σεως ἔδωκεν ὅρον, ἀλλὰ τῷ παρατατικῷ τοῦ προστάγματος πρὸς τὸ διηνεκὲς ποιεῖ τὴν προτροπὴν καὶ τοῦ διψῇν καὶ τοῦ πίνειν, καὶ τοῦ πρὸς αὐτὸν τὴν ὁρμὴν ἔχειν. Τοῖς δὲ γευσαμένοις ἤδη, καὶ τῇ πείρᾳ μαθοῦσιν ὅτι χρηστὸς ὁ Κύριος, οἷόν τις προτροπὴ πρὸς τὴν τοῦ πλείονος μετουσίαν ἡ γεῦσις γίνεται. Διὰ τοῦτο οὐδέποτε λείπει τῷ ἀναβαίνοντι ἡ γινομένη πρὸς αὐτὸν προτροπὴ ἡ πάντοτε πρὸς τὸ μεῖζον ἐφελκομένη. Ὑπομνησθῶμεν γὰρ τῆς πολλάκις ἐν τοῖς φθάσασιν ἤδη γεγενημένης παρορμήσεως παρὰ τοῦ Λόγου τῇ νύμφῃ· Ἐλθὲ, ἡ πλησίον μοῦ, λέγει· καὶ πάλιν, Δεῦρο, περιστερά μου· καὶ, Δεῦρο σεαυτὴν ἐν σκέπῃ τῇ πέτρας. Καὶ ἄλλας τοιαύτας φωνὰς προτρεπτικάς τε καὶ ἑλκτικὰς τῆς τῶν μειζόνων ἐπιθυμίας ὁ Λόγος πρὸς τὴν ψυχὴν ποιησάμενος, καὶ μαρτυρήσας ἤδη τῇ πρὸς αὐτὸν ἀνιούσῃ τὸ διὰ πάντων ἀμώμητον, εἰπὼν, ὅτι Ὅλη καλὴ, καὶ μῶμος οὐκ ἔστιν ἐν σοὶ, ὡς ἂν μὴ τῇ μαρτυρίᾳ ταύτῃ ἐγχαυνωθεῖσα, πρὸς τὴν τῶν μειζόνων ἄνοδον ἐμποδισθείη πάλιν διὰ τῆς προτρεπτικῆς ταύτης φωνῆς ἐπὶ τὴν τῶν ὑπερκειμένων ἐπιθυμίαν ἀναβῆναι παρακελεύεται, λέγων· Δεῦρο ἀπὸ Λιβάνου, νύμφη. Τὸ δὲ λεγόμενον τοιοῦτόν ἐστι· Καλῶς, φησὶν, ἐν τοῖς φθάσασιν ἠκολούθησας, ἦλθες μετ' ἐμοῦ πρὸς τὸ ὄρος τῆς σμύρνης. Συνετάφης γάρ μοι διὰ τοῦ βαπτίσματος εἰς τὸν θάνατον. Συνῆλθές μοι καὶ ἐπὶ τὸν βουνὸν τοῦ λιβάνου. Συνανέστης γὰρ καὶ ὑψώθης ἐν τῇ τῆς θεότητος κοινωνίᾳ, ἣν ἐνδείκνυται τοῦ λιβάνου τὸ ὄνομα. Ἀνάβηθί μοι ἀπὸ τούτων καὶ ἐπὶ ἕτερα ὄρη, προκόπτουσά τε καὶ ὑψουμένη διὰ τῆς ἐνεργοῦς γνώσεως. Δεῦρο τοίνυν ἀπὸ Λιβάνου, φησὶν, οὐκέτι μνηστὴ, ἀλλὰ νύμφη. Οὐ γάρ ἐστι δυνατὸν ἐμοὶ συζῆσαι, τὸν μὴ ἀλλοιωθέντα διὰ τῆς τοῦ θανάτου σμύρνης πρὸς τὴν τοῦ λιβάνου θεότητα. Ἐπειδὴ ἐν τούτῳ γέγονας ἤδη τῷ ὕψει, μὴ στῇς ἀνιοῦσα, ὡς ἤδη διὰ τούτων ἐπιβᾶσα τῆς τελειότητος. Ἀρχὴ γάρ σοι πίστεως ὁ λίβανος οὗτος γίνεται, οὗ μετέσχες διὰ τῆς ἀναστάσεως· ἀρχὴ δὲ καὶ τῇ ἐπὶ τὰ ὑψηλότερα τῶν ἀγαθῶν πορείᾳ. Ἀπὸ τοίνυν τῆς ἀρχῆς ταύτης, ἥτις ἐστὶν ἡ πίστις, ἐλεύσῃ καὶ διελεύσῃ· τουτέστι, Καὶ νῦν ἥξεις, καὶ εἰσαεὶ διερχομένη διὰ τῶν τοιούτων ἀνόδων οὐκ ἀπολήξεις.
has He set a limit, but by the continuative force of the command He makes the exhortation perpetual—both to thirst, and to drink, and to hold one's impulse towards Him. And for those who have already tasted and learned by experience that the Lord is good, the taste becomes, as it were, an exhortation towards participation in yet more. Wherefore there never fails him who ascends that exhortation directed towards him which ever draws him on towards what is greater. For let us call to mind the incitement already addressed many times in what preceded by the Word to the bride: Come, My neighbour, He says; and again, Come hither, My dove; and, Come hither thyself into the shelter of the rock. And after the Word has uttered other such voices to the soul, exhorting and drawing her towards the desire of greater things, and has already borne witness to her, as she ascends towards Him, of her faultlessness in all respects, saying, You are all fair, and there is no blemish in you, lest she be puffed up by this testimony and hindered from the ascent to greater things, He again charges her through this hortatory voice to ascend unto the desire of the things that lie above, saying: Come from Lebanon, O bride. Now the meaning of what is said is of this sort: Nobly, He says, have you followed in what went before; you came with Me unto the mountain of myrrh. For you were buried with Me through baptism into death. You came with Me also upon the hill of frankincense. For you rose together with Me and were exalted in the communion of the Godhead, which the name of frankincense indicates. Ascend for Me from these unto other mountains also, advancing and being exalted through active knowledge. Come, then, from Lebanon, He says, no longer betrothed, but bride. For it is not possible for one to live together with Me who has not been transformed through the myrrh of death into the Godhead of frankincense. Since you have already come to be at this height, do not halt in ascending, as though through these things you had already set foot upon perfection. For this frankincense, of which you partook through the resurrection, becomes for you a beginning of faith, and a beginning also for the journey towards the loftier of good things. From this beginning, therefore, which is faith, you shall come and pass over; that is to say, both now you shall arrive, and evermore passing through such ascents you shall not cease.
Ἔχει δὲ ἡ λέξις οὕτως· Ἐλεύσῃ καὶ διελεύσῃ, ἀπ' ἀρχῆς πίστεως, ἀπὸ κεφαλῆς Σανεὶρ καὶ Ἑρμῶν. Διὰ τούτων δὲ τὸ τῆς ἄνωθεν γεννήσεως ὑποφαίνει μυστήριον. Ἐντεῦθεν γὰρ προχεῖσθαί φησι τὰς τοῦ Ἰορδάνου πηγὰς, ὧν ὑπέρκειται τοῦτο ὄρος, δύο λοφιαῖς μεριζόμενον, αἷς ταῦτα ἐπίκειται τὰ ὀνόματα Σανεῖρ καὶ Ἑρμῶν. Ἐπεὶ οὖν τὸ ἐκ τῶν πηγῶν τούτων ῥεῖθρον ἀρχὴ γέγονεν ἡμῖν τῆς πρὸς τὸ Θεῖον μεταποιήσεως, τούτου χάριν ἀκούει τοῦ πρὸς ἑαυτὸν καλοῦντος αὐτήν. Ὅς φησιν· Δεῦρο ἀπὸ Λιβάνου καὶ ἀπὸ ἀρχῆς πίστεως, καὶ ἀπὸ κεφαλῆς τῶν ὀρέων τούτων, ὅθεν σοὶ γεγόνασιν αἱ τοῦ μυστηρίου πηγαί· καλῶς δὲ προστίθησι τὴν τῶν λεόντων τε καὶ παρδάλεων μνήμην, ἵνα διὰ τῆς τῶν λυπηρῶν παραθέσεως, γλυκυτέραν ποιήσῃ τὴν τῶν εὐφραινόντων ἀπόλαυσιν. Ἐπειδὴ γὰρ ἀποθέμενός
Now the text runs thus: You shall come and pass over from the beginning of faith, from the head of Sanir and Hermon. And through these words He hints at the mystery of regeneration from above. For from there, they say, pour forth the springs of the Jordan, above which lies this mountain, divided into two crests upon which are set these names, Sanir and Hermon. Since, therefore, the stream issuing from these springs has become for us the beginning of our transformation towards the Divine, on this account she hears Him Who calls her unto Himself, Who says: Come from Lebanon, and from the beginning of faith, and from the head of these mountains, whence the springs of the mystery have arisen for you; and fitly does He add the mention of lions and leopards, so that by the juxtaposition of distressful things He may render sweeter the enjoyment of those that gladden. For since, having cast off