μετὰ νάρδου, καὶ κρόκος, κάλαμος καὶ κιννάμωμεν, καὶ πᾶν εἶδος τοῦ Λιβάνου, καὶ σμύρνα, καὶ ἀλόη, καὶ τὰ πρῶτα μύρα. Ἐπειδὴ τοίνυν κατὰ τὸν ἐν τῷ ψαλμῷ διαμακαρισμὸν τῆς ἀντιλήψεως αὐτῇ παρὰ τοῦ Θεοῦ γινομένης, τὰς καλὰς ταύτας ἀναβάσεις ἐν τῇ καρδίᾳ διέθετο, πάντοτε ἐκ δυνάμεως πορευομένη εἰς δύναμιν, καλῶς ἐπὶ τῆς τελειοτέρας καταστάσεως ῥοῶν παράδεισος αἱ τοῦ στόματος αὐτῆς ἀποστολαὶ ὀνομάζονται. Προσφυῶς δὲ τῷ ὑποκειμένῳ νοήματι ἡ λέξις τῆς ἀποστολῆς ἐφηρμόσθη. Τὸ γὰρ ἀποστελλόμενον ἀπὸ τοῦ πέμποντος εἰς τὸν ὑποδεχόμενον μεταβαίνει. Καὶ τοῦτο ἐκ τῆς συνήθους τοῦ ῥήματος καταχρήσεως ἔστι μαθεῖν, ὡς καὶ τὸ Εὐαγγέλιον λέγει, ὅτι τοὺς μαθητὰς τοὺς πρὸς τὸ κήρυγμα τῆς ἀληθείας ἐκπεμπομένους, Ἀποστόλους ὁ Λόγος ὠνόμασε. Τί οὖν ἐστιν ὃ ἀποστέλλει τὸ στόμα τῆς νύμφης; Δῆλον ὅτι τὸν λόγον τῆς πίστεως, ὃς ἐν τοῖς ὑποδεχομένοις γενόμενος, παράδεισος γίνεται, διὰ τῆς ἀκοῆς ταῖς καρδίαις ἐμφυτευόμενος. Τὸ δὲ κατάφυτον καὶ συνηρεφὲς τοῖς δένδροις ἄλσος, παράδεισον εἴωθε καλεῖν ἡ συνήθεια. Ὡς ἂν οὖν καὶ τὸ γένος μάθοιμεν τῶν φυτῶν, ὅπερ διὰ τοῦ Λόγου ταῖς ψυχαῖς τῶν πεπιστευκότων κηπεύεται, ῥόας ὀνομάζει τὰ δένδρα ἃς φυτηκομεῖ ὁ Λόγος, ὁ παρὰ τοῦ στόματος τῆς νύμφης ἀποστελλόμενος. Ἡ δέ ῥόα δυσεπιχείρητός ἐστι τῷ κλέπτῃ ἀκανθώδεις προβαλλομένη τοὺς ὄρπηκας, καὶ τὸν καρπὸν αὐστηρῷ τινι καὶ πικραίνοντι κατὰ τὴν γεῦσιν τῷ καλύμματι περιέχουσά τε καὶ ὑποτρέφουσα· ὃς κατὰ τὸν ἴδιον καιρὸν μετὰ τὸ πεπανθῆναι, τοῦ ἐλύτρου περιῤῥαγέντος ἔνδοθεν διαφαίνεται, ἡδὺς μὲν τὴν ὄψιν καὶ εὐδιάθετος, μελιειδὴς δὲ τὴν γεῦσιν καὶ ἄλυπος, καὶ καταγλυκαίνων τῷ οἰνοειδεῖ χυμῷ τὰ γευστικὰ αἰσθητήρια. Διὰ τοῦτό μοι δοκεῖ ῥοῶν παράδεισος ἐν ταῖς τῶν ἀκουόντων ψυχαῖς ὁ ἀποστελλόμενος ἐκ τοῦ στόματος τῆς νύμφης λόγος ἐργάζεσθαι, ἵνα διδαχθῶμεν διὰ τῶν λεγομένων, μὴ διά τινος ἐκλύσεως καὶ τρυφῆς κατὰ τὴν παροῦσαν ζωὴν μαλακίζεσθαι, ἀλλὰ τὸν κατεσκληκότα διὰ τῆς ἐγκρατείας αἱρεῖσθαι βίον. Οὕτω γὰρ ἀπρόσιτος γένοιτο τοῖς κλέπταις ὁ τῆς ἀρετῆς καρπὸς, τῇ στυφῇ καὶ τῇ τῆς ἐγκρατείας περιβολῇ πεφραγμένος, καὶ διὰ τῆς σεμνῆς τε καὶ ἀμειδοῦς καταστάσεως, οἷόν τισιν ἀκανθῶν ἀκμαῖς, ἀμύσσων τοὺς ἐπὶ κακῷ προσεγγίζοντας. Ἀλλ' ὅταν ὁ καιρὸς παράσχῃ τῆς ἀπολαύσεως τῶν καρπῶν τὸ ἐνδόσιμον, παγκαρπία τῆς τρυφῆς ἐκ παντὸς γένους τῶν ἀκροδρύων ῥόα γίνεται, οὐκ ἐν βραβύλοις ἢ βαλάνοις, ἤ τισι τοῖς τοιούτοις τῆς τῶν καρπῶν ἀπολαύσεως γινομένης· ἀλλὰ ποικίλη τις καὶ πολυειδὴς ἀρωμάτων φύσις ἐκ τῶν ἀκροδρύων εὑρίσκεται. Κύπρος γάρ ἐστι μετὰ νάρδων ἡ καλὴ συζυγία, τὸ μὲν θερμὸν, τὸ δὲ εὐῶδες. Οὐ γὰρ ἐπαινετὸν ἐφ' ἑαυτοῦ τὸ θερμὸν, ὅταν δυσώδης πύρωσις ἡ θερμάτης ᾖ· ἀλλὰ συμμαρτυρεῖσθαι χρὴ τῷ θερμῷ διὰ τῆς εὐπνοίας τὴν καθαρότητα, ἵνα γένηται τῷ Πνεύματι ζέων, ὁ τῆς ἀηδοῦς θερμάτητος κεκαθαρμενος. Ἐν τούτοις ἔστιν εὑρεῖν τοῖς ἀκροδρύοις, καὶ τὰ ἀλλὰ ἀρώματα, νάρδον, φησὶ, καὶ κρόκον. Ἀλλὰ τῆς μὲν νάρδου τὴν εὔπνοιαν ἐν τοῖς ἄνω μεμαθήκαμεν λόγοις· λοι-
with spikenard, and saffron, sweet cane and cinnamon, and every kind of tree of Lebanon, and myrrh, and aloes, and the chief ointments. Since, then, in accordance with the beatitude in the Psalm, as help comes to her from God, she has disposed these noble ascents in her heart, ever journeying from strength to strength, the sendings forth of her mouth are rightly named in her more perfect state a paradise of pomegranates. And the word sending forth has been aptly fitted to the underlying thought, for what is sent forth passes over from the sender unto the receiver. And this may be learned from the customary usage of the term, just as the Gospel too says that the Word named the disciples sent out for the proclamation of the truth Apostles. What, then, is it that the mouth of the bride sends forth? Plainly the word of faith, which upon coming to be in those who receive it becomes a paradise, implanted through hearing in their hearts. Now common usage is accustomed to call a thickly planted grove shaded over with trees a paradise. That we may learn, therefore, the species as well of the plants which are cultivated through the Word in the souls of believers, He calls pomegranates the trees which the Word sent forth from the mouth of the bride tends. Now the pomegranate is hard for the thief to assail, thrusting forward thorny shoots, and enclosing and nourishing its fruit within a certain astringent rind bitter to the taste; yet in its proper season after ripening, when the husk bursts open, it shines forth from within, pleasant to the sight and comely, honey-like in taste and harmless, sweetening the organs of taste with its wine-like juice. For this reason it seems to me that the word sent forth out of the mouth of the bride fashions a paradise of pomegranates in the souls of its hearers so that we may be taught through what is said not to grow soft in the present life through any laxity and luxury, but through continence to choose the austere life. For thus the fruit of virtue may become unapproachable to thieves, fenced round by an astringent covering and the vesture of continence, and through a grave and unsmiling comportment, as with certain points of thorns, pricking those who draw near for evil. Yet when the season grants the occasion for the enjoyment of the fruits, the pomegranate becomes an all-fruitfulness of delight from every kind of orchard tree—the enjoyment of the fruits not consisting in sloes or acorns or any such things, rather a varied and manifold nature of spices is found coming from the orchard trees. For henna with spikenards is a noble pairing, the one warm and the other fragrant. For warmth is not praiseworthy in itself when the heat is a foul-smelling burning; rather purity must be attested together with warmth through sweet fragrance, so that he who has been cleansed of unpleasant heat may become fervent in the Spirit. Among these orchard fruits one may find the other spices as well—spikenard, He says, and saffron. Now the sweet fragrance of spikenard we have learned in the preceding discourses; and it re-