ἐκοινώνησε, διὸ τὰ τοιαῦτα πρὸς τοὺς ἀκούοντας ἔλεγεν· ὅτι Γίνεσθε ὡς ἐγὼ, ὅτι καὶ αῦτὸς ἤμην ποτὲ καθ' ὑμᾶς· καὶ ὅτι Μιμηταί μου γίνεσθε, καθὼς ἐγὼ Χριστοῦ· οὕτω καὶ ἡ φιλάνθρωπος νύμφη αὕτη τῶν θείων τοῦ Δεσπότου μυστηρίων ἀξιωθεῖσα, ὅτε τὴν κλίνην ἴδε, καὶ φορεῖον βασιλέως ἐγένετο, βοᾷ πρὸς τὰς νεάνιδας· αὗται δ' ἂν εἶεν αἱ τῶν σωζομένων ψυχαί· Ἕως πότε, λέγουσα, τῷ σπηλαίῳ τοῦ βίου ἐναποκλείεσθε; ἐξέλθετε τῶν προκαλυμμάτων τῆς φύσεως, καὶ ἴδετε τὸ θαυμαστὸν θέαμα· Σιὼν θυγατέρες γενόμεναι, θεάσασθε περιτρέποντα τῇ κεφαλῇ τοῦ βασιλέως τὸν στέφανον, ὃν ἡ μήτηρ αὐτῷ περιέθηκε κατὰ τὴν τοῦ Προφήτου φωνὴν, ὅς φησιν· Ἔθηκας ἐπὶ τὴν κεφαλὴν αὐτοῦ στέφανον ἐκ λίθου τιμίου. Πάντως δὲ οὐδεὶς τῶν κρίνειν τοὺς περὶ Θεὸν λόγους ἐπεσκεμμένων ἀκριβολογεῖται περὶ την τοῦ ὀνόματος ἔμφασιν, ὅτι μήτηρ ἀντὶ τοῦ πατρὸς μνημονεύεται, μίαν ἀφ' ἑκατέρας φωνῆς ἀναλαμβάνων διάνοιαν. Ἐπειδὴ γὰρ οὔτε ἄρῥην, οὔτε θῆλυ τὸ Θεῖόν ἐστι· πῶς γὰρ ἂν ἐπὶ τῆς θεότητός τι νοηθείη τοιοῦτον, ὁπότε οὐδὲ ἡμῖν τοῖς ἀνθρώποις τοῦτο εἰς τὸ διηνεκὲς παραμένει, ἀλλ' ὅταν ἐν Χριστῷ ἓν πάντες γενώμεθα, τὰ σημεῖα τῆς διαφορᾶς ταύτης μετὰ ὅλου τοῦ παλαιοῦ ἀνθρώπου συνεκδυόμεθα; τούτου χάριν ἰσοδυναμεῖ πρὸς τὴν ἔνδειξιν τῆς ἀφθάρτου φύσεως πᾶν τὸ εὑρισκόμενον ὄνομα· οὔτε θήλεος, οὔτε ἄῤῥενος τὴν σημασίαν τῆς ἀκηράτου καταμολύνοντος φύσεως. Διὰ τοῦτο ἐν μὲν τῷ Εὐαγγελίῳ ὁ πατὴρ λέγεται ποιεῖν τοὺς γάμους· ὁ δὲ Προφήτης πρὸς τὸν Θεὸν λέγει· ὅτι Ἔθηκας ἐπὶ τὴν κεφαλὴν αὐτοῦ στέφανον ἐκ λίθου τιμίου· ἐνταῦθα δὲ παρὰ τῆς μητρός φησιν ἐπιτίθεσθαι τῷ νυμφίῳ τὸν στέφανον. Ἐπεὶ οὖν ἐστιν εἷς ὁ γάμος καὶ μία νύμφη, καὶ παρὰ ἑνὸς ἐπιβάλλεται τῷ νυμφίῳ ὁ στέφανος· οὐδὲν διαφέρει πάντως, ἢ Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ λέγειν Θεὸν, ἢ Υἱὸν τῆς ἀγάπης αὐτοῦ, κατὰ τὴν Παύλου φωνὴν, ὡς μιᾶς οὔσης καθ' ἑκάτερον ὄνομα τῆς νυμφοστολούσης αὐτὸν ἐπὶ τῆς ἡμετέρας συνοικήσεως δυνάμεως. Ἐξέλθετε οὖν, φησὶν ἡ νύμφη πρὸς τὰς νεάνιδας, καὶ θυγατέρες Σιὼν γένεσθε· ὥστε ἀπὸ σκοπιᾶς ὑψηλῆς (οὕτω γὰρ Σιὼν ἑρμηνεύεται) δυνηθῆναι τὸ θαυμαστὸν ἰδεῖν θέαμα, στεφανηφοροῦντα τὸν νυμφίον. Στέφανος δὲ αὐτῷ ἡ Ἐκκλησία γίνεται, διὰ τῶν ἐμψύχων λίθων τὴν κεφαλὴν ἐν κύκλῳ διαλαμβάνουσα. Στεφανηπλόκος δὲ τοῦ τοιούτου στεφάνου, ἡ ἀγάπη ἐστὶν, ἣν, εἴτε μητέρα, εἴτε ἀγάπην τις λέγει, οὐχ ἁμαρτήσεται. Θεὸς γάρ ἐστιν ἀγάπη, κατὰ τὴν Ἰωάννου φωνήν. Τούτῳ δὲ τῷ στεφάνῳ ἐνευφραίνεσθαι λέγει αὐτὸν ἡ νύμφη, τῷ νυμφικῷ κόσμῳ ἐναγαλλόμενον. Χαίρει γὰρ ὡς ἀληθῶς ἁ σύνοικον τὴν Ἐκκλησίαν ἑαυτῷ ποιησάμενος, ταῖς ἀρεταῖς τῶν διαπρεπόντων ἐν αὐτῇ στεφανούμενος. Κρεῖττον δ' ἂν εἴη αὐτὰς παραθέσθαι τὰς θείας φωνὰς ἐπὶ λέξεως ἐχούσας οὕτως Ἐξέλθετε καὶ ἴδετε, θυγατέρες Σιὼν, τὸν βασιλέα Σολομῶντα ἐν τῶ στεφάνῳ, ᾧ ἐστεφάνωσεν αὐτὸν ἡ μήτηρ αὐτοῦ, ἐν ἡμέρᾳ νυμφεύσεως αὐτοῦ, καὶ
had shared them, wherefore he spoke such words to his hearers: Become as I am, for I also once was as you are; and again: Become imitators of me, even as I am of Christ—so too this benevolent Bride, having been counted worthy of the divine mysteries of the Master, when she beheld the bed and became the litter of the King, cries aloud to the maidens (and these would be the souls of those who are being saved), saying: How long do you shut yourselves up within the cavern of life? Come forth from behind the veils of nature, and behold the marvellous spectacle! Having become daughters of Sion, gaze upon the crown gracing round about the head of the King, which His mother placed around Him according to the voice of the Prophet, who says: Thou hast set upon His head a crown of precious stone. Assuredly no one among those trained to judge statements concerning God will cavil over the force of the name, in that mother is mentioned instead of father, since he gathers one and the same meaning from either word. For inasmuch as the Divine is neither male nor female—for how could anything of the sort be conceived in respect of the Godhead, when this does not abide perpetually even in us human beings, but when we all become one in Christ we strip off the tokens of this difference along with the whole old man?—for this reason every name that can be found has equal force for indicating that incorruptible nature, neither female nor male defiling the signification of that undefiled nature. Wherefore in the Gospel a father is said to make the marriage feast, while the Prophet says unto God, Thou hast set upon His head a crown of precious stone, and here she says that the crown is placed upon the Bridegroom by His mother. Since, then, there is one marriage and one Bride, and by One the crown is placed upon the Bridegroom, it makes no difference at all whether one calls the Only-begotten God the Son of God, or the Son of His love, according to the voice of Paul, since under either name the power that attires Him as Bridegroom for our wedded fellowship is one. Come forth, then, says the Bride to the maidens, and become daughters of Sion, so that from a lofty watchtower (for so Sion is interpreted) you may be able to behold the marvellous spectacle: the Bridegroom wearing His crown. And the Church becomes His crown, encircling His head with living stones; and the weaver of such a crown is love, which whether one calls mother or love, one will not err: for God is love, according to the voice of John. And in this crown the Bride says that He rejoices, exulting in His bridal adornment; for truly He rejoices Who has made the Church His consort, being crowned with the virtues of those who excel within her. Yet it would be better to set down the divine utterances themselves word for word, running thus: Come forth and see, daughters of Sion, King Solomon in the crown wherewith His mother crowned Him in the day of His espousals, and