Migne Reading Room

PG 45 · cols. 1256–1265 · Read from the page

Against Apollinaris

Against Apollinaris

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 45:1256Read from the page
μεν τὴν διάνοιαν, ὅτι ἡ ἀνθρωπίνη φύσις ἐκ νοερᾶς ψυχῆς, σώματι συνδραμούσης, τὴν ὑπόστασιν ἔχει· φύεται δὲ τὸ συναμφότερον ἀφορμῆς τινος ὑλικῆς προκαταβαλλομένης αὐτοῦ τῆς συστάσεως. Ἡ δὲ ὕλη ἐκείνη θείᾳ δυνάμει ζωοπλαστηθεῖσα, ἄνθρωπος γίνεται, ὡς εἴ γε δοίη τις, καθ' ὑπόθεσιν, μὴ συμπαρεῖναι τὴν δημιουργικὴν τοῦ Θεοῦ δύναμιν πρὸς τὴν τοῦ πλασσομένου σύστασιν, ἀργὴ πάντως μένει καὶ ἀκίνητος, μὴ ζωογονουμένη διὰ τῆς ποιητικῆς ἐνεργείας ἡ ὕλη. Ὥσπερ οὖν ἐφ' ἡμῶν ζωοποιός τις δύναμις ἐνθεωρεῖται τῇ ὕλῃ, ἀφ' ἧς ὁ ἐκ ψυχῆς τε καὶ σώματος συνεστὼς ἄνθρωπος διαπλάσσεται· οὕτως ἐπὶ τῆς παρθενίας ἡ τοῦ Ὑψίστου δύναμις, διὰ τοῦ ζωοποιοῦντος Πνεύματος ἀΰλως τῷ ἀμιάντῳ σώματι ἐμφυεῖσα, καὶ ὕλην τῆς σαρκὸς, τὴν ἀφθορίαν τῆς Παρθένου ποιησαμένη, τὴν ἐκ τοῦ παρθενικοῦ σώματος πρὸς τὸ πλασσόμενον συνεισφορὰν παρεδέξατο, καὶ οὕτως ἐκτίσθη ὁ καινὸς ὡς ἀληθῶς ἄνθρωπος, ὁ πρῶτος καὶ μόνος τὸν τοιοῦτον τρόπον τῆς ὑποστάσεως ἐφ' ἑαυτοῦ καταδείξας, ὁ κατὰ Θεὸν κτισθεὶς, οὐ κατὰ ἄνθρωπον, τῆς θείας δυνάμεως κατὰ τὸ ἴσον διὰ πάσης τῆς τοῦ συγκρίματος φύσεως διηκούσης, ὡς μηδ' ἕτερον ἀμοιρεῖν τῆς θεότητος, ἀλλ' ἐν ἀμφοτέροις, ἐν ψυχῇ λέγω καὶ σώματι, καθὼς εἰκὸς, ἑκατέρῳ προσφυῶς τε καὶ καταλλήλως εἶναι. Ὥσπερ οὖν τοῦ ἀνθρώπου τικτομένου, ἡ θεότης τοῦ γεννηθῆναι οὐκ ἐδέετο, πρὸ πάντων αἰώνων οὖσα καὶ εἰς ἀεὶ διαμένουσα, ἀλλ' ἅπαξ ἓν γενομένη κατὰ τὴν σύστασιν τοῦ ἀνθρώπου, καὶ κατὰ τὴν γέννησιν ἐκείνῳ συναναφαίνεται· οὕτως οὐδὲ τοῦ ἀναστῆναι χρήζει ἡ ἀεὶ ζῶσα, ἀλλὰ ἐν τῷ διὰ τῆς θείας δυνάμεως εἰς τὴν ζωὴν ἐπαναγομένῳ ἀνίσταται, οὐκ αὐτὴ ἐγειρομένη (οὐδὲ γὰρ πέπτωκεν), ἀλλ' ἐν ἑαυτῇ τὸν πεπτωκότα ἐγείρουσα. Εἰ οὖν τὸ Θεῖον οὔτε γεννήσεως, οὔτε ἀναστάσεως δέεται, δηλονότι καὶ τὸ πάθος, οὐχ ὡς τῆς θεότητος πασχούσης, ἐπιτελεῖται, ἀλλ' ὡς ἐν τῷ πάσχοντι οὔσης, καὶ, διὰ τῆς πρὸς τὸν πεπονθότα ἑνώσεως, τὸ ἐκείνου πάθος οἰκειουμένης. Ἡ γὰρ θεία φύσις, καθὼς εἴρηται, τῇ τε ψυχῇ καὶ τῷ σώματι καταλλήλως ἐμφυεῖσα, καὶ ἓν πρὸς ἑκάτερον γενομένη· ἐπειδὴ Ἀμεταμέλητα, φησὶ, τοῦ Θεοῦ τὰ χαρίσματα, οὐδέτερον τούτων ὑποχωρεῖ, ἀλλὰ εἰς τὸ διηνεκὲς παραμένει. Οὐδὲ γάρ ἐστι τὸ χωρίζον τινὰ τῆς πρὸς τὸν Θεὸν συναφείας, πλὴν ἁμαρτίας· οὗ δὲ ἡ ζωὴ ἀναμάρτητος, τούτου πάντως ἀχώριστος ἡ πρὸς τὸν Θεὸν ἕνωσις.
conception: that human nature has its hypostasis from an intellectual soul concurring with a body; and the compound of both grows up when a certain material starting-point is laid down in advance for its constitution. And that matter, fashioned into a living being by divine power, becomes a human being, whereas if anyone were to grant by hypothesis that the creative power of God is not present along with it for the constitution of what is being fashioned, the matter remains altogether idle and motionless, not being quickened into life through the productive activity. Just as in our case, then, a certain life-giving power is beheld in the matter, whereby the human being consisting of soul and body is formed, so in the case of virginity the power of the Most High, immaterially implanted in the undefiled body through the life-giving Spirit, and making the Virgin's incorruption the matter of the flesh, received the contribution from the virginal body towards what was being fashioned; and thus was created the truly new man, the first and only one to display in Himself such a mode of subsistence, created according to God, not according to man, as the divine power pervaded equally through the entire nature of the compound, so that neither part had no share in the Deity, but in both—I mean in soul and body—it was present, as is fitting, connaturally and suitably to each. Just as, then, when the human being was being brought forth, the Deity had no need of being begotten, existing before all ages and abiding forever, yet having once become one with him in the constitution of the human being, it also appears together with him in his birth; so neither does she who always lives stand in need of rising again, but she rises in him who is led back into life through the divine power, not being raised up herself (for she has not fallen), but raising up in herself him who had fallen. If, then, the Divine needs neither birth nor resurrection, plainly the passion also is accomplished not as though the Deity were suffering, but as being in him who suffers and, through its union with him who suffered, making his passion its own. For the divine nature, as has been said, having been implanted suitably in both the soul and the body, and having become one with each—since The gifts of God, it says, are irrevocable—withdraws from neither of these, but remains perpetually. For there is nothing that separates anyone from conjunction with God except sin; and for Him Whose life is sinless, His union with God is altogether inseparable.
Ἐπεὶ οὖν δι' ἀμφοτέρων τὸ ἀναμάρτητον, διὰ ψυχῆς λέγω καὶ σώματος, ἐν ἑκατέρῳ κατὰ τὸ εἰκὸς ἦν
Since, then, sinlessness was through both—through soul, I mean, and body—in each, fittingly, was
PG 45:1257Read from the page
τῆς θείας φύσεως ἡ παρουσία. Τοῦ δὲ θανάτου τὸν μερισμὸν τῆς ψυχῆς ἀπὸ τοῦ σώματος ἐργασαμένου, τὸ μὲν σύνθετον διετέμνετο· τὸ δὲ ἀσύστατον οὐ διίστατο, ἀλλ' ἀδιασπάστως ἐν ἑκατέρῳ ἦν. Τεκμήριον δὲ τοῦ μὲν ἐν σώματι τὸν Θεὸν εἶναι, τὸ, ἐν ἀφθαρσίᾳ φυλαχθῆναι τὴν σάρκα μετὰ τὸν θάνατον· Θεὸς δὲ πάντως ἐστὶν ἡ ἀφθαρσία· τοῦ δὲ τῆς ψυχῆς μὴ ἀποχωρῆσαι, τὸ δι' ἐκείνης ὁδοποιηθῆναι τῷ λῃστῇ τὴν εἰς τὸν παράδεισον εἴσοδον. Ἐπειδὴ τοίνυν ἐπληρώθη τὸ μυστήριον, τῆς θείας δυνάμεως τῷ διπλῷ τῆς ἀνθρωπίνης φύσεως ἐγγενομένης, καὶ δι' ἑκατέρου τῷ συγγενεῖ μέρει τὴν ζωοποιὸν ἐναποθεμένης ἐνέργειαν, διὰ μὲν τῆς σαρκὸς τῷ σώματι, διὰ δὲ τῆς ψυχῆς τῇ ψυχῇ, τῆς νοερᾶς λέγω καὶ οὐ τῆς ἀλόγου (κτηνῶδες γὰρ καὶ οὐκ ἀνθρώπινόν ἐστι τὸ ἀνόητον)· τότε ἡ ἐξ ἀρχῆς ἐγκραθεῖσα τῷ σώματι, καὶ τῇ ψυχῇ θεότης, καὶ μέχρι παντὸς παραμείνασα, ἐν τῇ ἀναστάσει τοῦ κειμένου ἐγείρεται, καὶ οὕτω Χριστὸς ἐκ νεκρῶν ἐγηγέρθαι λέγεται, ὁ αὐτὸς καὶ ὢν Χριστὸς, καὶ γενόμενος· ὢν μὲν κατὰ τὴν προαιώνιον βασιλείαν, γενόμενος δὲ ὅτε εὐηγγελίζοντο τοῖς ποιμέσιν οἱ ἄγγελοι τὴν μεγάλην χαρὰν, τὴν ἐσομένην παντὶ τῷ λαῷ ἐπὶ τῇ γενέσει τοῦ Σωτῆρος, ὅς ἐστι, φησὶ, Χριστός, Κύριος προσφόρως ὀνομαζόμενος κατὰ τὸν λόγον τοῦ Γαβριὴλ, τοῦ εἰπόντος Πνεῦμα ἅγιον ἐπελεύσεσθαι τῇ Παρθένῳ καὶ δύναμιν Ὑψίστου ἐπισκιάσειν. Ὁ τοίνυν οὕτω τεχθεὶς εἰκότως, καὶ ὁ Χριστὸς καὶ Κύριος λέγεται· Κύριος μὲν διὰ τὴν δύναμιν τοῦ Ὑψίστου, Χριστὸς δὲ διὰ τὸ Πνεῦμα τῆς χρίσεως. Οὐ γὰρ ὁ προαιώνιος τότε χρίεται, ἀλλὰ περὶ οὗ φησιν, ὅτι Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε. Τὸ γὰρ σήμερον τῶν δύο τοῦ χρόνου τμημάτων, τοῦ παρῳχηκότος τε καὶ τοῦ μέλλοντος, τὸ μέσον ἐστίν. Ὁ δὲ τῶν αἰώνων ποιητὴς, πῶς ἐν μέρει τοῦ χρόνου καὶ γεννᾶται καὶ χρίεται; Ὥστε ἡ θεότης καὶ οὐ τέθνηκε, καὶ ἐγήγερται· οὐ τέθνηκε γὰρ, ὅτι τὸ μὴ συντεθὲν οὐ διαλύεται, ἐγήγερται δὲ, ὅτι ἐν τῷ λυθέντι οὖσα, ἑαυτῇ συνεπαρθῆναι τὸν κατὰ τὸν νόμον τῆς ἀνθρωπίνης πεσόντα φύσεως παρεσκεύασεν, ὡς ἂν ἑκατέρῳ μέρει τὸ οἰκεῖον προφερομένῳ παροῦσα, τὴν τῶν σωμάτων φύσιν διὰ τοῦ σώματος, τὴν δὲ τῶν ψυχῶν διὰ τῆς ψυχῆς ἐξιάσαιτο· πάλιν δὲ δι' ἑαυτῆς τὸ διακεκριμένον ἑνώσασα, ἐν τῷ ἐπαιρομένῳ ἀνίσταται. Καὶ ὥσπερ· κωλύει γὰρ οὐδὲν σωματικῶς τὸ μυστήριον τῆς κατὰ τὴν ἀνάστασιν οἰκονομίας ἐνδείξασθαι· καθάπερ τοίνυν εἰ διχῆ κάλαμος διασχισθείη, καί τις κατὰ τὸ ἓν πέρας τὰ ἄκρα τῶν τοῦ καλάμου τμημάτων ἑνώσειεν, ὅλον ἐξ ἀνάγκης τὸ τμῆμα τοῦ καλάμου πρὸς τὸ ὅλον συναρμοσθήσεται διὰ τῆς ἐν τῷ ἑνὶ πέρατι συμβολῆς τε καὶ σφίγξεως πρὸς τὸ ἕτερον πέρας συναρμοζόμενον· οὕτως ἡ ἐν ἐκείνῳ τῆς ψυχῆς πρὸς τὸ σῶμα γενο-
the presence of the divine nature. And when death wrought the separation of the soul from the body, the composite was severed, whereas the uncompounded was not parted, but was indivisibly in each. And a proof that God was in the body is that the flesh was preserved in incorruption after death—for incorruption is altogether God; and that He did not withdraw from the soul is that through it entrance into paradise was opened up for the robber. When, therefore, the mystery was fulfilled, as the divine power came to be within the twofold constitution of human nature, and through each part laid up its life-giving activity in the kindred element—through the flesh in the body, and through the soul in the soul, I mean the intellectual soul and not the irrational (for what lacks understanding is brutish and not human)—then the Deity, which from the beginning was blended with the body and the soul and remained to the end, is raised up in the resurrection of him who lay dead; and thus Christ is said to have been raised from the dead, the selfsame One both being Christ and having become Christ: being so according to His pre-eternal kingship, and having become so when the angels proclaimed to the shepherds the great joy that would be for all the people at the birth of the Saviour, Who is, it says, Christ the Lord, fittingly so named according to the word of Gabriel, who said that the Holy Spirit would come upon the Virgin and the power of the Most High would overshadow her. He Who was thus brought forth, therefore, is with good reason called both the Christ and Lord: Lord on account of the power of the Most High, and Christ on account of the Spirit of anointing. For the pre-eternal One is not anointed then, save Him concerning Whom it says, Thou art My Son, today have I begotten Thee. For today is the middle point between the two segments of time, the past and the future. How then is the Maker of the ages both begotten and anointed in a part of time? Accordingly, the Deity both has not died and has been raised up: it has not died, because what was not compounded is not dissolved; and it has been raised up, because, being in what was dissolved, it brought it about that he who had fallen according to the law of human nature was raised up along with itself, so that, being present to each part as each displayed what was proper to it, it might heal the nature of bodies through the body, and that of souls through the soul; and having once more united through itself what had been parted, it rises in him who is lifted up. And just as—for nothing hinders our illustrating in bodily fashion the mystery of the dispensation in the resurrection—just as, therefore, if a reed were split in two, and someone at one end were to join together the tips of the segments of the reed, of necessity the whole segment of the reed will be fitted together with the whole, being joined towards the other end through the meeting and binding fast at the one end; so too the union of the soul with the body that took place in Him
PG 45:1260Read from the page
μένη διὰ τῆς ἀναστάσεως ἕνωσις, πᾶσαν κατὰ τὸ συνεχὲς τὴν ἀνθρωπίνην φύσιν, διχῆ διὰ τοῦ θανάτου, ψυχῇ τε καὶ σώματι μεμερισμένην, πρὸς συμφυΐαν ἄγει, τῇ ἐλπίδι τῆς ἀναστάσεως τὴν συνδρομὴν τῶν διεστηκότων ἁρμόσασα· καὶ τοῦτό ἐστι τὸ παρὰ τοῦ Παύλου λεγόμενον, ὅτι Χριστὸς ἐγήγερται ἐκ νεκρῶν, ἀπαρχὴ τῶν κεκοιμημένων, καὶ ὥσπερ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκομεν, οὕτως ἐν τῷ Χριστῷ πάντες ζωοποιηθησόμεθα. Κατὰ γὰρ τὸ τοῦ καλάμου ὑπόδειγμα, ὑπὸ μὲν τοῦ κατὰ τὸν Ἀδὰμ πέρατος, ἡ φύσις ἡμῶν διὰ τῆς ἁμαρτίας ἐσχίσθη, τῷ θανάτῳ τῆς ψυχῆς ἀπὸ τοῦ σώματος διαιρεθείσης· ἀπὸ δὲ τοῦ κατὰ τὸν Χριστὸν μέρους πάλιν ἡ φύσις ἑαυτὴν ἀναλαμβάνει, πάντη τῆς διαιρέσεως πρὸς ἑαυτὴν ἐν τῇ ἀναστάσει τοῦ κατὰ τὸν Χριστὸν ἀνθρώπου συμφυομένης. Διὰ τοῦτο τοίνυν συναποθνήσκομεν τῷ ὑπὲρ ἡμῶν ἀποθανόντι, οὐ τοῦτον λέγω τὸν ἀναγκαῖόν τε καὶ κοινὸν τῆς φύσεως ἡμῶν θάνατον· τοῦτο γὰρ καὶ μὴ βουλομένων γενήσεται· ἀλλ' ἐπειδὴ τῷ ἑκουσίως ἀποθανόντι συναποθνήσκειν χρὴ θέλοντας, προσήκει τὸν ἐκ προαιρέσεως αὐτοῖς ἐπινοῆσαι θάνατον· οὐ γάρ ἐστι διὰ τοῦ κατηναγκασμένου ἡ πρὸς τὸ ἑκούσιον μίμησις. Ἐπειδὴ τοίνυν ὁ ἐκ φύσεως ἐπικείμενος ἑκάστῳ θάνατος, πάντη καὶ πάντως γίνεται, καὶ βουλομένων, καὶ μὴ, οὐκ ἂν δέ τις τὸ πάντως γενόμενον τῷ ἑκουσίῳ λογίσαιτο· διὰ τοῦτο ἕτερον τρόπον τῷ ἑκουσίως ἀποθανόντι συναποθνήσκομεν, τῷ μυστικῷ ὕδατι διὰ τοῦ βαπτίσματος ἐνθαπτόμενοι· Συνετάφημεν γὰρ αὐτῷ, φησὶ, διὰ τοῦ βαπτίσματος εἰς τὸν θάνατον· ἵνα τῇ μιμήσει τοῦ θανάτου ἐπακολουθήσῃ καὶ ἡ τῆς ἀναστάσεως μίμησις.
through the resurrection brings all human nature in its continuity—divided in two through death into soul and body—into coalescence, having fitted together by the hope of the resurrection the concurrence of what had stood apart; and this is what is spoken by Paul, that Christ has been raised from the dead, the firstfruits of those who have fallen asleep, and just as in Adam we all die, so in Christ we shall all be made alive. For according to the illustration of the reed, from the end pertaining to Adam our nature was split through sin, the soul having been severed from the body by death; whereas from the side pertaining to Christ our nature recovers itself again, as the division everywhere grows back together with itself in the resurrection of the Man pertaining to Christ. On this account, therefore, we die together with Him Who died on our behalf—I do not mean this necessary and common death of our nature, for that will come to pass even if we are unwilling; rather, since one must willingly die together with Him Who died voluntarily, it is fitting for them to devise the death that comes from deliberate choice; for the imitation of what is voluntary does not take place through what is compelled. Since, therefore, the death laid upon each person by nature takes place wholly and inevitably, whether people are willing or not, and no one would reckon what happens inevitably as voluntary, on this account we die in another manner together with Him Who died voluntarily, being buried in the mystic water through baptism: For we were buried with Him, it says, through baptism into death; so that the imitation of the resurrection also may follow upon the imitation of death.
Πρὸς δὲ τὸ ἐφεξῆς τοῦ λόγου μετέλθωμεν· Πῶς, φησὶ, Θεὸς ἄνθρωπος γίνεται, μὴ μεταβληθεὶς ἀπὸ τοῦ εἶναι Θεὸς, εἰ μὴ νοῦς ἐν ἀνθρώπῳ κατέστη; Ἆρα συνῆκεν ἅπερ ἐφθέγξατο. Ἀμετάβλητον λέγει τὸ Θεῖον, καὶ καλῶς τοῦτο λέγει· τὸ γὰρ ἀεὶ ὡσαύτως ἔχον, ἕτερόν τι παρ' ὅ ἐστι, γίνεσθαι, φύσιν οὐκ ἔχει· ἀλλ' ἐν ἑτέρῳ μὲν γίνεται, ἕτερον δὲ οὐ γίνεται. Τί οὖν ὁ νοῦς ἐκεῖνος, καθὼς ὁ Ἀπολινάριος λέγει, ὁ ἐν ἀνθρώπῳ γενόμενος; Ἆρα ἐν τῷ μεγαλείῳ τῆς ἀμεταβλήτου διέμεινε φύσεως, ἢ πρὸς τὸ ταπεινὸν πεποίηται τὴν μετάστασιν, τῇ τοῦ ἀνθρωπίνου βραχύτητι ἑαυτὸν ἐμπεριγράψας, καὶ ὅσος οὗτός ἐστι, τοσοῦτος κἀκεῖνος γενόμενος; Οὐκοῦν ἴσος
Let us pass on to the next part of the discourse: How, he says, does God become man, without having been changed from being God, unless He took the place of mind in a man? Did he understand what he uttered? He says the Divine is immutable, and rightly does he say this; for that which is always in the same state does not have it in its nature to become something other than what it is; rather, it comes to be in another, yet does not become another. What then of that mind—as Apollinaris says—which came to be in a man? Did it remain in the majesty of its immutable nature, or did it make a transition towards what is lowly, circumscribing itself within the narrowness of what is human, and becoming just so great as this latter is? Equal, therefore,
PG 45:1261Read from the page
ὁ ἀνθρώπινος νοῦς ἐστι τῇ θεότητι, εἴπερ, καθώς φησιν ὁ Ἀπολινάριος, νοῦς ἀνθρώπου ἡ θεία φύσις ἐγένετο. Εἰ γὰρ ὁμοίως ἡ ἀνθρωπίνη δέχεται φύσις, ἢ τὸν νοῦν τὸν ἡμέτερον, ἢ ἀντὶ τοῦ νοῦ τὸν Θεὸν, ἰσομεγέθη ταῦτα ἂν εἴη ἀλλήλοις καὶ ἰσοστάσια, εἴπερ ἐν ᾧ χωρεῖται ὁ νοῦς, ἐν τούτῳ καὶ ἡ θεότης περιλαμβάνοιτο· ὡς εἴ τις ἀγγείῳ τινὶ κενῷ σῖτον, ἢ ἕτερόν τι τῶν σπερμάτων ἀπομετροίη, οὐκ ἄν τις εἴποι τὸ τῷ αὐτῷ μέτρῳ ἰσούμενον, κατὰ τὸ ποσὸν διαφέρειν τοῦ ἄλλου· ἴσος γάρ ἐστι πυρὸς ταῖς ὀλύραις, ὅταν ἀποκενωθέντων τοῦ μεδίμνου τῶν σπερμάτων ἐκείνων ἀντιπληρώσῃ τὸ ἕτερον ἔργον. Οὐκοῦν εἰ ἀντὶ τοῦ νοῦ ἡ θεότης γίνεται, οὐκ ἄν τις ὑπερβάλλειν εἴποι παρὰ τὸν νοῦν τὴν θεότητα, εἴπερ ὁμοίως ἐκείνῳ χωρεῖται καὶ αὐτὴ ὑπὸ τῆς φύσεως. Ἢ οὖν ἴσος ἐστὶν ὁ νοῦς τῇ θεότητι, καθὼς ὁ Ἀπολινάριος βούλεται, καὶ ἀπὸ τούτου πρὸς ἐκεῖνο μεταστὰς, οὐκ ἠλλοιώθη· ἢ καταδεέστερον ὁ νοῦς παρὰ τὸ Θεῖον, ὁ τοῦτο ἐξ ἐκείνου γενόμενος, πρὸς τὸ εὐτελέστερον ἠλλοιώθη. Ἀλλὰ τίς οὐκ οἶδεν ὅτι κατὰ τὸ ἴσον ὑποβέβηκε τῇ ἀπροσίτῳ τε καὶ ἀπροσπελάστῳ φύσει πᾶν τὸ ἐν τῇ κτίσει νοούμενον, ὡς ἴσην τὴν τροπὴν, κἂν εἰς κτίσμα, κἂν εἰς νοῦν τις λέγοι μεταβεβλῆσθαι τὸ Θεῖον; Ὥστε εἰ τὸ ἐν νῷ γενέσθαι τροπὴν ὁ Ἀπολινάριος οὐκ οἴεται, οὐδὲ τὸ δίχα διανοίας καταμιχθῆναι τῷ ἀνθρώπῳ, προσμαρτυρεῖ τῷ ἀνακραθέντι τὸ ἀναλλοίωτον· ἀλλ' εἴπερ οὐκ ἠλλοιώθη, σὰρξ γενόμενος, πολὺ μᾶλλον ἐν τῷ ἀτρέπτῳ διέμεινε, καὶ πρὸς τὸν νοῦν ποιησάμενος τὴν ἀνάκρασιν. Εἰ δὲ τῷ ἐν νῷ γενέσθαι κατηγορεῖ τὴν τροπὴν, καὶ ἡ πρὸς τὴν σάρκα οἰκείωσις οὐκ ἐκφεύγει πάντως τὴν κατηγορίαν τῆς ἀλλοιώσεως.
is the human mind to the Deity, if indeed, as Apollinaris says, the divine nature became the mind of a man. For if human nature likewise receives either our mind or God in place of the mind, these would be equal in magnitude and equal in weight to one another, if indeed in that wherein the mind is contained, therein the Deity also were compassed: just as if someone were to measure out wheat or some other kind of grain in a given empty vessel, one would not say that what is matched by the selfsame measure differs in quantity from the other; for wheat is equal to spelt when, once those grains have been emptied out of the bushel-measure, the other product fills it up in turn. Accordingly, if the Deity comes to be in place of the mind, no one could say that the Deity surpasses the mind, if indeed it too is contained by our nature in the same manner as that mind. Either, then, the mind is equal to the Deity, as Apollinaris wishes, and having passed over from the one state to the other He was not altered; or else the mind is inferior to the Divine, and He Who became this out of that was altered towards what is meaner. Yet who does not know that everything conceived within creation falls short in equal degree of the unapproachable and inaccessible nature, so that the turning is equal whether one says the Divine has been changed into a creature or into a mind? Consequently, if Apollinaris does not suppose that coming to be in a mind is a turning, neither does being mingled with a man apart from intellect attest immutability for Him Who was blended; rather, if indeed He was not altered when He became flesh, much more did He remain in the unchangeable state when He also made the admixture with the mind. Yet if by His coming to be in a mind he charges turning, then His appropriation of the flesh altogether fails to escape the charge of alteration as well.
Ἔτι φησὶ (τὰ γὰρ ἐν τῷ μέσῳ παρίημι)· Εἰ μετὰ τὴν ἀνάστασιν Θεὸς γέγονε, καὶ οὐκέτι ἐστὶν ἄνθρωπος, πῶς Υἱὸς τοῦ ἀνθρώπου ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ; Καὶ πῶς ὀψόμεθα τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν; Πῶς δὲ καὶ πρὶν ἑνωθῆναι, καὶ ἀποθεωθῆναι λέγει· «Ἐγὼ καὶ ὁ Πατὴρ ἓν ἐσμεν;» Ταῦτα διέξεισιν ἐκεῖνος, διὰ τῶν εἰρημένων κατασκευάζων, ὅτι οὐδὲν πρὸς τὸ θειότερον ἡ τοῦ σώματος φύσις μετεποιήθη· ἀλλ' ὅτι περὶ αὐτὸν αἱ τρίχες, οἱ ὄνυχες, ἡ μορφὴ, τὸ σχῆμα, ἡ τοῦ ὄγκου περιγραφὴ, καὶ
Furthermore he says (for I pass over what lies between): If after the resurrection He has become God, and is no longer man, how shall the Son of Man send forth His angels? And how shall we see the Son of Man coming upon the clouds? And how, even before being united and deified, does He say: "I and the Father are one"? These things that man recounts, endeavouring to prove through what has been said that the nature of the body was in no way transformed towards what is more divine, but that around Him remain the hairs, the nails, the form, the shape, the outline of bulk, and
PG 45:1264Read from the page
τὰ λοιπὰ, δηλονότι, ὅσα τε φαινόμενα, καὶ ὅσα τε κρύφια τῶν μερῶν τῶν τοῦ σώματος. Ἐγὼ δὲ τὸ μὲν μὴ δεῖν οὕτως χαμαιριφῆ καὶ χαμαίζηλα περὶ τὸν Θεὸν ἐννοεῖν, περιττὸν ἡγοῦμαι λόγῳ κατασκευάζεσθαι, αὐτοῦ τοῦ τῶν ἐναντίων λόγου, καὶ δι' ἑαυτοῦ τὴν ἀτοπίαν κηρύσσοντος. Ὡς δ' ἂν μὴ τὰ θεῖα λόγια συνεργεῖν αὐτῷ πρὸς τὴν μυθοποιΐαν λογίζοιτο, διὰ βραχέων ἕκαστον τῶν εἰρημένων διαδραμοῦμαι. Ἐπειδὴ, φησὶν, ἐν τῇ συντελείᾳ τοῦ παντὸς ὁ τοὺς ἀγγέλους ἀποστέλλων Υἱὸς ἀνθρώπου λέγεται, διὰ τοῦτο μέχρι παντὸς οἴεται δεῖν ἐν τοῖς ἀνθρωπίνοις [αὐτὸν ἰδιώμασι] πιστεύειν εἶναι· καὶ οὐ μέμνηται τῆς τοῦ Εὐαγγελίου φωνῆς, ὅπου πολλαχοῦ διὰ τῶν ἰδίων λόγων ὁ Κύριος, ἄνθρωπον τὸν ἐπὶ πάντων Θεὸν κατωνόμασεν. Ἄνθρωπος ἦν οἰκοδεσπότης, ὁ τοῖς γεωργοῖς τὸν ἀμπελῶνα ἐκδόμενος, ὁ μετὰ τὴν τῶν οἰκετῶν ἀναίρεσιν, καὶ τὸν μονογενῆ αὐτοῦ Υἱὸν ἀποστείλας, ὃν ἐκβαλόντες οἱ γεωργοὶ ἔξω τοῦ ἀμπελῶνος φονεύουσι. Τίς δὲ ὑπῆρχεν ἐκεῖνος ὁ ἄνθρωπος ὁ τὸν μονογενῆ πέμψας; Τίς δὲ ὁ ἔξω τοῦ ἀμπελῶνος φονευθεὶς υἱός; Ὁ δὲ τοῦ υἱοῦ τοὺς γάμους ἐπιτελῶν, οὐκ αὐτὸς ἀνθρωπικῶς ὑπὸ τοῦ Λόγου διεσκευάσθη; Εἰ δὲ χρὴ καὶ τοῦ[το] εἰπεῖν, ὅτι βοηθῶν τῇ ἀσθενείᾳ τῶν καταφρονούντων τῆς ὁμοιοειδοῦς αὐτοῖς φύσεως, καὶ διὰ τοῦτο πιστεῦσαι αὐτοῦ τῇ θεότητι μὴ δυναμένων, ὡς ἂν μάλιστα τὸ χαῦνον τῆς διανοίας αὐτῶν τῷ φόβῳ συστείλας, εἰς πίστιν τονώσειε, φησὶ τὸ παρὰ τοῦ Υἱοῦ τοῦ ἀνθρώπου τοὺς ἀγγέλους ἐν τῇ κρίσει πέμπεσθαι, ἵν' ἡ τῶν φοβερῶν προσδοκία τὴν πρὸς τὸ φαινόμενον αὐτῶν ἀπιστίαν θεραπεύσειεν. Ἀλλὰ καὶ ὄψεσθε, φησὶ, τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ μετὰ δόξης καὶ δυνάμεως πολλῆς. Καὶ τοῦτο συνᾴδει τοῖς προαποδεδομένοις, εἴτε ἐκείνου τοῦ ἀνθρώπου τοῦ τὸν ἀμπελῶνα φυτεύσαντος, καὶ τὸν γάμον τῷ υἱῷ ἐπιτελέσαντος, εἴτε κατὰ τὴν προαποδοθεῖσαν διάνοιαν. Καὶ ὅτι πάντῃ τῆς ταπεινῆς τοῦ Ἀπολιναρίου ὑπολήψεως ὁ λόγος ἀπήλλακται, καὶ οὐδὲν σωματικὸν περὶ αὐτὸν ἐννοεῖν ὁ τοιοῦτος ὑποτίθεται λόγος, σαφὴς ἡ ἀπόδειξις ἐκ τοῦ προσκεῖσθαι τῷ λόγῳ, τῷ τὴν ἐμφάνειαν αὐτοῦ τὴν ἐπὶ τέλει τῶν αἰώνων μηνύοντι, ὅτι ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ ὀφθήσεται τῇ κτίσει ὁ Κύριος, ὡς ἀνάγκην εἶναι τῶν εἰρημένων, ἢ καὶ τὸν Πατέρα νομίζειν ἀνθρωπικῶς διεσκευάσθαι, ἵνα ὁ κατὰ τὸ ἀνθρώπινον σχῆμα φαινόμενος Υἱὸς, ἐν τῇ τοῦ Πατρὸς φαίνηται δόξῃ· ἢ εἴπερ καθαρεύῃ πάσης μορφῆς, ἐν εἴδει θεωρουμένης, ἡ τῆς πατρικῆς δόξης μεγαλοπρέπεια, μηδὲ αὐτὸν ἀνθρωπικῶς σχηματίζεσθαι, τὴν ἐν τῇ τοῦ Πατρὸς ὀφθήσεσθαι δόξῃ ἐπαγγελλόμενον. Ἄλλη γὰρ δόξα ἀνθρώπου, καὶ ἄλλη δόξα τοῦ ἐπὶ πάντων Θεοῦ. Ἀλλὰ, φησὶ, διὰ
the remaining parts of the body, namely, both all that are visible and all that are hidden. Now, that one ought not to entertain such earthbound and grovelling notions concerning God, I deem it superfluous to establish by argument, since the discourse of our opponents proclaims its own absurdity even of itself. Yet lest he suppose that the divine oracles co-operate with him towards his myth-making, I shall briefly run through each of the statements made. Since, says he, at the consummation of the universe He Who sends forth the angels is called Son of man, on this account he imagines that one must believe Him to abide forever in human [properties]; and he does not recall the voice of the Gospel, where in many places through His own words the Lord named the God Who is over all a man. There was a man, a householder, who let out his vineyard to husbandmen, and who after the slaughter of the servants sent forth also his only-begotten Son, Whom the husbandmen cast out of the vineyard and slew. Who then was that man who sent the only-begotten One? And who was the son slain outside the vineyard? And he who celebrates the marriage feast of his son—was he not himself portrayed in human fashion by the Word? And if one must say this also, that assisting the weakness of those who despised the nature like in form to their own, and who therefore were unable to believe in His Deity, so that by contracting the slackness of their mind through fear He might brace them into faith, He says that the angels are sent at the judgement by the Son of man, in order that the expectation of dreadful things might heal their unbelief towards what was seen. But you shall also see, says He, the Son of man coming upon the clouds of heaven with glory and great power. And this accords with what was previously set forth, whether concerning that man who planted the vineyard and celebrated the marriage for his son, or according to the sense previously explained. And that the account is wholly free from the lowly supposition of Apollinarius, and that such a statement suggests conceiving nothing bodily about Him, the proof is clear from what is annexed to the saying that declares His appearance at the end of the ages, namely, that the Lord shall be seen by creation in the glory of His Father; so that from what has been said it is necessary either to suppose the Father also to be fashioned in human guise, in order that the Son Who appears in human form may shine forth in the glory of the Father; or, if the majesty of the paternal glory is pure of every shape beheld in outward form, that neither is He Himself shaped in human fashion Who promises that He will be seen in the glory of the Father. For another is the glory of man, and another the glory of the God Who is over all. But, says he, through
PG 45:1265Read from the page
σαρκὸς διαλεγόμενος τοῖς ἀνθρώποις, ὅτι Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν. Ὢ τῆς ἀνοίας τοῦ ἀπόδειξιν οἴεσθαι, ἀνθρωπικὴν αὐτοῦ μετὰ ταῦτα γενήσεσθαι τὴν ἐμφάνειαν, τὸ εἰπεῖν, διὰ σαρκὸς φθεγγόμενον τὸν Κύριον ἓν εἶναι πρὸς τὸν Πατέρα! Οὐκοῦν διὰ τούτων πάντως κατασκευάζει τῷ λόγῳ, τὸ ἀκριβῶς ἐν σαρκὶ καὶ τὸν Πατέρα ζῇν. Εἰ γὰρ ὁ εἰπὼν ἓν εἶναι ἑαυτὸν πρὸς τὸν Πατέρα, οὐ κατὰ τὸ πνευματικὸν, ἀλλὰ κατὰ τὸ ἀνθρώπινον, καθὼς ὁ Ἀπολινάριος οἴεται, νοεῖν ὑποτίθεται τὴν ἑνότητα, ἄρα τοῦτό ἐστιν ὁ Πατὴρ, ὅπερ τότε κατὰ ἄνθρωπον ὁ Υἱὸς ἐωρᾶτο. Ἀλλὰ μὴν ἔξω πάσης σωματικῆς ἐννοίας τὸ Θεῖον· ἄρα οὐ κατὰ τὸ ἀνθρώπινον σχῆμα ἡ τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα ἕνωσις ἦν, ἀλλὰ κατὰ τὴν κοινωνίαν τῆς θείας φύσεώς τε καὶ δυνάμεως. Καὶ ὅτι ταῦτα τοῦτον ἔχει τὸν τρόπον, ἐκ τούτων ἂν γένοιτο μάλιστα δῆλον, ἐν οἷς φησι πρὸς τὸν Φίλιππον· Ο ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα. Ἡ γὰρ ἀκριβὴς τῆς τοῦ Υἱοῦ μεγαλειότητος κατανόησις, καθάπερ ἐν εἰκόνι τὸ ἀρχέτυπον βλέπειν παρασκευάζει.
flesh conversing with men, I and the Father are one. O the folly of supposing it a proof that His appearance hereafter will be in human form, to say that the Lord, uttering speech through flesh, is one with the Father! Accordingly by these words he altogether establishes in his argument that the Father also lives strictly in flesh. For if He Who said that He Himself is one with the Father lays it down that this unity is to be understood not in a spiritual manner, but in a human manner, just as Apollinarius supposes, then the Father is that very thing which the Son was then beheld to be as man. Yet the Divine is beyond every bodily conception; therefore the union of the Son with the Father was not according to human shape, but according to the communion of the divine nature and power. And that these matters stand in this way would become most evident from what He says to Philip: He who has seen Me has seen the Father. For the exact comprehension of the majesty of the Son enables one to behold the archetype as though in an image.
Τῶν δὲ ἐφεξῆς τὸ ἀσυνάρτητον καὶ ἀδιανόητον, ὡς ἂν μὴ μάτην ἐμφιλοχωροίην τοῖς ματαίοις, ὑπερβήσομαι, δι' ὧν οὐδὲ ὅ τι βούλεται λέγειν φανερὸν ποιεῖ τοῖς ἐπιστατικῶς ἀκολουθοῦσι τῇ συγγραφῇ. Τί γὰρ αὐτῷ συντελεῖ πρὸς τὸν λόγον τὸ, μηδένα ἁρπάζειν ἐκ τῆς χειρὸς αὐτοῦ τὰ δοθέντα αὐτῷ παρὰ τοῦ Πατρὸς πρόβατα, συνιδεῖν οὐκ ἔχω· καὶ ὅτι Πατρικῇ θεότητι ἕλκει πρὸς ἑαυτὸν τὰ πρόβατα· καὶ, Εἰ πρὸς τὸν Πατέρα, φησὶν, ἥνωται Χριστὸς πρὸ ἀναστάσεως, πῶς πρὸς τὸν ἐν αὐτῷ Θεὸν οὐχ ἥνωται; Τοῦτο γὰρ ὥσπερ ἐξεπίτηδες αὐτὸς ἑαυτοῦ τὴν μυθοποιΐαν ἐλέγχων, παρεντίθησι ταῖς ἰδίαις κατασκευαῖς, δι' ὧν ἀποδείκνυται ἡ τοῦ ἀνθρώπου πρὸς τὸ Θεῖον διαίρεσίς τε καὶ ἕνωσις. Ὁ γὰρ εἰπὼν, ὅτι Εἰ πρὸς τὸν Πατέρα ἥνωται Χριστὸς, πῶς πρὸς τὸν ἐν αὐτῷ Θεὸν οὐχ ἥνωται; Οὕτως καὶ ὁ κατὰ Χριστὸν ἄνθρωπος, ἕτερος ὢν, τῷ ἐν αὐτῷ ἥνωται Θεῷ. Ταῦτα τοίνυν, ὡς αὐτόθεν διὰ τῆς ἀναγνώσεως ἐλέγχοντα τὸ πεπλανημένον τοῦ δόγματος αὐτοῦ καὶ ἀσύστατον, παραδραμοῦμαι τῷ λόγῳ· ἐκείνου δὲ μόνου ἐπιμνησθήσομαι· Ὁ Σωτὴρ, φησὶ, πέπονθε πεῖναν, καὶ δίψαν, καὶ κάματον, καὶ ἀγωνίαν, καὶ λύπην. Τίς ὢν ὁ Σωτήρ; Ὁ Θεὸς, φησὶν ἐν τοῖς πρὸ τούτου, οὐ δύο πρόσωπα, ὡς ἑτέρου μὲν ὄντος Θεοῦ, ἑτέρου δὲ τοῦ ἀνθρώπου. Οὐκοῦν ὁ Θεὸς πέπονθεν, ἅπερ παθεῖν αὐτὸν εἴρηκε, Καὶ πάσχει τὸ ἀπαράδεκτον πάθους, οὐκ ἀνάγκῃ φύσεως ἀβουλήτου, καθάπερ ἄνθρωπος, ἀλλ' ἀκολουθίᾳ φύσεως. Ἆρα τίς ἐπαρκέσει διελέγχων τὰ μάταια; Ἐν τίνι διαφέρειν βλέπει τὴν ἀνάγκην τῆς φύσεως, καὶ τὴν ἀκολουθίαν τῆς φύσεως; Ἡ γὰρ ἀλήθεια ταὐτὸν ἐν ἑκατέρῳ βλέπει τὸ σημαινόμενον· οἷόν τι λέγω,
As for the incoherence and unintelligibility of what follows, lest I linger in vain over idle matters, I shall pass over them, wherein he does not even make plain what he wishes to say to those who attentively follow his treatise. For how it contributes to his argument that no one snatches out of His hand the sheep given to Him by the Father, I am unable to perceive; and that by paternal Deity He draws the sheep to Himself; and, If, says he, Christ has been united to the Father before the resurrection, how has He not been united to the God within Him? For as though purposely refuting his own myth-making, he inserts this into his own constructions, whereby both the division and the union of the man in relation to the Divine are demonstrated. For he who said, If Christ has been united to the Father, how has He not been united to the God within Him? So also the man in Christ, being another, has been united to the God within Him. These matters, therefore, since of themselves upon a mere reading they expose the erroneousness and inconsistency of his doctrine, I shall pass by in my discourse; and I shall make mention of that point alone: The Saviour, says he, has suffered hunger, and thirst, and toil, and agony, and grief. Who being the Saviour? God, says he in what precedes this, not two persons, as though one were God and the other the man. Accordingly God has suffered the very things which he has said He suffered, And that which is incapable of passion suffers, not by the necessity of an involuntary nature, just like a man, but by the sequence of nature. Who then will suffice to expose these vanities? Wherein does he see the necessity of nature and the sequence of nature to differ? For truth beholds the selfsame meaning in either; as when I say, for instance,
Notes, col. 1265

On the reading

Printed ἐωρᾶτο, for ἑωρᾶτο.

Printed Ο, for Ὁ.