διὰ τούτων δηλούμενόν τε καὶ ὀνομαζόμενον, Κύριον καὶ Χριστὸν, οὐδὲν ἀνεκτότεραν εἰς ἀσέβειαν τῆς παντελοῦς ἀρνήσεως τοῦ ὀνόματος κρίνομεν. Ὁ γὰρ μὴ ἐξ ἀρχῆς λέγων εἶναι Χριστὸν (Χριστὸς δὲ Θεοῦ δύναμις, καὶ Θεοῦ σοφία, καὶ πᾶν ὑψηλόν τε καὶ θεοπρεπές ἐστιν ὄνομα), οὐδ' ἂν ἄλλο τι λέγοι εἶναι, ὃ διὰ τοῦ μεγάλου τούτου νοεῖται ὀνόματος. Ὥσπερ γὰρ ἐν τῇ τοῦ ἀνθρώπου προσηγορίᾳ τὸ λογικόν ἐστι, καὶ τὸ ἐπιστήμης δεκτικὸν, καὶ εἴ τι ἄλλο γνωριστικὸν τῆς φύσεως ἰδίωμα λέγεται· εἰ δέ τις μὴ εἶναι λέγοι τὸν ἄνθρωπον, συνανήρηται πάντως τῇ τοῦ ὀνόματος ἀθετήσει καὶ τὰ λοιπὰ τῆς φύσεως ἰδιώματα· τὸν αὐτὸν τρόπον ὁ Χριστός ἐστιν ἡ δύναμις, ἡ σοφία, ὁ χαρακτὴρ, τὸ ἀπαύγασμα· ὁ ἐκεῖνον ἐξ ἀρχῆς μὴ εἶναι λέγων, ἀθετήσει πάντως καὶ τὰ μετ' ἐκείνου νοούμενα. Διό φαμεν διὰ τῶν ἁγίων Γράφῶν ὁδηγούμενοι, ἀεὶ τὸν Χριστὸν εἶναι, τῇ τοῦ Πατρὸς ἀϊδιότητι συνθεωρούμενον. Ὡς γὰρ πάντοτε Θεὸς ὁ μονογενὴς Θεὸς, καὶ οὐκ ἐκ μετουσίας γίνεται, οὐδὲ διά τινος προκοπῆς ἀπὸ ταπεινοτέρας καταστάσεως ἐπὶ τὴν θεότητα μέτεισιν· οὕτως καὶ ἡ δύναμις, καὶ σοφία, καὶ πᾶν θεοπρεπὲς ὄνομα, συναΐδιόν ἐστι τῇ θεότητι, ὡς μηδὲν ἐπιγίνεσθαι κατὰ προσθήκην εἰς δόξαν τῆς φύσεως, ὃ μὴ ἐξ ἀρχῆς ἦν. Τὸ δὲ τοῦ Χριστοῦ ὄνομα, διαφερόντως φαμὲν ἐξ ἀϊδίου περὶ τὸν Μονογενῆ θεωρεῖσθαι, ὑπ' αὐτῆς τῆς τοῦ ὀνόματος ἐμφάσεως πρὸς τὴν ὑπόληψιν ταύτην χειραγωγούμενοι. Τῆς γὰρ ἁγίας Τριάδος διδασκαλίαν περιέχει ἡ τοῦ ὀνόματος τούτου ὁμολογία, ἑκάστου τῶν πεπιστευμένων προσώπων ἐμφαινομένου τῇ προσηγορίᾳ ταύτῃ κατὰ τὸ πρόσφορον. Καὶ ὡς ἂν μὴ παρ' ἑαυτῶν λέγειν τι δοκοίημεν, τὰ τῆς προφητείας παραθησόμεθα ῥήματα. Ὁ θρόνος σου, φησὶν, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ῥάβδος εὐθύτητος, ἡ ῥάβδος τῆς βασιλείας σου. Ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀνομίαν· διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου. Ἐν τούτοις γὰρ διὰ μὲν τοῦ θρόνου τὴν ἐπὶ πάντων ἀρχὴν διασημαίνει ὁ λόγος. Ἡ δὲ ῥάβδος τῆς εὐθύτητος τὸ ἀδέκαστον ἑρμηνεύει τῆς κρίσεως. Τὸ δὲ τῆς ἀγαλλιάσεως ἔλαιον, τὴν τοῦ ἁγίου Πνεύματος παρίστησι δύναμιν, ᾧ χρίεται παρὰ τοῦ Θεοῦ ὁ Θεὸς, τουτέστι, παρὰ τοῦ Πατρὸς ὁ Μονογενὴς, ἐπειδὴ ἠγάπησε δικαιοσύνην, καὶ ἐμίσησεν ἀδικίαν. Εἰ μὲν οὖν ἦν ποτε, ὅτε οὐκ ἦν φίλος τῆς δικαιοσύνης, ἐχθρὸς δὲ τῆς ἀδικίας, ἀκόλουθον ἦν τὸ μηδὲ κεχρίσθαι ποτὲ λέγειν, τὸν διὰ τοῦτο κεχρίσθαι λεγόμενον, ὅτι ἠγάπησε δικαιοσύνην, καὶ ἐμίσησεν ἀδικίαν. Εἰ δὲ πάντοτε φίλος δικαιοσύνης, οὐ γὰρ ἄν ποτε ἑαυτὸν μισήσειε, δικαιοσύνη ὢν, πάντοτε δηλονότι καὶ ἐν τῷ χρίσματι θεωρεῖται. Ὥσπερ οὖν ὁ δίκαιος οὐκ ἄδικος, οὕτως οὐδὲ ἄχριστος ἂν εἴη ποτὲ ὁ χριστός· ὁ δὲ μηδέποτε ἄχριστος, ἀεὶ πάντως χριστός. Ὅτι τοίνυν ὁ
who is signified and named through these, Lord and Christ, we judge in no way more tolerable as to impiety than the outright denial of the name. For he who says that Christ does not exist from the beginning (and Christ is the power of God, and the wisdom of God, and every exalted and God-befitting name) would not say that anything else exists either which is understood through this great name. For just as in the appellation of man there is the rational, and the capacity for knowledge, and whatever other distinguishing property of the nature is spoken of—and if anyone were to say that man does not exist, the remaining properties of the nature are altogether swept away together with the rejection of the name—in the same manner Christ is the power, the wisdom, the impress, the radiance; he who says that He does not exist from the beginning will altogether reject also the things understood along with Him. Wherefore we say, guided by the holy Scriptures, that Christ always exists, contemplated together with the eternity of the Father. For as the only-begotten God is always God, and does not come to be by participation, nor pass over to deity through some advancement from a lowlier condition, so too power, and wisdom, and every God-befitting name is co-eternal with the Deity, so that nothing accrues by way of addition unto the glory of the nature which did not exist from the beginning. And the name of Christ, we say, is pre-eminently contemplated from eternity in relation to the Only-begotten, as we are led by the hand towards this conception by the very force of the name. For the confession of this name embraces the teaching of the holy Trinity, each of the Persons in Whom we believe being signified by this appellation in a fitting way. And lest we should seem to say anything of ourselves, we shall set forth the words of prophecy. Thy throne, it says, O God, is forever and ever; a rod of uprightness is the rod of Thy kingdom. Thou hast loved righteousness, and hated iniquity; therefore God, Thy God, hath anointed Thee with the oil of gladness beyond Thy fellows. For in these words, through the throne the text indicates sovereignty over all things. And the rod of uprightness interprets the impartiality of judgement. And the oil of gladness presents the power of the Holy Spirit, wherewith God is anointed by God, that is, the Only-begotten by the Father, because He loved righteousness and hated injustice. Now if there was ever a time when He was not a friend of righteousness and an enemy of injustice, it would be consistent to say that He had never been anointed either, since He is said to have been anointed on this account, that He loved righteousness and hated injustice. Yet if He is always a friend of righteousness—for He could never hate Himself, being righteousness—He is plainly always contemplated in the anointing as well. Just as the just is not unjust, then, so neither could the anointed ever be unanointed; and he who is never unanointed is altogether always anointed. That, therefore, the