τὴν ψυχὴν κρείττονα γενομένην πρὸς ἑαυτὸν ἐλθεῖν ἐγκελευσαμένου, ἀδιαστάτως δυναμωθεῖσα τῷ προστάγματι, τοιαύτη γεγένηται, οἵαν ὁ νυμφίος ἐβούλετο, μεταποιηθεῖσα πρὸς τὸ θειότερον, καὶ ἀπὸ τῆς δόξης ἐν ᾗ ἦν, πρὸς τὴν ἀνωτέραν δόξαν μεταμορφωθεῖσα διὰ τῆς ἀγαθῆς ἀλλοιώσεως· ὡς θαῦμα γενέσθαι τῷ περὶ τὸν νυμφίον τῶν ἀγγέλων χορῷ, καὶ πάντας εὐφήμως πρὸς αὐτὴν τὴν θαυμαστικὴν προέσθαι φωνήν· ὅτι Ἐκαρδίωσας ἡμᾶς, ἀδελφὴ ἡμῶν νύμφη. Ὁ γὰρ τῆς ἀπαθείας χαρακτὴρ ὁμοίως ἐπιλάμπων αὐτῇ τε καὶ τοῖς ἀγγέλοις, εἰς τὴν τῶν ἀσωμάτων αὐτὴν ἀνάγει συγγένειάν τε καὶ ἀδελφότητα, τὴν ἐν σαρκὶ τὸ ἀπαθὲς κατορθώσασαν. Διὰ τοῦτό φασι πρὸς αὐτήν· ὅτι Ἐκαρδίωσας ἡμᾶς, ἀδελφὴ ἡμῶν νύμφη. Κυρίως ἑκατέρῳ τῶν ὀνομάτων σεμνυνομένη. Ἀδελφὴ μὲν ἡμετέρα διὰ τὴν τῆς ἀπαθείας συγγένειαν· νύμφη δὲ, διὰ τὴν πρὸς τὸν Λόγον συνάφειαν. Τοῦ δὲ ἐκαρδίωσας τὸ σημαινόμενον τοιοῦτον εἶναι νομίζομεν, οἷόν ἐστι τὸ, Ἐψύχωσας, ὡσεὶ ἔλεγον πρὸς αὐτὴν, ὅτι Καρδίαν ἡμῖν ἐνέθηκας. Σαφηνείας δὲ χάριν, ὡς ἂν γένοιτο μᾶλλον καταφανὲς ἡμῖν τὸ λεγόμενον, τὸν θεῖον Ἀπόστολον πρὸς τὴν τῶν μυστηρίων τούτων ἑρμηνείαν παραληψόμεθα. Φησὶ γάρ που τῶν ἑαυτοῦ λόγων ἐκεῖνος πρὸς Ἐφεσίους γράφων, ὅτε τὴν μεγάλην οἰκονομίαν τῆς διὰ σαρκὸς γεγενημένης θεοφανείας ἡμῖν διηγήσατο· ὅτι οὐ μόνον ἡ ἀνθρωπίνη φύσις ἐπαιδεύθη τὰ θεῖα διὰ τῆς χάριτος ταύτης μυστήρια· ἀλλὰ καὶ ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις ἐγνωρίσθη ἡ πολυποίκιλος σοφία τοῦ Θεοῦ, διὰ τῆς κατὰ Χριστὸν ἐν τοῖς ἀνθρώποις οἰκονομίας φανερωθεῖσα. Ἔχει δὲ ἡ λέξις οὕτως· Ἵνα γνωρισθῇ ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις διὰ τῆς Ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ Θεοῦ, κατὰ πρόθεσιν τῶν αἰώνων, ἣν ἐποίησεν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. Ἐν ᾧ ἔχομεν τὴν παῤῥησίαν καὶ προσαγωγὴν ἐν πεποιθήσει διὰ τῆς πίστεως αὐτοῦ. Τῷ ὄντι γὰρ διὰ τῆς Ἐκκλησίας γνωρίζεται ταῖς ὑπερκοσμίοις δυνάμεσιν ἡ ποικίλη τοῦ Θεοῦ σοφία, ἡ διὰ τῶν ἐναντίων θαυματουργήσασα τὰ μεγάλα θαυμάσια· πῶς γὰρ γέγονε διὰ θανάτου ζωὴ, καὶ δικαιοσύνη διὰ τῆς ἁμαρτίας, καὶ διὰ κατάρας εὐλογία, καὶ δόξα διὰ τῆς ἀτιμίας, καὶ διὰ τῆς ἀσθενείας ἡ δύναμις; Μόνην γὰρ ἐν τοῖς πρὸ τούτου χρόνοις τὴν ἁπλῆν τε καὶ μονοειδῆ ποῦ Θεοῦ σοφίαν αἱ ὑπερκόσμιοι δυνάμεις ἐγίνωσκον, καταλλήλως ἐνεργοῦσαν τῇ φύσει τὰ θαύματα· καὶ ποικίλον ἦν ἐν τοῖς ὁρωμένοις οὐδὲν, ἐν τῷ δύναμιν ἔχουσαν τὴν θείαν φύσιν, πᾶσαν τὴν κτίσιν κατ' ἐξουσίαν ἐργάζεσθαι, ἐν μόνῃ τῇ ὁρμῇ τοῦ θελήματος τὴν τῶν ὄντων φύσιν εἰς γένεσιν ἄγουσαν, καὶ ποιεῖν τὰ πάντα καλὰ λίαν, τὰ ἀπὸ τῆς τοῦ καλοῦ πηγῆς ἀναβρύοντα. Τὸ δὲ ποικίλον τοῦτο τῆς σοφίας εἶδος, τὸ ἐκ τῆς πρὸς τὰ ἐναντία διαπλοκῆς συνιστάμενον, νῦν διὰ τῆς Ἐκκλησίας σαφῶς ἐδείχθησαν, πῶς ὁ Λόγος σὰρξ γίνεται, πῶς ἡ ζωὴ θανάτῳ μίγνυται, πῶς τῷ ἰδίῳ μώλωπι τὴν ἡμετέ-
had bidden the soul, once become better, to come unto Himself, being unhesitatingly strengthened by the command she has become such as the Bridegroom wished, transformed towards what is more divine, and from the glory wherein she was, transfigured unto higher glory through the good alteration; so as to become a wonder to the choir of angels around the Bridegroom, and for all of them in auspicious praise to utter unto her that admiring voice: You have given us heart, our sister, O bride. For the stamp of impassibility, shining alike upon her and upon the angels, leads her up into kinship and brotherhood with the bodiless powers, seeing that in the flesh she has achieved impassibility. Wherefore they say unto her: You have given us heart, our sister, O bride—properly dignified by each of the two names: our sister through the kinship of impassibility, and bride through her union with the Word. And the meaning of You have given heart we deem to be such as You have animated, as though they said to her, You have put heart into us. Now for the sake of clearness, that what is said may become more manifest to us, we shall call in the divine Apostle for the interpretation of these mysteries. For somewhere in his own discourses, writing to the Ephesians, when he recounted to us the great dispensation of the theophany accomplished through the flesh, he says that not only was human nature instructed in the divine mysteries through this grace, but to the principalities and the authorities in the heavenly places also was made known the manifold wisdom of God, manifested through the dispensation according to Christ among men. Now the text runs thus: So that through the Church the manifold wisdom of God might be made known to the principalities and the authorities in the heavenly places, according to the purpose of the ages which He accomplished in Christ Jesus our Lord, in Whom we have boldness and access in confidence through faith in Him. For in truth through the Church there is made known to the supramundane powers the varied wisdom of God, which has wrought great wonders through opposites: for how has life come about through death, and righteousness through sin, and blessing through a curse, and glory through dishonour, and power through weakness? For in the times before this the supramundane powers knew only the simple and uniform wisdom of God, working wonders conformably to His nature; and there was nothing varied in the things seen, inasmuch as the divine nature, possessing power, wrought the whole creation with authority, bringing the nature of beings into generation by the sole impulse of His will, and making all things very good, springing up from the fountain of the good. Whereas as for this varied form of wisdom, consisting of the interweaving of opposites, they have now been clearly shown through the Church how the Word becomes flesh, how life is mingled with death, how by His own bruise He heals our