Migne Reading Room

PG 44 · cols. 912–921 · Read from the page

On the Song of Songs

On the Song of Songs

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 44:912Read from the page
καὶ πρὸς τὸ δοκοῦν τῷ εὐθύνοντι διανύων τὸν δρόμον.
and completing the course according to the pleasure of Him Who guides the reins.
Ὡς δὲ νῦν διδασκόμεθα, καὶ φορεῖον αὐτοῦ τὶς γίνεται, ὁ κατὰ τὴν ἐκείνου σοφίαν οὐ μόνον τοῖς ἐκ τοῦ Λιβάνου κατασκευαζόμενος ξύλοις, ἀλλὰ καὶ χρυσῷ καὶ ἀργυρίῳ καὶ πορφύρᾳ καὶ λίθοις καταλλήλως ἐν ἑκάστῳ μέρει, δι' ὧν ἡ ἀγάπη αὐτοῦ ἐνεργὸς γίνεται, οὐ πάντων χωρούντων τὴν τῆς ἀγάπης ἐνέργειαν· ἀλλ' εἴ τις θυγάτηρ τῆς ἄνω Ἱερουσαλὴμ τῆς ἐλευθέρας διὰ τοῦ βίου γνωρίζοιτο. Ὅτι μὲν οὖν ὁ τὸν Θεὸν ἐν ἑαυτῷ φέρων, φορεῖόν ἐστι τοῦ ἐν αὐτῷ κατοικοῦντος καὶ καθεδουμένου, δῆλον καὶ πρὸ τῶν ἡμετέρων λόγων ἂν εἴη. Ὁ γὰρ κατὰ τὸν ἅγιον Παῦλον, μηκέτι αὐτὸς ζῶν, ἀλλὰ ζῶντα ἔχων ἐν ἑαυτῷ τὸν Χριστὸν, καὶ δοκιμὴν διδοὺς τοῦ ἐν αὐτῷ λαλοῦντος Χριστοῦ, οὗτος κυρίως φορεῖον λέγεται καὶ γίνεται τοῦ ἐν αὐτῷ φερομένου καὶ ὑπ' αὐτοῦ βασταζομένου. Ἀλλ' οὐ τοῦτό ἐστι τὸ ζητούμενον. Ἐκεῖνο δὲ μᾶλλον προσήκει δι' ἐπιμελείας κατανοῆσαι, τί βούλεται τὸ τῆς ὕλης ποικίλον τε καὶ πολυειδές.
And as we are now taught, someone also becomes His litter, being fashioned according to His wisdom not only out of the wood of Lebanon, but also fittingly in every part with gold and silver and purple and precious stones, whereby His love becomes active—since not all have room for the working of love, save whoever may be recognized through her manner of life as a daughter of the Jerusalem above, which is free. Now that he who bears God within himself is a litter of Him Who dwells and is seated within him would be plain even prior to our words. For he who, according to the holy Paul, no longer lives himself, but has Christ living within him, and gives proof of Christ speaking within him—such a one is properly called and becomes the litter of Him Who is borne within him and carried by him. Yet this is not what is under inquiry; rather, it befits us to consider with care what is meant by the varied and manifold character of the material.
Πῶς οὖν συμπαραλαμβάνεται χρυσίῳ καὶ ἀργυρίῳ, καὶ πορφύρᾳ, καὶ λίθοις ἡ τοῦ ξύλου φύσις εἰς τὴν κατασκευὴν τοῦ φορείου; Καὶ τοί γε τὸ ξύλον ὁ σοφὸς ἀρχιτέκτων Παῦλος, μετὰ τοῦ χόρτου καὶ τῆς καλάμης εἰς τὴν οἰκοδομὴν τοῦ οἴκου κρίνει ἀπόβλητον, ὡς τῇ ἀναλωτικῇ τοῦ πυρὸς δυνάμει τῇ δοκιμαζούσῃ τὸ ἔργον ἐνδαπανώμενον. Ἀλλ' οἴδαμέν τινὰ ξύλου φύσιν μὴ διαμένουσαν ἐν ᾧ ἐστιν, ἀλλὰ πρὸς χρυσὸν, ἢ ἄργυρον, ἢ ἄλλο τι τῶν τιμίων ἑαυτὴν μεταβάλλουσαν. Ἐν γὰρ τῇ μεγάλῃ τοῦ Θεοῦ οἰκίᾳ φησὶν ὁ Ἀπόστολος τὰ μὲν εἶναι χρυσᾶ τῇ φύσει, καὶ ἀργυρᾶ σκεύη, τὴν ἀσώματον, οἶμαι, καὶ νοερὰν κτίσιν διὰ τούτων ὑπαινισσόμενος· τὰ δὲ ξύλινά τε καὶ ὀστράκινα, ἡμᾶς τάχα διὰ τούτων ἀποσημαίνων, οὓς ἀπεγαίωσε μὲν ἡ παρακοὴ καὶ ὀστρακίνους ἐποίησεν· ἡ δὲ διὰ τοῦ ξύλου ἁμαρτὰς, ξύλινα ἡμᾶς σκεύη ἀντὶ χρυσῶν ἀπειργάσατο. Μεμέρισται δὲ πρὸς τὴν ἀξίαν τῆς ὕλης καὶ ἡ τῶν σκευῶν χρῆσις. Τὰ μὲν γὰρ τιμιωτέρας ὕλης, εἰς τιμὴν ἀποτέτακται· τὰ δὲ εἰς τὴν ἄτιμον ὑπηρεσίαν ἀπέρριπται. Ἀλλὰ τί φησι περὶ τῶν τοιούτων ὁ Παῦλος; Ὅτι ἐξουσίαν ἔχει τὸ σκεῦος ἐκ τῆς ἰδίας προαιρέσεως, ἢ χρύσεον ἀπὸ ξυλίνου, ἢ ἀργύρεον ἀπ' ὀστρακίνου γενέσθαι. Ἐὰν γάρ τις, φησὶν, ἐκκαθάρῃ ἑαυτὸν, ἔσται σκεῦος εἰς τιμὴν τῷ Δεσπότῃ, πρὸς πᾶν ἔργον ἀγαθὸν ἡτοιμασμένον. Τάχα τοίνυν διὰ τῶν εἰρημένων προσαγόμεθά πως τῇ προκειμένῃ θεωρίᾳ τοῦ λόγου. Τὸ ὄρος ὁ Λίβανος ἐν πολλοῖς τῆς ἁγίας Γραφῆς εἰς ἔνδειξιν τῆς ἀντικειμένης δυνάμεως μνημονεύεται· ὡς ὅταν λέγει διὰ τοῦ Προφήτου· ὅτι Συντρίψει Κύριος τὰς κέδρους τοῦ Λιβάνου, καὶ λεπτυνεῖ αὐτάς τε καὶ τὸν Λίβανον ὡς τὸν μόσχον ἐκεῖνον, δηλαδὴ τὸν ἐν τῇ ἐρήμῳ καταλεανθέντα ὑπὸ τοῦ Μωϋσέως, καὶ πότιμον διὰ λεπτότητα τοῖς Ἰσραηλίταις γενόμενον. Δηλοῦται γὰρ ὧδε διὰ τῆς προφητείας ὅτι οὐ μόνον τὰ ἐκφυέντα παρὰ τῆς ἀντικειμένης δυνάμεως κακὰ, ἀλλὰ καὶ αὐτὸ τὸ ὄρος ἡ πρώτη τοῦ κακοῦ ῥίζα, ὁ Λίβανος, ὁ ὑποτρέφων τῶν τοιούτων δένδρων τὴν ὕλην, εἰς τὸ μὴ ὂν περιστή-
How then is the nature of wood taken along with gold and silver, and purple, and precious stones for the construction of the litter? And yet the wise master-builder Paul judges wood, together with hay and stubble, to be rejected for the building of the house, as being consumed by the destructive power of the fire that tests the work. Yet we know a certain nature of wood that does not remain in what it is, but transforms itself into gold, or silver, or some other precious substance. For in the great house of God the Apostle says that some vessels are golden by nature and silver, hinting through these, I think, at the incorporeal and intellectual creation; whereas others are wooden and earthen, perhaps designating through these ourselves, whom disobedience turned into earth and made earthen, while the sin committed through the wood wrought us into wooden vessels instead of golden ones. And the use of the vessels has also been apportioned according to the worth of their material: for those of more precious material have been appointed unto honour, whereas the others have been cast aside for dishonourable service. Yet what does Paul say concerning such vessels? That the vessel has power, out of its own free choice, either to become golden out of wooden, or silver out of earthen: If anyone, says he, cleanses himself, he will be a vessel unto honour for the Master, prepared for every good work. Perhaps, then, through what has been said we are led in some way towards our proposed contemplation of the word. Mount Lebanon is mentioned in many places of Holy Scripture as an indication of the opposing power, as when He says through the Prophet: The Lord will shatter the cedars of Lebanon, and will crush both them and Lebanon small like that calf—namely, the one ground fine in the wilderness by Moses and made drinkable for the Israelites through its fineness. For here it is shown through the prophecy that not only the evils that have sprouted forth from the opposing power, but also the mountain itself, the first root of evil, Lebanon, which secretly nourishes the forest of such trees, will be brought round to non-
Notes, col. 912

On the reading

Printed Καὶ τοί γε, for Καίτοι γε.

PG 44:913Read from the page
σεται. Οὐκοῦν ἡμεῖς ἦμέν ποτε τοῦ Διβάνου τὰ ξύλα, ἕως ἐν ἐκείνῳ ἦμεν ἐῤῥιζωμένοι, διά τε τοῦ πονηροῦ βίου, καὶ τῆς τῶν εἰδώλων ἀπάτης· ἀλλ' ἐπειδὴ ἐκεῖθεν ὑπὸ τῆς λογικῆς ἀξίνης ἐξετμήθημεν, καὶ ἐν ταῖς χερσὶ τοῦ τεχνίτου ἐγενόμεθα, φορεῖον ἑαυτοῦ ἡμᾶς ἐποίησε, μεταστοιχειώσας τοῦ ξύλου τὴν φύσιν διὰ τῆς παλιγγενεσίας εἰς ἀργύριόν τε καὶ χρυσίον, καὶ εἰς εὐανθῆ πορφύραν, καὶ εἰς τὰς τῶν λίθων αὐγάς· καὶ ὥσπερ φησὶν ὁ Ἀπόστολος, ὅτι Καταλλήλως ἐμέρισεν ἑκάστῳ ὁ Θεὸς τὰς τοῦ ἁγίου Πνεύματος δωρεάς· καὶ ᾧ μὲν δίδωσι προφητείαν κατὰ τὴν ἀναλογίαν τῆς πίστεως· ἄλλῳ δὲ ἄλλο τι τῶν ἐνεργημάτων, πρὸς ὃ πέφυκέν τε καὶ δύναται ἕκαστος τὴν χάριν δέξασθαι, ἢ ὀφθαλμὸς τοῦ σώματος τῆς Ἐκκλησίας γινόμενος, ἢ εἰς χεῖρα τασσόμενος, ἢ ἀντὶ ποδὸς ὑποστηρίζων· οὕτω καὶ ἐν τῇ τοῦ φορείου κατασκευῇ, ὁ μέν τις στύλος, ὁ δὲ ἐπίβασις γίνεται· ἕτερος δὲ τὸ πρὸς τῇ κεφαλῇ μέρος ὃ ἀνάκλιτον προσηγόρευσεν· εἰσὶ δέ τινες οἱ εἰς τὸ ἐντὸς τεταγμένοι. Ὧν ἁπάντων κατά τινα λόγον ὁ τεχνίτης οὐ μονοειδῆ πρὸς τὸν καλλωπισμὸν ἐπινοεῖ τὴν ὕλην· ἀλλὰ πάντα μὲν κατακοσμεῖται τῷ κάλλει· διάφορος δὲ καὶ κατάλληλος ἑκάστῳ τούτων ἐπινοεῖται ἡ ὥρα. Εἰσὶ τοίνυν ἀργύριον μὲν οἱ στύλοι τοῦ φορείου· αἱ δὲ τούτων ἐπιβάσεις πορφύρα· ἐκ χρυσίου δὲ τὸ ἀνάκλιτον τὸ τῇ κεφαλῇ ὑποβαῖνον, ἐν ᾧ κλίνει τὴν ἑαυτοῦ κεφαλὴν ὁ νυμφίος· τοῖς δὲ τιμίοις λίθοις τὸ ἔνδον ἅπαν καταποικίλλεται. Οὐκοῦν στύλους μὲν νοητέον, τοὺς στύλους τῆς Ἐκκλησίας, οἷς ἀκριβῶς τὸ ἀργύριον καθαρόν τε καὶ πεπυρωμένον ὁ λόγος ἐστίν. Ἡ δὲ πορφύρα εἰσὶν οἱ τῆς βασιλείας ἐν τῷ ὑψηλῷ τῆς πολιτείας ἐπιβεβήκασιν. Ἐξαίρετον γὰρ γνώρισμα τῆς βασιλείας ἡ πορφύρα νομίζεται. Τὸ δὲ ἡγεμονικὸν αὐτοῦ, ἐν ᾧ τὴν κεφαλὴν αὐτοῦ κλίνει ὁ τὸ φορεῖον κατασκευάσας, τὸ τῶν καθαρῶν δογμάτων χρυσίον ἐστίν. Ὅσα δὲ ἀφανῆ τε καὶ κρύφια τῇ καθαρᾷ συνειδήσει τῶν τιμίων λίθων ἐνωραΐζεται, δι' ὧν ἁπάντων ἀπὸ τῶν θυγατέρων Ἱερουσαλὴμ ἡ ἀγάπη συνίσταται. Εἰ δὲ βούλοιτό τις φορεῖον μὲν πᾶσαν λέγειν τὴν Ἐκκλησίαν· καταμερίζοι δὲ κατὰ τὰς τῶν ἐνεργειῶν διαφορὰς εἰς πρόσωπά τινα τοῦ φορείου τὰ μέρη, ὡς δὴ περὶ ταύτου προείρηται, πολλὴν καὶ οὕτως εὐκολίαν ὁ λόγος ἔχει, ἑκάστῳ τάγματι τῶν κατὰ τὴν Ἐκκλησίαν τεταγμένων ἐφαρμόσαι τοῦ φορείου τὰ μέρη· καθώς φησιν ὁ Ἀπόστολος, ὅτι Ἔθετο ὁ Θεὸς ἐν τῇ Ἐκκλησίᾳ, πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους, ἔπειτα καθ' ἕκαστον πάντα πρὸς τὸν καταρτισμὸν τῶν ἁγίων· ὡς διὰ τῶν ὀνομάτων τῶν πρὸς τὴν τοῦ φορείου κατασκευὴν συντελούντων ἱερέας νοεῖσθαι καὶ διδασκάλους, καὶ τὴν σεμνὴν παρθενίαν τὴν ἐντὸς τοῦ φορείου καθαρότητι τῶν ἀρετῶν, οἷόν τισι λίθων αὐγαῖς ἐναστράπτουσαν.
existence. Therefore we too were once the wood of Lebanon, so long as we were rooted in it through an evil life and the deceit of idols; yet once we were hewn out from there by the spiritual axe and came to be in the hands of the Craftsman, He made us a litter for Himself, transforming the nature of the wood through regeneration into silver and gold, and into blooming purple, and into the gleams of precious stones. And just as the Apostle says, God has fittingly apportioned to each the gifts of the Holy Spirit—and to one He gives prophecy according to the proportion of faith, and to another some other of the workings, according to what each is naturally suited for and able to receive of grace, either becoming an eye of the body of the Church, or being stationed as a hand, or supporting in the place of a foot—so too in the construction of the litter, one becomes a pillar, another the seat, another the part at the head which he called the couch, while there are certain others stationed within. For all of these, by a certain principle, the Craftsman devises material that is not uniform for their adornment; rather, while all are adorned with beauty, a distinct and fitting comeliness is devised for each of them. Thus the pillars of the litter are silver; their seats, purple; of gold is the couch set beneath the head, whereon the Bridegroom reclines His own head; and with precious stones the whole interior is variegated. By pillars, therefore, we must understand the pillars of the Church, whose word is strictly silver, pure and refined by fire. And the purple are those of the kingdom who have mounted to the height of the way of life; for purple is reckoned an especial token of kingship. And its ruling part, whereon He Who fashioned the litter reclines His head, is the gold of pure doctrines. And whatever things are unseen and hidden are beautified by the pure conscience of precious stones, out of all of which the love from the daughters of Jerusalem is composed. And if someone should wish to call the whole Church the litter, while distributing the parts of the litter into certain persons according to the differences of workings, as indeed has been said before concerning this, on this view too our account has great ease in fitting the parts of the litter to each order of those stationed throughout the Church—just as the Apostle says: God has set in the Church first apostles, secondly prophets, thirdly teachers, and thereafter each and all for the perfecting of the saints—so that through the names contributing to the construction of the litter priests and teachers are understood, as well as the reverend virginity within the litter flashing forth in the purity of its virtues as though with gleams of precious stones.
Ἀλλὰ περὶ μὲν τούτων τοσαῦτα. Ὁ δὲ ἐφεξῆς λόγος προτροπὴν περιέχει πρὸς τὰς θυγατέρας Ἱερουσαλὴμ παρὰ τῆς νύμφης γινόμενος. Ὡς γὰρ ὁ μέγας Παῦλος ζημίαν ἡγεῖτο, εἰ μὴ πᾶσι τῶν ἰδίων ἀγαθῶν
So much, then, concerning these matters. The discourse that follows contains an exhortation addressed to the daughters of Jerusalem on the part of the Bride. For just as the great Paul counted it loss unless with all men his own good things
Notes, col. 913

On the reading

Printed Διβάνου, for Λιβάνου.

Printed ταύτου, for τούτου.

PG 44:916Read from the page
ἐκοινώνησε, διὸ τὰ τοιαῦτα πρὸς τοὺς ἀκούοντας ἔλεγεν· ὅτι Γίνεσθε ὡς ἐγὼ, ὅτι καὶ αῦτὸς ἤμην ποτὲ καθ' ὑμᾶς· καὶ ὅτι Μιμηταί μου γίνεσθε, καθὼς ἐγὼ Χριστοῦ· οὕτω καὶ ἡ φιλάνθρωπος νύμφη αὕτη τῶν θείων τοῦ Δεσπότου μυστηρίων ἀξιωθεῖσα, ὅτε τὴν κλίνην ἴδε, καὶ φορεῖον βασιλέως ἐγένετο, βοᾷ πρὸς τὰς νεάνιδας· αὗται δ' ἂν εἶεν αἱ τῶν σωζομένων ψυχαί· Ἕως πότε, λέγουσα, τῷ σπηλαίῳ τοῦ βίου ἐναποκλείεσθε; ἐξέλθετε τῶν προκαλυμμάτων τῆς φύσεως, καὶ ἴδετε τὸ θαυμαστὸν θέαμα· Σιὼν θυγατέρες γενόμεναι, θεάσασθε περιτρέποντα τῇ κεφαλῇ τοῦ βασιλέως τὸν στέφανον, ὃν ἡ μήτηρ αὐτῷ περιέθηκε κατὰ τὴν τοῦ Προφήτου φωνὴν, ὅς φησιν· Ἔθηκας ἐπὶ τὴν κεφαλὴν αὐτοῦ στέφανον ἐκ λίθου τιμίου. Πάντως δὲ οὐδεὶς τῶν κρίνειν τοὺς περὶ Θεὸν λόγους ἐπεσκεμμένων ἀκριβολογεῖται περὶ την τοῦ ὀνόματος ἔμφασιν, ὅτι μήτηρ ἀντὶ τοῦ πατρὸς μνημονεύεται, μίαν ἀφ' ἑκατέρας φωνῆς ἀναλαμβάνων διάνοιαν. Ἐπειδὴ γὰρ οὔτε ἄρῥην, οὔτε θῆλυ τὸ Θεῖόν ἐστι· πῶς γὰρ ἂν ἐπὶ τῆς θεότητός τι νοηθείη τοιοῦτον, ὁπότε οὐδὲ ἡμῖν τοῖς ἀνθρώποις τοῦτο εἰς τὸ διηνεκὲς παραμένει, ἀλλ' ὅταν ἐν Χριστῷ ἓν πάντες γενώμεθα, τὰ σημεῖα τῆς διαφορᾶς ταύτης μετὰ ὅλου τοῦ παλαιοῦ ἀνθρώπου συνεκδυόμεθα; τούτου χάριν ἰσοδυναμεῖ πρὸς τὴν ἔνδειξιν τῆς ἀφθάρτου φύσεως πᾶν τὸ εὑρισκόμενον ὄνομα· οὔτε θήλεος, οὔτε ἄῤῥενος τὴν σημασίαν τῆς ἀκηράτου καταμολύνοντος φύσεως. Διὰ τοῦτο ἐν μὲν τῷ Εὐαγγελίῳ ὁ πατὴρ λέγεται ποιεῖν τοὺς γάμους· ὁ δὲ Προφήτης πρὸς τὸν Θεὸν λέγει· ὅτι Ἔθηκας ἐπὶ τὴν κεφαλὴν αὐτοῦ στέφανον ἐκ λίθου τιμίου· ἐνταῦθα δὲ παρὰ τῆς μητρός φησιν ἐπιτίθεσθαι τῷ νυμφίῳ τὸν στέφανον. Ἐπεὶ οὖν ἐστιν εἷς ὁ γάμος καὶ μία νύμφη, καὶ παρὰ ἑνὸς ἐπιβάλλεται τῷ νυμφίῳ ὁ στέφανος· οὐδὲν διαφέρει πάντως, ἢ Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ λέγειν Θεὸν, ἢ Υἱὸν τῆς ἀγάπης αὐτοῦ, κατὰ τὴν Παύλου φωνὴν, ὡς μιᾶς οὔσης καθ' ἑκάτερον ὄνομα τῆς νυμφοστολούσης αὐτὸν ἐπὶ τῆς ἡμετέρας συνοικήσεως δυνάμεως. Ἐξέλθετε οὖν, φησὶν ἡ νύμφη πρὸς τὰς νεάνιδας, καὶ θυγατέρες Σιὼν γένεσθε· ὥστε ἀπὸ σκοπιᾶς ὑψηλῆς (οὕτω γὰρ Σιὼν ἑρμηνεύεται) δυνηθῆναι τὸ θαυμαστὸν ἰδεῖν θέαμα, στεφανηφοροῦντα τὸν νυμφίον. Στέφανος δὲ αὐτῷ ἡ Ἐκκλησία γίνεται, διὰ τῶν ἐμψύχων λίθων τὴν κεφαλὴν ἐν κύκλῳ διαλαμβάνουσα. Στεφανηπλόκος δὲ τοῦ τοιούτου στεφάνου, ἡ ἀγάπη ἐστὶν, ἣν, εἴτε μητέρα, εἴτε ἀγάπην τις λέγει, οὐχ ἁμαρτήσεται. Θεὸς γάρ ἐστιν ἀγάπη, κατὰ τὴν Ἰωάννου φωνήν. Τούτῳ δὲ τῷ στεφάνῳ ἐνευφραίνεσθαι λέγει αὐτὸν ἡ νύμφη, τῷ νυμφικῷ κόσμῳ ἐναγαλλόμενον. Χαίρει γὰρ ὡς ἀληθῶς ἁ σύνοικον τὴν Ἐκκλησίαν ἑαυτῷ ποιησάμενος, ταῖς ἀρεταῖς τῶν διαπρεπόντων ἐν αὐτῇ στεφανούμενος. Κρεῖττον δ' ἂν εἴη αὐτὰς παραθέσθαι τὰς θείας φωνὰς ἐπὶ λέξεως ἐχούσας οὕτως Ἐξέλθετε καὶ ἴδετε, θυγατέρες Σιὼν, τὸν βασιλέα Σολομῶντα ἐν τῶ στεφάνῳ, ᾧ ἐστεφάνωσεν αὐτὸν ἡ μήτηρ αὐτοῦ, ἐν ἡμέρᾳ νυμφεύσεως αὐτοῦ, καὶ
had shared them, wherefore he spoke such words to his hearers: Become as I am, for I also once was as you are; and again: Become imitators of me, even as I am of Christ—so too this benevolent Bride, having been counted worthy of the divine mysteries of the Master, when she beheld the bed and became the litter of the King, cries aloud to the maidens (and these would be the souls of those who are being saved), saying: How long do you shut yourselves up within the cavern of life? Come forth from behind the veils of nature, and behold the marvellous spectacle! Having become daughters of Sion, gaze upon the crown gracing round about the head of the King, which His mother placed around Him according to the voice of the Prophet, who says: Thou hast set upon His head a crown of precious stone. Assuredly no one among those trained to judge statements concerning God will cavil over the force of the name, in that mother is mentioned instead of father, since he gathers one and the same meaning from either word. For inasmuch as the Divine is neither male nor female—for how could anything of the sort be conceived in respect of the Godhead, when this does not abide perpetually even in us human beings, but when we all become one in Christ we strip off the tokens of this difference along with the whole old man?—for this reason every name that can be found has equal force for indicating that incorruptible nature, neither female nor male defiling the signification of that undefiled nature. Wherefore in the Gospel a father is said to make the marriage feast, while the Prophet says unto God, Thou hast set upon His head a crown of precious stone, and here she says that the crown is placed upon the Bridegroom by His mother. Since, then, there is one marriage and one Bride, and by One the crown is placed upon the Bridegroom, it makes no difference at all whether one calls the Only-begotten God the Son of God, or the Son of His love, according to the voice of Paul, since under either name the power that attires Him as Bridegroom for our wedded fellowship is one. Come forth, then, says the Bride to the maidens, and become daughters of Sion, so that from a lofty watchtower (for so Sion is interpreted) you may be able to behold the marvellous spectacle: the Bridegroom wearing His crown. And the Church becomes His crown, encircling His head with living stones; and the weaver of such a crown is love, which whether one calls mother or love, one will not err: for God is love, according to the voice of John. And in this crown the Bride says that He rejoices, exulting in His bridal adornment; for truly He rejoices Who has made the Church His consort, being crowned with the virtues of those who excel within her. Yet it would be better to set down the divine utterances themselves word for word, running thus: Come forth and see, daughters of Sion, King Solomon in the crown wherewith His mother crowned Him in the day of His espousals, and
Notes, col. 916

On the reading

Printed αῦτὸς, for αὐτὸς.

Printed περιτρέποντα, for περιπρέποντα.

Printed την τοῦ ὀνόματος, for τὴν τοῦ ὀνόματος.

Printed ἁ σύνοικον, for ὁ σύνοικον.

Printed ἐν τῶ στεφάνῳ, for ἐν τῷ στεφάνῳ.

PG 44:917Read from the page
ἐν ἡμέρᾳ εὐφροσύνης καρδίας αὐτοῦ. Την οὖν τοιαύτην φιλανθρωπίαν τῆς νύμφης ὁ Λόγος ἀποδεξάμενος, ὅτι κατὰ μίμησιν τοῦ Δεσπότου καὶ αὐτὴ πάντας θέλει σωθῆναι, καὶ εἰς ἐπίγνωσιν τῆς ἀληθείας ἐλθεῖν· σεμνοτέραν αὐτὴν ἀπεργάζεται ὁ κήρυξ τοῦ κάλλους αὐτῆς καὶ ζωγράφος γινόμενος. Οὐ γὰρ ἁπλῶς ὁ τῆς ὥρας ἔπαινος λέγεται, καθολικήν τινα εὐφημίαν περιέχων τοῦ κάλλους· ἀλλ' ἐμφιλοχωρεῖ τῷ λόγῳ τοῖς καθ' ἕκαστον μέρεσιν, ἴδιον ἑκάστῳ μέλει διὰ συγκρίσεώς τε καὶ ὁμοιώσεως χαριζόμενος τὸ ἐγκώμιον.
in the day of the gladness of His heart. Welcoming, therefore, such benevolence on the part of the Bride—in that, in imitation of the Master, she too wills all to be saved and to come to the knowledge of the truth—the Word renders her yet more august, becoming the herald and painter of her beauty. For the praise of her comeliness is not uttered simply, comprising some general commendation of beauty; rather, He dwells fondly in speech upon each several part, bestowing upon each member its own proper encomium by way of comparison and likeness.
Λέγει δὲ οὕτως· Ἰδοὺ εἶ καλὴ, ἡ πλησίον μου, ἰδοὺ εἶ καλή. Ἡ γὰρ μιμησαμένη τοῦ Δεσπότου τὸ φιλάνθρωπον βούλημα, καὶ ἐξελθεῖν ἐγκελευσαμένη καθ' ὁμοιότητα τοῦ Ἀβραὰμ τὰς νεάνιδας, ἑκάστην ἀπὸ τῆς γῆς ἑαυτῆς, καὶ ἀπὸ τῆς περὶ τὰ αἰσθητήρια συγγενείας αὐτῆς, ὥστε ἰδεῖν τὸν καθαρὸν νυμφίον στεφανηφοροῦντα τὴν Ἐκκλησίαν· ἀληθῶς πλησίον γίνεται τῆς δεσποτικῆς ἀγαθότητος, διὰ τῆς πρὸς τὸν πλησίον ἀγάπης τῷ Θεῷ προσεγγίσασα. Καλὴ οὖν εἶ, φησὶ πρὸς αὐτὴν ὁ Λόγος, τῇ καλῇ προαιρέσει τῷ ἀγαθῷ πλησιάσασα. Ἡ δὲ ἐπανάληψις τοῦ ἐπαίνου τὸ ἄψευστον τῆς μαρτυρίας ἐνδείκνυται. Ἐν γὰρ τῇ διπλῇ μαρτυρίᾳ βεβαιοῦσθαι τὴν ἀλήθειαν ὁ θεῖος ἀποφαίνεται νόμος. Διὰ τοῦτό φησιν· Ἰδοὺ εἶ καλὴ, ἡ πλησίον μου, ἰδοὺ εἶ καλή. Ἀλλ' ἐπειδὴ ἓν σῶμα τοῦ Χριστοῦ ἡ Ἐκκλησία πᾶσα, ἐν δὲ τῷ ἑνὶ σώματι, καθώς φησιν ὁ Ἀπόστολος, μέλη ἐστὶ πολλά· πάντα δὲ τὰ μέλη οὐ τὴν αὐτὴν ἔχει πρᾶξιν· ἀλλὰ τὸν μὲν ὀφθαλμὸν ἔκτισεν ὁ Θεὸς ἐν τῷ σώματι, ἕτερος δέ τις οὖς ἐφυτεύθη· εἰσὶ δέ τινες διὰ τῆς ἐνεργείας τῶν δυνάμεων χεῖρες γινόμενοι, καὶ πόδες λέγονταί τινες οἱ τὰ βάρη βαστάζοντες· εἴη δ' ἄν τι καὶ γεύσεως ἔργον καὶ ὀσφρήσεως, καὶ τὰ καθ' ἕκαστον πάντα, δι' ὧν ἀνθρώπινον συνίσταται σῶμα· καὶ δυνατόν ἐστιν εὑρεῖν ἐν τῷ κοινῷ τῆς Ἐκκλησίας σώματι χείλη τε καὶ ὀδόντας, καὶ γλῶσσαν, μαζούς τε, καὶ κοιλίαν, καὶ τράχηλον· ὡς δὲ ὁ Παῦλός φησι· Καὶ αὐτὰ τὰ δοκοῦντα εἶναι ἀσχήμονα τοῦ σώματος· τούτου χάριν ὁ ἀκριβὴς τοῦ κάλλους δοκιμαστὴς, τῶν ἀρεσάντων αὐτῷ μελῶν ἐξ ὅλου τοῦ σώματος, ἴδιόν τε καὶ πρόσφορον ἑκάστῳ ποιεῖται τὸν ἔπαινον.
And He speaks thus: Behold, you are fair, My companion; behold, you are fair. For having imitated the benevolent counsel of the Master, and having bidden the maidens go forth after the likeness of Abraham, each from her own land and from her kinship bound up with the organs of sense, so as to behold the pure Bridegroom wearing the Church as His crown, she truly becomes a companion of the Master's goodness, having drawn near to God through love towards her neighbour. Fair indeed are you, says the Word unto her, having drawn near to the Good through a fair purpose. And the repetition of the praise shows the unerring truth of the testimony; for the divine law declares that truth is established by a twofold witness. Wherefore He says: Behold, you are fair, My companion; behold, you are fair. Yet inasmuch as the whole Church is one body of Christ, and in the one body, as the Apostle says, there are many members, and all the members do not have the same function—rather, God created one to be an eye in the body, while another was planted as an ear; some become hands through the working of powers, and some who bear burdens are called feet; and there may also be some function of taste and of smell, and all the several parts whereby a human body is composed; and it is possible to find in the common body of the Church lips and teeth, and tongue, and breasts, and belly, and neck, and, as Paul says, even those parts of the body that seem to be uncomely—for this reason the exact Examiner of beauty bestows upon each of the members from the whole body that have pleased Him its own proper and fitting praise.
Ἄρχεται δὲ τῶν ἐγκωμίων ἀπὸ τῶν κυριωτέρων μελῶν. Τί γὰρ ὀφθαλμῶν ἐν τοῖς μέλεσιν ἡμῶν ἐστι τιμιώτερον; Δι' ὧν ἡ τοῦ φωτὸς ἀντίληψις γίνεται, παρ' ὧν ἐστὶν ἡ τῶν φίλων καὶ πολεμίων ἐπίγνωσις, οἷς τὸ ἴδιον καὶ τὸ ἀλλότριον διακρίνομεν, πάσης ἐργασίας ὑφηγηταὶ καὶ διδάσκαλοι γίνονται, καὶ τῆς ἀπλανοῦς ὁδοιπορίας ὁδηγοὶ συμφυεῖς καὶ ἀχώριστοι, ὧν ἡ θέσις τῶν ἄλλων αἰσθητηρίων ὑπερκειμένη, τὸ προτιμότερον τῆς ἀπ' αὐτῶν γινομένης ἡμῖν ὠφελείας ἐνδείκνυται. Πάντως δὲ πρόδηλόν ἐστι τοῖς ἀκούουσιν, εἰς ποῖα μέλη τῆς Ἐκκλησίας ὁ τῶν ὀφθαλμῶν ἔπαινος βλέπει. Ὀφθαλμὸς ἦν Σαμουὴλ ὁ
And He begins His encomiums from the more sovereign members. For what among our members is more precious than the eyes? Through them comes the perception of light; from them comes the recognition of friends and foes; by them we distinguish what is our own from what is alien; they become the guides and teachers of every work, and the natural and inseparable leaders of an unerring journey; and their very position, set above the other organs of sense, demonstrates the superior rank of the benefit that accrues to us from them. Assuredly it is plain to those who hear unto what members of the Church the praise of the eyes looks. An eye was Samuel the
Notes, col. 917

On the reading

Printed Την οὖν, for Τὴν οὖν.

PG 44:920Read from the page
βλέπων· οὕτω γὰρ ὠνομάζετο· ὀφθαλμὸς ὁ Ἰεζεκιὴλ, ὁ σκοπεῖν ὑπὸ τοῦ Θεοῦ τεταγμένος, ἐπὶ τῇ τῶν φυλασσομένων παρ' αὐτοῦ σωτηρίᾳ· ὀφθαλμὸς Μιχαίας ὁ ὁρῶν, καὶ Μωϋσῆς ὁ θεώμενος, ὁ δια τοῦτο καὶ θεὸς ὠνομασμένος· ὀφθαλμοὶ πάντες ἐκεῖνοι, οἱ εἰς ὁδηγίαν τοῦ λαοῦ τεταγμένοι, οὓς καὶ ὁρῶντας ὠνόμαζον οἱ τότε ἄνθρωποι· καὶ νῦν οἱ τὸν ἐκεῖνον τόπον ἀναπληροῦντες τῷ σώματι τῆς Ἐκκλησίας, καὶ ἐπισκοπεῖν τεταγμένοι, ὀφθαλμοὶ κυρίως κατονομάζονται, ἐὰν ἀκριβῶς πρὸς τὸν τῆς δικαιοσύνης ἥλιον βλέπωσι, μηδαμοῦ τοῖς ἔργοις τοῦ σκότους ἐναμβλυωποῦντες· καὶ εἰ διακρίνοιεν τοῦ ἀλλοτρίου τὸ ἴδιον, ἐν τῷ γινώσκειν, ὅτι πᾶν ἀλλότριόν ἐστι τῆς φύσεως ἡμῶν, τὸ φαινόμενόν τε καὶ πρόσκαιρον· ἴδιον δὲ τὸ δι' ἐλπίδος προκείμενον, οὗ ἡ κτῆσις μένει πρὸς τὸ διηνεκὲς ἀναφαίρετος. Ὀφθαλμῶν ἔργον καὶ τὸ διαγινώσκειν τὸν φίλιόν τε καὶ τὸν πολέμιον, ὥστε ἀγαπᾷν μὲν τὸν ἀληθινὸν φίλον ἐξ ὅλης καρδίας τε καὶ ψυχῆς καὶ δυνάμεως, τέλειον δὲ μῖσος κατὰ τοῦ ἐχθροῦ τῆς ζωῆς ἡμῶν ἐπιδείκνυσθαι. Ἀλλὰ καὶ ὁ τῶν πρακτέων ὑφηγητὴς, καὶ τῶν συμφερόντων διδάσκαλος, καὶ τῆς ἐπὶ τὸν Θεὸν πορείας χειραγωγὸς, τοῦ καθαροῦ τε καὶ ὑγιαίνοντος ὀφθαλμοῦ τὸ ἔργον δι' ἀκριβείας ποιεῖ, καθ' ὁμοιότητα τῶν σωματικῶν ὀμμάτων τῆς ὑψηλῆς πολιτείας τῶν λοιπῶν προφαινόμενος. Διὰ τοῦτο ἐντεῦθεν ἐπαινεῖν ὁ Λόγος τὸ τῆς νύμφης ἄρχεται κάλλος, καί φησιν· Ὀφθαλμοί σου περιστεραί· ἀκεραίους γὰρ εἰς τὸ κακὸν τοὺς ἐν ὀφθαλμῶν τάξει προβεβλημένους ὁρῶν, τὴν ἁπλότητά τε καὶ τὸ ἀκέραιον τοῦ ἤθους αὐτῶν ἀποδεξάμενος, περιστερὰς κατωνόμασεν αὐτούς. Ἴδιον γάρ ἐστι περιστερῶν τὸ ἀκέραιον. Ἢ τάχα τοιοῦτόν τινα ὁ λόγος μαρτυρεῖ τοῖς ὄμμασιν ἔπαινον. Ἐπειδὴ γὰρ πάντων τῶν ὁρατῶν αἱ εἰκόνες τῷ καθαρῷ τῆς κόρης ἐμπίπτουσαι, τὴν ὁρατικὴν ἐνέργειαν ἀποτελοῦσιν· ἀνάγκη πᾶσα πρὸς ὅ τις ὁρᾷ, τούτου τὴν μορφὴν ἀναλαμβάνειν διὰ τοῦ ὀφθαλμοῦ, κατόπτρου δίκην τοῦ φαινομένου τὸ εἶδος ἀναμασσόμενος. Ὅταν τοίνυν ὁ τὴν ὀπτικὴν ταύτην ἐξουσίαν ἐπὶ τῆς Ἐκκλησίας λαβὼν, πρὸς μηδὲν ὑλῶδες καὶ σωματικὸν βλέπῃ· ὁ πνευματικός τε καὶ ἄϋλος ἐν αὐτῷ κατορθοῦται βίος. Ἡ δὲ τοιαύτη ζωὴ τῇ τοῦ ἁγίου Πνεύματος χάριτι καταμορφοῦται. Οὐκοῦν ὁ τελειότατος τῶν ὀφθαλμῶν ἐστιν ἔπαινος, τὸ πρὸς τὴν τοῦ Πνεύματος τοῦ ἁγίου χάριν μεμορφῶσθαι αὐτῶν τῆς ζωῆς τὸ εἶδος. Περιστερὰ γὰρ τὸ Πνεῦμα τὸ ἅγιον. Ἡ δὲ δυὰς τῶν ὀφθαλμῶν ἐπαινεῖται, ὡς ἂν ὅλος γένοιτο ἐν ἐπαίνῳ ὁ ἄνθρωπος, ὁ φαινόμενός τε καὶ νοούμενος. Διὰ τοῦτο γὰρ προσέθηκε τῷ ἐπαίνῳ καὶ ἄλλην ὑπερβολὴν, εἰπών· ὅτι Ἐκτὸς τῆς σιωπήσεώς σου· τοῦ γὰρ ἀγαθοῦ βίου, τὸ μέν τι πρόδηλόν ἐστιν, ὡς καὶ ἀνθρώποις γνώριμον εἶναι· τὸ δὲ κρύφιόν τε καὶ ἀπόῤῥητον, μόνῳ Θεῷ καθορώμενον. Ὁ τοίνυν τὸ ἀκατέργαστον βλέπων, καὶ εἰς τὰ κρύφια καθορῶν μαρτυρεῖ ἐπὶ τοῦ ἐπαινουμένου προσώπου πλέον εἶναι τοῦ φαινομένου τὸ σιωπώμενον, δι' ὧν φησιν· ὅτι Ὀφθαλμοί σου περιστεραὶ ἐκτὸς τῆς σιωπήσεώς σου. Ἔξωθεν γάρ ἐστι τοῦ ἐπαινηθέντος ἤδη, τὸ διὰ τῆς σιωπῆς θαυμαζόμενον. Ὁδῷ δὲ
Seer—for so he was named; an eye was Ezekiel, appointed by God to keep watch over the salvation of those guarded by Him; an eye was Micaiah who saw, and Moses who beheld, and who for this reason was also called a god; eyes were all those appointed for the guidance of the people, whom the men of that time also named Seers. And now too those who fill that place in the body of the Church and are appointed to exercise oversight are properly named eyes, if they look steadfastly towards the Sun of righteousness, never growing dim-sighted in the works of darkness, and if they distinguish what is our own from what is alien, in knowing that everything visible and transitory is alien to our nature, whereas what is our own is that which is set before us through hope, the possession whereof abides inalienable in perpetuity. It is also the work of the eyes to discern between friend and foe, so as to love the true Friend with the whole heart and soul and strength, while displaying complete hatred against the enemy of our life. Moreover, he who guides in things to be done, and teaches things profitable, and leads by the hand along the way unto God, performs with exactness the work of the pure and healthy eye, shining forth before the rest by his lofty way of life after the likeness of the bodily eyes. Wherefore from this point the Word begins to praise the beauty of the Bride, and says: Your eyes are doves; for seeing those set forward in the rank of eyes to be innocent towards evil, and welcoming the simplicity and guilelessness of their character, He named them doves; for guilelessness is proper to doves. Or perhaps the statement attests some such praise as this to the eyes: inasmuch as the images of all visible things, falling upon the clear pupil, accomplish the activity of sight, there is every necessity that towards whatever someone looks, he takes up its form through the eye, receiving the impression of the shape of the visible object after the manner of a mirror. Whenever, therefore, he who has received this faculty of vision in the Church looks towards nothing material and bodily, the spiritual and immaterial life is rightly ordered within him; and such a life is transformed by the grace of the Holy Spirit. Hence the most perfect praise of the eyes is that the form of their life has been shaped after the grace of the Holy Spirit; for the Holy Spirit is a dove. And the pair of eyes is praised so that the whole human being—both the outwardly visible and the inwardly conceived—may share in the praise. For this reason He added yet another surpassing touch to the praise, saying: beside your silence; for of the good life, one part is manifest, so as to be known even to human beings, whereas another is hidden and ineffable, beheld by God alone. He, therefore, Who sees what is unwrought and beholds what is in secret testifies of the person praised that what is kept in silence is greater than what appears, when He says: Your eyes are doves, beside your silence. For outside that which has already been praised lies that which is marvelled at through silence. And step by step
Notes, col. 920

On the reading

Printed δια τοῦτο, for διὰ τοῦτο.

PG 44:921Read from the page
προάγει καθεξῆς τὸ τοῦ κάλλους ἐγκώμιον, ἐπὶ τὰς τρίχας μετάγων τὸν λόγον, καί φησιν· Τρίχωμά σου ὡς ἀγέλαι τῶν αἰγῶν, αἳ ἀνεκαλύφθησαν ἀπὸ τοῦ Γαλαάδ.
He carries forward in order the encomium of her beauty, transferring His discourse to her hair, and says: Your hair is like flocks of goats that have been disclosed from Galaad.
Νοῆσαι δὲ προσήκει πρῶτον τῆς τριχὸς τὴν φύσιν· εἶθ' οὕτως ἐπιγνῶναι τὸν ἔπαινον, ὃν διὰ τῶν τριχῶν ὁ λόγος τῇ νύμφῃ χαρίζεται. Οὐκοῦν δόξα μὲν γυναικὸς κεφαλῆς ἡ θρὶξ παρὰ τοῦ Παύλου ὠνόμασται. καὶ ἀντὶ περιβολαίου δεδόσθαι τῇ γυναικὶ τὴν κόμην λέγει. Αἰδὼ δὲ καὶ σωφροσύνην τὸ πρέπον εἶναί φησι ταῖς γυναιξὶ περιβόλαιον, οὕτω γράψας τῷ ῥήματι· Ὡς πρέπει γυναιξὶν ἐπαγγελλομέναις θεοσεβεῖν, μετὰ αἰδοῦς καί σωφροσύνης κοσμεῖν ἑαυτάς. Διὰ τούτων τὰς ἐπὶ τῆς κεφαλῆς τρίχας, αἷς κομᾷ ἡ γυνὴ, τὴν αἰδὼ καὶ σωφροσύνην διὰ τῆς τοῦ Παύλου σοφίας καταλαμβάνεσθαι. Οὐδὲ γὰρ ἄλλην πρέπει τινὰ δόξαν νομίζεσθαι ἐπὶ τῆς ἐπαγγελλομένης θεοσέβειαν ψυχῆς, εἰ μὴ τὴν αἰδώ τε καὶ τὴν σωφροσύνην, ἣν κόμην ὠνόμασεν, ἣν ὅταν μὴ ἔχῃ, καταισχύνει την κεφαλὴν αὐτῆς, καθώς φησιν ὁ Ἀπόστολος. Εἰ δὴ ταῦτα περὶ τῶν τριχῶν ὁ Παῦλος ἐφιλοσόφησε, προσακτέον ἂν εἴη τὰ τοῦ Ἀποστόλου ῥήματα τῷ ἐπαίνῳ τῆς Ἐκκλησίας, ἐν τῷ περὶ τοῦ τριχώματος λόγῳ, κατὰ τὴν προκειμένην φωνὴν, ἥ φησιν· ὅτι Τρίχωμά σου, ὡς ἀγέλαι τῶν αἰγῶν, αἳ ἀνεκαλύφθησαν ἀπὸ τοῦ Γαλαάδ. Διὰ τούτων γὰρ τὴν ἐνάρετον πολιτείαν ἐν ἐπαίνῳ ποιεῖται ὁ Λόγος. Ἀλλὰ κἀκεῖνο προσήκει προστεθῆναι τῷ λόγῳ τῷ περὶ τῶν τριχῶν, ὅτι πάσης αἰσθήσεως ζωτικῆς ἀμοιροῦσιν αἱ κόμαι. Οὐ μικρὸν γὰρ εἰς ἐπαύξησιν ἐγκωμίων καὶ τοῦτο, τὸ μήτε πόνου, μήτε ἡδονῆς αἴσθησιν ἐν ταῖς θριξὶν εἶναι. Τὸ μὲν γὰρ σῶμα, ὅθεν ἐκφύονται, ὀδυνᾶται παρατιλλόμενον· αὐτὴ δὲ ἡ θρὶξ, οὔτε εἰ τέμνοιτο, οὔτε εἰ φλέγοιτο, οὔτε εἰ διά τινος κομμωτικῆς ἐπιμελείας καταλεαίνοιτο, τῷ γινομένῳ αἴσθησιν δέχεται. Τὸ δὲ ἀμοιρεῖν τῆς αἰσθήσεως τῶν νεκρῶν ἐστιν ἴδιον. Οὐκοῦν ὁ μηδεμίαν τῶν ἐν τῷ κόσμῳ τούτῳ σπουδαζομένων παραδεχόμενος αἴσθησιν, μήτε ὑπὸ δόξης τε καὶ τιμῆς ἐξογκούμενος, μήτε δι' ὕβρεώς τε καὶ ἀτιμίας ἀλγεινῶς διατιθέμενος· ἀλλ' ἐν ὁμοίῳ καθ' ἑκάτερον τῶν ἐναντίων ἑαυτὸν φυλάσσων· οὗτός ἐστιν ἡ ἐπαινουμένη τῆς νύμφης κόμη, νεκρὸς ἄντικρυς καὶ ἀκίνητος πρὸς τὰ τοῦ κόσμου γενόμενος πράγματα, εἴτε οὕτως, εἴτε ὡς ἑτέρως ἔχοι.
First, however, it befits us to understand the nature of hair, and then thus to discern the praise which through the hair the discourse bestows upon the Bride. Now the hair has been named by Paul the glory of a woman's head, and he says that tresses have been given to woman for a covering; and modesty and sobriety he declares to be the fitting covering for women, writing in these very words: As becomes women professing godliness, to adorn themselves with modesty and sobriety. Hereby we are to grasp through Paul's wisdom that the hair upon the head wherewith a woman is adorned signifies modesty and sobriety. For neither is it fitting that any other glory be reckoned in the soul that professes godliness save modesty and sobriety, which he named tresses, and lacking which she dishonours her own head, as the Apostle says. If indeed Paul philosophized thus concerning hair, the Apostle's words ought to be applied to the praise of the Church in the passage concerning her hair, according to the utterance set before us, which says: Your hair is like flocks of goats that have been disclosed from Galaad; for through these words the Word holds up the virtuous way of life for praise. Yet this too ought to be added to our account concerning the hair: that tresses have no share in any vital sensation. For it is no small contribution towards the amplification of her encomiums that in hairs there is sensation neither of pain nor of pleasure. For the body out of which they grow feels pain when plucked; yet the hair itself, neither if it be cut, nor if it be singed, nor if through some cosmetic care it be smoothed down, receives any sensation of what is done. Now to be devoid of sensation is the property of the dead. Therefore he who admits no sensation of the things eagerly pursued in this world, neither puffed up by glory and honour nor painfully affected through insult and dishonour, but keeping himself in the same state under either opposite—he is the praised hair of the Bride, having become outright dead and immovable towards the affairs of the world, whether they stand thus or otherwise.
Εἰ δὲ τὸ πλεονέκτημα τῶν τριχῶν ἀγέλαις αἰγῶν παραβάλλεται, ταῖς ἀπὸ τοῦ Γαλαὰδ ἀνακαλυφθείσαις· ἃ μὲν χρὴ δι' ἀκριβείας περὶ τούτων γινώσκειν οὔπω καταλαβεῖν ἠδυνήθημεν· στοχαζόμεθα δὲ, ὅτι ὥσπερ τὰ ξύλα τοῦ Λιβάνου εἰς χρυσόν τε καὶ ἄργυρον καὶ πορφύραν μεταποιήσας, φορεῖον ὁ βασιλεὺς κατεσκεύασεν ἑαυτῷ· οὕτως οἶδεν ὁ ποιμὴν ὁ καλὸς αἰγῶν ἀγέλας παραλαβεῖν καὶ εἰς ποίμνια μεταβαλεῖν
And if the excellence of the hair is compared to flocks of goats disclosed from Galaad, what ought to be known with precision concerning these things we have not yet been able to grasp; yet we conjecture that just as the King, having transformed the wood of Lebanon into gold and silver and purple, fashioned a litter for Himself, so too the good Shepherd knows how to take flocks of goats and transform into sheepfolds
Notes, col. 921

On the reading

Printed καί σωφροσύνης, for καὶ σωφροσύνης.

Printed την κεφαλὴν, for τὴν κεφαλὴν.