Migne Reading Room

PG 45 · cols. 1148–1157 · Read from the page

Against Apollinaris

Against Apollinaris

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 45:1148Read from the page
μὲν ἐπὶ λέξεως τοῦ λογογράφου τὰ ῥήματα. Ἐπειδὴ δέ πως τῇ ἀτονίᾳ τῆς ἑρμηνευτικῆς δυνάμεως οὐκ ἄγαν ἔκδηλόν ἐστι ἐν σαφηνείᾳ τὸ νόημα· πρότερον ἀπογυμνώσω τοῦ ζόφου τῆς λέξεως τὴν ἐγκειμένην διάνοιαν, εἶθ' οὕτω προσθήσω τῇ ἐξετάσει τὸν λόγον.
the verbal expressions of the treatise-writer. Yet since, owing somehow to the feebleness of his interpretive faculty, the meaning is not very manifest in clarity, I shall first strip bare the underlying thought from the murk of his diction, and then apply my argument to its examination.
Προϋπάρχει, φησὶν, ὁ ἄνθρωπος Χριστός. Συνεπινοεῖ τῷ ἐν ἀρχῇ ὄντι Λόγῳ τὸν φανέντα ἄνθρωπον, ὡς προϋπάρχοντα πρὸ τῆς φανερώσεως, καὶ ἐπεξεργάζεται διὰ τοῦ ἀκολούθου τὸ νόημα. Φησὶ γὰρ ὅτι Οὐχ ἕτερόν ἐστι παρ' αὐτὸν τὸ Πνεῦμα, κατασκευάζων διὰ τούτου, αὐτὴν τοῦ Υἱοῦ τὴν θεότητα ἐξ ἀρχῆς ἄνθρωπον εἶναι, ὅπερ σαφέστερον διὰ τοῦ ἐφεξῆς δείκνυται λόγου· φησὶ γὰρ, ὅτι Ὁ Κύριος ἐν τῇ τοῦ Θεοῦ ἀνθρώπου φύσει, θεῖον Πνεῦμα ἦν. Μίαν ἐποίησε τοῦ Θεοῦ τε καὶ τοῦ ἀνθρώπου τὴν φύσιν, καὶ ἀνθρώπων δύο τὴν συναλοιφὴν κατωνόμασεν. Ἡ μὲν οὖν διάνοια τῶν εἰρημένων αὕτη, ὅτι τὸ διὰ σαρκὸς ἐκ τῆς Παρθένου φανερωθὲν, οὐ μόνον κατὰ τὴν τῆς θεότητος ἀϊδιότητα προεπινοεῖται τῶν ὄντων, καθὼς πάντες πιστεύομεν, ἀλλὰ καὶ κατ' αὐτὴν τὴν σάρκα. Ἐπάγει γὰρ τοῖς εἰρημένοις εἰς τὴν τῆς τοιαύτης ὑπολήψεως μαρτυρίαν τὸ, Πρὶν Ἀβραὰμ γενέσθαι, ἐγώ εἰμι· καὶ τὴν τοῦ Ἰωάννου φωνὴν, τὸ, Πρῶτός μου ἦν· καὶ, Εἷς Κύριος, δι' οὗ τὰ πάντα· καὶ, Αὐτός ἐστι πρὸ πάντων· καί τινα τοῦ Ζαχαρίου φωνὴν, ἣν, ὡς βεβιασμένως πρὸς τὸν σκοπὸν τοῦτον ἐπισυρεῖσαν, παρήσομεν. Ἐγὼ τοίνυν εἰ μὲν ἐλάνθανε διά τινος νοημάτων περιβολῆς ἡ τοῦ ἀτόπου κατασκευὴ, καλῶς ἂν περὶ τὸν ἔλεγχον τῶν κεκρυμμένων ἐσπούδαζον· ἐπεὶ δὲ διαῤῥήδην βοᾷ τὴν ἀσέβειαν, οὐκ οἶδα τί ἂν πλέον ἐκ τῶν ἡμετέρων γένοιτο λόγων. Εἰ προαιώνιος ἡ σὰρξ, εἰ πρὸ τοῦ Ἀβραὰμ γενέσθαι, τὸ ἐκ Μαρίας ἦν, ἄρα πρεσβυτέρα τοῦ Ναχὼρ ἡ Παρθένος· ἄρα καὶ πρὸ τοῦ Ἀδὰμ ἡ Μαρία. Καίτοι τί τοῦτο λέγω; αὐτῆς, ὡς ἔοικε, πρεσβυτέρα τῆς τῶν ὄντων συστάσεως, καὶ αὐτῶν τῶν αἰώνων ἀρχαιοτέρα. Εἰ γὰρ ἐσαρκώθη μὲν ἐν τῇ Παρθένῳ· ἡ δὲ σὰρξ Ἰησοῦς λέγεται· ἐκεῖνον δὲ πρὸ πάντων εἶναι διὰ τοῦ Ἀποστόλου μαρτύρεται· ὡς ἔοικε, τῇ τοῦ Πατρὸς ἀϊδιότητι συνεπινοεῖσθαι καὶ τὴν Μαρίαν, ὁ γενναῖος κατασκευάζει. Καὶ σιωπῶ τὰ λίαν ἀπεμφαίνοντα, πρὸς ἃ κατὰ τὸ ἀκόλουθον ἡ ἀτοπία τῆς καινοφωνίας ἐκφέρεται· ἴδοι γὰρ ἂν ὁ ἀγχίνους ἐκ τοῦ ἀκολούθου τὸ ἄτοπον, κἂν μὴ τῇ λέξει τὴν ἀσχημοσύνην παραδηλώσωμεν.
The man Christ, he says, pre-exists. He conceives the man who appeared together with the Word Who was in the beginning, as pre-existing before his manifestation, and he elaborates this notion through what follows. For he says that The Spirit is not something other besides him, contending through this that the very Godhead of the Son was man from the beginning, which is shown more clearly through the succeeding statement; for he says that The Lord, in the nature of the God-man, was divine Spirit. He made the nature of God and of man one, and termed it a coalescence of two men. The purport, then, of what has been said is this: that what was manifested in the flesh from the Virgin is conceived prior to existing things not only according to the eternity of the Godhead, as we all believe, but also according to the flesh itself. For to what has been said he adduces in witness of such a supposition the saying, Before Abraham came to be, I am; and the utterance of John, He was before me; and, One Lord, through Whom are all things; and, He Himself is before all things; and a certain saying of Zechariah, which, as violently dragged in towards this aim, we shall pass over. For my part, then, if the construction of this absurdity lay hidden beneath some drapery of concepts, I would rightly have taken pains over the refutation of what was concealed; since, however, it proclaims its impiety outright, I do not know what further gain could arise from our words. If the flesh is pre-eternal, if what came from Mary existed before Abraham came to be, then the Virgin is elder than Nahor; then Mary existed even before Adam. And yet why do I say this? She is elder, it seems, than the very constitution of existing things, and more ancient than the ages themselves. For if He was incarnated in the Virgin, and the flesh is called Jesus, and he testifies through the Apostle that He is before all things, this noble fellow, it seems, maintains that Mary too is conceived coevally with the eternity of the Father. And I pass over in silence the utterly indecent conclusions to which the absurdity of this novel jargon is logically carried; for a shrewd mind can perceive the absurdity from what follows, even if we do not expose the indecency in explicit speech.
PG 45:1149Read from the page
Ἀλλὰ παραδράμωμεν τὴν τῶν νοημάτων τούτων δυσωδίαν, τοσοῦτον παρασημηνάμενοι μόνον· ὅτι εἰ προαιώνιος ἡ σὰρξ, οὐ λεκένωται ἡ θεότης, οὐχ ὑπῆρχεν ἐν Θεοῦ μορφῇ ὁ Υἱὸς, οὐ μετημφιάσατο τὸ δουλικὸν πρόσωπον· ἀλλ' ὅπερ ἦν τῇ φύσει, τοῦτο ἐφανερώθη νῦν, οὐκ ἐταπεινώθη. Ἵλεως δὲ εἴη τῷ λόγῳ ὁ Λόγος· ἀλλὰ σιωπῶ τὸ λειπόμενον. Εἰ πρὸ πάντων ἡ σὰρξ, ἐξ ἀσθενείας ἄρα τὰ πάντα, οὐκ ἐκ δυνάμεως· Τὸ γὰρ πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής. Ἄρα καὶ μέχρι τούτου τὴν ἀτοπίαν ἵστησι. Καὶ τίς οὐκ ἂν ἐκ τοῦ ἀκολούθου τὰ συνημμένα τούτοις κατανοήσειε; Πάντως γὰρ πάντα τὰ τῆς σαρκὸς ἰδιώματα συνεπινοήσει τῷ μετὰ τῆς σαρκὸς ὄντι πρὸ τῶν αἰώνων, τὸν κόπον, τὴν λύπην, τὸ δάκρυον, τὴν δίψαν, τὸν ὕπνον, τὴν κατὰ πεῖναν ἔνδειαν, καὶ τὸ ἔστι τούτου παραλογώτερον. Ἐπειδὴ δὲ Παιδίον ἐγεννήθη ἡμῖν, καθὼς ἡ θεία φωνὴ λέγει, καὶ ὤφθη παρὰ τῶν ποιμένων ἐν σπαργάνοις ὁ Κύριος, καθὼς φησιν ὁ Λουκᾶς, ὅτι Προέκοπτεν Ἰησοῦς ἡλικίᾳ, καὶ σοφίᾳ, καὶ χάριτι, τελειούμενος ὡς ἐπὶ τὸ μέτρον προῆλθε τῆς ἀνθρωπότητος, ὁδῷ βαδίζων διὰ τῆς φύσεως, τί ἐροῦσι πρὸ τῶν αἰώνων τὴν σάρκα βλέποντες, ποίῳ μέτρῳ τοῦ σώματος πρὸ τῶν αἰώνων ἦν; Διὰ πάσης γὰρ ἐν τῷ κατ' ἄνθρωπον βίῳ διεξῆλθε τῆς ἡλικίας. Ἆρα παῖς ἦν ἐκεῖνος ὁ ἄνθρωπος, ὁ πρὸ πάσης τῆς κτίσεως ὢν, ἢ βρέφος νήπιον, ἢ μειράκιον, ἢ εὐθὺς ἐν τελείῳ τῷ σώματι; Ἀλλ' εἰ παῖδα λέγουσι, πάντως καὶ αἰτίαν προσθήσουσι, πῶς τοσούτου παρελθόντος αἰῶνος ἐπὶ τὸ τέλειον τῆς ἡλικίας οὐκ ἔφθασεν; Εἰ δὲ τέλειον λέγουσι, τοῦτο μαθεῖν ἀξιώσομεν, πῶς ἐν τῇ ἀνθρωπίνῃ γενέσει συστέλλεται εἰς τὴν νηπιώδη βραχύτητα; Ποῦ καταλείπει τὸ περιττεῦον τοῦ σώματος; Πῶς εἰς ὠλίγην περιγραφὴν ὁ ὄγκος ἀποσμικρύνεται; Εἶτα κάλιν πῶς πρὸς τὸ ἴδιον μέτρον ἐπανάγει τὸν ὄγκον τοῦ σώματος; πότερον ὅπερ εἶχεν ἐξ ἀρχῆς ἀναλαμβάνων διὰ τῆς κατ' ὀλίγον αὐξήσεως, ἢ ἕτερον ἐν ἑαυτῷ διὰ τῆς τροφῆς προστιθείς; Ἀλλ' εἰ μὲν τὸ ἀρχαῖον φήσουσι, περιττὴν πάντως τὴν τροφὴν ἀποδείξουσιν· εἰ δὲ οὐκ ἀρνοῦνται τροφῆς μετεσχηκέναι τὸν Κύριον, τί ἐροῦσι περὶ τῆς ἄνω καταλειφθείσης σαρκός; Ἧς τὸ πολὺ κατὰ τὸ εἰκὸς κατελήφθη· μόνον δὲ τοσοῦτον ἀπ' αὐτῆς ἐλήφθη, ὅσον ἡ νηδὺς τῆς Παρθένου ἐχώρησε. Πάντως γάρ τι καὶ περὶ αὐτῆς τερατεύσονται, καὶ συνθήσουσι διὰ τούτων ἕτερα δόγματα, ἐφ' ἅπερ αὐτοὺς ἡ ἀκολουθία τῆς ἀτοπίας τῶν μύθων κατ' ἀνάγκην προάγηται.
Yet let us pass by the stench of these concepts, remarking only so much in passing: that if the flesh is pre-eternal, the Godhead has not been emptied, the Son did not exist in the form of God, He did not clothe Himself in the servile countenance; rather, what He was by nature, this was manifested now, and He was not humbled. May the Word be gracious to my speech; yet I pass over the remainder in silence. If the flesh existed before all things, then all things come from weakness, not from power: For the spirit is eager, but the flesh is weak. Does he then halt the absurdity even at this point? And who would not perceive from what follows the consequences connected with these claims? For he will assuredly conceive all the properties of the flesh together with Him Who exists with the flesh before the ages: toil, grief, tears, thirst, sleep, the lack arising from hunger, and whatever is even more irrational than this. And since A Child has been born to us, as the divine voice says, and the Lord was seen in swaddling bands by the shepherds, as Luke says, that Jesus advanced in stature, and wisdom, and favour, being brought to maturity as He progressed to the measure of manhood, walking step by step through nature, what will those who behold the flesh before the ages say: in what bodily measure did He exist before the ages? For in His human life He passed through every stage of age. Was that man who existed before all creation a boy, or a newborn infant, or a stripling, or at once in a fully grown body? Yet if they call Him a boy, they will surely add the reason as well why, after so vast an age had passed, He did not attain to maturity of stature; whereas if they call Him fully grown, we shall ask to learn this: how, in His human birth, He is contracted into infantile smallness? Where does He leave behind the surplus of the body? How is His bulk diminished into a scant compass? Then, again, how does He restore the bulk of the body to its proper measure: whether by resuming through gradual growth what He possessed from the beginning, or by adding another bulk within Himself through nourishment? Now if they affirm the former, they will surely render nourishment superfluous; but if they do not deny that the Lord partook of nourishment, what will they say regarding the flesh left behind on high? Most of it, in all likelihood, was left behind; and only so much was taken from it as the womb of the Virgin held. For they will assuredly fabricate some marvel concerning that flesh too, and will piece together other doctrines from these, unto which the sequence of the absurdity of their fables necessarily leads them on.
Notes, col. 1149

On the reading

Printed λεκένωται, for κεκένωται.

Printed ὠλίγην, for ὀλίγην.

Printed κάλιν, for πάλιν.

Printed κατελήφθη, for κατελείφθη.

PG 45:1152Read from the page
Ἀλλὰ παρείσθω καὶ ταῦτα. Ἐκεῖνο δέ τις οὐκ ἂν ἀλόγως ἐπιζητήσειε παρὰ τῶν τὴν θείαν ἐκείνην σάρκωσιν προαιώνιον δογματιζόντων. Εἰ γὰρ πάντοτε τὴν σάρκα περὶ αὐτὸν οἴονται, Θεὸν εἶναι τὴν σάρκα φασί· πᾶσα δὲ ἡ σὰρξ ἀντίτυπός ἐστι τῷ ἁπτομένῳ· τὸ δὲ ἀντίτυπον ὑλῶδες καὶ σύνθετον· τὸ δὲ σύνθετον καὶ διαλυτόν· πάντως ἀνάγκη πᾶσα διὰ τούτων, καὶ ὑλικὸν αὐτὸν ἐγκατασκευάζεσθαι, καὶ ἐκ διαφόρων συγκείμενον καὶ ἀναμένοντα φυσικῶς τὴν διάλυσιν. Οἴδαμεν γὰρ ὅτε ἀνθρωπικῶς τοῖς ἀνθρώποις ἐπεχωρίαζεν, ἐκ τίνων εἶχε τὸ σῶμα τὴν σύνθεσιν· ὅτι διὰ σαρκῶν καὶ ὀστέων καὶ αἵματος καθ' ὁμοιότητα τῶν ἄλλων κἀκεῖνο ἦν, ἔκ τε τοῦ τύπου τῶν ἥλων, καὶ ἐκ τοῦ προχεθέντος διὰ τῆς λόγχης αἵματος καὶ ἐκ τοῦ πρὸς ἀπιστοῦντας τῷ φαινομένῳ εἰπεῖν ταῦτα τὸν Κύριον, ὅτι Ψηλαφήσατέ με, καὶ ἴδετε, καὶ γνῶτε, ὅτι τὸ πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, ὥσπερ ἐμὲ θεωρεῖτε ἔχοντα. Εἰ οὖν ἡ θεία σάρκωσις, καθὼς ὁ Ἀπολινάριος λέγει, οὐ τὴν ἀρχὴν ἐκ τῆς Παρθένου ἔσχεν, ἀλλὰ καὶ πρὸ τοῦ Ἀβραὰμ, καὶ πρὸ πάσης κτίσεως ἦν, τοιαύτη πάντως ἦν, οἵα τοῖς μαθηταῖς ἑωρᾶτο στερρὰ καὶ ἀντιτύπης, σαρκί τε καὶ ὀστέοις διειλημμένη. Οὐκοῦν ταῦτα πάντοτε ἦν καὶ οὐδὲ μία πρὸς τὸ ταπεινὸν αὐτῷ γέγονε κάθοδος, ἀλλὰ τὸ λανθάνον, θεῖον κατὰ φύσιν ὂν, τοῦτο τῷ τῆς ἐνανθρωπήσεως ἐφανερώθη καιρῷ. Τί τοιοῦτον Ἄρειος, τί δὲ ὁ τούτου χείρων Εὐνόμιος ἐπὶ καθαιρέσει τῆς δόξης τοῦ Μονογενοῦς ἐνενόησεν, οἷον διὰ τῆς τοιαύτης ἡμῖν λογογραφίας ὑπὸ τοῦ Ἀπολιναρίου κατασκευάζεται; Θεὸς ἔνσαρκος πρὸ αἰώνων, ὀστώδης τις καὶ δέρματι, καὶ νεύροις, καὶ σαρκὶ, καὶ πιμελαῖς διειλημμένος, καὶ ἐκ διαφόρων συγκείμενος, καὶ τὸ ἁπλοῦν τε καὶ ἀσύνθετον ἐν ἑαυτῷ μὴ ἔχων, Ὁ Λόγος ὁ ἐν ἀρχῇ ὢν, καὶ πρὸς τὸν Θεὸν ὢν, καὶ Λόγος καὶ Θεὸς ὢν, ὁ ἐπ' ἐσχάτων ἡμερῶν τῇ πρὸς τὸ ταπεινὸν τῆς φύσεως ἡμῶν κοινωνίᾳ σὰρξ ὑπὸ φιλανθρωπίας γενόμενος, διὰ τοῦτο, τῷ ἀνθρώπῳ ἀνακραθεὶς, πᾶσαν ἐν ἑαυτῷ τὴν ἡμετέραν φύσιν δεξάμενος, ἵνα τῇ πρὸς τὸ Θεῖον ἀνακράσει συναποθεωρηθῇ τὸ ἀνθρώπινον, διὰ τῆς ἀπαρχῆς ἐκείνης παντὸς συναγιαζομένου τοῦ τῆς φύσεως ἡμῶν φυράματος.
Yet let these matters also be set aside. However, one might not unreasonably inquire this of those who lay it down as dogma that that divine incarnation is pre-eternal. For if they suppose that the flesh was always about Him, they declare that the flesh is God; yet every flesh offers resistance to the touch; and what offers resistance is material and composite; and what is composite is also dissoluble; by every necessity, then, it follows through these premises that He Himself is constructed to be material, compounded of diverse elements, and naturally awaiting dissolution. For we know, when He sojourned among men in human fashion, out of what elements His body had its composition: that it too consisted of flesh and bones and blood in the likeness of the rest of men, both from the print of the nails, and from the blood poured forth through the spear, and from the Lord's speaking these words to those who disbelieved what appeared: Handle Me, and see, and know that a spirit does not have flesh and bones, just as you behold Me having. If, therefore, the divine incarnation, as Apollinaris says, did not take its beginning from the Virgin, but existed even before Abraham and before all creation, it was assuredly such as it was seen by the disciples: solid and resistant to touch, framed together of flesh and bones. Consequently these things existed always, and not a single descent towards what is lowly took place for Him; rather, what lay hidden, being divine by nature, was manifested at the season of the Incarnation. What such notion did Arius, or Eunomius who is worse than he, devise for the overthrow of the glory of the Only-begotten, such as is established for us by Apollinaris through such treatise-writing? A God enfleshed before the ages, someone bony and bound together with skin, and sinews, and flesh, and fat, and compounded of diverse parts, and not possessing within Himself what is simple and uncompounded: The Word Who was in the beginning, and was with God, and was Word and God, Who in the last days out of love for mankind became flesh through fellowship with the lowliness of our nature, on this account mingled with man and receiving the whole of our nature within Himself, so that by its admixture with the Divine what is human might be contemplated together with Him, while the entire lump of our nature is sanctified together through that first-fruits.
Ἀλλὰ παραδραμεῖν οἶμαι χρῆναι τὴν ἐφ' ἑκάστῳ τῶν εἰς τοῦτο παρατεθέντων αὐτῷ θείων λογίων πεπλανημένην ὑπόληψιν· τὰ γὰρ ἐκ τοῦ προχείρου ὄντα καταφανῆ, περιττὸν ἂν εἴη διεξετάζοντα μη-
Yet I think one ought to pass over his erring conception upon each of the divine oracles cited by him to this end; for where matters are manifest out of hand, it would be superfluous in examining them to-
PG 45:1153Read from the page
κύνειν τὸν λόγον. Εἰς γὰρ μαρτυρίαν τοῦ ἀεὶ αὐτὸν ἐν σαρκί τε καὶ αἵματι εἶναι, τὴν ἀποστολικὴν παρέθετο ῥῆσιν, τὴν λέγουσαν, δι' αὐτοῦ ἡμᾶς εἰληφέναι τὴν ἀπολύτρωσιν, διὰ τοῦ αἵματος αὐτοῦ, τὴν ἄφεσιν τῶν ἁμαρτιῶν, διὰ τῆς σαρκὸς αὐτοῦ. Ὅπερ ὅτι πρὸς ἑτέραν βλέπει διάνοιαν, οὐκ ἂν οἶμαί τινας τῶν νοῦν ἐχόντων ἀμφιβάλλειν. Τίς γὰρ οὐκ οἶδε τὸ θεῖον μυστήριον, ὅτι ὁ ἀρχηγὸς τῆς σωτηρίας ἡμῶν τὸ πεπλανημένον πρόβατον μέτεισιν; Ἡμεῖς δὲ οἱ ἄνθρωποί ἐσμεν ἐκεῖνο τὸ πρόβατον, οἱ τῆς λογικῆς ἑκατοντάδος ἀποβουκοληθέντες διὰ τῆς ἁμαρτίας. Καὶ λαμβάνει ἐπὶ τῶν ἰδίων ὤμων ὅλον τὸ πρόβατον· οὐδὲ γὰρ ἐν μέρει ἦν τοῦ προβάτου ἡ πλάνη, ἀλλ' ἐπειδὴ ὅλον ἀπεφοίτησε, καὶ ὅλον ἐπανάγεται· οὐχ ἡ μὲν δορὰ βαστάζεται, τὸ δὲ ἐντοσθίδιον καταλείπεται, καθὼς Ἀπολινάριος βούλεται. Τοῦτο δὲ ἐν τοῖς ὤμοις τοῦ ποιμένος, τουτέστιν, ἐν τῇ θεότητι τοῦ Κυρίου γενόμενον, ἓν πρὸς ἐκεῖνον διὰ τῆς ἀναλήψεως γίνεται, διὰ τοῦτο θέλων ἐπιζητῆσαι, καὶ σῶσαι τὸ ἀπολωλός. Ἐπειδὴ εὗρε τὸ ζητούμενον, ἀνέλαβεν ἐφ' ἑαυτοῦ τὸ εὑρημένον· οὐ γὰρ ἐπὶ τοῖς ἰδίοις ποσὶ, τοῖς πλανηθεῖσιν ἅπαξ, ἐκινεῖτο τὸ πρόβατον, ἀλλ' ὑπὸ τῆς θεότητος ἐκομίζετο. Διὰ τοῦτο τὸ μὲν φαινόμενον, πρόβατον, τουτέστιν, ἄνθρωπος. Τὰ δὲ ἴχνη αὐτοῦ, κατὰ τὸ γεγραμμένον, οὐκ ἐγινώσκετο. Οὐδὲν γὰρ ἁμαρτίας ἢ πλάνης ἴχνος τῷ ἀνθρωπίνῳ βίῳ ἐνεσημήνατο, ὁ ἐφ' ἑαυτοῦ φέρων τὸ πρόβατον· ἀλλ' οἷα εἰκὸς ἦν Θεοῦ ἴχνη διὰ τῆς τοῦ βίου πορείας ἐντυπωθῆναι, ταῦτα ἐφαίνετο, ἅτινα ἦν διδασκαλίαι, καὶ θεραπεῖαι, καὶ νεκρῶν ζωοποιήσεις, καὶ τὰ ἄλλα θαύματα. Τοῦτο τοίνυν τὸ πρόβατον ἐφ' ἑαυτοῦ λαβὼν ὁ ποιμὴν ἓν πρὸς ἐκεῖνο ἐγένετο· διὰ τοῦτο καὶ τῇ τοῦ προβάτου φωνῇ τοῖς ποιμνίοις λαλεῖ. Πῶς γὰρ ἂν ἐχώρησεν ἀνθρωπίνη ἀσθένεια θείας φωνῆς προσβολήν; Ἀλλ' ἀνθρωπικῶς, ὡς δ' ἄν τις εἴποι προβατικῶς, ἡμῖν διαλέγεται λέγων, Τὰ ἐμὰ πρόβατα τῆς ἐμῆς φωνῆς ἀκούει. Ὁ οὖν ἀναλαβὼν ἐφ' ἑαυτοῦ τὸ πρόβατον ποιμὴν καὶ δι' ἐκείνου ἡμῖν φθεγγόμενος, καὶ πρόβατόν ἐστι καὶ ποιμήν· ἐν μὲν τῷ ἀναληφθέντι, πρόβατον· ἐν δὲ τῷ ἀνειληφότι, ποιμήν.
lengthen the discourse. For in witness of His being always in flesh and blood, he cited the apostolic saying which declares that through Him we have received redemption through His blood, the forgiveness of sins through His flesh. That this looks towards a different meaning, I do not think anyone possessed of sense would doubt. For who does not know the divine mystery, that the Author of our salvation goes in quest of the wandering sheep? And we human beings are that sheep, strayed from the rational hundred through sin. And He takes the whole sheep upon His own shoulders; for the wandering of the sheep was not in part, but since the whole had departed, the whole too is led back: it is not that the hide is carried while the inward parts are left behind, as Apollinaris wishes. And once this sheep has come to be upon the shoulders of the Shepherd—that is, in the Godhead of the Lord—it becomes one with Him through the assumption, Who on this account willed to seek out and save what was lost. When He found what was sought, He took up upon Himself what had been found; for the sheep did not move upon its own feet, which had once gone astray, but was borne along by the Godhead. Therefore what appeared was a sheep—that is, a man. Yet His footsteps, according to what is written, were not known. For He Who carried the sheep upon Himself stamped no trace of sin or wandering upon human life; rather, such footsteps of God as were fitting to be imprinted through the course of life, these appeared—namely teachings, and healings, and raisings of the dead to life, and the other wonders. Having taken this sheep upon Himself, then, the Shepherd became one with it; therefore He also speaks to the flocks with the voice of the sheep. For how could human weakness have contained the impact of the divine voice? Rather, in human fashion—or, as one might say, in sheep-like fashion—He converses with us, saying, My sheep hear My voice. The Shepherd, therefore, Who took up the sheep upon Himself and utters speech to us through it, is both sheep and Shepherd: in what was assumed, a sheep; in Him Who has assumed, a Shepherd.
Ἐπεὶ οὖν ἔδει τὸν καλὸν ποιμένα τὴν ψυχὴν αὐτοῦ θεῖναι ὑπὲρ προβάτων, ἵνα διὰ τοῦ ἰδίου θανάτου καταλύσῃ τὸν θάνατον, τότε γίνεται τὸ συναμφότερον ὁ ἀρχηγὸς τῆς σωτηρίας ἡμῶν τῇ ἀνθρωπίνῃ φύσει, καὶ ἱερεὺς, καὶ ἀμνὸς, ἐν τῷ δυναμένῳ δέξασθαι τὴν κοινωνίαν τοῦ πάθους, ἐνεργήσας τὸν θάνατον. Ἐπειδὴ γὰρ οὐδὲν ἕτερόν ἐστιν ὁ θάνατος, εἰ μὴ διάλυσις ψυχῆς τε καὶ σώματος, πρὸς ἀμφότερα ἑαυτὸν ἑνώσας, πρός τε τὴν ψυχὴν, φημὶ, καὶ τὸ σῶμα, οὐθ' ἑτέρου χωρίζεται, Ἀμεταμέλητα
Since, then, the Good Shepherd had to lay down His soul on behalf of the sheep, so that through His own death He might destroy death, at that time the Author of our salvation becomes both at once in His human nature—both priest and lamb—wrought out death in that which was capable of receiving fellowship in passion. For since death is nothing other than the dissolution of soul and body, having united Himself to both—to the soul, I say, and the body—He is severed from neither; for Irrevocable
PG 45:1156Read from the page
γὰρ τοῦ Θεοῦ τὰ χαρίσματα, καθώς φησιν ὁ Ἀπόστολος· ἀλλὰ καὶ τῷ σώματι καὶ τῇ ψυχῇ ἑαυτὸν ἐπιμερίσας, διὰ μὲν τῆς ψυχῆς ἀνοίγει τῷ λῃστῇ τὸν παράδεισον, διὰ δὲ τοῦ σώματος ἵστησι τῆς φθορᾶς τὴν ἐνέργειαν· καὶ τοῦτό ἐστιν ἡ τοῦ θανάτου κατάλυσις, τὸ ἀνενέργητον γενέσθαι τὴν φθορὰν, ἐν τῇ ζωοποιῷ φύσει ἀφανισθεῖσαν· τὸ γὰρ ἐπὶ τούτων γενόμενον κοινὴ τῆς φύσεως ἡμῶν εὐεργεσία καὶ χάρις γίνεται· καὶ οὕτω πάντα τὰ διεστῶτα συνάπτει διὰ τῆς ἀναστάσεως, ὁ ἐν ἀμφοτέροις ὢν, ὁ κατ' ἐξουσίαν τὸ μὲν σῶμα διδοὺς τῇ καρδίᾳ τῆς γῆς, καθὼς γέγραπται, τὴν δὲ ψυχὴν ἀφ' ἑαυτοῦ τιθεὶς, ὡς μὲν πρὸς τὸν Πατέρα φησὶν, ὅτι Ἐν ταῖς χερσί σου παρατίθημι τὸ πνεῦμά μου· ὡς δὲ πρὸς τὸν λῃστὴν, ἐν τῷ παραδείσῳ· ἀληθεύων δι' ἑκατέρων· οὐ γὰρ ἀλλοθί που πιστεύειν χρὴ τὴν θείαν ἐκείνην εἶναι διαγωγὴν, εἴπερ Παράδεισος λέγεται, εἰ μὴ ἐν τῇ πολυχώρῳ τοῦ Πατρὸς παλάμῃ, καθώς φησι καὶ ὁ προφήτης, πρὸς τὴν ἄνω Ἱερουσαλὴμ ἐκ προσώπου Κυρίου τὸν λόγον ποιούμενος, Ἐπὶ τῶν χειρῶν μου ἐζωγράφηκά σου τὰ τείχη, ἐνώπιόν μου εἶ διὰ παντός. Οὕτω τοίνυν καὶ ἐν τῷ θανάτῳ γίνεται, καὶ ὑπὸ τοῦ θανάτου οὐ κυριεύεται. Τὸ μὲν γὰρ σύνθετον μερίζεται· τὸ δὲ ἀσύνθετον λύσιν οὐκ ἐπιδέχεται· ἀλλὰ παραμένει μὲν τῷ μερισμῷ τοῦ συνθέτου ἡ ἀσύνθετος φύσις, καὶ τῆς ψυχῆς τοῦ σώματος ἀποχωρούσης, οὐθ' ἑτέρου χωρίζεται. Τεκμήριον δὲ ἡ ἐνέργεια, καθὼς εἴρηται, ἐπὶ μὲν τοῦ σώματος τὴν ἀφθαρσίαν, ἐπὶ δὲ τῆς ψυχῆς τὴν ἐν παραδείσῳ διαγωγὴν ἐνεργήσασα. Οὐ μὴν συνδιασχίζεται τῷ χωρισμῷ τούτων, ὁ ἁπλοῦς καὶ ἀσύνθετος, ἀλλὰ τὸ ἐναντίον, ἓν ἐργάζεται· τῷ γὰρ καθ' ἑαυτὸν ἀδιαιρέτῳ καὶ τὸ διῃρημένον εἰς ἕνωσιν ἄγει, καὶ τοῦτο ἐνδείκνυται εἰπὼν, ὅτι Ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν. Οὐ γὰρ ὥσπερ Λάζαρος, ἤ τις ἄλλος τῶν ἀναβεβιωκότων, ἀλλοτρίᾳ δυνάμει πρὸς τὸ ζῇν ἐπανάγεται, οὕτως εὐαγὲς καὶ ἐπὶ τῆς τοῦ Κυρίου ἀναστάσεως οἴεσθαι. Ἀλλ' ὁ Μονογενὴς Θεὸς, αὐτὸς ἀνίστησι τὸν ἀνακραθέντα ἄνθρωπον αὐτῷ, καὶ χωρίσας τοῦ σώματος τὴν ψυχὴν, καὶ ἑνώσας πάλιν ἀμφότερα, καὶ οὕτως ἡ κοινὴ γίνεται σωτηρία τῆς φύσεως· ὅθεν καὶ ἀρχηγὸς ζωῆς ὀνομάζεται· ἐν γὰρ τῷ ὑπὲρ ἡμῶν ἀποθανόντι, καὶ ἐγερθέντι, τὸν κόσμον ἑαυτῷ κατήλλαξεν ὁ Μονογενὴς Θεὸς, οἷόν τινας δορυαλώτους, ἡμᾶς διὰ τοῦ συγγενοῦς ἡμῶν αἵματος, πάντας τοὺς κεκοινωνηκότας αὐτῷ τῆς σαρκὸς καὶ τοῦ αἵματος ἐξωνησάμενος, ὡς πρὸς τοῦτο βλέπειν τὴν ἀποστολικὴν ῥῆσιν, ἥ φησιν, ἔχειν ἡμᾶς τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος αὐτοῦ· τὴν ἄφεσιν τῶν ἁμαρτιῶν διὰ τῆς σαρκὸς αὐτοῦ. Οὗτος ὁ ἡμέτερος λόγος, ὃν ἐκ τῶν παρατεθέντων τοῦ Ἀποστόλου ῥημάτων ἐνοήσαμεν, καὶ οὐχ ὡς Ἀπολινάριος ἐκεῖνος. Δοκιμαζέτω δὲ ὁ κρίνειν ἐπεσκεμμένος
are the gifts of God, as the Apostle says; rather, having apportioned Himself both to the body and to the soul, through the soul He opens Paradise to the robber, while through the body He halts the operation of corruption; and this is the destruction of death—that corruption is rendered inoperative, vanishing within the life-giving nature; for what took place in these becomes a common benefit and grace for our nature. And thus He Who exists in both joins together through the resurrection all things that had been sundered—He Who by His own authority gives His body to the heart of the earth, as it is written, and lays down His soul of Himself, on the one hand as He says to the Father, Into Thy hands I commend My spirit, and on the other hand, as to the robber, in Paradise—speaking truth through both; for one ought not to believe that that divine dwelling-place, if indeed it is called Paradise, is anywhere else save in the all-capacious palm of the Father, just as the prophet also says, addressing his speech to the Jerusalem above in the person of the Lord, Upon My hands I have depicted thy walls; thou art before Me continually. Thus, then, He both enters into death and is not mastered by death. For what is composite is parted, whereas what is uncomposite does not admit of dissolution; rather, the uncomposite nature abides present in the parting of the composite, and when the soul withdraws from the body, He is severed from neither. And the proof is His operation, as has been said, which wrought incorruption in the body and sojourning in Paradise in the soul. Yet He Who is simple and uncomposite is by no means cleft asunder along with their separation, but on the contrary works unity; for by His own intrinsic indivisibility He brings even what was divided into union, and He demonstrates this when he says that God raised Him from the dead. For it is not pious to suppose regarding the resurrection of the Lord as with Lazarus or anyone else of those restored to life, who is brought back to living by another's power. Rather, the Only-begotten God Himself raises up the man mingled with Him, both severing the soul from the body and uniting both once more; and thus the common salvation of our nature takes place, whence He is also named the Author of life; for in Him Who died and rose on our behalf the Only-begotten God reconciled the world to Himself, ransoming us, like captives of war, through the blood akin to us—all of us who have shared with Him in flesh and blood—so that the apostolic saying looks towards this, when it says that we have redemption through His blood, the forgiveness of sins through His flesh. This is our account, which we have understood from the cited words of the Apostle, and not as that Apollinaris does. Let him who is practised in judging test
PG 45:1157Read from the page
τὸν εὐσεβέστερον, εἴτε καθὼς ἡμεῖς φαμεν, ἡ δόξα οἰκονομικῶς κατασκηνοῖ ἐν τῇ γῇ ἡμῶν, εἴτε καθὼς ἐκεῖνός φησιν, οὐχὶ ἐπίκτητος ἐπὶ τῇ εὐεργεσίᾳ γίνεται ἡ σὰρξ τῇ θεότητι, ἀλλὰ συνουσιωμένη καὶ σύμφυτος.
the more pious account: whether, as we say, the glory pitches its tent by dispensation in our land, or whether, as that man says, the flesh does not accrue to the Godhead as something acquired for beneficence, but is co-essential and connatural with it.
Εἰ δὲ Ζαχαρίας ὁ προφήτης εἰς τούτων ἕτερον τοῖς αἰνίγμασι φέρεται, οὐδὲν οἶμαι δεῖν ἐξετάζειν τῷ λόγῳ, εἴτε πρὸς τὸν Κύριον, εἴτε πρὸς ἕτερόν τινα βλέπει τὸ νόημα. Λέγει γὰρ, ὅτι Ῥομφαία, ἐξεγέρθητι ἐπὶ νομέα μου, καὶ ἐπὶ ἄνδρα σύμφυλόν μου. Ἡμεῖς μὲν γὰρ ἀπειλητικῶς οἰόμεθα κατὰ τῶν τῇ ἀδικίᾳ πρὸς τὸ ὁμόφυλον κεχρημένων κινεῖν τὴν ῥομφαίαν τὸν λόγον· Ἀπολινάριος δέ φησι κατὰ τοῦ Κυρίου τὴν ῥομφαίαν ἐγείρειν διὰ τὴν τοῦ νομέως προσηγορίαν, οὐκ εἰδὼς ὅτι πολλαχῇ τῆς Γραφῆς τοὺς εἰς ἀρχὴν τεταγμένους, καὶ ποιμένας καὶ νομέας κατονομάζει ὁ λόγος· ὅσα δὲ πάλιν τῆς πρὸς Ἑβραίους ἐπιστολῆς πρὸς τὸν αὐτὸν σκοπὸν ἐπισύρεται, οὕτως ἔκδηλον τὴν ἐν ταῖς κατασκευαῖς ἀτοπίαν ἔχει, ὡς παντὶ συνιδεῖν ῥᾴδιον, καὶ εἰ μικρόν τις μετέχοι φρονήσεως. Ἐπειδὴ γὰρ γέγραπται, ὅτι Ἐπ' ἐσχάτων τῶν ἡμερῶν ἐν Υἱῷ ἐλάλησεν ἡμῖν ὁ Θεὸς, ὁ πολυμερῶς, καὶ πολυτρόπως ἐν τοῖς προφήταις λαλήσας τοῖς πατράσι τὸ πρότερον, ἀπόδειξίς ἐστι, φησὶ, τοῦ, τὸ ἀνθρώπινον τοῦ φανέντος ἡμῖν Θεοῦ προαιώνιον εἶναι· φησὶ γὰρ οὕτω κατὰ τὴν λέξιν, ἐφερμηνεύων δῆθεν τὸν Ἀπόστολον· Ἔστι δὲ ἐν τούτοις καταφανὲς, ὅτι αὐτὸς ὁ ἄνθρωπος, ὁ λαλήσας ἡμῖν τὰ τοῦ Πατρὸς, Θεός ἐστι ποιητὴς τῶν αἰώνων, ἀπαύγασμα δόξης, χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, ἅτε δὴ τῷ ἰδίῳ πνεύματι Θεὸς ὢν, καὶ οὐ Θεὸν ἔχων ἐν ἑαυτῷ ἕτερον παρ' αὐτὸν, αὐτὸς ὁ δι' ἑαυτοῦ, τουτέστι, διὰ τῆς σαρκὸς, καθαρίσας κόσμον ἁμαρτιῶν. Ταῦτά φησιν ὁ Ἀπολινάριος ἐπὶ λέξεως, καὶ οὐδὲν παρ' ἡμῶν ἐν τοῖς εἰρημένοις παραπεποίηται. Εἰ οὖν ἄνθρωπος ὁ λαλήσας ποιητής ἐστι τῶν αἰώνων, καθὼς τῷ λογογράφῳ δοκεῖ, καὶ ἡ σάρξ ἐστι τὸ ἀπαύγασμα, καὶ ἡ τοῦ δούλου μορφὴ χαρακτηρίζει τοῦ Θεοῦ τὴν ὑπόστασιν, οὐκέτι μοι δοκεῖ καλῶς ἔχειν μάχεσθαι πρὸς τὸ εἰρημένον, θρηνεῖν δὲ μᾶλλον τῆς ἀναισθησίας, τοὺς τὴν τοιαύτην παραδεχομένους καινοφωνίαν. Ἄνθρωπος ὁ λαλήσας ἡμῖν ἀνθρωπικῶς διὰ τῆς ἡμετέρας φωνῆς, ὁ πτύσας τῷ στόματι, καὶ τῇ χειρὶ πηλουργήσας, ὁ ἐμβαλὼν τοὺς δακτύλους ἐν ταῖς τῶν κωφῶν ἀκοαῖς, καὶ τῶν ἀῤῥωστούντων τε καὶ τεθνεώτων ἁπτόμενος, καὶ ὕπνῳ καὶ καθέδρᾳ ἀναπαύων τὸν κόπον, καὶ δακρύων, καὶ ἀδημονῶν, καὶ λυπούμενος, καὶ πείνας αἴσθησιν ἔχων, καὶ τροφὴν προσιέμενος, καὶ ὕδωρ αἰτῶν· οὗτος κατ' αὐτὸ τὸ σαρκῶδές τε καὶ ἀνθρώπινον, τῆς τῶν ὄντων προεπινοεῖται συστάσεως, καὶ Θεὸς ἡ σαρκὸς φύσις λέγεται ἡ σύνθετος, καὶ στερρὰ καὶ ἀντίτυπος; Ἐπιφραξάσθω πᾶσα τῶν εὐσεβῶν
Whether Zechariah the prophet inclines towards the other of these views in his riddles, I think there is no need at all to examine in our argument—whether the meaning looks towards the Lord or towards someone else. For he says, O sword, awake against My shepherd, and against the man who is My fellow-tribesman. Now we, for our part, suppose that the word brandishes the sword by way of threat against those who practise injustice towards their own countrymen; Apollinaris, however, says that it rouses the sword against the Lord on account of the title of herdsman, not knowing that in many places of Scripture the word names those appointed to rule both shepherds and herdsmen. And all that he drags in once more from the Epistle to the Hebrews towards the same aim contains such glaring absurdity in its constructions that it is easy for anyone to perceive, even if one partakes of but little good sense. For since it is written that In the last of these days God has spoken to us in a Son, He Who of old spoke in many portions and in many ways to the fathers in the prophets, this, says he, is a demonstration that what is human in the God Who appeared to us is pre-eternal; for he speaks thus word for word, purporting forsooth to expound the Apostle: And in these words it is manifest that the man himself who spoke to us the things of the Father is God, the Maker of the ages, the radiance of glory, the express imprint of His substance, inasmuch as he is God by his own spirit, and does not have in himself another God besides himself—he himself who through himself, that is, through his flesh, clensed the world of sins. Apollinaris says these things verbatim, and nothing in what has been stated has been tampered with by us. If, then, a man who spoke is Maker of the ages, as seems good to the treatise-writer, and the flesh is the radiance, and the form of the servant stamps the imprint of the substance of God, it no longer seems fitting to me to contend against what has been said, but rather to bewail for their insensibility those who welcome such novel jargon. A man who spoke to us in human fashion through our voice, who spat with his mouth and kneaded clay with his hand, who thrust his fingers into the ears of the deaf, who touched both the sick and the dead, who rested his weariness with sleep and sitting, who wept, and was distressed, and grieved, and felt the sensation of hunger, and partook of food, and asked for water—is this man, in respect of the very thing that is fleshly and human, conceived prior to the constitution of existing things, and is the nature of flesh—which is composite, and solid, and resistant to touch—called God? Let every pious