νομένου παντὸς ἔξω καταλειφθέντος, μόνον ὑπολείπεται τῇ θεωρίᾳ τῆς ψυχῆς τὸ ἀόρατόν τε καὶ ἀκατάληπτον, ἐν ᾧ ἐστιν ὁ Θεὸς, καθώς φησι περὶ τοῦ νομοθέτου ὁ λόγος· ὅτι Εισῆλθε δὲ Μωϋσῆς εις τὸν γνόφον οὗ ἦν ὁ Θεός.
hended has been left outside, there remains to the contemplation of the soul only the invisible and incomprehensible, wherein God is, just as the word says concerning the lawgiver: And Moses entered into the thick darkness where God was.
Τούτων δὲ ἡμῖν οὕτω θεωρηθέντων, σκεπτέον ἂν εἴη καὶ τῶν προκειμένων ἡμῖν ῥητῶν τὴν πρὸς τὰ εἰρημένα συγγένειαν. Ἦν ὅτε μέλαινα ἦν ἡ νύμφη, τοῖς ἀφωτίστοις δόγμασιν ἐσκοτισμένη, παραβλέψαντος αὐτὴν τοῦ ἡλίου, τοῦ διὰ τῶν πειρασμῶν τὴν ἄῤῥιζον ἐπὶ τῶν πετρῶν σπορὰν ἐπικαίοντος· ὅτε τῶν ἐν αὐτῇ μαχησαμένων ἡττηθεῖσα, τὸν ἀμπελῶνα τὸν ἑαυτῆς οὐκ ἐφύλαξεν· ὅτι ἑαυτὴν ἀγνοήσασα τὰς τῶν ἐρίφων ἀγέλας ἀντὶ τῶν προβάτων ἐποίμανεν. Ἀλλ' ἐπειδὴ τῆς πρὸς τὸ κακὸν συμφυῖας ἑαυτὴν ἀποστήσασα, διὰ τοῦ μυστικοῦ ἐκείνου φιλήματος τῇ πηγῇ τοῦ φωτὸς προσαγαγεῖν τὸ στόμα ἐπόθησε, τότε καλὴ γίνεται, τῷ φωτὶ τῆς ἀληθείας περιλαμφθεῖσα, καὶ τὸ μέλαν τῆς ἀγνοίας ἀποκλυσαμένη τῷ ὕδατι. Εἶτα ἵππῳ ὁμοιοῦται διὰ τὸ εὔδρομον, καὶ τῇ περιστερᾷ διὰ τὸ τάχος τῆς διανοίας. Δι' ὧν πᾶν τὸ καταλαμβανόμενόν τε καὶ φαινόμενον ὡς ἵππος διαδραμοῦσα, καὶ ὡς περιστερὰ διαπτᾶσα, πρότερον μὲν τῇ σκιᾷ τοῦ μήλου μετὰ ἐπιθυμίας ἐπαναπαύεται, μῆλον ἀντὶ νεφέλης τὸ ἐπισκιάζον κατονομάζουσα· νῦν δὲ ἤδη ὑπὸ τῆς θείας νυκτὸς περιέχεται, καθ' ἣν ὁ νυμφίος παραγίνεται μὲν, οὐ φαίνεται δέ. Πῶς γὰρ ἐν νυκτὶ φανείη τὸ μὴ ὁρώμενον ; ἀλλ' αἴσθησιν μέν τινα δίδωσι τῇ ψυχῇ τῆς παρουσίας, ἐκφεύγει δὲ τὴν ἐναργῆ κατανόησιν τῷ ἀοράτῳ τῆς φύσεως ἐγκρυπτόμενος. Τίς τοίνυν ἐστὶν ἡ γινομένη τῇ ψυχῇ διὰ τῆς νυκτὸς ταύτης μυσταγωγία ; Ἅπτεται τῆς θύρας ὁ Λόγος. Θύραν δὲ νοοῦμεν τὴν στοχαστικὴν τῶν ἀῤῥήτων διάνοιαν, δι' ἧς εισοικίζεται τὸ ζητούμενον. Ἔξω τοίνυν ἑστῶσα τῆς φύσεως ἡμῶν ἡ ἀλήθεια διὰ τῆς ἐκ μέρους γνώσεως, καθώς φησιν ὁ Ἀπόστολος, ἐν ὑπονοίαις τισὶ καὶ αἰνίγμασι θυροκρουστεῖ τὴν διάνοιαν, Ἄνοιξον λέγουσα· καὶ μετὰ προτροπῆς ὑποτιθεμένη τὸν τρόπον, ὅπως ἀνοιγῆναι προσήκει τὴν θύραν, οἷόν τινας κλεῖς ὀρέγουσα, τὰ καλὰ ταῦτα ὀνόματα, δι' ὧν τὸ κεκλεισμένον ἀνοίγεται. Κλεῖδες γάρ εἰσιν ἄντικρυς αἱ τῶν ὀνομάτων τούτων ἐμφάσεις, αἱ τὰ κρυπτὰ διανοίγουσαι, ἀδελφὴ καὶ πλησίον καὶ περιστερὰ καὶ τελεία. Εἰ γὰρ βούλει σοι, φησὶν, ἀνοιγῆναι τὴν θύραν, καὶ ἐπαρθῆναι τῆς ψυχῆς σου τὰς πύλας, ἵνα εἰσέλθῃ ὁ βασιλεὺς τῆς δόξης, χρή σε ἀδελφήν μου γενέσθαι, ἐν τῷ τὰ θελήματά μου τῇ ψυχῇ παραδέξασθαι, καθὼς ἐν τῷ Εὐαγγελίῳ φησὶν ἀδελφὸν αὐτοῦ καὶ ἀδελφὴν γίνεσθαι τὸν ἐν τοῖς θελήμασιν αὐτοῦ ζῶντα. Χρὴ δέ σε καὶ προσεγγίσαι τῇ ἀληθείᾳ, καὶ πλησίον γενέσθαι, ὥστε μηδενὶ μέσῳ διατειχίζεσθαι, καὶ ἐν τῇ φύσει τῆς περιστερᾶς ἔχειν τὸ τέλειον· τοῦτο δέ ἐστι τὸ ἀνελλιπῆ καὶ πεπληρωμένην εἶναι πάσης ἀκακίας καὶ καθαρότητος. Ταῦτα λαβοῦσα, ὦ ψυχὴ, οἷόν τινας κλεῖς τὰ ὀνόματα, ἄνοιξον δι' αὐτῶν τῇ ἀληθείᾳ τὴν εἴσοδον, ἀδελφὴ γενομένη καὶ πλησίον καὶ περιστερὰ καὶ τελεὶα. Ἔσται δέ σου
Now that these things have been thus contemplated by us, we ought also to examine the kinship of the words set before us with what has been said. There was a time when the bride was black, darkened by unilluminated doctrines, after the sun—which through temptations scorches the rootless seed upon the rocks—had looked askance upon her; when, worsted by those who warred within her, she did not keep her own vineyard, because in ignorance of herself she tended the flocks of kids instead of the sheep. Yet once she had withdrawn herself from her congenital cleaving to evil and longed through that mystical kiss to bring her mouth to the fountain of light, then she becomes fair, illumined on every side by the light of truth and having washed away in the water the blackness of ignorance. Next she is likened to a horse on account of swiftness in running, and to the dove on account of the speed of her understanding. Having raced like a horse and flown like a dove through these past everything comprehended and visible, at first she rests with desire beneath the shadow of the apple-tree, naming that which overshadows her an apple-tree instead of a cloud; whereas now she is already encompassed by the divine night, during which the Bridegroom indeed draws near, yet does not appear. For how could what is unseen appear in the night? Rather, He gives the soul a certain perception of His presence, yet eludes clear apprehension, hidden away in the invisibility of His nature. What, then, is the mystical initiation wrought for the soul through this night? The Word touches the door. And by door we understand the conjectural mind that reaches after ineffable things, through which what is sought is brought within. Standing, therefore, outside our nature, Truth—through knowledge in part, as the Apostle says—knocks at the door of the mind in certain intimations and riddles, saying, Open; and with exhortation she suggests the manner in which the door ought to be opened, holding out like keys these fair names through which what is shut is opened. For the meanings of these names—sister, neighbour, dove, and perfect one—are downright keys that open up hidden things. For if you wish, He says, the door to be opened for you, and the gates of your soul to be lifted up so that the King of glory may enter in, you must become My sister by welcoming My wills into your soul, just as in the Gospel He says that he who lives in His wills becomes His brother and sister. And you must also draw near to the truth and become its neighbour, so as to be walled off by nothing intervening, and possess perfection in the nature of the dove—that is, to be lacking in nothing and filled with all guilelessness and purity. Taking these names like keys, O soul, open through them the entrance to the truth, having become sister and neighbour and dove and perfect one. And your