Migne Reading Room

PG 44 · cols. 1008–1017 · Read from the page

On the Song of Songs

On the Song of Songs

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 44:1008Read from the page
τὴν ἁγίαν ὁδὸν, δι' ἧς οἱ μαθηταὶ τρέχειν κελεύονται, μαθὼν παρὰ τοῦ εἰπόντος· Ἐγώ εἰμι ἡ ὁδὸς, ἧς οὐκ ἔστιν ἅψασθαι τὸν μὴ ὑπολυσάμενον τὴν τοῦ νεκροῦ ἀνθρώπου περιβολήν. Ἐπεὶ οὖν ἐν ταύτῃ ἐγένετο τῇ ὁδῷ ἡ νύμφη, ἐν ᾗ τῶν δι' αὐτῆς περιπατούντων ὁ Κύριος νίπτει τοὺς πόδας τῷ ὕδατι, καὶ ἐκμάσσει τῷ λεντίῳ ᾧ διεζώσατο· δύναμις δέ ἐστι καθαρτικὴ τῶν ἁμαρτιῶν τὸ τοῦ Κυρίου διάζωσμα· Ἐνεδύσατο γὰρ, φησὶ, Κύριος δύναμιν, καὶ περιεζώσατο· διὰ τοῦτο καθαρθεῖσα τοὺς πόδας ἐπὶ τῆς ὁδοῦ τῆς βασιλικῆς, ἑαυτὴν φυλάσσει, οὐκ ἐκκλίνουσα εἰς δεξιὰ, ἢ εἰς ἀριστερά· ἵνα μὴ καθ' ἑκάτερον ἔξω τῆς ὁδοῦ παρενεγκοῦσα τὸ ἴχνος, μολύνῃ τῷ πηλῷ τὸν πόδα. Νοεῖς δὲ πάντως τὸ διὰ τῶν εἰρημένων δηλούμενον, ὅτι ἡ ἅπαξ διὰ τοῦ βαπτίσματος ὑπολυσαμένη τὰ ὑποδήματα· ἴδιον γὰρ τοῦ βαπτίζοντος ἔργον τὸ λύειν τοὺς ἱμάντας τῶν ὑποδημάτων, καθὼς Ἰωάννης διεμαρτύρατο, μὴ δύνασθαι τοῦτο ἐπὶ μόνου τοῦ Κυρίου ποιῆσαι· πῶς γὰρ ἂν ἔλυσε τῷ μηδὲ τὴν ἀρχὴν τῷ ἱμάντι τῆς ἁμαρτίας ἐνδεδεμένῳ; Αὕτη τοὺς πόδας ἐνίψατο, πάντα γήϊνον ῥύπον συναποβαλοῦσα τοῖς ὑποδήμασι· φυλάσσει τοίνυν ἐπὶ τῆς πεπλακωμένης ὁδοῦ τὴν βάσιν ἀμόλυντον, ὡς καὶ ὁ Δαβὶδ ἐποίησεν, ὅτε τοῦ πηλοῦ τὴν ὕλην ἀπολυσάμενος ἐπὶ τῆς πέτρας ἔστησε τοὺς ἑαυτοῦ πόδας, οὕτως εἰπὼν τῷ λόγῳ· ὅτι Ἀνήγειρέ με ἐκ λάκκου ταλαιπωρίας, καὶ ἀπὸ πηλοῦ ἰλύος, καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατεύθυνε τὰ διαβήματά μου. Πέτραν δὲ νοοῦμεν τὸν Κύριον, ὅς ἐστι φῶς, καὶ ἀλήθεια, καὶ ἀφθαρσία, καὶ δικαιοσύνη, δι' ὧν ἡ πνευματικὴ ὁδὸς διαπλακοῦται. Ὧν ὁ μὴ παρατραπεὶς καθ' ἑκάτερον, διασώζει τὸ ἴχνος, οὐδαμόθεν τῷ πηλῷ τῆς ἡδονῆς μολυνόμενον. Ταῦτά ἐστι, κατά γε τὸν ἐμὸν λόγον, δι' ὧν ἡ θύρα τῷ Λόγῳ παρὰ τῆς νύμφης ἀνοίγεται. Ἡ γὰρ ὁμολογία τοῦ μηκέτι ἀναλαβεῖν τὸν ἀποβληθέντα πηλὸν, μηδὲ τῇ πορείᾳ τοῦ βίου τὸν γεώδη μολυσμὸν παραδέξασθαι, εἴσοδος γίνεται τοῦ ἁγιασμοῦ ἐπὶ τὴν οὕτω παρεσκευασμένην ψυχήν. Ἁγιασμὸς δὲ ὁ Κύριος. Καὶ τοῦτο μὲν τῶν εἰρημένων ἐπεοαιώθη τὸ νόημα.
the holy way, along which the disciples are commanded to run, having learned from Him Who said: I am the way (John 14:6), which it is not lawful for one who has not put off the garment of the dead man to touch. Since, therefore, the bride entered upon this way, wherein the Lord washes with water the feet of those who walk along it, and wipes them with the towel wherewith He girded Himself—and the girdle of the Lord is a power purifying from sins; for The Lord, it says, clothed Himself with strength and girded Himself about (Ps. 92:1)—for this reason, having been cleansed as to her feet upon the royal way, she guards herself, turning aside neither to the right hand nor to the left, lest by carrying her footstep outside the way on either side she defile her foot with mud. Now you assuredly understand what is signified through the things that have been said: namely, that she who once through baptism has loosed her sandals—for it is the proper work of him who baptizes to loose the thongs of the sandals, just as John testified carefully that he could not do this in the case of the Lord alone; for how could he have loosed them for Him Who was never bound at all by the thong of sin?—she washed her feet, casting off every earthly filth together with her sandals; she therefore keeps her step undefiled upon the paved way, even as David also did, when having put off the matter of mud he set his feet upon the rock, speaking thus in his word: He brought me up out of a pit of misery, and from miry clay, and set my feet upon a rock, and directed my steps (Ps. 39:3). And by Rock we understand the Lord, Who is light, and truth, and incorruption, and righteousness, wherewith the spiritual way is paved. Whoever does not turn aside from these to either hand preserves his footstep unstained from any quarter by the mud of pleasure. These are the means, according to my account at least, whereby the door is opened to the Word on the part of the bride. For the confession of no longer taking up again the mud that was cast off, nor admitting earthly defilement in the journey of life, becomes the entrance of sanctification into the soul thus prepared. And the Lord is sanctification. And thus far the meaning of the words spoken has been brought to completion.
Πάλιν δὲ μετὰ τοῦτο τῆς ὑπερκειμένης ἀναβάσεως ἅπτεται ἡ ψυχὴ, οὐκέτι φωνῆς τὴν καρδίαν θυροκρουστούσης, ἀλλ' αὐτῆς τῆς θείας χειρὸς διὰ τῆς ὀπῆς ἐπὶ τὰ ἐντὸς παραδυείσης. Ἀδελφιδός μου γὰρ, φησιν, ἀπέστειλε την χεῖρα αὐτοῦ διὰ τῆς ὀπῆς, καὶ ἡ κοιλία μου ἐθροήθη ἐπ' αὐτόν. Δῆλον δὲ πάντως ἐστὶ τῷ συνετῶς ἐπαΐοντι, ὅσον πλεονάζει τῷ ὕψει τὰ νῦν εἰρημένα παρὰ τὸ πρότερον· Ἄνοιξον λέγων πρὸς τὴν νύμφην ὁ Λόγος, δίδωσιν αὐτῇ διὰ τῆς τῶν θείων ὀνομάτων τοῦ ἀνοῖξαι τὴν δύναμιν. Ὑπακούει τῷ Λόγῳ ἡ νύμφη· γίνεται γὰρ ὅπερ ἤκουσεν, ἀδελφὴ, καὶ πλησίον, καὶ περιστερὰ, καὶ τελεία· ἀποδύεται τὸν δερματικὸν ἐκεῖνον χιτῶνα, καὶ τὸν ῥύπον τῶν ποδῶν ἀπονίπτεται, καὶ οὔτε τὸ εἰδεχθὲς καὶ ῥωγαλέον ἐκεῖνο ἱμάτιον πάλιν ἑαυτῇ περιτίθησιν, οὔτε τῇ γῇ πρὸς τὸ λοιπὸν ἐναπερείδει
Again after this the soul lays hold of the ascent that lies above, no longer with a voice knocking at the door of the heart, but with the divine hand itself slipping in through the aperture towards the parts within. For My kinsman, she says, sent forth his hand through the aperture, and my belly was moved at him (Song 5:4). Now it is altogether plain to one who listens with understanding how much the things now spoken surpass in height what went before: in saying Open to the bride, the Word grants her, through the power of the divine names, the strength to open. The bride obeys the Word; for she becomes the very thing she heard—sister, and neighbour, and dove, and perfect; she puts off that coat of skin, and washes away the filth of her feet, and neither puts on herself again that loathsome and tattered garment, nor rests henceforth upon the earth
Notes, col. 1008

On the reading

Printed ἐπεοαιώθη, for ἐπεραιώθη.

Printed την, for τὴν.

PG 44:1009Read from the page
τὸ ἴχνος· ἤκουσεν οὖν αὐτοῦ τῆς φωνῆς, καὶ τῷ προστάγματι πείθεται. Ἀνοίγει τὴν θύραν, περιελομένη τὸ κάλυμμα τῆς καρδίας· διέσχισε τῆς θύρας, τὸ τῆς σαρκὸς διαπέτασμα, πᾶσα ἠνοίγη τῆς ψυχῆς ἡ πύλη, ἵνα εἰσέλθῃ ὁ Βασιλεὺς τῆς δόξης. Ἀλλ' ἡ τῆς πύλης εὐρυχωρία μικρά τις ἀπεδείχθη τρυμαλιὰ στενὴ καὶ βραχεῖα, δι' ἧς οὐκ αὐτὸς ὁ νυμφίος, ἀλλ' ἡ χεὶρ αὐτοῦ μόγις ἐχώρησεν, ὥστε δι' αὐτῆς ἐπὶ τὸ ἐντὸς γενέσθαι, καὶ ἅψασθαι τῆς ἐπιθυμούσης τὸν νυμφίον ἰδεῖν, ᾧ τοσοῦτον ἐκέρδανε μόνον, ὅσον γνῶναι, ὅτι ἡ χεὶρ ἐκείνη τοῦ ποθουμένου ἐστίν. Οἷα δὲ ἡμῖν ὑποδείκνυται δόγματα, διὰ τῆς ἐν τοῖς εἰρημένοις φιλοσοφίας μάθοιμεν ἂν, εἰ μικρὸν τῷ λόγῳ προσδιατρίψωμεν. Ἡ ἀνθρωπίνη ψυχὴ δύο φύσεων οὖσα μεθόριος, ὧν ἡ μὲν ἀσώματός ἐστι καὶ νοερὰ καὶ ἀκήρατος· ἡ δὲ ἑτέρα σωματικὴ, καὶ ὑλώδης, καὶ ἄλογος. Ἐπειδὰν δὲ τάχιστα τῆς πρὸς τὸν παχύν τε καὶ γεώδη βίον σχέσεως ἐκκαθαρθεῖσα, δι' ἀρετῆς ἀναβλέψῃ πρὸς τὸ συγγενὲς καὶ θειότατον, οὐ παύεται διερευνωμένη καὶ ἀναζητοῦσα τὴν τῶν ὄντων ἀρχήν· τίς ἡ τοῦ κάλλους τῶν ὄντων πηγὴ, πόθεν βρύει ἡ δύναμις, τί τὸ πηγάζον τὴν ἐμφαινομένην τῆς οὐσίας σοφίαν. Πάντας δὲ λογισμοὺς καὶ πᾶσαν ἐρευνητὴν νοημάτων δύναμιν διακινοῦσα καὶ περιεργαζομένη καταλαβεῖν τὸ ζητούμενον, ὅρον ποιεῖται τῆς καταλήψεως τοῦ Θεοῦ τὴν ἐνέργειαν μόνην τὴν μέχρι ἡμῶν κατιοῦσαν, ἧς διὰ τῆς ζωῆς ἡμεῖς αἰσθανόμεθα. Καὶ ὥσπερ τὸ τῷ ὕδατι συναναδιδόμενον ἐκ τῆς γῆς πνεῦμα οὐχ ἵσταται περὶ τὸν πυθμένα τῆς λίμνης, ἀλλὰ πομφόλυξ γενόμενον ἐπὶ τὸ ἄνω πρὸς τὸ συγγενὲς ἀνατρέχει, καὶ ὅταν διέλθῃ τὴν τοῦ ὕδατος ἄκραν ἐπιφάνειαν, καὶ καταμιχθῇ πρὸς τὸν ἀέρα, τότε τῆς ἐπὶ τὰ ἄνω κινήσεως ἵσταται· τοιοῦτόν τι πάσχει καὶ ἡ τὰ θεῖα διερευνωμένη ψυχή· ἐπειδὰν ἐκ τῶν κάτωθεν πρὸς τὴν τῶν ὑπερκειμένων γνῶσιν ἑαυτὴν ἀνατείνῃ, τὰ τῆς ἐνεργείας αὐτοῦ θαύματα καταλαβοῦσα, περαιτέρω προελθεῖν διὰ τῆς πολυπραγμοσύνης οὐ δύναται· ἀλλὰ θαυμάζει καὶ σέβεται τὸν ὅτι ἔστη μόνον δι' ὧν ἐνεργεῖ γινωσκόμενον. Ὁρᾷ τὸ οὐράνιον κάλλος, τὰς τῶν φωστήρων αὐγὰς, τὴν ὀξεῖαν τοῦ πόλου κυκλοφορίαν, τὴν εὔτακτόν τε καὶ ἐναρμόνιον ἐν τοῖς ἄστροις περιφορὰν, τὸν ἐνιαύσιον κύκλον τέσσαρσι καιροῖς εἰς ἑαυτὸν ἀναστρέφοντα· τὴν γῆν συνδιατιθεμένην τῷ περιέχοντι, καὶ τῇ διαφορᾷ τῆς τῶν ὑπερκειμένων κινήσεως τὰς ἰδίας ἐνεργείας συνεξαλλάσσουσαν, τάς τε πολυειδεῖς ἐν τοῖς ζώοις φύσεις, τῶν τε καθ' ὑδάτων διαιτωμένων, καὶ τῶν τὴν ἀέριον ἀπολαχόντων φορὰν, καὶ αἷς χερσαῖος ὁ βίος· τάς τε παντοδαπὰς τῶν φυτῶν ἰδέας, καὶ τὰς ποικίλας πόας, ποιότητι, καὶ δυνάμει, καὶ σχήματι ἀλλήλων διαφερούσας, καὶ τὰς τῶν καρπῶν τε καὶ χυμῶν ἰδιότητας, καὶ τὰ ἄλλα, δι' ὧν ἡ ἐνέργεια τοῦ Θεοῦ διαδείκνυται, βλέπουσα ἡ ψυχὴ, διὰ τοῦ θαύματος τῶν φαινομένων ἀναλογίζεται τῇ διανοίᾳ τὸν διὰ τῶν ἔργων νοούμενον ὅτι ἔστιν. Ἴσως δὲ κατὰ τὸν αἰῶνα τὸν μέλλοντα, ὅταν παρέλθῃ πᾶν τὸ ὁρώμενον, κατὰ τὴν τοῦ Κυρίου φωνὴν, ὅς φησιν· Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται· τὰ δὲ ῥήματά μου οὐ μὴ παρελεύσονται, καὶ εἰς ἐκείνην μετέλθωμεν τὴν ζωὴν,
her footstep; she heard His voice, therefore, and yields obedience to His command. She opens the door, having stripped away the veil of her heart; she rent the curtain of the door, that of the flesh, and the whole gate of the soul was opened, that the King of glory might enter in (Ps. 23:7). Yet the breadth of the gate proved to be a tiny, narrow, and short crevice, through which not the bridegroom Himself, but His hand barely passed, so as through it to come within and touch her who desired to behold the bridegroom, whereby she gained only thus much: to know that that hand belongs to Him Whom she longs for. And what doctrines are indicated to us through the philosophy contained in the words spoken, we might learn if we dwell briefly upon the saying. The human soul stands on the borderland of two natures, of which the one is incorporeal and intellectual and undefiled, while the other is bodily and material and irrational. Now as soon as it is cleansed from its attachment to the gross and earthy life, and looks up through virtue towards what is akin to it and most divine, it does not cease searching out and seeking the first principle of beings: what is the fountain of the beauty of beings, whence wells up the power, what it is that pours forth the wisdom manifested in essence. Yet stirring up all its reasonings and every investigative faculty of thoughts, and busying itself to grasp what is sought, it sets as the boundary of its comprehension of God solely the activity that descends as far as us, which we perceive through our life. And just as air rising up with water out of the earth does not remain around the bottom of the pool, but becoming a bubble runs upward towards what is akin to it, and when it passes through the topmost surface of the water and mingles with the air, then ceases from its upward motion—some such thing also happens to the soul that searches into divine things: once it stretches itself upward from things below towards the knowledge of things that lie above, having grasped the wonders of His activity, it cannot advance any further through inquisitive prying, but marvels at and reveres Him Who is known solely as existing through the things whereby He operates. Beholding the heavenly beauty, the rays of the luminaries, the swift revolution of the pole, the well-ordered and harmonious circuit among the stars, the yearly cycle returning upon itself in four seasons; the earth disposed in harmony with its surroundings, and altering its own activities along with the variation in the motion of the bodies above; the manifold natures among living creatures—both those that dwell beneath the waters, and those allotted motion through the air, and those whose life is on dry land—and the varied forms of plants, and the diverse herbs differing from one another in quality and potency and shape, and the distinctive properties of fruits and juices, and the rest whereby the activity of God is displayed, the soul, through wonder at the phenomena, reckons in thought Him Who is understood through His works to exist. Yet perhaps in the age to come, when all that is seen passes away, according to the voice of the Lord, Who says: Heaven and earth shall pass away, but My words shall by no means pass away (Matt. 24:35), and we pass over into that life,
Notes, col. 1009

On the reading

Printed ἔστη, for ἔστι.

PG 44:1012Read from the page
ἣ ὑπὲρ ὀφθαλμόν τέ ἐστι καὶ ἀκοὴν καὶ διάνοιαν· τότε οὐκέτι ἐκ μέρους διὰ τῶν ἔργων ἐπιγνωσόμεθα τὴν τοῦ ἀγαθοῦ φύσιν, ὥσπερ καὶ νῦν· οὐδὲ διὰ τῆς τῶν φαινομένων ἐνεργείας τὸ ὑπερκείμενον νοηθήσεται· ἀλλ' ἑτέρως καταληφθήσεται πάντως τὸ εἶδος τῆς ἀφράστου μακαριότητος, καὶ ἄλλος τρόπος τῆς ἀπολαύσεως, ὃς νῦν ἐπὶ καρδίαν ἀνθρώπου ἀναβαίνειν φύσιν οὐκ ἔχει. Τέως δὲ νῦν ὅρος τῇ ψυχῇ τῆς τοῦ ἀφράστου γνώσεώς ἐστιν ἡ ἐμφαινομένη τοῖς οὖσιν ἐνέργεια, ἣν χεῖρα λέγεσθαι τροπικῶς ἐνοήσαμεν. Τοῦτο τοίνυν ἡμῖν τὸ δόγμα διὰ τῶν θείων τούτων λογίων πεφιλοσόφηται, δι' ὧν ἡ καθαρὰ ψυχὴ, καὶ οὐκέτι τοῦ γηΐνου τε καὶ ὑλικοῦ βίου ἐπιβατεύουσα, ἵνα μὴ μολύνῃ ἑαυτῆς τὸ ἴχνος τοῖς κάτω ἐνερειδομένη, προσδοκήσασα αὐτὸν ὑποδέξασθαι τὸν νυμφίον, ὅλον ἐν τῷ οἴκῳ γενόμενον· ἠγάπησε μόνον τέως ἐν ὀπῇ τὴν χεῖρα θεάσασθαι, δι' ἧς ἑρμηνεύεται ἡ ἐνεργητικὴ αὐτοῦ δύναμις. Ἀδελφιδός μου, φησὶν, ἀπέστειλε τὴν χεῖρα ὰυτοῦ διὰ τῆς ὀπῆς. Οὐ γὰρ χωρεῖ ἡ ἀνθρωπίνη δύναμις τὴν ἀόριστόν τε καὶ ἀπερὶληπτον φύσιν ἐν ἑαυτῇ δέξασθαι. Ἡ δὲ κοιλία μου, φησὶν, ἐθροήθη ἐπ' αὐτόν. Ἔκπληξίν τινα καὶ ξενισμὸν σημαίνει ἐπὶ τῷ φανέντι θαύματι τὸ τῆς θροήσεως ὄνομα. Πᾶσα γὰρ αὐτῆς ἡ διανοητικὴ δύναμις συνεκινήθη πρὸς τὸ θαῦμα τῶν διὰ τῆς θείας χειρὸς ἐνεργουμένων· ὧν ἡ κατανόησις ὑπερκειμένη τὸ ἀκατάληπτόν τε καὶ ἀχώρητον τῆς τοῦ ἐνεργοῦντος φύσεως δι' ἑαυτῆς ἑρμηνεύει. Πᾶσα γὰρ ἡ τῶν ὄντων κτίσις τῆς χειρὸς ἐκείνης τῆς διὰ τῆς ὀπῆς ἡμῖν φανερωθείσης ἔργον ἐστὶν, ὡς ὁ Ἰωάννης βοᾷ λέγων, καὶ ὁ προφήτης τῷ Εὐαγγελίῳ συμφθέγγεται. Ὁ μὲν γάρ φησιν· ὅτι Πάντα δι' αὐτοῦ ἐγένετο· ὁ δὲ προφήτης χεῖρα ὀνομάζει τὴν ποιητικὴν τῶν ὄντων δύναμιν, εἰπών· Ἡ χείρ μου ἐποίησε ταῦτα πάντα. Εἰ οὖν τὰ τῆς ἐνεργείας ἐκείνης ἔργα, τά τε ἄλλα πάντα, καὶ τὰ οὐράνια κάλλη, οὔπω δὲ κατείληφεν ἡ ζητητικὴ τοῦ ἀνθρώπου διάνοια, τί κατ' οὐσίαν ὁ ἄνθρωπός ἐστιν, ἢ ὁ ἥλιος, ἢ ἄλλο τι τὼν φαινομένων ἐν τῇ κτίσει θαυμάτων· τούτου χάριν θροεῖται πρὸς τὴν θείαν ἐνέργειαν ἡ καρδία· ὅτι εἰ ταῦτα καταλαβεῖν οὐ χωρεῖ, πῶς τὴν ὑπερκειμένην τούτων καταλήψεται φύσιν; Τάχα δέ τις καὶ ἄλλως μεταλαβὼν τὰ τῶν εἰρημένων αἰνίγματα, οὐκ ἔξω τοῦ εἰκότος προσάξει τὴν θεωρίαν.
which is beyond eye and ear and thought; then we shall no longer know the nature of the good in part through His works, even as now (1 Cor. 13:12), nor shall that which lies above be conceived through the activity of the things that appear; rather, the form of ineffable blessedness will altogether be grasped otherwise, and there will be another mode of enjoyment, whose nature it is not now to enter into the heart of man. Meanwhile, however, the boundary set for the soul in its ineffable knowledge is the activity manifested in beings, which we understood figuratively to be called a hand. This doctrine, therefore, has been philosophically expounded for us through these divine oracles, whereby the pure soul, no longer treading upon the earthy and material life lest she defile her footstep by resting upon things below, having expected to welcome the bridegroom Himself coming wholly within her house, was content meanwhile merely to behold His hand in the aperture, whereby His operative power is interpreted. My kinsman, she says, sent forth his hand through the aperture (Song 5:4). For human power does not have room to receive within itself the boundless and uncircumscribed nature. And my belly, she says, was moved at him. The word commotion signifies a certain amazement and astonishment at the marvel that appeared. For her entire intellectual faculty was stirred together at the wonder of the things wrought through the divine hand, the contemplation of which, transcending her, by itself interprets the incomprehensibility and uncontainability of the nature of Him Who operates. For the whole creation of beings is the work of that hand manifested to us through the aperture, as John cries aloud saying, and the prophet accords with the Gospel. For the former says: All things were made through Him (John 1:3); while the prophet names the creative power of beings a hand, saying: My hand made all these things (Isa. 66:2). If, therefore, these are the works of that activity—both all other things and the heavenly beauties—and yet the inquiring mind of man has not yet grasped what man is according to essence, or the sun, or any other of the wonders that appear in creation, on this account the heart is moved at the divine activity: because if it has no capacity to grasp these things, how will it grasp the nature that transcends them? Yet perhaps someone taking up the riddles of the words spoken in another way as well will bring forward an interpretation not outside likelihood.
Οἶμαι γὰρ οἶκον νοεῖσθαι τῆς νύμφης πᾶσαν τὴν ἀνθρωπίνην ζωήν· ταύτην δὲ τὴν χεῖρα τὴν τῶν ὄντων ποιητικὴν, ἐνδημήσασαν πρὸς τὸ βραχύ τε καὶ οὐτιδανὸν τοῦ ἀνθρωπίνου βίου ἑαυτὴν συστεῖλαι, διὰ τοῦ μετασχεῖν τῆς φύσεως ἡμῶν κατὰ πάντα, καθ' ὁμοιότητα, χωρὶς ἁμαρτίας. Ἐν ἡμῖν δὲ γενομένην θρόησιν ἐμποιῆσαι καὶ ξενισμὸν ταῖς ψυχαῖς, πῶς ὁ Θεὸς ἐν σαρκὶ φανεροῦται; Πῶς ὁ Λόγος γίνεται σάρξ;
For I think that by the house of the bride is understood the whole of human life, and that this hand creative of beings, having come to sojourn in the brief and paltry span of human life, contracted itself by partaking of our nature in all things according to likeness, apart from sin (Heb. 4:15); and having come to be among us, wrought commotion and astonishment in souls: how is God manifested in the flesh? How does the Word become flesh?
Notes, col. 1012

On the reading

Printed ὰυτοῦ, for αὐτοῦ.

Printed ἀπερὶληπτον, for ἀπερίληπτον.

Printed τὼν, for τῶν.

PG 44:1013Read from the page
Πῶς ἐν παρθενίᾳ τόκος; Πῶς τῷ σκότει τὸ φῶς καταμίγνυται, καὶ τῷ θανάτῳ ἡ ζωὴ κατακιρνᾶται; Πῶς χωρεῖ ἡ βραχεῖα τοῦ βίου τρυμαλιὰ τὴν περιεκτικὴν πάντων τῶν ὄντων χεῖρα ἐν ἑαυτῇ δέξασθαι, ᾗ πᾶς ὁ οὐρανὸς ἐκμετρεῖται, καὶ ἡ γῆ πᾶσα καὶ τὸ ὕδωρ ἅπαν ἐμπεριέχεται; Εἰκὸς τοίνυν τὴν τοῦ Εὐαγγελίου χάριν διὰ τοῦ τῆς χειρὸς αἰνίγματος προφητικῶς ἡμῖν ὑπὸ τῆς νύμφης διασημαίνεσθαι. Ὅτε γὰρ ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη ὁ Κύριος, τὸ καθαρόν τε καὶ ἄϋλον τοῦ νυμφίου κάλλος, καὶ τὴν τοῦ Λόγου θεότητα, καὶ τὴν τοῦ ἀληθινοῦ φωτὸς λαμπηδόνα διὰ τῆς τῶν ἐνεργειῶν χειρὸς ἐγνωρίσαμεν. Χεῖρα γὰρ νοοῦμεν τὴν τῶν θαυμάτων κατεργαστικὴν αὐτοῦ δύναμιν, δι' ἧς ἐζωοποιοῦντο οἱ νεκροὶ, καὶ τῶν τυφλῶν αἱ ὄψεις ἀποκαθίσταντο, καὶ τὸ τῆς λέπρας πάθος ἐφυγαδεύετο, καὶ πᾶν εἶδος ἀνιάτου καὶ χαλεπῆς ἀῤῥωστίας ἀπεχώρει τῶν σωμάτων διὰ προστάγματος. Προτεθείσης δὲ ἡμῖν τῆς διπλῆς ταύτης ἐπὶ τῇ χειρὶ θεωρίας, ὧν ἡ μὲν ὑποτίθεται τὴν θείαν φύσιν ἀκατάληπτον οὖσαν παντελῶς καὶ ἀνείκαστον, διὰ μόνης τῆς ἐνεργείας γινώσκεσθαι· ἡ δὲ τὴν εὐαγγελικὴν χάριν προαναφωνεῖσθαι λέγει διὰ τῶν λόγων ὑπὸ τῆς νύμφης, ἐπὶ τῷ ἀκροατῇ ποιησόμεθα τὴν προσφυεστέραν τε καὶ μᾶλλον τοῖς ὑποκειμένοις ἁρμόζουσαν πρὸ ἑτέρας ἐκλέξασθαι. Πλὴν ὅτιπερ ἂν νομισθῇ ψυχωφελέστερον εἶναι· γένοιτο ἂν ἡμῖν δι' ἑκατέρου τῶν εἰρημένων αὐτάρκης ἡ πρὸς τὸ ἀγαθὸν ὁδηγία. Ἐκ μὲν γὰρ τοῦ γνῶναι, ὅτι τοῦ Θεοῦ τὸ γνωστὸν, κατὰ τὴν Παύλου φωνὴν, ἀπὴ τῆς τοῦ κόσμου κτίσεως νοούμενον καθορᾶται, τῆς περὶ τῶν ἀκαταλήπτων πολυπραγμοσύνης φεισόμεθα· ὡς ἂν μὴ διὰ τοῦ φυσιολογεῖσθαι τὴν ἀνέφικτόν τε καὶ ἀνεκφώνητον φύσιν, ὕλην λάβοι κατὰ τῆς ἀληθείας ἡ αἵρεσις. Εἰ δὲ πρὸς τὸ Εὐαγγέλιον βλέπον τὸ αἴνιγμα τῆς χειρὸς ὑποθώμεθα· καὶ οὕτω βεβαιοτέρα ἡμῖν τῶν μυστικῶν δογμάτων ἡ πίστις γενήσεται, διὰ τῆς προαναφωνήσεως τῶν δογμάτων προσλαβοῦσα τὸ ἀναμφίβολον, ἐν Χριστῷ Ἰησοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.
How is there childbirth in virginity? How is light mingled with darkness, and life blended with death? How does the narrow crevice of human life have room to receive within itself the hand that encompasses all beings, wherewith the whole heaven is measured out, and the whole earth and all the water are enclosed? It is likely, therefore, that the grace of the Gospel is prophetically signified to us by the bride through the riddle of the hand. For when the Lord appeared upon the earth and conversed among men (Bar. 3:38), we recognized the pure and immaterial beauty of the bridegroom, and the deity of the Word, and the radiance of the true light through the hand of His activities. For by hand we understand His power productive of wonders, whereby the dead were quickened, and the sight of the blind was restored, and the affliction of leprosy was driven away, and every form of incurable and grievous sickness departed from bodies by a command. Now since this twofold contemplation upon the hand has been set before us—the one supposing that the divine nature, being altogether incomprehensible and beyond likeness, is known through its activity alone, while the other says that evangelical grace is proclaimed beforehand through these words by the bride—we shall leave it to the hearer to choose before the other whichever is more fitting and better suited to the subjects at hand. Yet whichever may be deemed more profitable to the soul, through either of the things spoken there would come to us a sufficient guidance towards the good. For from knowing that what can be known of God, according to the voice of Paul, is clearly seen, being understood from the creation of the world (Rom. 1:19–20), we shall refrain from inquisitive prying concerning things incomprehensible, lest through physiological speculation upon the unattainable and unutterable nature heresy should seize upon matter against the truth. And if we suppose the riddle of the hand to look towards the Gospel, in this way too our faith in the mystical doctrines will become firmer, gaining freedom from doubt through the prior proclamation of the doctrines, in Christ Jesus, to Whom be glory unto the ages. Amen.
ΟΜΙΛΙΑ ΙΒʹ.
Homily XII.
Ἀνέστην ἐγὼ ἀνοῖξαι τῷ ἀδελφιδῷ μου. Χεῖρές μου ἔσταξαν σμύρναν, δάκτυλοί μου σμύρναν πλήρη. Ἐπὶ χεῖρα τοῦ κλείθρου ἤνοιξα ἐγὼ τῷ ἀδελφιδῷ μου. Ἀδελφιδός μου παρῆλθεν· ἡ ψυχή μου ἐξῆλθεν ἐν λόγῳ αὐτοῦ. Ἐζήτησα αὐτὸν, καὶ οὐχ εὗρον αὐτόν· ἐκάλεσα αὐτὸν, καὶ οὐχ ὑπήκουσέ μου. Εὕροσάν με οἱ φύλακες οἱ κυκλοῦντες ἐν τῇ πόλει· ἐπάταξάν με, ἐτραυμάτισάν με, ἦραν τὸ θέριστρον ἀπ' ἐμοῦ οἱ φύλακες τῶν τειχέων.
I rose up to open to my kinsman; my hands dropped myrrh, my fingers full myrrh. Upon the handle of the bolt I opened to my kinsman; my kinsman had passed by: my soul went forth at his word. I sought him, and did not find him; I called him, and he did not hearken to me. The watchmen who go their rounds in the city found me; they struck me, they wounded me, the watchmen of the walls took away my veil from me (Song 5:5–7).
Οἱ τὴν διαπόντιον ἀποδημίαν κατ' ἐλπίδα πλούτου στελλόμενοι, ὅταν ἤδη τὴν ὁλκάδα τοῦ λιμένος ἀποσαλεύσωσι, καὶ πρὸς τὸ πέλαγος στρέψῃ διὰ τῶν πηδαλίων τὴν πρώραν ὁ τῶν οἰάκων ὑπερκαθήμενος,
Those who set out upon a voyage across the sea in hope of wealth, once they have unmoored their merchant vessel from the harbour and he who sits above the helm turns the prow towards the open sea by means of the rudders,
Notes, col. 1013

On the reading

Printed ἀπὴ, for ἀπὸ.

PG 44:1016Read from the page
εὐχὴν ποιοῦνται τῆς ναυτιλίας προοίμιον, Θεὸν γίνεσθαι καθηγέμονά φασι τῆς εὐπλοίας αἰτούμενοι. Τὸ δὲ κεφάλαιόν ἐστιν αὐτοῖς τῆς εὐχῆς πνεῦμα προσηνές τε καὶ πλόϊμον ἐμπεσεῖν τῷ ἱστίῳ πρὸς τὸν σκοπὸν τοῦ κυβερνήτου κατὰ πρύμναν ἱσταμένου· οὗ καταθυμίως αὐτοῖς ἐπιπνέοντος, ἡδεῖα μὲν ἡ θάλασσα γίνεται, τοῖς ἠρεμαίοις κύμασι γλαφυρῶς ἐπιφρίσσουσα· ἄλυπα δὲ τοῦ πελάγους τὰ πλάτη δι' εὐκολίας τῆς νηὸς ἐφιπταμένης, καὶ ἀπολισθαινούσης τοῖς ὕδασι· πρὸ ὀφθαλμῶν δὲ ὁ πλοῦτος ὁ διὰ τῆς ἐμπορίας αὐτῆς ἐλπιζόμενος ἤδη, τῆς εὐπλοίας ἐγνωμένης καὶ πρὸ τῆς πείρας. Δῆλον πάντως ἐστὶ τοῖς εὐμαθεστέροις τῶν ἀκροατῶν τὸ τῷ σκοπῷ τοῦ προοιμίου προκείμενον. Μέγα πρόκειται τῷ λόγῳ τὸ πέλαγος τῆς τῶν θείων ῥητῶν θεωρίας. Πολὺς δὲ διὰ τῆς ναυτιλίας ταύτης ὁ τῆς γνώσεως πλοῦτος ἐλπίζεται· ἡ δὲ ἔμψυχος αὕτη ναῦς Ἐκκλησία, ἐν παντὶ τῷ ἰδίῳ πληρώματι πρὸς τὸν πλοῦτον τῆς ἐξηγήσεως βλέπει μετέωρος. Ἀλλ' οὐ πρότερον ἅπτεται τῶν οἰάκων ὁ κυβερνήτης λόγος, πρὶν ἐκ κοινοῦ γένηται τοῦ πληρώματος τῆς νηὸς ἡ εὐχὴ, ὡς ἐπιπνεῦσαί τε ἡμῖν τὴν τοῦ ἁγίου Πνεύματος δύναμιν, καὶ ἀνακινῆσαι τῶν νοημάτων τὰ κύματα, καὶ δι' αὐτῶν εὐπνοοῦντα προαγαγεῖν δι' εὐθείας τὸν λόγον· ἵν' οὕτω πελάγιοι διὰ τῆς θεωρίας γενόμενοι, τὸν τῆς γνώσεως πλοῦτον ἐμπορευσώμεθα, εἴπερ ἔλθοι διὰ τῶν εὐχῶν ὑμῶν τὸ Πνεῦμα τὸ ἅγιον ἐπὶ τὸν λόγον, καὶ πλήσῃ τὸ ἱστίον.
make prayer the prelude to their voyage, asking, they say, that God become the leader of a fair sailing. And the chief point of their prayer is that a gentle wind fit for sailing may fall upon the sail in keeping with the aim of the steersman standing at the stern; and when this blows upon them to their heart's desire, the sea grows pleasant, rippling gracefully with gentle waves, while the expanses of the deep become painless as the ship flies with ease and glides over the waters; and before their eyes already stands the wealth hoped for from her merchandise, a fair voyage being assured even before trial. What is set before the aim of our prelude is altogether plain to the more attentive among our hearers. Vast is the sea of the contemplation of the divine sayings that lies before our discourse; and great is the wealth of knowledge hoped for through this voyage, while this living ship, the Church, in all her crew looks eagerly on high towards the wealth of the exposition. Yet our discourse, the steersman, does not lay hold of the helm before prayer arises in common from the ship's crew, that the power of the Holy Spirit may breathe upon us, and stir up the waves of thoughts, and bring our discourse forward on a straight course under a fair breeze through them; so that having thus put out to open sea through contemplation, we may traffic in the wealth of knowledge, if indeed through your prayers the Holy Spirit should come upon our discourse and fill the sail.
Ἀρχὴ δὲ γενέσθω τοῦ λόγου τῶν θεοπνεύστων ῥημάτων ἡ μνήμη, ἐπὶ λέξεως ἔχουσα οὕτως· Ἀνέστην ἐγὼ ἀνοῖξαι τῷ ἀδελφιδῷ μου. Χεῖρές μου ἔσταξαν σμύρναν, οἱ δάκτυλοί μου σμύρναν πλήρη. Ὅτι μὲν οὐκ ἔστιν ἐν ἡμῖν ἄλλως γενέσθαι τὸν ζῶντα Λόγον, τὸν καθαρὸν λέγω καὶ ἀσήμαντον νυμφίον, τὸν δι' ἀφθαρσίας καὶ ἁγιότητος ἑαυτῷ τὴν ψυχὴν συνοικίζοντα, εἰ μή τις διὰ τού νεκρῶσαι τὰ μέλη τὰ ἐπὶ τῆς γῆς περιέλοιτο τὸ τῆς σαρκὸς παραπέτασμα, καὶ οὕτως ἀνοίξοι τῷ Λόγῳ τὴν θύραν, δι' ἧς εἰς τὴν ψυχὴν εἰσοικίζεται· δῆλόν ἐστιν οὐ μόνον ἐκ τῶν θείων τοῦ Ἀποστόλου δογμάτων, ἀλλ' ἐκ τῶν νῦν εἰρημένων παρὰ τῆς νύμφης. Ἀνέστην γὰρ, φησὶν, ἀνοῖξαι τῷ ἀδελφιδῷ μου· διὰ τοῦ ποιῆσαι τὰς χεῖράς μου τῆς σμύρνης πηγὰς, ἀφ' ἑαυτῶν ῥεούσας τὸ ἄρωμα, καὶ πλήρωμα τῶν δακτύλων δεῖξαι τὴν σμύρναν. Τὸν γὰρ τρόπον δι' οὗ ἀνοίγεται τῷ νυμφίῳ ἡ θύρα, φησὶ διὰ τῶν εἰρημένων· ὅτι Διὰ τὸ συνταφῆναι αὐτῷ διὰ τοῦ βαπτισμοῦ εἰς τὸν θάνατον ἀνέστην. Οὐ γὰρ ἂν ἐνήργησεν ἡ ἀνάστασις, μὴ προκαθηγησαμένης τῆς ἑκουσίου νεκρότητος. Ἐνδείκνυται δὲ τὸ ἑκούσιον ἡ ἐκ τῶν χειρῶν αὐτῆς ἀποῤῥέουσα τῆς σμύρνης σταγὼν, καὶ τὸ πεπληρῶσθαι τοὺς δακτύλους αὐτῆς τοῦ ἀρώματος τούτου. Οὐ γὰρ ἑτέρωθεν ἐγγενέσθαι τῇ χειρὶ λέγει τὴν σμύρναν. Ἢ γὰρ ἂν ἐνομίσθη διὰ τούτου, περιστατικὸν αὐτῇ καὶ ἀκούσιον συμβῆναι τὸ διὰ τῆς σμύρνης δηλούμενον. Ἀλλ' αὐτάς φησι τὰς χεῖρας (σημαίνει δὲ διὰ τῶν χειρῶν
Now let the beginning of our discourse be the remembrance of the divinely inspired words, which run word for word thus: I rose up to open to my kinsman; my hands dropped myrrh, my fingers full myrrh (Song 5:5). That it is not otherwise possible for the living Word—I mean the pure and unblemished bridegroom, Who unites the soul to Himself in wedlock through incorruption and holiness—to come to be within us, unless by putting to death one's members that are upon the earth (Col. 3:5) one strips away the curtain of the flesh and thus opens to the Word the door whereby He comes to dwell in the soul, is plain not only from the divine doctrines of the Apostle, but also from the words now spoken by the bride. For I rose up, she says, to open to my kinsman, by making my hands fountains of myrrh pouring forth the spice of themselves, and showing myrrh as the fulness of my fingers. For through the words spoken she states the manner whereby the door is opened to the bridegroom: Because I was buried with Him through baptism into death, I rose up (Rom. 6:4). For the resurrection would not have operated had not voluntary mortification led the way beforehand. And what is voluntary is indicated by the drop of myrrh flowing forth from her hands, and by her fingers being filled with this spice. For she does not say that the myrrh came to be in her hand from elsewhere; otherwise it might have been supposed through this that what is signified by the myrrh befell her circumstantially and involuntarily. Rather, she says that the hands themselves (and by hands she signifies
Notes, col. 1016

On the reading

Printed τού, for τοῦ.

PG 44:1017Read from the page
τὰς ἐνεργητικὰς τῆς ψυχῆς κινήσεις) ἀφ' ἑαυτῶν στάξαι τὴν σμύρναν, τὴν οἴκοθεν ἐκ προαιρέσεως τῶν σωματικῶν γινομένην νέκρωσιν· διὰ τούτου σημαίνων τὴν ἐν πᾶσι τοῖς δακτύλοις πεπληρωμένην. Λέγει δὲ τὰ καθ' ἕκαστον εἴδη τὰ διῃρημένως δι' ἀρετῆς σπουδαζόμενα, τῷ τῶν δακτύλων διερμηνεύων ὀνόματι, ὡς εἶναι πάντα τὸν νοῦν τῶν λεγομένων τοιοῦτον· ὅτι Ἔλαβον δύναμιν ἀναστάσεως διὰ τοῦ νεκρῶσαι τὰ μέλη μοῦ τὰ ἐπὶ τῆς γῆς, ἑκουσίως μοι τῆς τῶν μελῶν τῶν τοιούτων ἐνεργηθείσης νεκρώσεως, οὐ παρ' ἄλλου ταῖς χερσὶν ἐντεθείσης τῆς σμύρνης, ἀλλ' ἐκ τῆς ἐμῆς προαιρέσεως ἀποῤῥεούσης· ὡς καὶ πᾶσι τοῖς κατ' ἀρετὴν ἐπιτηδεύμασιν, ἅπερ δακτύλους ὠνόμασεν, ἀνελλιπῆ τὴν τοιαύτην ὁρᾶσθαι διάθεσιν. Ἔστι γὰρ ἐπὶ τῶν τὴν ἀρετὴν μετιόντων ἰδεῖν, ἑνὶ μὲν αὐτούς τινι τεθνεῶτας πάθει, ἐν ἑτέροις δὲ ζῶντας· καθάπερ ὁρῶμέν τινας, νεκροῦντας μὲν ἑαυτοῖς τὸ ἀκόλαστον, ἂν οὕτω τύχοι, τρέφοντας δὲ δι' ἐπιμελείας τὸν τύφον, ἢ ἕτερόν τι πάθος τὸ τὴν ψυχὴν λυμαινόμενον· οἷον τὸ φιλοχρήματον, ἢ τὸ ὀργίλον, ἢ τὸ φιλόχρηστον καὶ φιλόδοξον, ἢ ἄλλο τοιοῦτον· οὗ κακῶς ἐν τῇ ψυχῇ ζῶντος, οὐκ ἔστι πλήρεις τοὺς δακτύλους ἐπιδεῖξαι τῆς σμύρνης. Οὐ γὰρ διὰ πάντων φαίνεται ἐπιτηδευμάτων ἡ τοῦ κακοῦ νέκρωσίς τε καὶ ἀλλοτρίωσις. Πάντων δὲ πληρωθέντων τῶν τοιούτων δακτύλων τῆς νοηθείσης σμύρνης, καὶ ἀνίσταται ἡ ψυχὴ, καὶ ἀνοίγει τῷ νυμφίῳ τὴν εἴσοδον. Διὰ τοῦτο τάχα καὶ ὁ μέγας Παῦλος καλῶς νοήσας τὴν τοῦ Δεσπότου φωνὴν, ᾗ φησιν, ὅτι Οὐκ ἔστι φυῆναι στάχυν, ἐὰν μὴ προδιαλυθῇ τῷ θανάτῳ ὁ κόκκος. Τοῦτο κηρύσσει τῇ Ἐκκλησίᾳ τὸ δόγμα, ὅτι χρὴ θάνατον τῆς ζωῆς καθηγήσασθαι, ὡς οὐκ ἐνδεχόμενον ἄλλως ἐν ἀνθρώπῳ τὴν ζωὴν γενέσθαι, εἰ μὴ διὰ θανάτου λάβοι τὴν πάροδον. Διπλῆς γὰρ ἐν ἡμῖν οὔσης τῆς φύσεως, τῆς μὲν λεπτῆς τε καὶ νοερᾶς καὶ κούφης· τῆς δὲ παχείας καὶ ὑλικῆς καὶ βαρείας· ἀνάγκη πᾶσα ἀσύμβατον πρὸς τὴν ἑτέραν ἐν ἑκατέρᾳ τούτων τὴν ὁρμὴν εἶναι καὶ ἰδιάζουσαν. Τὸ μὲν γὰρ νοερόν τε καὶ κοῦφον οἰκείαν ἔχει τὴν ἐπὶ τὰ ἄνω φοράν· τὸ δὲ βαρὺ καὶ ὑλῶδες, ἀεὶ πρὸς τὸ κάτω ῥέπει καὶ φέρεται. Ἐξ ἐναντίου τοίνυν γινομένης αὐτοῖς φυσικῶς τῆς κινήσεως, οὐκ ἔστιν εὐοδωθῆναι τὸ ἕτερον, μὴ ἀτονήσαντος τοῦ ἄλλου πρὸς τὴν κατὰ φύσιν φοράν· μέση δὲ ἀμφοῖν ἑστῶσα ἡ αὐτεξούσιος ἡμῶν δύναμίς τε καὶ προαίρεσις, δι' ἑαυτῆς ἐμποιεῖ καὶ τόνον τῷ κάμνοντι καὶ ἀτονίαν τῷ κατισχύοντι. Ἐν ᾧ γὰρ γένηται μέρει, τούτῳ δίδωσι κατὰ τοῦ ἄλλου τὰ νικητήρια. Οὕτως ἐν τῷ Εὐαγγελίῳ ἐπαινεῖται μὲν ὁ πιστὸς καὶ φρόνιμος οἰκονόμος· οὗτος γάρ ἐστι, κατά γε τὸν ἐμὸν λόγον, ἡ καλῶς τῶν ἐν ἡμῖν ἐπιστατοῦσα προαίρεσις. Ἐπαινεῖται γὰρ ὅτι τρέφει τὴν οἰκετίαν τοῦ δεσπότου, διὰ τῆς τῶν ἐναντίων νεκρώσεως· ἡ γὰρ ἐκείνων φθορὰ, τροφή τε καὶ εὐεξία τῶν κρειττόνων ἐστί. Κατηγορεῖται δὲ ὁ κακὸς δοῦλος ἐκεῖνος, ὁ διὰ τοῦ τοῖς μεθύουσι συνεῖναι, πληγαῖς αἰκιζόμενος τὴν τοῦ Θεοῦ οἰκετίαν. Πληγὴ γάρ ἐστιν ὡς ἀληθῶς κατὰ τῶν ἀρετῶν, ἡ τῆς κακίας εὐημερία. Οὐκ-
the active motions of the soul) dropped myrrh of themselves, signifying through this the mortification of bodily passions that arises from within out of deliberate choice, fulfilled in all the fingers. And she states the particular forms pursued severally through virtue, interpreting them by the name of fingers, so that the whole sense of what is said is as follows: I received the power of resurrection through putting to death my members that are upon the earth (Col. 3:5), the mortification of such members having been wrought voluntarily by me, with the myrrh not placed in my hands by another, but flowing forth from my own deliberate choice, so that in all pursuits according to virtue—which she named fingers—such a disposition is seen to be unfailing. For in the case of those who pursue virtue, one may see them dead to some one passion, yet alive in others; just as we see certain people putting licentiousness to death in themselves, it may be, yet carefully nourishing pride, or some other passion that ruins the soul, such as love of money, or irascibility, or obsequiousness and vainglory, or something else of the kind; and while this lives wickedly in the soul, it is impossible to show the fingers full of myrrh. For the mortification and estrangement of evil does not appear throughout all pursuits. When, however, all such fingers have been filled with the myrrh thus understood, the soul both rises up and opens the entrance to the bridegroom. Perhaps on this account too the great Paul, having rightly understood the voice of the Master whereby He says that an ear of grain cannot spring up unless the kernel be first dissolved by death (John 12:24; 1 Cor. 15:36), proclaims this doctrine to the Church: that death must precede life, since it is impossible for life otherwise to come to be in man unless it gain passage through death (1 Cor. 15:42 ff.). For since our nature is twofold—the one fine and intellectual and light, the other gross and material and heavy—there is every necessity that the impulse in each of these should be incompatible with the other and distinct. For that which is intellectual and light has an upward motion proper to it, whereas that which is heavy and material ever inclines and is borne downwards. Since, therefore, their motion naturally takes place in opposite directions, the one cannot prosper on its course unless the other grows slack in its natural motion; and our self-governing power and deliberate choice, standing midway between the two, of itself imparts vigour to the one that labours and slackness to the one that prevails. For on whichever side it ranges itself, to that side it grants the prize of victory against the other. Thus in the Gospel the faithful and prudent steward is praised (Luke 12:42); for this, according to my account at least, is deliberate choice rightly presiding over the things within us. For it is praised because it nourishes the household of the master through the mortification of opposites; for the destruction of those things is nourishment and vigour for the better. Conversely, that wicked servant is condemned who, by consorting with drunkards, maltreats the household of God with blows (Matt. 24:49). For the prosperity of wickedness is truly a blow against the virtues. There-