Ἐν πολλοῖς ὁ βασιλεὺς Σολομὼν εἰς τύπον τοῦ ἀληθινοῦ βασιλέως παραλαμβάνεται· πολλοῖς δὴ, φημὶ, τοῖς πρὸς τὸ κρεῖττον περὶ αὐτοῦ παρὰ τῆς ἁγίας Γραφῆς ἱστορουμένοις. Εἰρηνικός τε γὰρ λέγεται, καὶ σοφίαν ἀμέτρητον ἔχει· καὶ ναὸν οἰκοδομεῖ, βασιλεύει τε τοῦ Ἰσραὴλ, καὶ κρίνει τὸν λαὸν ἐν δικαιοσύνῃ· καὶ ἐκ τοῦ σπέρματός ἐστι τοῦ Δαβίδ. Ἀλλὰ καὶ ἡ τῶν Αἰθιόπων βασίλισσα αὐτὸν φοιτᾷ. Ταῦτα γὰρ πάντα καὶ τὰ τοιαῦτα, περὶ αὐτοῦ μὲν λέγεται τυπικῶς, προδιαγράφει δὲ τοῦ Εὐαγγελίου τὴν δύναμιν. Τίς γὰρ οὕτως εἰρηνικὸς, ὡς ὁ ἀποκτείνας τὴν ἔχθραν, καὶ τῷ σταυρῷ προσηλώσας τοὺς ἐχθροὺς ἑαυτοῦ· ἡμᾶς, μᾶλλον δὲ τὸν κόσμον ἑαυτῷ καταλλάξας, καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, ἵνα τοὺς δύο κτίσῃ ἐν ἑαυτῷ εἰς ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην, ὁ κηρύξας τοῖς μακράν τε καὶ τοῖς ἐγγὺς τὴν εἰρήνην, διὰ τῶν εὐαγγελιζομένων τὰ ἀγαθά; Τίς δὲ τοιοῦτος οἰκοδόμος ναοῦ; ὡς ὁ τοὺς μὲν θεμελίους αὐτοῦ τιθεὶς ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις, τουτέστιν, ἐν τοῖς προφήταις καὶ ἀποστόλοις· ἐποικοδομῶν δὲ, καθώς φησιν ὁ Παῦλος, ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, τοὺς ζῶντας καὶ τοὺς ἐμψύχους λίθους, τοὺς δι' ἑαυτῶν πρὸς τὴν τῶν τοίχων ἁρμονίαν κατὰ τὸν τροφητικὸν λόγον κεκυλισμένους, ὥστε συναρμοσθέντας ἐν τῇ ἑνότητι τῆς πίστεως, καὶ τῷ συνδέσμῳ τῆς εἰρήνης, αὐξῆσαι δι' ἑαυτῶν τὸν ναὸν τὸν ἅγιον, εἰς τὸ γενέσθαι κατοικητήριον Θεοῦ ἐν πνεύματι; Ὅτι δὲ καὶ τῇ σοφίᾳ τῇ ἑαυτοῦ ὁ Σολομὼν τὴν ἀληθινὴν μηνύει σοφίαν, οὐδεὶς ἂν ἀντείποι, πρός τε τὴν ἱστορίαν καὶ πρὸς τὴν ἀλήθειαν βλέπων. Μαρτυρεῖται μὲν γὰρ ἐκεῖνος ὑπὸ τῆς ἱστορίας, ὅτι παρῆλθε τοὺς τῆς ἀνθρωπίνης σοφίας ὅρους, πάντων τὴν γνῶσιν ἐν τῷ πλάτει τῆς καρδίας χωρήσας, ὡς καὶ τοὺς προλαβόντας παραδραμεῖν, καὶ τοῖς ἐφεξῆς γενέσθαι ἀνέφικτος· ὁ δὲ Κύριος κατὰ τὴν ἑαυτοῦ φύσιν, αὐτὸ ὅπερ ἐστὶν, ἀληθείας τε καὶ σοφίας καὶ δυνάμεως οὐσία ἐστί. Διὰ τοῦτο τοῦ Δαβὶδ εἰπόντος· ὅτι Πάντα ἐν σοφίᾳ ἐποίησας, ἑρμηνεύων τὸν Προφήτην ὁ θεῖος Ἀπόστολος, ἐν αὐτῷ ἐκτίσθαι τὰ πάντα λέγει· ὡς τοῦτον τοῦ Προφήτου διὰ τῆς σοφίας σημαίνοντος.
In many respects King Solomon is taken as a type of the true King—in the many things, I say, that are recorded of him for the higher sense by Holy Scripture. For he is called peaceful, and possesses immeasurable wisdom; and he builds a temple, rules over Israel, and judges the people in righteousness; and he is of the seed of David. Moreover, the queen of the Ethiopians also resorts to him. For all these things and the like are spoken typically of him, yet they sketch beforehand the power of the Gospel. For Who is so peaceful as He Who slew the enmity and nailed His enemies to the cross—having reconciled us, or rather the world, to Himself, and broken down the middle wall of the partition, that He might create in Himself the two into one new man, making peace, He Who proclaimed peace both to those afar off and to those near at hand through those who bring glad tidings of good things? And Who is such a builder of a temple as He Who lays its foundations upon the holy mountains, that is, upon the prophets and apostles, and builds upon the foundation of the apostles and prophets, as Paul says, the living and animate stones, rolled through themselves according to the prophetic word into the harmony of the walls, so that, fitted together in the unity of faith and the bond of peace, they grow through themselves into the holy temple, to become a dwelling-place of God in the Spirit? And that by his own wisdom Solomon also points to the true Wisdom, no one would gainsay who looks both to the history and to the truth. For it is witnessed of that man by the history that he surpassed the bounds of human wisdom, having contained the knowledge of all things in the breadth of his heart, so as both to outstrip those who went before and to prove unattainable to those coming afterwards; whereas the Lord by His own nature, in the very thing that He is, is the essence of truth and wisdom and power. Wherefore, when David says, In wisdom Thou hast made all things, the divine Apostle, interpreting the Prophet, says that in Him all things were created, inasmuch as it was He Whom the Prophet signified through wisdom.
Τὸ δὲ βασιλέα τοῦ Ἰσραὴλ εἶναι τὸν Κύριον, καὶ παρὰ τῶν ἐχθρῶν μεμαρτύρηται, τῶν ὑπογεγραφότων τῷ σταυρῷ τὴν ὁμολογίαν τῆς βασιλείας αὐτοῦ· ὅτι Οὗτός ἐστιν ὁ βασιλεὺς τῶν Ἰουδαίων· δεχόμεθα γὰρ τὴν μαρτυρίαν, εἰ καὶ κατασμικρύνειν νομίζεται τὸ μεγαλεῖον τοῦ κράτους, τῇ τῶν Ἰσραηλιτῶν βασιλείᾳ τὴν δεσποτείαν ὁρίζουσα. Οὐ γὰρ οὕτως ἔχει· ἀλλ' ἀπὸ μέρους, τὴν κατὰ πάντων ἀρχὴν ἡ ἐπιγραφὴ αὕτη τῷ σταυρῷ ἀνατίθησι, τῷ μὴ προσθεῖναι, ὅτι μόνων τῶν Ἰουδαίων οὗτός ἐστι βασιλεύς. Ἀπολύτως γὰρ αὐτῷ προσμαρτυρήσας ὁ λόγος τὴν τῶν Ἰουδαίων ἀρχὴν, καὶ τὸ κατὰ πάντων κράτος κατὰ τὸ σιωπώμενον τῇ ὁμολογίᾳ ταύτῃ συμπαρέλαβεν. Ὁ γὰρ βασιλεὺς πάσης τῆς γῆς καὶ τοῦ μέρους πάν-
And that the Lord is King of Israel has been witnessed even by His enemies, who inscribed upon the cross the confession of His kingship: This is the King of the Jews; for we accept the testimony, even if it is supposed to belittle the majesty of His dominion by confining His lordship to the kingdom of the Israelites. For it is not so; rather, from the part, this inscription attributes to the cross the rule over all, by not adding that He is King of the Jews alone. For in attesting to Him without qualification the rule over the Jews, the statement silently included along with this confession His sovereignty over all as well. For the King of the whole earth altogether also