Migne Reading Room

PG 45 · cols. 1160–1169 · Read from the page

Against Apollinaris

Against Apollinaris

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 45:1160Read from the page
ἀκοή· μηδὲ μολυνθείη τὰ θεῖα, καὶ ἀκήρατα δόγματα τοῖς σαρκωδεστέροις πάθεσι παρὰ τῶν ἐξυβριζόντων τὸ Θεῖον καθυβριζόμενα. Τίς γὰρ οὐκ οἶδεν ὅτι ὁ φανερωθεὶς ἡμῖν ἐν σαρκὶ Θεὸς, κατὰ μὲν τὸν λόγον τῆς εὐσεβοῦς παραδόσεως ἄϋλος, καὶ ἀφανὴς, καὶ ἀσύνθετος, καὶ ἦν καὶ ἔστιν ἀόριστος, καὶ ἀπερίγραπτος, πανταχοῦ ὢν, καὶ διὰ πάσης τῆς κτίσεως διήκων, κατὰ δὲ τὸ φαινόμενον, ἐν ἀνθρωπίνῃ περιγραφῇ ἑωρᾶτο; ἀνάγκη γὰρ πᾶσα, πᾶν σῶμα ὑπὸ ἐπιφανείας τινὸς περιέχεσθαι. Αὕτη τοίνυν ἡ ἐπιφάνεια τοῦ ἐν αὐτῇ περιειλημμένου σώματος ὅρος ἐστί· πᾶν δὲ τῷ ὅρῳ περιεχόμενον, ὡρισμένῃ τινὶ ποσότητι περιείργεται· τὸ δὲ ὡρισμένον ἀόριστον εἶναι οὐ δύναται. Ἀλλὰ μὴν ὁ Προφήτης φησὶ, ὅτι Τῆς μεγαλοσύνης αὐτοῦ οὐκ ἔστι πέρας. Εἰ οὖν ἡ θεία φύσις, καθώς φησιν ὁ λογογράφος, σάρξ ἐστιν· αὕτη δὲ ἀναγκαίως τῷ τῆς ἐπιφανείας περιλαμβάνεται πέρατι· πῶς ἡ τοῦ Θεοῦ μεγαλοσύνη κατὰ τὸν Προφήτην, εἰς ἄπειρον πρόεισιν; ἢ πῶς διὰ τοῦ ὡρισμένου νοεῖται τὸ ἀόριστον, διὰ τοῦ πεπερασμένου τὸ ἄπειρον; Μᾶλλον δὲ, ὃ καὶ φθάσαντες ἐν τοῖς προλαβοῦσιν εἰρήκαμεν, πῶς ἐκ τοῦ θανάτου τὸ ἰσχυρόν; Εἰ γὰρ, καθώς φησιν, αὐτὸς ὁ ἄνθρωπος, ὁ λαλήσας, ποιητὴς τῶν αἰώνων ἐστὶν, αὐτὸς ὁ δι' ἑαυτοῦ, τουτέστι, διὰ τῆς σαρκὸς, καθὼς ὁ Ἀπολινάριος ἑρμηνεύει, τὰ πάντα ποιῶν. Ἀσθενὴς δὲ παρ' αὐτῆς τῆς θείας φωνῆς ἡ σὰρξ ὠνομάσθη· οὐδὲν ἕτερον, εἰ μὴ τὸ κράτος, καὶ τὴν ἰσχὺν, καὶ τὴν δύναμιν, καὶ ὅσα ὑψηλὰ, καὶ θεοπρεπῆ νοήματα, ἔκγονα τῆς ἀσθενείας ὁ λονογράφος οἴεται.
hearing be stopped up; nor let the divine and undefiled dogmas be sullied, wantonly outraged with grosser fleshly passions by those who insult the Divine. For who does not know that God Who was manifested to us in the flesh, according to the principle of pious tradition, both was and is immaterial, invisible, uncomposite, indefinite, and uncircumscribed, being everywhere and pervading the whole creation, whereas according to what appeared He was seen within human circumscription? For by every necessity every body must be encompassed by some surface. This surface, then, is the boundary of the body enclosed within it; and everything contained by a boundary is hemmed in by some definite quantity; and what is definite cannot be indefinite. Yet surely the Prophet says that Of His greatness there is no end. If, then, the divine nature, as the treatise-writer says, is flesh, and flesh is of necessity encompassed by the limit of its surface, how does the greatness of God, according to the Prophet, advance to infinity? Or how is the unbounded conceived through what is definite, the infinite through what is finite? Or rather, as we have already said beforehand in what preceded, how does what is strong arise out of death? For if, as he says, the man himself who spoke is Maker of the ages—he himself making all things through himself, that is, through the flesh, as Apollinaris interprets—while the flesh has been named weak by the divine voice itself, the treatise-writer supposes nothing else than that might, and strength, and power, and all lofty and God-befitting conceptions are offspring of weakness.
Καὶ οὔπω τοσοῦτον τοῦτο δεινὸν, ἀλλὰ προϊὼν ὁ λόγος διὰ τῆς κατὰ τὸ ἀκόλουθον ἐξετάσεως, αὐτῆς ἅπτεται τῆς κατὰ τοῦ Πατρὸς βλασφημίας. Λέγει γὰρ τὸν ἄνθρωπον εἶναι τῆς τοῦ Θεοῦ δόξης ἀπαύγασμα, καὶ ἐν τῷ σαρκίνῳ Θεῷ, ὃν διὰ τῆς ματαιότητος τῶν λογισμῶν εἰδωλοποιήσας ἀνέπλασε, τὴν τοῦ Θεοῦ ὑπόστασιν χαρακτηρίζεσθαι. Ὥσπερ τοίνυν συγγενῶς ἔχει πρὸς τὸν ἥλιον ἡ ἀκτὶς, καὶ πρὸς τὸν λύχνον τὸ ἐκ τῆς λαμπάδος ἀπαυγαζόμενον φῶς, καὶ ὁ τοῦ ἀνθρώπου χαρακτὴρ ἀνθρωπίνην ὑπόστασιν δείκνυσιν, οὕτως πάντως, εἴπερ τὸ ἡμῖν φανὲν παρὰ τῆς δόξης τοῦ Πατρὸς ἀπηυγάσθη, καὶ ὁ χαρακτὴρ αὐτοῦ τῆς ὑποστάσεως σάρξ ἐστι, σαρκώδης ἐκ τοῦ ἀκολούθου καὶ ἡ τοῦ Πατρὸς φύσις κατασκευάζεται. Οὐ γὰρ ἂν εἴποι χα-
And not yet is this so dreadful; rather, as the argument advances through examination of what follows, it lays hold upon blasphemy against the Father Himself. For he says that the man is the radiance of the glory of God, and that in the fleshly God, whom he has fashioned as an idol and molded through the vanity of his reasonings, the substance of God is stamped. Just as, therefore, the ray is akin to the sun, and the light beaming forth from the torch to the lamp, and a man's imprint displays a human substance, so too assuredly, if indeed what appeared to us beamed forth from the glory of the Father, and the imprint of His substance is flesh, by consequence the nature of the Father also is constructed to be fleshly. For one would not say that-
Notes, col. 1160

On the reading

Printed λονογράφος, for λογογράφος.

PG 45:1161Read from the page
ρακτηρίζεσθαι μὲν σώματι τὸ ἀσώματον, ἐκ δὲ τοῦ ἀοράτου τὸ ὁρατὸν ἀπαυγάζεσθαι. Ἀλλ' οἵα ἡ δόξα, τοιοῦτον δηλονότι καὶ τὸ ἀπαύγασμα, καὶ οἷος ὁ χαρακτὴρ, τοιαύτη πάντως καὶ ἡ ὑπόστασις, ὥστε εἰ τοῦτο σῶμα, μηδὲ ἐκεῖνο πάντως ἀσώματον οἴεσθαι. Ἀλλὰ καὶ τοῦ κατὰ Νίκαιαν μέμνηται δόγματος, ἐν ᾧ τὸ ὁμοούσιον ἡ κοινὴ τῶν Πατέρων ἐξεφώνησε σύνοδος. Οὐκ ἂν δέ τις εἴποι τι ἑτερογενὲς, ὁμοούσιον· ἀλλ' ὧν εἷς καὶ ὁ αὐτός ἐστι τῆς οὐσίας λόγος, τούτοις ἐφαρμόζει πάντως τὸ ὁμοούσιον. Εἰ οὖν σάρκινος Θεὸς ὁ Υἱὸς, αὐτὸ ὅπερ ἐστὶ τῇ φύσει σὰρξ ὢν κατὰ τὸ προαιώνιον ὄνομα· ὁμοούσιος δὲ τῷ Πατρὶ καὶ παρ' αὐτοῦ τοῦ λογογράφου οὐκ ἀμφιβάλλεται. Ἐκεῖνα δὲ ἀλλήλοις ἐστὶν ὁμοούσια, τὰ τῷ αὐτῷ λόγῳ τῆς οὐσίας ὑπογραφόμενα. Ἄρα καὶ τὴν τοῦ Πατρὸς φύσιν, ἀνθρωπίνην τινὰ καὶ σαρκικὴν ὁ Ἀπολινάριος ὑποτίθεται, ἵνα σώσῃ ἐπ' ἀμφοτέρων τοῦ ὁμοουσίου τὸ ὄνομα, ὡς τοῖν δυοῖν θάτερον, ἢ ἀσώματον τὸν Πατέρα λέγων, σαρκίνην δὲ τοῦ Υἱοῦ τὴν θεότητα, τῷ ἑτεροουσίῳ συνθήσεται· ἢ τὸ κοινὸν τῆς θεότητός τε καὶ τῆς οὐσίας ὁμολογῶν ὁμοίως ἐπὶ Πατρός τε καὶ Υἱοῦ, ἀποσαρκώσει καὶ ἐπὶ Πατρὸς τὴν τῆς θεότητος φύσιν. Ἀλλ' ὥσπερ διορθούμενος τὴν ἀτοπίαν ταύτην, ἐν τοῖς πρὸ τούτου φησὶ, τοῦ Ζαχαρίου τὴν ῥῆσιν πρὸς τὸ δοκοῦν ἑρμηνεύων, ὡς ἐκ προσώπου τοῦ Πατρὸς περὶ τοῦ Υἱοῦ λέγων εἰρῆσθαι τὸ σύμφυλον, ὅπερ ἐστὶ συμφυῆ τε καὶ ὁμοούσιον· εἰ μὲν οὖν ὀρθῶς, ἢ μὴ τοῦτο ὑπείληφεν, ἑτέρου λόγου. Ὁ δ' οὖν κατασκευάζει, τοῦτό ἐστι· Δηλοῖ, φησὶ, διὰ τούτων ὁ προφητικὸς λόγος, ὅτι οὐ κατὰ τὴν σάρκα ὁμοούσιος τῷ Θεῷ, ἀλλὰ κατὰ τὸ πνεῦμα, τὸ ἡνωμένον τῇ σαρκί. Πῶς τοίνυν ἑνοῦται σαρκὶ πρὸ τῆς τοῦ κόσμου συστάσεως ὁ σαρκώδης αὐτοῦ Θεός; Ὅτε γὰρ οἱ αἰῶνες οὐκ ἦσαν, οὐδὲ ἄλλο τι τῶν τῆς κτίσεως ἦν. Ἡ δὲ σὰρξ πολλοστόν τε καὶ ἔσχατον τῶν ἐν τῇ κτίσει γεγονότων ἐστί. Ποίᾳ τοίνυν ἡνώθη σαρκὶ, μήπω τῆς ἀνθρωπίνης φύσεως παρελθούσης εἰς γένεσιν; Ἀλλ' ἑτέραν τινὰ οἶδε σάρκα παρὰ τὸν ἄνθρωπον. Καὶ πῶς φησιν, ὅτι αὐτὸς ὁ ἄνθρωπος, ὁ λαλήσας ἡμῖν τὰ τοῦ Πατρὸς, ἐκεῖνός ἐστι Θεὸς ποιητὴς τῶν αἰώνων; Τίς ἡμῖν ἑρμηνεύσει τῶν καινῶν τούτων αἰνιγμάτων τὴν ἀτοπίαν; Ἄνθρωπος πρὸ τοῦ γενέσθαι ἄνθρωπον, καὶ σὰρξ τῆς ἰδίας δημιουργίας προγενεστέρα, καὶ προαιώνιον τὸ ἐπ' ἐσχάτων χρόνων γενό-
the incorporeal is stamped by a body, or that the visible beams forth from the invisible. Rather, of what sort the glory is, of such sort clearly is the radiance as well; and of what sort the imprint is, of such sort assuredly is the substance also; so that if the latter is a body, the former too must by no means be supposed incorporeal. Moreover, he also makes mention of the dogma at Nicaea, in which the common council of the Fathers proclaimed the consubstantial. Yet no one would call anything of different kind consubstantial; rather, consubstantial assuredly applies to those things of which the definition of substance is one and the same. If, then, the Son is a fleshly God, being flesh in the very thing that He is by nature according to His pre-eternal name, while even by the treatise-writer himself He is not doubted to be consubstantial with the Father, and those things are consubstantial with one another which are delineated by the same definition of substance, then Apollinaris supposes the nature of the Father as well to be somewhat human and fleshly, so that he may preserve the term consubstantial in the case of both. Thus one of the two must follow: either, in calling the Father incorporeal while calling the Godhead of the Son fleshly, he will acquiesce in the doctrine of different substance; or, in confessing the community of Godhead and of substance alike in Father and Son, he will turn the nature of the Godhead into flesh in the Father as well. Yet, as though correcting this absurdity, in what precedes this he says, interpreting the saying of Zechariah to suit his fancy, as though he said in the person of the Father concerning the Son that fellow-tribesman was spoken—which means connatural and consubstantial. Whether, then, he has supposed this rightly or not belongs to another discussion. What he establishes, at all events, is this: The prophetic word, says he, shows through these things that He is consubstantial with God not according to the flesh, but according to the spirit united to the flesh. How, then, is his fleshly God united to flesh before the constitution of the world? For when the ages did not exist, neither did anything else belonging to creation exist; and flesh is the remotest and last of the things that came to be in creation. To what flesh, then, was He united, when human nature had not yet advanced into generation? Why, he knows some other flesh besides man! And how does he say that the man himself who spoke to us the things of the Father—that man is God, Maker of the ages? Who will expound for us the absurdity of these novel riddles? A man before man came to be, and flesh elder than its own fashioning, and pre-eternal that which in the last times came-
Notes, col. 1161

On the reading

Printed διορδούμενος, for διορθούμενος.

Printed Ὁ δ' οὖν, for Ὃ δ' οὖν.

PG 45:1164Read from the page
μενον, καὶ ὅσα ἄλλα τοιαῦτα κατὰ τὸν λόγον συγκεχυμένως διέξεισιν.
and whatever other such things he sets forth confusedly throughout the treatise.
Ἀλλ' ὁ μὲν λογογράφος κατὰ τὸ δοκοῦν ἐν ταῖς τῶν λογισμῶν ἀνοδίαις διαπλανάσθω · ἡμεῖς δὲ τὴν ἀποστολικὴν διδασκαλίαν, τὴν παρ' αὐτοῦ τούτου μνημονευθεῖσαν , εἰς ἔλεγχον τῶν ἀσεβῶν ὑπολήψεων παραθέντες , πρὸς τὰ ἑξῆς τοῦ λόγου δραμούμεθα. Ὃς ἐν μορφῇ Θεοῦ, φησὶν, ὑπάρχων. Οὐκ εἶπε, μορφὴν ἔχων ὁμοίαν Θεοῦ, ὅπερ ἐπὶ τοῦ καθ' ὁμοίωσιν Θεοῦ γεγονότος λέγεται, ἀλλ' ἐν αὐτῇ ὑπάρχων τοῦ Θεοῦ τῇ μορφῇ · πάντα γὰρ τὰ τοῦ Πατρὸς ἐν τῷ Υἱῷ. Οὐκοῦν καὶ τὸ ἀΐδιον, καὶ τὸ ἄποσον, καὶ τὸ ἄϋλον, καὶ ἀσώματον, ὡς ἂν διὰ πάντων σώζοιτο τοῦ πατρικοῦ χαρακτῆρος ἐν τῷ Υἱῷ ἡ μορφή · καὶ ὢν ἶσα Θεῷ · ποίαν ἡ ἰσότης διαφορᾶς τινος, ἢ παραλλαγῆς ἔννοιαν ὑπολείπεται ; Πῶς δ' ἂν ἐφαρμοσθείη τοῖς κατὰ τὴν φύσιν παρηλλαγμένοις τὸ ἴσον ; Εἰ γὰρ ὁ μὲν σαρκώδης τὴν φύσιν, ὁ δὲ καθαρεύων ἀπὸ σαρκὸς, πῶς ἄν τις εἰς ἴσον ἄγοι τὸ τοιοῦτον τῷ μὴ τοιούτῳ ; Ἐκένωσεν ἑαυτὸν, φησὶ, μορφὴν δούλου λαβών. Τίς ἡ δουλικὴ μορφή ; Πάντως τὸ σῶμα· οὐ γὰρ ἕτερόν τι παρὰ τούτου παρὰ τῶν Πατέρων ἠκούσαμεν. Οὐκοῦν ὁ εἰπὼν, ὅτι μορφὴν ἔλαβε δούλου , σὰρξ δέ ἐστιν ἡ μορφὴ, ἄλλο τι ὄντα αὐτὸν κατὰ τὴν θείαν μορφὴν, ἄλλο τι οὖσαν τῇ φύσει τὴν δουλικὴν μορφὴν εἰληφέναι λέγει. Ἀλλὰ καὶ ἡ τοῦ Ἐκένωσεν λέξις σαφῶς παρίστησι τὸ μὴ ἀεὶ τοῦτο εἶναι, ὅπερ ἡμῖν ὤφθη, ἀλλ' εἶναι μὲν ἐν τῷ πληρώματι τῆς θεότητος ἶσα Θεῷ , ἀπρόσιτον , καὶ ἀπροσπέλαστον, καὶ μάλιστά γε τῇ βραχύτητι τῆς ἀνθρωπίνης οὐδενείας ἀχώρηστον· χωρητὸν δὲ τῇ ἐπικήρῳ τῆς σαρκὸς φύσει τότε γενόμενον, ὅτε ἐκένωσε , καθώς φησιν ὁ Ἀπόστολος, τὴν ἄφραστον αὐτοῦ τῆς θεότητος δόξαν καὶ τῇ βραχύτητι ἡμῶν συγκατεσμίκρυνεν, ὥστε ὃ μὲν ἦν, μέγα καὶ τέλειον καὶ ἀπερίληπτον ἦν· ὃ δὲ ἔλαβεν, ἰσομέγεθες ἦν τῷ ἡμετέρῳ μέτρῳ τῆς φύσεως. Ἐν ὁμοιώματι γὰρ, φησὶν, ἀνθρώπου γενόμενος καὶ σχήματι, ὡς οὐκ ἔχων δηλονότι ἐξ ἀρχῆς περὶ αὐτὸν τῆς τοιαύτης φύσεως τὸ ὁμοίωμα, οὐδὲ πρός τινα σωματώδη τύπον σχηματιζόμενος. Πῶς γὰρ ἂν περιτυπωθείη τῷ ἀσωμάτῳ σχήματος τύπος ; Ἀλλὰ τότε ἐν σχήματι γίνεται, ὅτε σχηματιζόμενος ἑαυτῷ περιτίθησι. Τοῦτο δέ ἐστιν ἡ τοῦ σώματος φύσις
But let the treatise-writer wander astray as seems good to him in the pathless ways of his reasonings; we, however, having set forth the apostolic teaching mentioned by this very man himself for the refutation of his impious notions, shall proceed to the subsequent parts of the discourse. Who, he says, subsisting in the form of God. He did not say, having a form like God's—which is said of the one who has come into being according to the likeness of God—but subsisting in the very form of God; for all that belongs to the Father is in the Son. Therefore also the eternal, and the non-quantitative, and the immaterial, and the incorporeal, so that in all respects the form of the paternal character might be preserved in the Son; and being equal with God: what conception of any difference or variation does equality leave behind? And how could equality be fitted to things altered in nature? For if the one is fleshly in nature, while the other is pure from flesh, how could anyone bring such a being into equality with what is not such? He emptied Himself, he says, taking the form of a servant. What is the servile form? Assuredly the body; for we have heard nothing else besides this from the Fathers. Therefore he who spoke of His having taken a servant's form—and that form is flesh—says that He, being something else according to the divine form, has received the servile form which is something else by nature. Moreover, the expression He emptied also clearly establishes that what appeared to us was not always so, but that in the fulness of Divinity He was equal with God, unapproachable and inaccessible, and above all uncontainable by the paltriness of human nothingness; yet He became containable by the perishable nature of the flesh at that time when, as the Apostle says, He emptied the ineffable glory of His Divinity and diminished it together with our paltriness, so that what He was, was great and perfect and incomprehensible, whereas what He took was commensurate in magnitude with the measure of our nature. For having come to be, he says, in the likeness of man and in outward fashion, evidently as not having from the beginning about Him the likeness of such a nature, nor being fashioned after any bodily imprint. For how could an imprint of outward fashion be stamped around what is incorporeal? Rather, He comes to be in outward fashion at that time when, being so fashioned, He clothes Himself with it. And this is the nature of the body
Εὑρεθεὶς τοίνυν ὡς ἄνθρωπος· καὶ γὰρ καὶ ἄνθρωπος, εἰ καὶ μὴ δι' ὅλου ἄνθρωπος, ἀλλ' ὡς ἄνθρωπος, διὰ τὸ κατὰ τὴν παρθενίαν μυστήριον· ὡς ἂν φανερὸν διὰ τοῦτο γένοιτο, ὅτι οὐ διὰ πάντων τοῖς νόμοις τῆς ἀνθρωπίνης ἐδούλευσε φύσεως , ἀλλὰ θεϊκῶς ἑαυτὸν εἰσοικίσας τῷ βίῳ, καὶ μὴ δεηθεὶς τῆς ἐκ τοῦ γάμου
And being found in fashion as a man: for He was indeed man, even if not in every respect man, but as a man, because of the mystery pertaining to virginity; so that through this it might become manifest that He did not in all respects serve the laws of human nature, but having in a divine manner established Himself in human life, and not having needed the marital
PG 45:1165Read from the page
ἐνεργείας πρὸς τὴν κατασκευὴν τοῦ ἰδίου πλάσματος, εὑρίσκεται οὐ διὰ πάντων κοινὸς ἄνθρωπος, διὰ τὸ παρηλλαγμένον αὐτοῦ τῆς συστάσεως, ἀλλ' ὡς ἄνθρωπος. Καὶ οὕτως ἐταπείνωσεν ἑαυτὸν, ἀτρέπτως γενόμενος ἄνθρωπος. Εἰ γὰρ ἀπ' ἀρχῆς τοῦτο ἦν, ἐν τίνι γέγονεν ἡ ταπείνωσις ; Νῦν δὲ ὁ Ὕψιστος διὰ τῆς πρὸς τὸ ταπεινὸν τῆς φύσεως ἡμῶν ἑνώσεως ἑαυτὸν ἐταπείνωσεν. Ἑνωθεὶς γὰρ τῇ μορφῇ τοῦ δούλου, ἣν ἔλαβε, καὶ ἓν πρὸς αὐτὴν γενόμενος, οἰκειοῦται τὰ τοῦ δούλου πάθη , καὶ καθάπερ καὶ ἐν ἡμῖν γίνεται διὰ τῆς πρὸς τὰ μέλη συμφυΐας, ἐάν τι τῷ ἄκρῳ συμπέσῃ τοῦ ὄνυχος, τὸ πᾶν τῷ πεπονθότι συνδιατίθεται, ἐφ' ὅλον τὸ σῶμα διηκούσης τῆς συναισθήσεως , οὕτως ὁ ἑνωθεὶς ἡμῶν τῇ φύσει , οἰκειοῦται τὰ ἡμέτερα πάθη, καθώς φησιν Ἠσαΐας, ὅτι Αὐτὸς τὰς ἀσθενείας ἡμῶν ἀνέλαβε , καὶ τὰς νόσους ἐβάστασε , τὴν ὑπὲρ ἡμῶν ὑποστὰς πληγὴν, ἵνα τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰαθῶμεν· οὐχ ὅτι ἡ θεότης ἐμωλωπίσθη, ἀλλ' ὁ προσφυεὶς διὰ τῆς ἑνώσεως τῇ θεότητι ἄνθρωπος, οὗ ἡ φύσις δεκτικὴ μώλωπος γενέσθαι δύναται· ταῦτα δὲ γίνεται, ὅπως ἂν διὰ τῶν αὐτῶν πάλιν ὁδῶν ἡ τῆς κακίας ὁδὸς ἀναλυθείη. Ἐπειδὴ γὰρ διὰ τῆς παρακοῆς τοῦ ἀνθρώπου , ὁ θάνατος (εἰσῆλθε , τούτου χάριν διὰ τῆς ὑπακοῆς τοῦ δευτέρου ἀνθρώπου) ἐξοικίζεται. Διὰ τοῦτο ὑπήκοος μέχρι θανάτου γίνεται, ἵνα διὰ μὲν τῆς ὑπακοῆς (τὸ ἐκ τῆς παρακοῆς) θεραπεύσῃ πλημμέλημα · διὰ δὲ τῆς ἐκ νεκρῶν ἀναστάσεως τὸν συνεισελθόντα τῇ παρακοῇ θάνατον ἐξαφανίσῃ. Ἀφανισμὸς γάρ ἐστι θανάτου ἡ ἐκ θανάτου τοῦ ἀνθρώπου ἀνάστασις · Διὸ, φησὶ, καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε. Τοῦτο καθάπερ σφραγίς τις τῆς προλαβούσης διανοίας ἐστί. Δῆλον γὰρ, ὅτι τὸ ὕψιστον τοῦ ὑψωθῆναι οὐκ ἐπιδέεται , ἀλλὰ τὸ ταπεινὸν εἰς ὕψος αἴρεται, νῦν γενόμενον , ὃ μὴ πρότερον ἦν. Ἑνωθεῖσα γὰρ τῷ Κυρίῳ ἡ ἀνθρωπίνη φύσις συνεπαίρεται τῇ θεότητι, καὶ τὸ ὑψούμενον ἐκεῖνό ἐστι τὸ ἐκ τοῦ ταπεινοῦ ἐπαιρόμενον· ταπεινὸν δὲ ἡ τοῦ δούλου μορφὴ, διὰ τῆς ὑψώσεως γινομένη Χριστός τε καὶ Κύριος. Καὶ ἐπειδὴ ὁ κατὰ Χριστὸν ἄνθρωπος κατὰ τὴν ἀνθρωπίνην ἀκολουθίαν ὀνόματι κατὰ τὸ ἰδιάζον προσηγορεύθη, διὰ τῆς γενομένης τῇ Παρθένῳ παρὰ τοῦ Γαβριὴλ μυσταγωγίας, καὶ τὸ ἀνθρώπινον, καθὼς εἴρηται, Ἰησοῦς ὠνομάσθη · ἡ δὲ θεία φύσις ἀπερίληπτός ἐστιν ὀνόματι · ἓν δὲ τὰ δύο διὰ τῆς ἀνακράσεως γέγονε · τούτου χάριν καὶ ὁ Θεὸς ἐκ τοῦ ἀνθρωπίνου κατονομάζεται. Ἐν γὰρ τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψει , καὶ ὁ ἄνθρωπος ὑπὲρ πᾶν ὄνομα γίνεται , ὅπερ ἴδιόν ἐστι τῆς θεότητος , τῆς δουλωθῆναι μὴ δυναμένης ὑπό τινος ὀνομαστικῆς
operation towards the formation of His own Body, He is found to be not in all respects an ordinary man, on account of what is altered in His constitution, but as a man. And thus He humbled Himself, having unchangeably become man. For if He was this from the beginning, wherein has the humiliation taken place? Now, however, the Most High humbled Himself through the union with the lowliness of our nature. For having been united to the form of the servant which He took, and having become one with it, He makes the sufferings of the servant His own; and just as happens in us also through our natural cohesion with our members, if anything befalls the tip of the fingernail, the whole is affected together with the suffering part, as co-sensation pervades the entire body, so too He Who was united to our nature makes our sufferings His own, even as Isaiah says, that He Himself took our infirmities, and bore our diseases, having undergone the blow on our behalf, so that by His welt we might be healed—not that the Divinity was bruised with welts, but the man grown together with the Divinity through the union, whose nature is capable of receiving a welt; and these things come to pass so that through the very same paths again the path of wickedness might be undone. For since through the disobedience of the man death (entered in, for this sake through the obedience of the second man) it is banished. On this account He becomes obedient unto death, so that through His obedience He may heal the transgression (that arose from disobedience), while through the resurrection from the dead He may blot out the death that entered in along with disobedience. For the resurrection of the man from death is the obliteration of death: Wherefore, he says, God also highly exalted Him. This is like a seal of the preceding thought. For it is manifest that the Most High has no need of being exalted, but what is lowly is raised to height, becoming now what it was not before. For human nature, having been united to the Lord, is exalted together with the Divinity, and that which is exalted is that which is lifted up out of what is lowly; and what is lowly is the form of the servant, which through the exaltation becomes both Christ and Lord. And since the man according to Christ, in keeping with human sequence, was addressed by a proper name through the mystagogy imparted to the Virgin by Gabriel, the human element also, as has been said, was named Jesus; whereas the divine nature is incomprehensible by any name; yet the two have become one through the commingling: for this sake God also is denominated from what is human. For at the name of Jesus every knee shall bow, and the man comes to be above every name, which is proper to the Divinity, which cannot be enslaved by any naming-power
PG 45:1168Read from the page
σημασίας, ἵν' ὥσπερ ἐν τῷ ταπεινῷ τὸ ὑψηλὸν γίνεται, οὕτως ἀντιλάβῃ τὸ ταπεινὸν τὰ ὑψηλὰ ἰδιώματα. Ὡς γὰρ διὰ τοῦ ἀνθρώπου ὀνομάζεται ἡ θεότης , οὕτως ὑπὲρ ὄνομα γίνεται τὸ ἐκ τοῦ ταπεινοῦ συνεπαρθὲν τῇ θεότητι· καὶ ὥσπερ ἡ ἀτιμία τῆς δουλικῆς μορφῆς εἰς τὸν Θεὸν τὸν ἀνακραθέντα τῷ δούλῳ τὴν ἀναφορὰν ἔχει , οὕτως καὶ ἡ προσκύνησις τῆς θεότητος, ἡ παρὰ πάσης κτίσεως προσαγομένη, τῷ ἑνωθέντι πρὸς τὴν θεότητα γίνεται, καὶ οὕτως ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ πᾶν γόνυ κάμπτει ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται, ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.
signification, so that just as what is lofty comes to be in what is lowly, so too what is lowly may receive in return the lofty properties. For as the Divinity is named through the man, so too that which from lowliness has been exalted together with the Divinity comes to be above every name; and just as the dishonour of the servile form has its reference to God Who was commingled with the servant, so also the worship of the Divinity, offered by all creation, is rendered to Him Who was united to the Divinity, and thus at the name of Jesus Christ every knee bows, of beings in heaven and on earth and under the earth, and every tongue shall confess that Jesus Christ is Lord, to the glory of God the Father. Amen.
Ἀλλ' ἔοικεν, οἷον ἐπερυθριῶν αὐτὸς ἑαυτῷ, καὶ τῇ ἀτοπίᾳ τῶν εἰρημένων ἐπαισχυνόμενος , ἀνατίθεσθαι τρόπον τινὰ τὰ κατεσκευασμένα, καὶ ἐπιγεννητικὴν τοῦ Υἱοῦ τὴν πρὸς τοὺς ἀνθρώπους ὁμοιότητα βούλεσθαι κατασκευάζειν. Φησὶ γὰρ, Ἰδοὺ τοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ ἡ πρὸς Πατέρα ἰσότης προϋπάρχουσα, ἡ πρὸς ἀνθρώπους ὁμοιότης ἐπιγινομένη. Μεταγινώσκειν ἔοικε ἐπὶ τοῖς εἰρημένοις, καὶ ποιείτω γε τοῦτο , μόνον ἀπὸ καρδίας τῆς ἀτόπου δόξης μεταβαλλόμενος, καὶ ἡμεῖς τῶν ἐλέγχων παυσόμεθα. Ἀλλὰ δοκεῖ δι' ὧν ποιεῖ, ἄλλης ἀτοπίας διὰ τῆς ἐν τούτοις εὐγνωμοσύνης τὰς ἀφορμὰς καταβάλλεσθαι. Φησὶ δὲ οὕτως κατὰ τὴν λέξιν, Καὶ τί τούτων σαφέστερον, εἰς τὸ μὴ ἕτερον μεθ' ἑτέρου εἶναι, Θεὸν τέλειον μετὰ τελείου ἀνθρώπου ; Ὅτι μὲν οὖν οὐδὲ μίαν κοινωνίαν ὁ λόγος οὗτος ἔχει πρὸς τὰ προάγοντα, φανερὸν ἂν εἴη πᾶσι τοῖς ἐπισταμένοις ἕπεσθαι λόγῳ. Πῶς γὰρ ἀποδείκνυσιν ἡ πρὸς Πατέρα ἰσότης προϋπάρχουσα, καὶ ἡ πρὸς ἀνθρώπους ὁμοιότης ἐπιγινομένη, καθὼς αὐτός φησι , τὸ μὴ εἶναι ἄνθρωπον τέλειον, δι' οὗ ὁ τέλειος Θεὸς ἐνηνθρώπησεν ; Ὅμοιον γὰρ ὥσπερ ἂν εἴ τις ἀφεστάναι τὸν οὐρανὸν τῆς γῆς λέγων, ἔπειτα διὰ τούτων εἴποι φανερὸν γίνεσθαι τὸ βαρύτερον εἶναι τοῦ κασσιτέρου ἐν ἴσῳ σηκῷ τὸν μόλυβδον, καὶ βάρος νομίσει τὴν οὐρανίαν ἀπόστασιν · οὕτως οὐδὲ τὸ ἐλλιπὲς τῆς ἀνθρωπότητος , δι' ἧς ἐν τῇ φύσει ἡμῶν ὁ Θεὸς γίνεται, εἴποι τις ἂν ἀποδείκνυσθαι ἐκ τοῦ ἐπιγεννηματικὴν ὁμολογεῖσθαι τὴν πρὸς ἀνθρώπους τοῦ Υἱοῦ ὁμοιότητα.
Yet he seems, as though blushing at himself and ashamed at the absurdity of what has been said, in a certain way to retract what he had constructed, and to wish to establish the Son's likeness towards men as adventitious. For he says, Behold, of the same Jesus Christ the equality with the Father pre-existing, the likeness towards men supervening. He seems to repent of what he has said, and let him by all means do this, if only he turns away from his absurd opinion from the heart, and we shall cease from our refutations. Yet by what he does he seems, through his fair-mindedness in these matters, to lay down the starting-points of another absurdity. For he speaks word for word as follows: And what is clearer than these things to show that there is not one with another, perfect God with a perfect man? Now that this argument has not even a single connection with what precedes would be manifest to all who know how to follow reasoning. For how do the pre-existing equality with the Father and the supervening likeness towards men, as he himself says, demonstrate that he through whom perfect God became incarnate is not a perfect man? For it is just as if someone, after saying that heaven stands apart from earth, were then to say that through this it becomes manifest that lead is heavier than tin in an equal weight, and were to suppose the heavenly distance to be weight; in the same way neither would anyone say that the deficiency of the humanity through which God comes to be in our nature is demonstrated from the acknowledgement that the Son's likeness towards men is adventitious.
Ἀλλὰ τὴν μὲν ἀσέβειάν τε καὶ τὴν ἄνοιαν τῆς τοιαύτης ὑπολήψεως ἐπιδεῖξαι, μικρὸν ὑπερθήσομαι. Νυνὶ δὲ καθεξῆς τοῖς γεγραμμένοις κατὰ λέξιν διευθῦναι τὸν λόγον πειράσομαι , ὅσαπερ ἂν ὑπαίτια κατὰ τὸ πρόχειρον ᾖ. Φησὶ γὰρ μὴ εἶναι Θεὸν τέλειον μετὰ ἀνθρώπου τελείου. Τέως ἐνταῦθα πότερον ἀτελῆ τῶν εἰρημένων ὠνόμασεν, ἀφῆκεν ἀμφίβολον, καὶ τῷ
However, to exhibit both the impiety and the folly of such a notion I shall postpone for a little while. At present I shall endeavour to subject his treatise to scrutiny sequentially, word by word, along with what he has written, in whatever points are readily culpable. For he says that there is not perfect God with a perfect man. Thus far at this point he has left ambiguous which of the two aforesaid he has called imperfect, and through the
PG 45:1169Read from the page
ἀδήλῳ τοῦ σημαινομένου πρὸς ἑκάτερον ἐπίσης ἡ διάνοια βλέπει, καὶ οὐκ ἔστιν ἐξ ὧν ἠκούσαμεν περὶ τίνα νομίζειν τὸ ἀτελὲς διδαχθῆναι , περὶ τὸν Θεὸν, ἢ τὸν ἄνθρωπον, ἢ καὶ περὶ ἀμφοτέρων τὸ ἴσον οἴεται. Αὐτὸν εἶναι φησὶ Θεὸν μὲν πνεύματι, τὴν τοῦ Θεοῦ δόξαν ἔχοντα · ἄνθρωπον δὲ σώματι τὴν τῶν ἀνθρώπων ἄδοξον φορέσαντα μορφήν. Εἶπε Θεὸν, εἶπε καὶ ἄνθρωπον· φανερὸν δὲ πᾶσι, ὅτι οὐ ταὐτὸ τῶν ὀνομάτων τούτων τὸ σημαινόμενον · ἀλλ' ἴδιος μὲν ὁ τῆς θεότητος, ἕτερος δὲ ὁ τῆς ἀνθρωπότητος ἑρμηνευτικός ἐστι λόγος. Θεὸς μὲν γάρ ἐστι τὸ ἀεὶ ὡσαύτως ἔχον πάντων ἀγαθῶν αἴτιον, οὔτε ποτὲ μὴ ὂν, οὔτε ποτὲ μὴ ἐσόμενον· ἄνθρωπος δὲ τὰ μὲν ἄλλα συγγενῶς πρὸς τὴν τῶν ἀλόγων φύσιν διάκειται, καὶ διὰ σαρκὸς καὶ αἰσθήσεως παραπλησίως αὐτοῖς διοικούμενος · τῇ δὲ τοῦ νόου προσθήκῃ τῶν ἀλόγων κεχωρισμένος, ἐν τούτῳ τὸ ἰδιάζον ἔχει τῆς φύσεως. Οὐ γὰρ ἄν τις ἄνθρωπον ὁριζόμενος , ἀπὸ σαρκῶν τε καὶ ὀστέων καὶ αἰσθητηρίων ὁρίσαιτο · οὐδὲ τὴν βρωτικήν τε καὶ ἀλλοιωτικὴν δύναμιν εἰπών τις, τὸ ἴδιον τῆς ἀνθρωπίνης ἐνεδείξατο φύσεως · ἀλλὰ τὸ διανοητικὸν καὶ λογικὸν, τὸν ἄνθρωπον ἔδειξεν. Ἴσον οὖν ἐστιν ἢ διὰ τοῦ ὀνόματος ἑρμηνεῦσαι τὴν φύσιν, ἢ διὰ τοῦ ἰδίως παρεπομένου τῇ φύσει. Ὅ τε γὰρ ἄνθρωπον εἰπὼν , τὸ λογικὸν ἐνεδείξατο · ὅ τε λογικὸν ὀνομάσας, τὸν ἄνθρωπον διὰ τῆς φωνῆς ταύτης ἀπέδειξεν. Οὐκοῦν καὶ ὁ Ἀπολινάριος Θεὸν καὶ ἄνθρωπον ὀνομάσας , εἴπερ τὰς ἐμφαινομένας τῇ θεότητι σημασίας τῇ φωνῇ ταύτῃ συμπεριέλαβεν, οὐδ' ἂν τοῦ ἀνθρώπου τὸ σημαινόμενον διὰ τῆς ἑρμηνείας λωβήσαιτο. Ἀλλ' εἴπερ ἄνθρωπος λέγεται, ἔστι πάντως ἡ κλῆσις ἀληθὴς , καὶ οὐ ψευδώνυμος · τὸ δὲ ἀληθὲς τοῦ ὀνόματος ἐν τῷ λογικὸν εἶναι ζῶον, τὸν οὕτω κατονομαζόμενον, ἐπιδείκνυται. Ὁ δὲ λόγος ἐκ διανοίας πάντως, ὥστε εἰ ἄνθρωπος , καὶ διανοητικὸς ἐξ ἀνάγκης· εἰ δὲ οὐ διανοητικὸς, οὐδὲ ἄνθρωπος.
obscurity of what is signified the thought looks equally towards either, and from what we have heard it is not possible to suppose concerning which one imperfection has been taught—whether concerning God, or the man, or whether he thinks the same thing equally of both. He says that He is God in spirit, having the glory of God, while man in body, having worn the inglorious form of men. He said God, he said also man; and it is manifest to all that the signification of these names is not the same, but one account is properly explanatory of Divinity, and another of humanity. For God is the cause of all good things that is always in the same state, neither ever non-existent nor ever going to be non-existent; whereas man in other respects is disposed akin to the nature of irrational creatures, being governed through flesh and sensation in much the same way as they, yet being separated from irrational beings by the addition of the mind, he possesses therein the peculiar character of his nature. For no one defining man would define him from flesh and bones and organs of sense; nor by naming the nutritive and alterative faculty has anyone pointed out what is proper to human nature; rather, the intellectual and rational faculty has shown the man. It is the same thing, therefore, either to expound the nature through the name, or through what peculiarly accompanies the nature. For he who spoke of man indicated what is rational; and he who named what is rational pointed out man through this expression. Therefore Apollinaris also, having named God and man, if indeed he comprehended in that expression the significations manifested in Divinity, would not mutilate the signification of man either through his interpretation. But if indeed He is called man, the appellation is altogether true and not falsely named; and the truth of the name in one so denominated is shown in his being a rational living being. And reason is altogether from intellect, so that if man, then of necessity intellectual also; and if not intellectual, not man either.
Ἀλλ' ἄνθρωπος ἦν τῷ σώματι, φησὶ, τὴν τῶν ἀνθρώπων ἄδοξον φορέσας μορφήν. Ταῦτα μὲν οἴκοθεν, καὶ οὐκ ἐκ τῆς γραφικῆς ἡμῖν διδασκαλίας προβάλλεται· πλὴν ὡς ἂν καὶ ἀπ' αὐτῶν, ὧν λέγει , πρὸς τοὐναντίον αὐτῷ περιτραπείη τὸ σπουδαζόμενον, οὑτωσὶ τὸν λόγον κατανοήσωμεν. Τὴν ἄδοξον, φησὶν, ἐφόρεσε τῶν ἀνθρώπων μορφήν. Τίς δόξα ἀνθρώπου πρῶτον ἐπισκεψώμεθα, καὶ οὕτως ἐκ τοῦ ἀκολούθου τὴν ἀδοξίαν νοήσομεν. Οὐκοῦν δόξα ἀνθρώπου ἥ γε ἀληθὴς δόξα, ἡ κατὰ ἀρετήν ἐστι πάντως ζωή. Τὸ γὰρ εὐχροίᾳ τινὶ , ἢ ὥρᾳ σαρκὸς , ἢ τὸ ἔμπαλιν ἀμορφίᾳ σώματος , τὴν δόξαν τῶν ἀνθρώπων ἢ τὴν ἀδοξίαν ὁρίζεσθαι, τῶν διατεθρυμμένων ἂν εἴη. Εἰ
But He was man in body, he says, having worn the inglorious form of men. These things he puts forward to us from his own head, and not out of Scriptural teaching; nevertheless, so that even from the very things he says his aim may be turned around to the contrary against him, let us examine the argument in this way. He wore, he says, the inglorious form of men. Let us first consider what the glory of man is, and thus by consequence we shall understand ingloriousness. Now the glory of man—at least true glory—is altogether life according to virtue. For to define the glory or the ingloriousness of men by some good complexion or bloom of flesh, or on the contrary by deformity of body, would be the part of the pampered. If