καὶ ἀδιαίρετον. Ἐπειδὴ δὲ κατεσκευάσθη διὰ τῶν εἰρημένων ἐνέργειαν σημαίνειν, καὶ οὐχὶ φύσιν τὸ τῆς θεότητος ὄνομα, περιτρέπεταί πως πρὸς τοὐναντίον ἐκ τῶν κατασκευαζομένων ὁ λόγος, ὡς δεῖν ταύτῃ μᾶλλον λέγειν τρεῖς θεοὺς, τοὺς ἐν τῇ αὐτῇ ἐνεργείᾳ θεωρουμένους· ὥς φασι λέγεσθαι τρεῖς φιλοσόφους, ἢ ῥήτορας, ἢ εἴ τί
Yet someone will say that the construction of our argument does not yet look towards the question at issue. For not even if it were granted that the title of Godhead is common to the nature has it already been established through this that one ought not to speak of gods; nay, on the contrary, from these premises we are compelled rather to speak of gods. For we find in human custom that not only those who share the communion of the same nature, but even those who belong to the same pursuit, are not referred to in the singular when they are many: just as we speak of many orators and geometers, husbandmen too and shoemakers, and all the rest likewise. And if on the one hand Godhead were an appellation of nature, it would rather be seasonable, according to the argument rendered beforehand, to encompass the three hypostases in the singular, and to speak of one God, on account of the uncut and indivisible character of the nature. Since on the other hand it has been established through what has been said that the name of Godhead signifies operation, and not nature, the argument somehow turns round to the contrary out of the very points being established, namely, that in this way one ought rather to speak of three gods—those contemplated in the same operation—just as they say we speak of three philosophers, or orators, or if any
Notes, col. 124

On the reading

Printed Τρίαδι, for Τριάδι.

Printed ῥήτορὰς, for ῥήτοράς.

Printed προαποδέντα, for προαποδοθέντα.

PG 45:125Read from the page
ἐστιν ἕτερον ἐξ ἐπιτηδεύματος ὄνομα, ὅταν πλείους ὦσιν οἱ τοῦ αὐτοῦ μετέχοντες. Ταῦτα δὲ φιλοπονώτερον ἐξειργασάμην, τὸν τῶν ὑπεναντίων ἀνθυποφέρων λόγον, ὡς ἂν βεβαιότερον ἡμῖν παγείη τὸ δόγμα ταῖς εὐπονωτέραις τῶν ἀντιθέσεων κρατυνόμενον. Οὐκοῦν ἐπαναληπτέος πάλιν ὁ λόγος. Ἐπειδὴ μετρίως ἡμῖν ἐκ τῆς κατασκευῆς ἀπεδείχθη, οὐ φύσεως, ἀλλ' ἐνεργείας εἶναι τὴν φωνὴν τῆς θεότητος λέγων, τάχα ταύτην ἄν τις αἰτίαν εὐλόγως εἴποι, τοῦ πληθυντικῶς μὲν ἐπ' ἀνθρώπων τοὺς τῶν αὐτῶν ἐπιτηδευμάτων κοινωνοῦντας ἀλλήλοις ἀριθμεῖσθαι καὶ ὀνομάζεσθαι· μοναδικῶς δὲ τὸ θεῖον ὡς ἕνα Θεὸν καὶ μίαν θεότητα λέγεσθαι, κἂν αἱ τρεῖς ὑποστάσεις τῆς ἐμφαινομένης τῇ θεότητι σημασίας μὴ ἀποκρίνοιντο. Ὅτι ἄνθρωποι μὲν, κἂν μιᾶς ὦσιν ἐνεργείας οἱ πλείονες, καθ' ἑαυτὸν ἕκαστος ἀποτεταγμένος ἐνεργεῖ τὸ προκείμενον, οὐδὲν ἐπικοινωνῶν ἐν τῇ καθ' ἑαυτὸν ἐνεργείᾳ πρὸς τοὺς τὸ ἴσον ἐπιτηδεύοντας. Εἰ γὰρ καὶ πλείονες εἶεν οἱ ῥήτορες, τὸ μὲν ἐπιτήδευμα ἓν ὂν, τὸ αὐτὸ ἐν τοῖς πλείοσιν ὄνομα ἔχει· οἱ δὲ μετιόντες καθ' ἑαυτὸν ἕκαστος ἐνεργοῦσιν· ἰδίως ῥητορεύων ὁ δεῖνα, καὶ ἰδίως ὁ ἕτερος.
is another name derived from a pursuit, whenever there are several who share in the same thing. And I have worked out these points rather industriously, bringing forward in reply the argument of our opponents, so that our doctrine might be more firmly established for us, strengthened by the more vigorous of their objections. Therefore the argument must be resumed once again. Since our constructive proof has moderately demonstrated—declaring that the term deity belongs not to nature, but to operation—someone might perhaps reasonably state this as the cause why, in the case of human beings, those who share with one another in the same pursuits are numbered and named in the plural, whereas the Divine is spoken of singularly as one God and one deity, even if the three hypostases are not severed from the signification manifested in deity: namely, because among human beings, even if the many belong to a single operation, each one, set apart by himself, performs the task before him, sharing nothing in his own individual operation with those who practise the like pursuit. For even if the orators should be many, the pursuit, being one, possesses the same name among the many; yet those who engage in it operate each by himself, the one delivering speeches individually, and the other individually.
Οὐκοῦν ἐν μὲν τοῖς ἀνθρώποις, ἐπειδὴ διακεκριμένη ἐστὶν ἡ ἐν τοῖς αὐτοῖς ἐπιτηδεύμασιν ἑκάστου ἐνέργεια, κυρίως πολλοὶ ὀνομάζονται, ἑκάστου αὐτῶν εἰς ἰδίαν περιγραφὴν κατὰ τὸ ἰδιότροπον τῆς ἐνεργείας ἀποτεμνομένου τῶν ἄλλων. Ἐπὶ δὲ τῆς θείας φύσεως, οὐχ οὕτως ἐμάθομεν, ὅτι ὁ Πατὴρ ποιεῖ τι καθ' ἑαυτὸν, οὗ μὴ συνεφάπτεται ὁ Υἱός. Ἢ πάλιν ὁ Υἱὸς ἰδιαζόντως ἐνεργεῖ τι χωρὶς τοῦ Πνεύματος. Ἀλλὰ πᾶσα ἐνέργεια ἡ θεόθεν ἐπὶ τὴν κτίσιν διήκουσα, καὶ κατὰ τὰς πολυτρόπους ἐννοίας ὀνομαζαμένη, ἐκ Πατρὸς ἀφορμᾶται καὶ διὰ τοῦ Υἱοῦ πρόεισι, καὶ ἐν τῷ Πνεύματι τῷ ἁγίῳ τελειοῦται. Διὰ τοῦτο εἰς πλῆθος τῶν ἐνεργούντων τὸ ὄνομα τῆς ἐνεργείας οὐ διασχίζεται, ὅτι οὐκ ἀποτεταγμένη ἑκάστου καὶ ἰδιάζουσά ἐστιν ἡ περί τι σπουδή· ἀλλ' ὅπερ ἂν γίνεται τῶν εἴτε εἰς τὴν ἡμετέραν πρόνοιαν φθανόντων, εἴτε πρὸς τὴν τοῦ παντὸς οἰκονομίαν καὶ σύστασιν, διὰ τῶν τριῶν μὲν γίνεται, οὐ μὴν τρία ἐστὶ τὰ γινόμενα. Νοήσωμεν δὲ τὸ λεγόμενον, ἐφ' ἑνός τινος πράγματος· ἀπ' αὐτοῦ λέγω τοῦ κεφαλαίου τῶν χαρισμάτων ζωῆς τετύχηκεν, ὅσα μετείληφε τῆς χάριτος ταύτης. Ἐξετάζοντες οὖν πόθεν ἡμῖν γέγονε τὸ τοιοῦτον ἀγαθὸν, εὑρίσκομεν διὰ τῆς τῶν Γραφῶν ὁδηγίας, ὅτι ἐκ Πατρὸς καὶ Υἱοῦ καὶ Πνεύμανος ἁγίου. Ἀλλ' οὐκ ἐπειδὴ τρία ὑποτιθέμεθα πρόσωπά τε καὶ ὀνόματα, τρεῖς καὶ ζωὰς ἰδίως μίαν παρ' ἑκάστου αὐτῶν δεδωρῆσθαι ἡμῖν λογιζόμεθα· ἀλλ' ἡ αὐτὴ ζωὴ καὶ παρὰ τοῦ Πατρὸς ἐνεργεῖται, καὶ παρὰ τοῦ Υἱοῦ ἑτοιμάζεται, καὶ τῆς τοῦ Πνεύματος ἐξῆπται βουλήσεως.
Therefore among human beings, since each person's operation in the same pursuits is distinct, they are properly named many, each of them being marked off from the others into his own circumscription according to the peculiar character of his operation. Yet in the case of the divine nature, we did not learn thus that the Father does anything by Himself in which the Son does not join with Him, or again that the Son peculiarly operates anything apart from the Spirit. Rather, every operation extending from God unto the creation, and named according to our manifold conceptions, originates from the Father, and advances through the Son, and is brought to perfection in the Holy Spirit. For this reason the name of the operation is not divided into a multitude of operators, because the effort concerning anything is not set apart and peculiar to each; rather, whatever comes to pass, whether among the things reaching unto our providence or towards the dispensation and constitution of the universe, comes to pass indeed through the Three, yet the things that come to pass are not three. Let us understand what is said from some single instance—from the very chief of the gracious gifts, I mean: all things that have partaken of this grace have obtained life. Examining, then, whence such a good has come to us, we find through the guidance of the Scriptures that it is from the Father and the Son and the Holy Spirit. Yet we do not, because we posit three Persons and names, reckon that three lives also have been bestowed upon us individually, one from each of Them; rather, the selfsame life is wrought by the Father, and prepared by the Son, and depends upon the will of the Spirit.
Ἐπειδὴ τοίνυν καθ' ὁμοιότητα τοῦ εἰρημένου πᾶσαν ἐνέργειαν οὐ διῃρημένως ἐνεργεῖ κατὰ τὸν τῶν
Since, then, after the likeness of what has been stated, every operation is wrought not separately according to the
Notes, col. 125

On the reading

Printed εὐπονωτέραις, for εὐτονωτέραις.

Printed ὀνομαζαμένη, for ὀνομαζομένη.

Printed Πνεύμανος, for Πνεύματος.