Migne Reading Room

PG 45 · cols. 1244–1253 · Read from the page

Against Apollinaris

Against Apollinaris

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 45:1244Read from the page
κἂν τὸ τοῦ λογογράφου, κἂν τὸ ἡμέτερον ἐπικρατέστερον εἶναι δόξῃ· ὅ,τι γὰρ ἂν ἐξ ἀμφοτέρων εἴπῃς, τὴν ἐκ τῶν δύο φύσεων σύνθεσιν οὐκ ἀφαιρήσεις τοῦ λόγου. Οὐ γὰρ ὁ ἄνωθεν φήσας εἶναι τὴν σάρκα, τὸ μηδὲ σάρκα αὐτὴν εἶναι κατασκευάζει· ἡ δὲ σὰρξ ἐμψύχῳ τινὶ φύσει διοικουμένη, καὶ ζωτικὴν ἐν ἑαυτῇ δύναμιν ἔχουσα, καθὼς καὶ ὁ Ἀπολινάριος βούλεται, τὴν τοῦ ἀνθρώπου προσηγορίαν κυρίως ἔχει· ὁ δὲ προσλαβόμενος αὐτὴν, καὶ ἑαυτὸν δι' ἐκείνης φανερώσας, ἕτερος τῇ φύσει πάντως παρ' ἐκείνην ἐστίν· αὐτὸ γὰρ τὸ τῆς προσλήψεως ὄνομα τὴν κατὰ φύσιν ἑτερότητα τοῦ προσλαβομένου παρὰ τὸ προσειλημμένον ἐνδείκνυται. (Τί οὖν τὸ κωλύον ἔσται), κἂν ταῦτα κρατῇ, τὸν ἐν σαρκὶ φανερωθέντα Θεὸν διὰ τῆς ἀτόπου ἐκείνης ὀνοματοποιΐας ὑβρίζεσθαι, ὥστε καὶ τὸν οὕτως συνεστηκότα κατὰ τὴν τολμηρὰν τοῦ Ἀπολιναρίου φωνὴν Ἀνθρωπόθεον λέγεσθαι; Οὐδὲ γὰρ τὸν τραγέλαφον, ἐπειδὴ ὅλῳ τῷ ἐλάφῳ ἐξ ἡμίσεως προσεφύη τὸ τράγειον, ἢ τὸ ἔμπαλιν περὶ τὴν τῶν ζώων ἐγένετο μίξιν, ὥστε ἀκεραίῳ τράγῳ προσφυῆναι τὸ ἐλάφιον μέρος, διὰ τοῦτο κατὰ τὸν εἰρημένον τρόπον ὁ μῦθος ὠνόμασεν, ἀλλὰ τὸ ὁπωσοῦν μετασχεῖν ἑκατέρας τῆς φύσεως ἡ τῶν ὀνομάτων σύνθεσις διερμηνεύει. Ὥστε κατὰ τὸν λογογράφον, εἰ ἔστιν ὁ αὐτὸς ἄνθρωπος καὶ Θεὸς, ὁπωσοῦν τὴν συνάφειαν ἔχων, εἴτε πάσης συνδραμούσης τῆς φύσεως, εἴτε καὶ ἐλλειπῶς ἐχούσης, τὴν ἄτοπον ἐκείνην τοῦ ὀνόματος συνθήκην οὐ διαφεύξεται. Καὶ εἰ ταῦτα παρ' αὐτοῦ μαθόντες οἱ Ἕλληνες κωμῳδοῖεν ἡμῶν τὸ μυστήριον, πάντως ὁ τὴν ἀφορμὴν παρασχὼν τῆς βλασφημίας ἐν τῇ προφητικῇ κατάρᾳ γενήσεται, ἧ φησιν, Οὐαὶ δι' οὗ τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσιν.
whether the prose-writer's view or ours should seem more prevailing; for whichever of the two you state, you will not remove from the argument the composition out of the two natures. For he who affirmed the flesh to be from above does not make out that it is not flesh at all; and flesh governed by a certain ensouled nature, and having a vital power within itself, just as Apollinaris also wishes, properly bears the designation of man; while He Who assumed it, and manifested Himself through it, is altogether other in nature besides it; for the very name of assumption indicates the difference according to nature of Him Who assumed from what has been assumed. (What then will be to hinder), even if these things hold sway, God manifested in the flesh from being insulted through that absurd coining of names, so that He Who has thus been constituted is called Man-God according to the audacious utterance of Apollinaris? For neither did the myth name the goat-stag in the manner spoken of because a half-share of the goat grew onto a whole stag, or conversely in the mingling of the creatures it came to pass that a stag-part grew onto an entire goat; rather the composition of the names expresses partaking in whatsoever way of each nature. So that according to the prose-writer, if the same One is man and God, having the conjunction in whatsoever way — whether with the whole nature concurring, or even in a defective state — He will not escape that absurd compounding of the name. And if the Greeks, having learned these things from him, should turn our mystery into comedy, he who supplied the pretext for the blasphemy will altogether fall under the prophetic curse, in which it says, Woe to him through whom my name is blasphemed among the nations!
Οἷα δὲ τοῖς εἰρημένοις προστίθησι πάλιν, κατανοήσωμεν. Εἰ ἐκ δύο, φησὶ, τελείων, οὔτε ἐν ᾧ Θεός ἐστιν, ἐν τούτῳ ἄνθρωπός ἐστιν, οὔτε ἐν ᾧ ἄνθρωπος, ἐν τούτῳ Θεός. Εἰ δὲ ἐξ ἀπολείποντος καὶ τελείου κατὰ τὸν ἐκείνου λόγον, εἶναι δοθείη τὸ σύγκριμα, ἆρ' οὐχὶ τὸ ἴσον παρὰ τῶν τὰ τοιαῦτα τολμώντων ῥηθήσεται, ὅτι ἐν ᾧ Θεός ἐστιν ἄνθρωπος οὐκ ἔστι, καὶ ἐν ᾧ ἄνθρωπός ἐστι Θεὸς οὐκ ἔστιν; Ἕτερος γὰρ παντὶ τρόπῳ ὅ τε τῆς θεότητος, καὶ τῆς ἀνθρωπότητος λόγος, καὶ οὐκ ἄν τις τὴν ἐλάττωσιν τῆς ἀνθρωπότητος, ὅρον εἶναι τῆς θείας ὑπονοήσειε φύσεως· οὐ γὰρ ἐν τῷ τοῦτο μὴ εἶναι, ἢ ἀτελῶς εἶναι ἐκεῖνός ἐστιν, ἀλλ' ἑκάτερον ἐφ' ἑαυτοῦ νοούμενον, ἐν ἰδίοις θεωρεῖται νοήμασιν. Ὅ τε γὰρ Θεὸν ἀκούσας, ὅσα περὶ Θεοῦ πρέπει νοεῖν, διὰ τῆς προσηγορίας ταύτης συμπαρεδέξατο, καὶ ὁ τὴν τοῦ ἀνθρώπου προσηγορίαν παραδεξάμενος, πᾶσαν τὴν
Let us observe also what sort of things he again adds to what has been said. If, he says, He consists of two perfect things, neither is man in that wherein God is, nor in that wherein man is, is God. Yet if the compound be granted according to his argument to consist of one deficient and one perfect thing, will not the equal statement be uttered by those who dare such things: that wherein God is, man is not, and wherein man is, God is not? For the principle of the Godhead and that of humanity are in every way distinct, and no one would suppose the diminution of humanity to be the definition of the divine nature; for that One does not exist by virtue of this one not being, or being imperfectly, but each of the two, conceived by itself, is contemplated in its own proper notions. For he who hears God has received along with this designation all that is fitting to conceive concerning God, and he who has received the designation of man has through this—
Notes, col. 1244

On the reading

Printed 1241, for 1244.

Printed ἧ, for ᾗ.

PG 45:1245Read from the page
φύσιν διὰ τῆς φωνῆς ταύτης ἀνετυπώσατο, καὶ οὐδεμίαν σύγχυσιν ἡ διάνοια τῶν λεγομένων πάσχει, ὥστε ἐν θατέρῳ τῶν ὀνομάτων ἐννοῆσαι τὸ ἕτερον. Οὔτε γὰρ ἐν τούτῳ ἐκεῖνο, οὔτε ἐν ἐκείνῳ τοῦτο σημαίνεται, ἀλλ' ἕκαστα τῶν ὀνομάτων τῇ κατὰ φύσιν παραμένει διανοίᾳ, καὶ κατ' οὐδένα τρόπον αἱ ἐμφάσεις αὐτῶν πρὸς ἀλλήλας ὑπαλλαγήσονται. Τὸ δὲ ἀτελὲς, καὶ τὸ τέλειον, ἑτέρων νοημάτων ὑπόθεσις τῷ ἀκούοντι γίνεται. Τέλειον μὲν γάρ φαμεν τὸ συμπεπληρωμένον τῷ ἰδίῳ λόγῳ τῆς φύσεως· ἀτελὲς δὲ τὸ ἐναντίον. Οὐθέτερον δὲ τούτων ἐφ' ἑαυτοῦ λεγόμενον, οὔτε ἄνθρωπον, οὔτε Θεὸν ἑρμηνεύει, ἀλλ' ὥσπερ ἂν συνονομασθῇ πράγματι, ἢ ὀνάματι, ἢ πλῆρες, ἢ ἐλλειπὲς τὸ δηλούμενον ἐννοεῖν ὑποτίθεται. Πῶς οὖν, εἰ ἀτελὴς εἴη ὁ ἄνθρωπος, Θεὸς εἶναι τὸ ἀτελὲς παρὰ τοῦ Ἀπολιναρίου κατασκευάζεται, ὡς συμβαινούσης τῷ λόγῳ τῆς θεότητος, τῆς κατὰ τὴν φύσιν ἡμῶν κολοβώσεως;
utterance moulded in his mind the entire nature, and the meaning of the things said suffers no confusion, so as to conceive the one in the other of the two names. For neither is that one signified in this, nor this one in that, but each of the names abides in its meaning according to nature, and in no way will their significations be interchanged with one another. Now the imperfect and the perfect become for the hearer the basis of other notions. For we call perfect what has been fully completed in the proper definition of its nature, and imperfect the contrary. Yet neither of these, spoken by itself, expresses either man or God; rather, just as it may be named together with a thing or a name, it gives one to conceive what is signified as either full or deficient. How then, if the man be imperfect, is the imperfect made out by Apollinaris to be God, as though the mutilation of our nature accorded with the principle of the Godhead?
Πάλιν δὲ πρὸς τὸ ἐφεξῆς προάγων τὸν λόγον, φησίν· Οὐ δύναται σώζειν τὸν κόσμον ὁ ἄνθρωπος μὲν ὢν, καὶ τῇ κοινῇ τῶν ἀνθρώπων φθορᾷ ὑποκείμενος. Φημὶ τοῦτο κἀγώ· εἰ γὰρ αὐτάρκης ἦν ἡ ἀνθρωπίνη φύσις πρὸς τὸ ἑαυτῇ τὸ ἀγαθὸν καταστήσασθαι, περιττὸν τὸ μυστήριον. Ἐπειδὴ δὲ ἀμήχανον ἦν ἔξω θανάτου γενέσθαι, μὴ Θεοῦ τὴν σωτηρίαν πορίσαντος, διὰ τοῦτο τὸ φῶς ἐν τῇ σκοτίᾳ λάμπει διὰ σαρκὸς, ἵν' ἐξορίσῃ διὰ σαρκὸς τὴν ἐκ τοῦ σκότους ἀπώλειαν. Ἀλλ' οὐδὲ ὑπὸ Θεοῦ, φησὶ, μὴ ἐπιμιχθέντος ἡμῖν, σωζόμεθα. Σωφρονεῖν ἔοικεν ἐν τοῖς λεγομένοις ὁ λογογράφος, καὶ πρὸς τοὺς ἔμφρονας λογισμοὺς τὴν ψυχὴν ἐπανάγει· ὁ γὰρ μίξιν εἰπὼν τῶν κατὰ φύσιν διεστώτων σημαίνει τὴν ἕνωσιν. Μίγνυται δὲ, φησὶ, σὰρξ γενόμενος, τουτέστιν ἄνθρωπος, καθὼς τὸ Εὐαγγέλιον λέγει, ὅτε σὰρξ ἐγένετο, τότε αὐτὸν ἐν ἡμῖν ἐσκηνωκέναι. Οὐδὲ ταῦτα τοῦ ὑγιαίνοντος ἀπάδει λόγου, εἰ μή τι παρασπαρεῖ αὐτῷ μετὰ ταῦτα τῆς ζιζανιώδους σπορᾶς. Οὗτος γὰρ ἡμέτερος, μᾶλλον δὲ τῆς ἀληθείας ὁ λόγος, ὅτι τότε ἐσκήνωσεν ἐν ἡμῖν, ὅτε σὰρξ ἐγένετο, καὶ τὸ ἔμπαλιν, τότε σὰρξ ἐγένετο, ὅτε ἐσπήνωσεν ἐν ἡμῖν. Εἰ οὖν ἐξ ἐκείνου ἡ σὰρξ ἀφ' οὗ ἡ ἐν ἡμῖν κατασκήνωσις, ἄρα πρὶν εὐαγγελισθῆναι ὑπὸ τοῦ Γαβριὴλ τὴν Παρθένον, σὰρξ οὐδέπω ὁ Λόγος ἦν· καὶ ψευδὴς ὁ λέγων ἐκ τῶν ἄνωθεν καταβεβηκέναι πρὸς ἡμᾶς τὸ ἀνθρώπινον, (καὶ πρὸ τῆς ἀνθρωπίνης φύσεως ἐκεῖνο εἶναι τὸν ἄνθρωπον), δι' οὗ τὸ θεῖον τῇ ἀνθρωπίνῃ κατεμίχθη ζωῇ. Ἀλλ' οὐδὲ λύει, φησὶ, τὴν τῶν ἀνθρώπων ἁμαρτίαν, μὴ γενόμενος ἄνθρωπος ἀναμάρτητος, οὐδὲ
And again, advancing his discourse to what follows next, he says: He who is man indeed, and subject to the common corruption of men, cannot save the world. I too say this; for if human nature had been self-sufficient for securing the good for itself, the mystery would have been superfluous. Yet since it was impossible to come to be outside death unless God had provided salvation, therefore the light shines in the darkness through flesh, so that through flesh it may banish the ruin proceeding out of the darkness. Yet neither, he says, are we saved by God if He has not been mingled with us. The prose-writer seems to be in his right mind in what is said, and brings his soul back towards prudent reasonings; for he who speaks of a mingling of things distinct according to nature signifies their union. Now He is mingled, he says, having become flesh, that is, man, just as the Gospel says that when He became flesh, then He dwelt among us. Neither are these things out of tune with sound doctrine, unless some tare-like seed is sown beside it by him after these things. For this is our account, or rather that of the truth: that He dwelt among us then when He became flesh, and conversely, He became flesh then when He dwelt among us. If therefore the flesh existed from that time from which His dwelling among us began, then before the Virgin received the glad tidings from Gabriel, the Word was not yet flesh; and he lies who says that the human element descended to us from the regions above (and that before human nature existed, that thing was the man), through which the divine was mingled with human life. Yet neither, he says, does He undo the sin of men if He has not become a sinless man, nor
Notes, col. 1245

On the reading

Printed ὀνάματι, for ὀνόματι.

Printed ἐσπήνωσεν, for ἐσκήνωσεν.

PG 45:1248Read from the page
τὴν κατὰ πάντων ἀνθρώπων τοῦ θανάτου βασιλείαν καταλύει, εἰ μὴ ὡς ἄνθρωπος ἀπέθανε, καὶ ἀνέστη. Εἴθε μέχρι τέλους ἦν εὐγνώμων, τὰ ἐκ τῆς Ἐκκλησίας φθεγγόμενος! Πάλιν δὲ πρὸς ἑαυτὸν ἐπανέρχεται καί φησι, τὸν ἐκκλησιαστικὸν αἰτιώμενος λόγον, ὅτι περὶ τὸν ἄνθρωπον θεωροῦμεν τὸ πάθος, καὶ ἐπάγει τὸν ἴδιον λόγον, εἰς ἔλεγχον τῆς ὑπολήψεως ἡμῶν, ἔχοντα οὕτως· Ἀνθρώπου δὲ, φησὶ, θάνατος, οὐ καταργεῖ τὸν θάνατον. Τί κατασκευάζων ταῦτά φησιν; Ὅτι αὐτοῦ τοῦ Μονογενοῦς ἡ θεότης, αὐτὴ ἡ ἀλήθεια, αὐτὴ ἡ ζωὴ ἐν τῷ κατὰ τὸν σταυρὸν πάθει ἀπενεκρώθη, ὥστε κατὰ τὴν τριήμερον ἐκείνην τοῦ χρόνου περιγραφήν, μὴ ζωὴν εἶναι, μὴ δύναμιν, μὴ δικαιοσύνην, μὴ φῶς, μὴ ἀλήθειαν, μὴ αὐτὴν τὴν θεότητα. Οὐ γὰρ μιᾶς ἀποθανούσης θεότητος, ἑτέραν ὑπολελείφθαι λέγει, διότι πολλαχοῦ δείκνυται Ἀρείῳ περὶ τούτου μαχόμενος, καὶ μίαν εἶναι κατασκευάζων τῆς Τριάδος θεότητα, ἧς ἐν τούτῳ νεκρωθείσης, καθὼς συγκατασκευάζει τῷ λόγῳ, πάντως ἑτέρα οὐκ ἦν. Καὶ πῶς ἄν τις ὑπονοήσειεν αὐτὸν μὴ θνητὴν ποιεῖν τὴν θεότητα, συνιδεῖν οὐκ ἔχω. Οὐδὲ γὰρ ἕτερόν ἐστιν ἐπ' ἀνθρώπου θάνατος, εἰ μὴ τοῦ συνθέτου διάλυσις· οὐδὲ γὰρ ἐν ἡμῖν τοῦ σώματος εἰς τὰ ἐξ ὧν σύγκειται λυομένου, καὶ ἡ ψυχὴ συνδιαπίπτει τῇ διαλύσει τοῦ σώματος· ἀλλὰ τὸ μὲν σύνθετον διαλύεται, τὸ δὲ ἀσύνθετον ἀδιάλυτον μένει. Εἰ οὖν ψυχῆς οὐχ ἅπτεται θάνατος, πῶς ἡ θεότης ἀπονεκροῦται, λεγέτωσαν οἱ μὴ εἰδότες ἃ λέγουσι.
abolishes the kingdom of death over all human beings, unless as a man He died and rose again. Would that he had remained sound-minded to the end, uttering the teachings of the Church! Yet once more he reverts to himself and says, faulting the ecclesiastical doctrine because we contemplate the passion in relation to the human being, and adduces his own argument to refute our conception, running thus: Yet the death of a man, he says, does not abolish death. To establish what point does he say these things? That the Deity itself of the Only-begotten, the Truth itself, the Life itself was deadened in the passion upon the cross, so that during that three-day span of time there was no life, no power, no righteousness, no light, no truth, nor the Deity itself. For he does not claim that when one deity died another remained behind, inasmuch as in many passages he is shown contending against Arius on this score and maintaining that the Deity of the Trinity is single; and once that Deity was deadened therein, as he jointly argues in his discourse, assuredly no other existed. And how anyone could suppose that he does not render the Deity mortal, I am unable to perceive. For death in a human being is nothing other than the dissolution of the composite; for in us too, when the body is resolved into the elements of which it is composed, the soul does not collapse along with the dissolution of the body; rather, the composite is dissolved, whereas the non-composite abides undissolved. If death does not touch a soul, then, how is the Deity deadened? Let those declare who do not know what they are saying.
Τὰ δὲ ἐχόμενα τούτων, ὅσα τῆς αὐτῆς ἐστι κατασκευῆς, ὑπερβήσομαι. Φησὶ γὰρ ἐν τοῖς ἐφεξῆς, κατασκευάζων τὸ αὐτὴν τεθνάναι τοῦ Μονογενοῦς τὴν θεότητα, ὅτι Ἀνθρώπου θάνατος οὐ καταργεῖ τὸν θάνατον, οὐδὲ ἀνίσταται ὁ μὴ ἀποθανών· ἐξ ὧν, φησὶν, ἁπάντων δῆλον, ὅτι αὐτὸς ὁ Θεὸς ἀπέθανε, καθὸ, φησὶν, οὐκ ἦν δυνατὸν κρατεῖσθαι τὸν Χριστὸν ὑπὸ τοῦ θανάτου. Ἅπερ ὡς πρόδηλον ἔχοντα τὴν ἀτοπίαν, παραδραμεῖν οἶμαι δεῖν ἀνεξέταστα, παντὸς τοῦ γε νοῦν ἔχοντος καθ' ἑαυτὸν συνιδεῖν δυναμένου τὸ ἀσεβές τε καὶ ἄτοπον τοῦ διαρρήδην ἀποφαινομένου αὐτὸν τὸν Θεὸν τεθνάναι, τῇ ἰδίᾳ ἑαυτοῦ φύσει ὑποστάντα τὸν θάνατον. Πλὴν τοσοῦτον εὔλογον ἴσως ἐστὶ παρασημήνασθαι, ὅτι οὐδὲ ὅσα ἐκ τοῦ ἡμετέρου προσώπου λέγει, καθαρεύει τοῦ ψεύδους, ἀλλ' ἔστιν ἐν αὐτοῖς, ἃ συκοφαντικῶς ἐπὶ διαβολῇ συμπέπλασται τοῦ ἡμετέρου λόγου. Λέγει γὰρ μὴ ἐξ ἀρχῆς εἶναι τὸν Χριστὸν παρ' ἡμῶν λέγεσθαι, ὥστε τὸν Λόγον εἶναι Θεόν. Ἡμεῖς δὲ τὸ ἐπ' ἐσχάτων ἡμερῶν διὰ σαρκὸς πεφανερῶσθαι τὴν δύναμιν τοῦ Θεοῦ, καὶ τὴν σοφίαν, καὶ τὸ φῶς, καὶ τὴν ζωήν, ἅπερ πάντα ὁ Χριστός ἐστιν, οὐκ ἀρνούμεθα· τὸ δὲ λέγειν μὴ εἶναί ποτε ταῦτα, τὸν
What follows next after these things, so much as belongs to the same line of argument, I shall pass over. For he says in the sequel, striving to prove that the Deity itself of the Only-begotten has died, that A man's death does not abolish death, nor does one rise again who has not died; from all of which, he says, it is evident that God Himself died, inasmuch as, he says, it was not possible for Christ to be held fast by death. Since the absurdity of these claims is manifest, I think one ought to pass them by unexamined, as anyone possessed of sense is able of himself to perceive the impiety and absurdity of him who explicitly pronounces that God Himself has died, having undergone death in His own proper nature. Nevertheless, this much at least is perhaps reasonable to note in passing: that not even what he states in our person is pure of falsehood, but there are things among them fabricated maliciously to slander our teaching. For he claims it is said by us that Christ does not exist from the beginning, in such a way that the Word is God. Now we do not deny that in the last days the power of God, and the wisdom, and the light, and the life—all of which Christ is—were manifested through flesh; yet to say that these things once did not exist, calling Him
PG 45:1249Read from the page
διὰ τούτων δηλούμενόν τε καὶ ὀνομαζόμενον, Κύριον καὶ Χριστὸν, οὐδὲν ἀνεκτότεραν εἰς ἀσέβειαν τῆς παντελοῦς ἀρνήσεως τοῦ ὀνόματος κρίνομεν. Ὁ γὰρ μὴ ἐξ ἀρχῆς λέγων εἶναι Χριστὸν (Χριστὸς δὲ Θεοῦ δύναμις, καὶ Θεοῦ σοφία, καὶ πᾶν ὑψηλόν τε καὶ θεοπρεπές ἐστιν ὄνομα), οὐδ' ἂν ἄλλο τι λέγοι εἶναι, ὃ διὰ τοῦ μεγάλου τούτου νοεῖται ὀνόματος. Ὥσπερ γὰρ ἐν τῇ τοῦ ἀνθρώπου προσηγορίᾳ τὸ λογικόν ἐστι, καὶ τὸ ἐπιστήμης δεκτικὸν, καὶ εἴ τι ἄλλο γνωριστικὸν τῆς φύσεως ἰδίωμα λέγεται· εἰ δέ τις μὴ εἶναι λέγοι τὸν ἄνθρωπον, συνανήρηται πάντως τῇ τοῦ ὀνόματος ἀθετήσει καὶ τὰ λοιπὰ τῆς φύσεως ἰδιώματα· τὸν αὐτὸν τρόπον ὁ Χριστός ἐστιν ἡ δύναμις, ἡ σοφία, ὁ χαρακτὴρ, τὸ ἀπαύγασμα· ὁ ἐκεῖνον ἐξ ἀρχῆς μὴ εἶναι λέγων, ἀθετήσει πάντως καὶ τὰ μετ' ἐκείνου νοούμενα. Διό φαμεν διὰ τῶν ἁγίων Γράφῶν ὁδηγούμενοι, ἀεὶ τὸν Χριστὸν εἶναι, τῇ τοῦ Πατρὸς ἀϊδιότητι συνθεωρούμενον. Ὡς γὰρ πάντοτε Θεὸς ὁ μονογενὴς Θεὸς, καὶ οὐκ ἐκ μετουσίας γίνεται, οὐδὲ διά τινος προκοπῆς ἀπὸ ταπεινοτέρας καταστάσεως ἐπὶ τὴν θεότητα μέτεισιν· οὕτως καὶ ἡ δύναμις, καὶ σοφία, καὶ πᾶν θεοπρεπὲς ὄνομα, συναΐδιόν ἐστι τῇ θεότητι, ὡς μηδὲν ἐπιγίνεσθαι κατὰ προσθήκην εἰς δόξαν τῆς φύσεως, ὃ μὴ ἐξ ἀρχῆς ἦν. Τὸ δὲ τοῦ Χριστοῦ ὄνομα, διαφερόντως φαμὲν ἐξ ἀϊδίου περὶ τὸν Μονογενῆ θεωρεῖσθαι, ὑπ' αὐτῆς τῆς τοῦ ὀνόματος ἐμφάσεως πρὸς τὴν ὑπόληψιν ταύτην χειραγωγούμενοι. Τῆς γὰρ ἁγίας Τριάδος διδασκαλίαν περιέχει ἡ τοῦ ὀνόματος τούτου ὁμολογία, ἑκάστου τῶν πεπιστευμένων προσώπων ἐμφαινομένου τῇ προσηγορίᾳ ταύτῃ κατὰ τὸ πρόσφορον. Καὶ ὡς ἂν μὴ παρ' ἑαυτῶν λέγειν τι δοκοίημεν, τὰ τῆς προφητείας παραθησόμεθα ῥήματα. Ὁ θρόνος σου, φησὶν, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ῥάβδος εὐθύτητος, ἡ ῥάβδος τῆς βασιλείας σου. Ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀνομίαν· διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου. Ἐν τούτοις γὰρ διὰ μὲν τοῦ θρόνου τὴν ἐπὶ πάντων ἀρχὴν διασημαίνει ὁ λόγος. Ἡ δὲ ῥάβδος τῆς εὐθύτητος τὸ ἀδέκαστον ἑρμηνεύει τῆς κρίσεως. Τὸ δὲ τῆς ἀγαλλιάσεως ἔλαιον, τὴν τοῦ ἁγίου Πνεύματος παρίστησι δύναμιν, ᾧ χρίεται παρὰ τοῦ Θεοῦ ὁ Θεὸς, τουτέστι, παρὰ τοῦ Πατρὸς ὁ Μονογενὴς, ἐπειδὴ ἠγάπησε δικαιοσύνην, καὶ ἐμίσησεν ἀδικίαν. Εἰ μὲν οὖν ἦν ποτε, ὅτε οὐκ ἦν φίλος τῆς δικαιοσύνης, ἐχθρὸς δὲ τῆς ἀδικίας, ἀκόλουθον ἦν τὸ μηδὲ κεχρίσθαι ποτὲ λέγειν, τὸν διὰ τοῦτο κεχρίσθαι λεγόμενον, ὅτι ἠγάπησε δικαιοσύνην, καὶ ἐμίσησεν ἀδικίαν. Εἰ δὲ πάντοτε φίλος δικαιοσύνης, οὐ γὰρ ἄν ποτε ἑαυτὸν μισήσειε, δικαιοσύνη ὢν, πάντοτε δηλονότι καὶ ἐν τῷ χρίσματι θεωρεῖται. Ὥσπερ οὖν ὁ δίκαιος οὐκ ἄδικος, οὕτως οὐδὲ ἄχριστος ἂν εἴη ποτὲ ὁ χριστός· ὁ δὲ μηδέποτε ἄχριστος, ἀεὶ πάντως χριστός. Ὅτι τοίνυν ὁ
who is signified and named through these, Lord and Christ, we judge in no way more tolerable as to impiety than the outright denial of the name. For he who says that Christ does not exist from the beginning (and Christ is the power of God, and the wisdom of God, and every exalted and God-befitting name) would not say that anything else exists either which is understood through this great name. For just as in the appellation of man there is the rational, and the capacity for knowledge, and whatever other distinguishing property of the nature is spoken of—and if anyone were to say that man does not exist, the remaining properties of the nature are altogether swept away together with the rejection of the name—in the same manner Christ is the power, the wisdom, the impress, the radiance; he who says that He does not exist from the beginning will altogether reject also the things understood along with Him. Wherefore we say, guided by the holy Scriptures, that Christ always exists, contemplated together with the eternity of the Father. For as the only-begotten God is always God, and does not come to be by participation, nor pass over to deity through some advancement from a lowlier condition, so too power, and wisdom, and every God-befitting name is co-eternal with the Deity, so that nothing accrues by way of addition unto the glory of the nature which did not exist from the beginning. And the name of Christ, we say, is pre-eminently contemplated from eternity in relation to the Only-begotten, as we are led by the hand towards this conception by the very force of the name. For the confession of this name embraces the teaching of the holy Trinity, each of the Persons in Whom we believe being signified by this appellation in a fitting way. And lest we should seem to say anything of ourselves, we shall set forth the words of prophecy. Thy throne, it says, O God, is forever and ever; a rod of uprightness is the rod of Thy kingdom. Thou hast loved righteousness, and hated iniquity; therefore God, Thy God, hath anointed Thee with the oil of gladness beyond Thy fellows. For in these words, through the throne the text indicates sovereignty over all things. And the rod of uprightness interprets the impartiality of judgement. And the oil of gladness presents the power of the Holy Spirit, wherewith God is anointed by God, that is, the Only-begotten by the Father, because He loved righteousness and hated injustice. Now if there was ever a time when He was not a friend of righteousness and an enemy of injustice, it would be consistent to say that He had never been anointed either, since He is said to have been anointed on this account, that He loved righteousness and hated injustice. Yet if He is always a friend of righteousness—for He could never hate Himself, being righteousness—He is plainly always contemplated in the anointing as well. Just as the just is not unjust, then, so neither could the anointed ever be unanointed; and he who is never unanointed is altogether always anointed. That, therefore, the
Notes, col. 1249

On the reading

Printed Γράφῶν, for Γραφῶν.

PG 45:1252Read from the page
χρίων ἐστὶ Πατὴρ, τὸ δὲ χρῖσμα τὸ ἅγιον Πνεῦμά ἐστι, πᾶς τις ἂν σύνθοιτο, ὅ γε μὴ κεκαλυμμένος τὴν καρδίαν τῷ Ἰουδαϊκῷ προκαλύμματι.
one who anoints is the Father, and the anointing is the Holy Spirit, everyone would agree—at least anyone who does not have his heart veiled with the Jewish veil.
Πῶς οὖν ἡμᾶς φησι λέγειν μὴ ἐξ ἀρχῆς εἶναι τὸν Χριστόν; Οὐ μὴν ἐπειδὴ Χριστὸν ἀϊδίως εἶναι ὁμολογοῦμεν, ἤδη καὶ τὴν παρ' αὐτοῦ πλασθεῖσαν σάρκα πάντοτε περὶ αὐτὸν ἐννοοῦμεν, ἀλλ' οἴδαμεν τὸν αὐτὸν καὶ προαιώνιον Χριστόν τε καὶ Κύριον, καὶ μετὰ τὸ πάθος πάλιν τε αὐτὸ τοῦτο ὁμολογοῦμεν, καθώς φησι πρὸς τοὺς Ἰουδαίους ὁ Πέτρος· ὅτι Κύριον καὶ Χριστὸν αὐτὸν ἐποίησεν ὁ Θεὸς, τοῦτον τὸν Ἰησοῦν, ὃν ὑμεῖς ἐσταυρώσατε. Τοῦτο δέ φαμεν οὐχ ὡς δυάδα Χριστῶν καὶ Κυρίων περὶ τὸν ἕνα βλέποντες, ἀλλ' ἐπειδὴ τῇ φύσει Θεὸς ὢν ὁ μονογενὴς Θεὸς, καὶ τοῦ παντὸς Κύριος, καὶ βασιλεὺς πάσης κτίσεως, καὶ ποιητὴς τῶν ὄντων, καὶ διορθωτὴς τῶν διαπεπτωκότων, ἤνεγκεν ἐν πολλῇ μακροθυμίᾳ, τὸ καὶ τὴν ἡμετέραν φύσιν ἐξ ἁμαρτίας διαπεσοῦσαν, μὴ ἀπώσασθαι τῆς πρὸς αὐτὴν κοινωνίας, ἀλλὰ πάλιν εἰς τὴν ζωὴν παραδέξασθαι. Αὐτὸς δέ ἐστιν ἡ ζωή· διὰ τοῦτο ἐπὶ τέλει τοῦ ἀνθρωπίνου βίου, ἤδη τῆς κακίας ἡμῶν πρὸς τὸ ἀκρότατον αὐξηθείσης, ὡς ἂν μηδὲν ἀθεράπευτον τῆς πονηρίας ὑπολειφθείη, τότε δέχεται τὴν πρὸς τὸ ταπεινὸν ἡμῶν τῆς φύσεως ἐπιμιξίαν, καὶ τὸν ἄνθρωπον ἐν ἑαυτῷ λαβὼν, καὶ αὐτὸς ἐν τῷ ἀνθρώπῳ γενόμενος, καθώς φησι πρὸς τοὺς μαθητὰς, ὅτι Ἐγὼ ἐν ὑμῖν, καὶ ὑμεῖς ἐν ἐμοὶ, ὅπερ αὐτὸς ἦν, τοῦτο καὶ τὸν ἀνακραθέντα ἐποίησεν· αὐτὸς δὲ ἦν ἀεὶ ὑπερύψιστος, διὰ τοῦτο καὶ τὸ ταπεινὸν ὑπερύψωσεν· οὐ γὰρ δὴ ὁ ὑπὲρ πᾶν ὕψιστος, ἔτι τοῦ ὑψωθῆναι ἐδέετο. Χριστὸς δὲ καὶ Κύριος ὁ Λόγος ἦν, τοῦτο καὶ ὁ ἐμμιχθείς τε καὶ ἀναληφθεὶς ἐν τῇ θεότητι γίνεται· οὐ γὰρ ὁ ὢν Κύριος, ἀναχειροτονεῖται πάλιν εἰς κυριότητα, ἀλλ' ἡ τοῦ δούλου μορφὴ Κύριος γίνεται· διὸ καὶ Εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι' οὗ τὰ πάντα, λέγεται Χριστὸς ὡσαύτως, ὁ πρὸ τῶν αἰώνων τὴν δόξαν τοῦ Πνεύματος περικείμενος (τοῦτο γὰρ σημαίνει διὰ συμβόλων ἡ χρῖσις), καὶ μετὰ τὸ πάθος τὸν ἑνωθέντα αὐτῷ ἄνθρωπον, τῷ αὐτῷ χρίσματι καλλωπίσας, Χριστὸν ποιεῖ· Δόξασόν με γὰρ, φησὶν, ὡσανεὶ, Χρῖσον, ἔλεγε, τῇ δόξῃ. ἣν εἶχον παρὰ σοὶ πρὸ τοῦ τὸν κόσμον εἶναι. Ἡ δὲ προκόσμιος, καὶ πρὸ πάσης κτίσεως, καὶ πρὸ πάντων αἰώνων θεωρουμένη δόξα, ᾗ ὁ μονογενὴς Θεὸς ἐνδοξάζεται, οὐκ ἂν ἄλλη τις εἴη, κατὰ τὸν ἡμέτερον λόγον, παρὰ τὴν δόξαν τοῦ Πατρός· μόνην γὰρ προ-
How then does he claim that we say Christ does not exist from the beginning? Yet not because we confess Christ to exist eternally do we already conceive the flesh fashioned by Him as always surrounding Him; rather, we know the selfsame One as both pre-eternal Christ and Lord, and after the passion we again confess this very same thing, just as Peter says to the Jews: God hath made Him both Lord and Christ, this Jesus Whom you crucified. Now we say this not as though beholding a dyad of Christs and Lords around the One, but because the only-begotten God, being God by nature, and Lord of the universe, and King of all creation, and Maker of things that are, and Restorer of those who had fallen away, endured in great long-suffering not to cast away from communion with Himself even our nature when it had fallen away through sin, but to receive it back again into life. And He Himself is the life; therefore at the close of human life, when our malice had already grown to its utmost pitch, so that nothing of wickedness might be left unhealed, He then accepts admixture with the lowliness of our nature, and taking up the human being within Himself, and Himself coming to be in the human being—just as He says to the disciples, I in you, and you in Me—what He Himself was, this He made the one blended with Him to be as well; and since He Himself was always supremely Most High, therefore He also supremely exalted what was lowly; for the One Most High above all certainly had no further need of being exalted. Now the Word was Christ and Lord, and this also he who was mingled and taken up in the Deity becomes; for He Who is Lord is not re-ordained afresh unto lordship, but the form of the servant becomes Lord; wherefore One Lord Jesus Christ, through Whom are all things, is likewise called Christ, Who before the ages is clothed with the glory of the Spirit (for this is what the anointing signifies through symbols), and after the passion, having adorned with the same anointing the human being united to Him, makes him Christ; for Glorify Me, He says—as though He were saying, Anoint Me—with the glory which I had beside Thee before the world was. Now the glory contemplated before the world, and before all creation, and before all ages, wherewith the only-begotten God is glorified, could not be any other, according to our account, beside the glory of the Father; for only pre-
PG 45:1253Read from the page
αιώνιον τὴν ἁγίαν Τριάδα ὁ τῆς εὐσεβείας παραδίδωσι λόγος. Ὁ ὑπάρχων πρὸ τῶν αἰώνων, φησὶ περὶ τοῦ Πατρὸς ἡ προφητεία. Περὶ δὲ Μονογενοῦς ὁ Ἀπόστολος, ὅτι, Δι' αὐτοῦ οἱ αἰῶνες ἐγένοντο, καὶ δόξα πρὸ τῶν αἰώνων περὶ τὸν μονογενῆ Θεὸν θεωρουμένη, τὸ Πνεῦμά ἐστι τὸ ἅγιον. Ὅπερ οὖν ἦν τῷ Χριστῷ, τῷ παρὰ τῷ Πατρὶ ὄντι, πρὸ τοῦ τὸν κόσμον εἶναι, τοῦτο καὶ τῷ ἑνωθέντι πρὸς τὸν Χριστὸν, ἐπὶ τέλει τῶν αἰώνων γίνεται. Ἰησοῦν γὰρ, φησὶ, τὸν ἀπὸ Ναζαρὲθ, ὃν ἔχρισεν ὁ Θεὸς τῷ Πνεύματι τῷ ἁγίῳ· ὥστε μὴ συκοφαντείτω τὸν ἡμέτερον λόγον, ὡς ἡμῶν μὴ ἀεὶ Χριστὸν τὸν μονογενῆ Θεὸν εἶναι λεγόντων· ἀλλὰ πάντοτε μὲν ὁ Χριστὸς, καὶ περὶ τῆς οἰκονομίας, καὶ μετὰ τοῦτο· ἄνθρωπος δὲ οὔτε πρὸ τούτου, οὔτε μετὰ ταῦτα, ἀλλ' ἐν μόνῳ τῷ τῆς οἰκονομίας καιρῷ. Οὔτε γὰρ πρὸ τῆς Παρθένου ὁ ἄνθρωπος, οὔτε μετὰ τὴν εἰς οὐρανοὺς ἄνοδον ἔτι ἡ σὰρξ ἐν τοῖς ἑαυτῆς ἰδιώμασιν. Εἰ γὰρ καὶ ἐγνώκειμέν ποτε, φησὶ, κατὰ σάρκα Χριστὸν, ἀλλὰ νῦν οὐκ ἔτι γινώσκομεν. Οὐ γὰρ ἐπειδὴ ὁ Θεὸς ἐν σαρκὶ ἐφανερώθη, σὰρξ διέμεινεν· ἀλλ' ἐπειδὴ τρεπτὸν μὲν τὸ ἀνθρώπινον, ἄτρεπτον δὲ τὸ Θεῖον, ἡ μὲν θεότης πρὸς πᾶσαν τροπήν ἐστιν ἀκίνητος, οὔτε πρὸς τὸ χεῖρον ἀλλοιουμένη (τὸ μὲν γὰρ χεῖρον οὐ παραδέχεται, τὸ δὲ κρεῖττον οὐκ ἔχει)· ἡ δὲ ἀνθρωπίνη φύσις ἐν Χριστῷ πρὸς τὸ κρεῖττον κέχρηται τῇ τροπῇ, ἀπὸ τοῦ φθαρτοῦ πρὸς τὸ ἄφθαρτον ἀλλοιωθεῖσα, ἀπὸ τοῦ ἐπικήρου πρὸς τὸ ἀκήρατον, ἀπὸ τοῦ ὀλιγοχρονίου πρὸς τὸ ἀΐδιον, ἀπὸ τοῦ σωματικοῦ καὶ κατεσχηματισμένου πρὸς τὸ ἀσώματόν τε καὶ ἀσχημάτιστον.
eternal does the doctrine of piety hand down the holy Trinity to be. He Who exists before the ages, says prophecy concerning the Father. And concerning the Only-begotten the Apostle says, Through Him the ages were made; and the glory contemplated before the ages around the only-begotten God is the Holy Spirit. Whatever, then, belonged to Christ, Who was beside the Father before the world was, this also comes to belong at the close of the ages to him who was united to Christ. For Jesus of Nazareth, it says, Whom God anointed with the Holy Spirit; let him not, therefore, slander our teaching, as though we did not say that the only-begotten God is always Christ; rather, He is always Christ, both around the dispensation and after this; whereas He is man neither before this nor after these things, save only in the time of the dispensation. For neither before the Virgin did the man exist, nor after the ascent into heaven is the flesh still in its own properties. For even if we once knew Christ according to the flesh, it says, yet now we know Him so no longer. For not because God was manifested in flesh did He remain flesh; rather, because what is human is mutable, whereas the Divine is immutable, the Deity is immovable towards every turning, neither being altered for the worse (for it does not admit the worse, and it has nothing better), while the human nature in Christ has experienced turning for the better, having been altered from the corruptible to the incorruptible, from the perishable to the imperishable, from the short-lived to the everlasting, from the bodily and figured to the bodiless and unfigured.
Ἐπειδὴ δέ φασιν ἡμᾶς λέγειν πεπονθέναι τὸν ἄνθρωπον, οὐ τὸν Θεὸν, ταῦτα παρ' ἡμῶν ἀκουσάτωσαν, ὅτι τὴν θεότητα ἐν τῷ πάσχοντι εἶναι ὁμολογοῦμεν, οὐ μὴν τὴν ἀπαθῆ φύσιν, ἐμπαθῆ γενέσθαι. Ὡς δ' ἂν σαφέστερον γένοιτο τὸ λεγόμενον, ταύτην ἔχο-
And since they claim that we say the man suffered, not God, let them hear these things from us: that we confess the Deity to be in him who suffers, yet not that the impassible nature became passible. And so that what is said may become clearer, we hold this
Notes, col. 1253

On the reading

Printed περὶ τῆς οἰκονομίας, for πρὸ τῆς οἰκονομίας.