Migne Reading Room

PG 44 · cols. 888–897 · Read from the page

On the Song of Songs

On the Song of Songs

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 44:888Read from the page
μείζονος· ὡς καὶ ἐν τούτῳ τὸν ἀποστολικὸν ἀληθεύεσθαι λόγον, διὰ τῆς τῶν ἔμπροσθεν ἐπεκτάσεως, ἐν λήθῃ γινομένων τῶν προδιηνυσμένων. Τὸ γὰρ ἀεί τι μεῖζον, καὶ καθ' ὑπερβολὴν ἀγαθὸν εὑρισκόμενον, περὶ ἑαυτὸ κατέχον τὴν τῶν μετεχόντων διάθεσιν, οὐκ ἐᾷ πρὸς τὰ παρῳχηκότα βλέπειν, τῇ τῶν προτιμοτέρων ἀπολαύσει τῶν καταδεεστέρων τὴν μνήμην παρακρουόμενον. Τὸ μὲν οὖν νόημα τὸ τῇ φιλοσοφίᾳ τοῦ νυμφικοῦ διηγήματος ἡμῖν δογματιζόμενον, τοιοῦτον εἶναι νομίζομεν.
greater; so that in this also the apostolic saying comes true, those things that have previously been accomplished falling into forgetfulness through stretching forward towards the things that lie ahead (Phil. 3:13). For that which is ever found to be something greater and superabundantly good, holding fast around itself the disposition of those who partake of it, does not suffer them to look back towards things gone by, banishing the memory of inferior things through the enjoyment of things more precious. The thought, then, taught us as doctrine by the philosophy of the bridal narrative, we judge to be of this sort.
Καιρὸς δ' ἂν εἴη πρῶτον μὲν αὐτῆς ἐπιμνησθῆναι τῆς λέξεως τῶν θεοπνεύστων λογίων· εἶθ' οὕτως ἐφαρμόσαι τοῖς προθεωρηθεῖσι τὴν τοῖς ῥητοῖς ἐγκειμένην διάνοιαν. Ἐπὶ κοίτην μου ἐν νυξὶν ἐζήτησα ὃν ἠγάπησεν ἡ ψυχή μου· ἐζήτησα αὐτὸν, καὶ οὐχ εὗρον αὐτόν· ἐκάλεσα αὐτὸν, καὶ οὐχ ὑπήκουσέ μου. Ἀναστήσομαι δὲ καὶ κυκλώσω ἐν τῇ πόλει, ἐν ταῖς ἀγοραῖς, καὶ ἐν ταῖς πλατείαις, καὶ ζητήσω ὃν ἠγάπησεν ἡ ψυχή μου. Ἐζήτησα αὐτὸν, καὶ οὐχ εὗρον αὐτόν. Εὕροσάν με οι τηροῦντες, οι κυκλοῦντες ἐν τῇ πόλει. Μὴ ὃν ἠγάπησεν ἡ ψυχή μου ἴδετε; ὡς σμικρὸν ὅτε παρῆλθον ἀπ' αὐτῶν, ἕως οὗ εὗρον ὃν ἠγάπησεν ἡ ψυχή μου· ἐκράτησα αὐτὸν, καὶ οὐκ ἀφῆκα αὐτὸν, ἕως οὗ εισήγαγον αὐτὸν εις οἶκον μητρός μου, καὶ εις ταμιεῖον τῆς συλλαβούσης με.
Now it would be seasonable first to call to mind the very wording of the divinely inspired oracles, and then in that way to adapt the sense contained in the words to the considerations previously examined. Upon my bed by night I sought Him Whom my soul loved; I sought Him, and found Him not; I called Him, and He answered me not. I will rise now and go about in the city, in the market-places, and in the streets, and I will seek Him Whom my soul loved. I sought Him, and found Him not. The watchmen found me, they who go about in the city: Have you seen Him Whom my soul loved? Scarcely had I passed by from them, until I found Him Whom my soul loved; I held Him fast, and did not let Him go, until I brought Him into my mother's house, and into the chamber of her who conceived me (Song 3:1-4).
Πῶς τοίνυν ἐν τοῖς εἰρημένοις εὑρίσκομεν τὰ δογματικῶς ἡμῖν προθεωρηθέντα νοήματα; γέγονεν ἐν ταῖς προλαβούσαις ἀνόδοις πρὸς λόγον τῆς ἑκάστοτε γινομένης αὐξήσεως. Ἀεὶ γὰρ πρὸς τὸ κρεῖττον ἀλλοιουμένη, καὶ οὐδέποτε ἐπὶ τοῦ καταληφθέντος ἀγαθοῦ ἱσταμένη, νῦν μὲν ἵππῳ παραβαλλομένη τῇ καταστρεψαμένῃ τὸν Αιγύπτιον τύραννον· πάλιν δὲ ὁρμίσκοις καὶ τρυγόσιν εικαζομένη κατὰ τὸν περιαυχένιον κόσμον. Εἶτα ὡς οὐκ ἀρκεσθεῖσα τούτοις, ἔτι πρὸς ἀνώτερον πρόεισι. Διὰ γὰρ τῆς ἡδείας νάρδου, τὴν θείαν ἐπιγινώσκει εὐωδίαν, καὶ οὐδὲ ἐν τούτῳ μένει, ἀλλὰ πάλιν αὐτὸν τὸν ποθούμενον οἷόν τι ἄρωμα εὔπνουν ἑαυτῇ περιάπτει μεταξὺ τῶν λογικῶν μαζῶν, ὅθεν βρύει τὰ θεῖα διδάγματα, τῷ χωρήματι τῆς καρδίας ἐνδυσαμένη. Μετὰ τοῦτο καρπὸν ἑαυτῆς ποιεῖται τὸν γεωργὸν, βότρυν αὐτὸν ὀνομάζουσα, ἡδύ τι καὶ προσηνὲς διὰ τοῦ ἄνθους εὐωδιάζοντα· καὶ οὕτως αὐξηθεῖσα διὰ τῶν τοιούτων ἀνόδων, καλὴ λέγεται, καὶ πλησίον γίνεται, καὶ περιστεραῖς τὸ ἐν τοῖς ὄμμασιν αὐτῆς παρεικάζεται κάλλος. Εἶτα πάλιν πρὸς τὸ μεῖζον χωρεῖ. Διορατικωτέρα γὰρ γενομένη κἀκείνη, τοῦ Λόγου καταμανθάνει τὴν ὥραν· καὶ θαυμάζει πῶς εὔσκιος ἐπὶ τὴν κλίνην τῆς κάτω ζωῆς καταβαίνει, τῇ ὑλικῇ τοῦ ἀνθρωπίνου σώματος φύσει συσκιαζόμενος. Πρὸς τούτοις τὸν τῆς ἀρετῆς οἶκον τῷ λόγῳ διαγράφει, οὗ γίνεται ἡ ἐρέψιμος ὕλη, κέδρος τε καὶ κυπάρισσος, σηπεδόνος τε καὶ διαφθορᾶς ἀνεπίδεκτος, δι' ὧν τὸ μόνιμόν τε καὶ ἀμετάβλητον τῆς πρὸς τὸ ἀγαθὸν σχέσεως διερμηνεύει τῷ λόγῳ. Ἐπὶ τούτοις
How, then, do we find in the words just cited the thoughts previously examined by us in doctrinal fashion? In the preceding ascents she progressed in proportion to the growth taking place at each stage. For being continually transformed towards the better, and never coming to a standstill upon the good already grasped, at one time she is compared to the mare that overthrew the Egyptian tyrant (Song 1:9), and at another she is likened to necklaces and turtledoves with respect to the ornament around her neck (Song 1:10). Then, as though not content with these, she advances yet higher; for through the sweet spikenard she recognizes the divine fragrance (Song 1:12), and does not abide even in this, but once more binds around herself Him Whom she desires like some fragrant spice between her rational breasts, whence well up the divine teachings, clothing herself with Him in the chamber of her heart (Song 1:13). After this she makes the Husbandman her own fruit, naming Him a cluster that breathes forth something sweet and gentle through its blossom (Song 1:14); and having grown in this way through such ascents, she is called fair, and becomes near, and the beauty in her eyes is likened to doves (Song 1:15). Then once again she advances towards the greater; for having herself also become more keen-sighted, she discerns the comeliness of the Word (Song 1:16), and marvels how, deeply shaded, He descends upon the couch of the life below, overshadowed by the material nature of the human body. In addition to these things she delineates in speech the house of virtue, whose roofing timber is cedar and cypress (Song 1:17), insusceptible of rot and corruption, whereby she interprets in speech the steadfastness and immutability of her disposition towards the good. Upon these things,
Notes, col. 888

On the reading

Printed 838, for 888.

Printed οι τηροῦντες, οι κυκλοῦντες, for οἱ τηροῦντες, οἱ κυκλοῦντες.

Printed ἴδετε, for εἴδετε.

Printed εισήγαγον αὐτὸν εις οἶκον, for εἰσήγαγον αὐτὸν εἰς οἶκον.

Printed εις ταμιεῖον, for εἰς ταμιεῖον.

Printed Αιγύπτιον, for Αἰγύπτιον.

Printed εικαζομένη, for εἰκαζομένη.

PG 44:889Read from the page
διὰ συγκρίσεως ἡ πρὸς τὸ κρεῖττον αὐτῆς παραλλαγὴ δείκνυται, καὶ κρίνον ἐν ἀκάνθαις δοκεῖ· καὶ πάλιν καὶ παρ' ἐκείνης καθορᾶται τοῦ νυμφίου τὸ πρὸς τοὺς ἄλλους διάφορον. Μῆλον γὰρ ὀνομάζεται μεταξὺ δρυμῶνος ἀκάρπου, τῇ εὐχροίᾳ τῆς ὀπώρας ὡραϊζόμενον, οὗ τὴν σκιὰν ὑπελθοῦσα ἐν τῷ οἴκῳ γίνεται, καὶ μύροις στηρίζεται, καὶ τοῖς καρποῖς τοῦ μήλου στοιβάζεται, καὶ τὸ ἐκλεκτὸν βέλος ἐν τῇ καρδίᾳ δεξαμένη διὰ τῆς γλυκείας πληγῆς, πάλιν και αὐτὴ βέλος γίνεται ἐν ταῖς χερσὶ τοῦ τοξότου, τῆς μὲν εὐωνύμου τὴν κεφαλὴν πρὸς τὸν ἄνω σκοπὸν εὐθυνούσης· τῆς δεξιᾶς δὲ πρὸς ἑαυτὴν διαλαμβανούσης τὸ βέλος. Μετά ταῦτα ὡς ἤδη πρὸς τὸ τέλειον φθάσασα, καὶ ταῖς λοιπαῖς τὴν ἐπὶ τὸν ποθούμενον προθυμίαν ὑφηγεῖται τῷ λόγῳ, δι' ὁρκισμοῦ τινος τὴν ἀγάπην αὐτῶν ἐπεγείρουσα. Τίς οὖν οὐκ ἂν εἴποι τὴν ἐπὶ τοσοῦτον ὑψωθεῖσαν ψυχὴν ἐν τῷ ἀκροτάτῳ γεγενῆσθαι ὅρῳ τῆς τελειότητος; Ἀλλ' ὅμως τὸ πέρας τῶν προδιηνυσμένων ἀρχὴ γίνεται τῆς ἐπὶ τὰ ὑπερκείμενα χειραγωγίας. Πάντα γὰρ ἐκεῖνα φωνῆς ἦχος ἐνομίσθη, πρὸς τὴν τῶν μυστικῶν θεωρίαν τὴν ψυχὴν διὰ τῆς ἀκοῆς ἐπιστρεφούσης, καὶ βλέπειν ἄρχεται τὸν ποθούμενον, ἄλλω εἴδει τοῖς ὀφθαλμοῖς ἐμφαινόμενον. Δορκάδι γὰρ ὁμοιοῦται, καὶ νεβρῷ παρεικάζεται· καὶ οὐχ ἕστηκεν, οὔτε ἐπὶ τῆς ἡμετέρας ὄψεως, οὔτε ἐπὶ τοῦ τόπου αὐτοῦ τὸ φαινόμενον· ἀλλ' ἐπιπηδᾷ τοῖς ὄρεσιν, ἀπὸ τῶν ἀκροτηρίων ἐπὶ τὰς τῶν βουνῶν ἐξοχὰς μεθαλλόμενος. Καὶ πάλιν ἐν μείζονι καταστάσει ἡ νύμφη γίνεται, φωνῆς δευτέρας πρὸς αὐτὴν ἐλθούσης, δι' ἧς παρορμᾶται καταλιπεῖν τὴν τοῦ τοίχου σκιὰν, καὶ ἐν ὑπαίθρῳ γενέσθαι, καὶ τῇ σκέπῃ τῆς πέτρας συναναπαύεσθαι, τῆς ἐχομένης τοῦ προτειχίσματος, καὶ τῆς ἐαρινῆς ὥρας κατατρυφῆσαι, δρεπομένη τοῦ καιροῦ τὰ ἄνθη ἀκμαῖα ὄντα καὶ ὡραῖα, καὶ πρὸς τομὴν ἐπιτήδεια, καὶ ὅσα ἄλλα πρὸς ἀπόλαυσιν ὁ καιρὸς τοῖς τρυφῶσι χαρίζεται, ἐν ταῖς τῶν μουσικῶν ὀρνίθων φωναῖς· δι' ὧν πάλιν τελειοτέρα γινομένη ἡ νύμφη, αὐτὴν ἀξιοῖ τοῦ φθεγγαμένου τὴν ὄψιν ἰδεῖν ἐμφανῶς, καὶ τὸν λόγον παρ' αὐτοῦ δέξασθαι, μηκέτι δι' ἑτέρων φθεγγόμενον. Πάλιν εικός ἐστιν ἐπὶ τούτοις μακαρισθῆναι τὴν ψυχὴν, τῆς ὑψηλῆς ἀναβάσεως τοῦ ἀκροτάτου τῶν ποθουμένων ἐφικομένην. Τί γὰρ ἄν τις μεῖζον εις μακαρισμὸν ἐννοήσειεν, τοῦ ειδεῖν τὸν Θεόν; Ἀλλὰ καὶ τοῦτο, τῶν μὲν προδιηνυσμένων πέρας ἐστὶ, τῆς δὲ τῶν ὑπερκειμένων ἐλπίδος ἀρχὴ γίνεται. Πάλιν γὰρ τῆς φωνῆς ἀκούει τῆς διακελευομένης τοῖς θηρευταῖς ἐπὶ σωτηρίᾳ τῶν ἀμπελωνίων τῶν λογικῶν, ἀγρεῦσαι τὰ βλαπτικὰ τῶν καρπῶν θηρία, τοὺς μικροὺς ἐκείνους ἀλώπεκας· καὶ τούτου γενομένου, μεταχωρεῖ τὰ δύο εις ἄλληλα, ὅ τε Θεὸς ἐν τῇ ψυχῇ γινόμενος, καὶ πάλιν εις τὸν θεὸν ἡ ψυχὴ μετοικίζεται. Λέγει γὰρ, ὅτι Αδελφιδός μου ἐμοί· κἀγὼ ἐν αὐτῷ, τῷ ἐν τοῖς κρίνοις ποιμαίνοντι, καὶ μεταθέντι τὴν ἀνθρωπίνην ζωήν ἀπὸ τῶν σκιοειδῶν φαντασμάτων ἐπὶ τὴν τῶν ὄντων ἀλήθειαν. Ὁρᾷς εις ὅσον ἀναβέβηκεν ὕψος ἡ ἐκ δυνάμεως εἰς δύναμιν κατὰ τὸν προφητικὸν πο-
through comparison her alteration towards the better is shown, and she appears as a lily among thorns (Song 2:2); and again by her too is beheld the Bridegroom's superiority over all others. For He is named an apple tree amidst a fruitless thicket, adorned with the fair hue of its ripe fruit (Song 2:3), entering beneath whose shadow she comes to be in the house, and is stayed with ointments, and heaped around with the fruits of the apple tree, and having received the chosen arrow in her heart through the sweet wound (Song 2:4-5; Isa. 49:2), she herself in turn becomes an arrow in the hands of the Archer, while His left hand directs her head towards the mark on high, and His right hand clasps the arrow to herself (Song 2:6). After these things, as having already attained unto perfection, she guides the rest also in speech to eagerness for Him Whom she desires, stirring up their love by a certain adjuration (Song 2:7). Who, then, would not say that the soul exalted to so great a height had come to stand at the supreme boundary of perfection? Yet none the less the end of the things previously accomplished becomes the beginning of her guidance by the hand towards the things that lie beyond. For all those earlier things were accounted the echo of a voice turning the soul through hearing towards the contemplation of mystical realities; and now she begins to see Him Whom she desires appearing to her eyes in another form. For He is likened to a gazelle, and compared to a fawn; and that which appears stands still neither before our sight nor in its own place, but leaps upon the mountains, bounding across from the peaks onto the projections of the hills (Song 2:8-9). And once again the bride comes into a greater state when a second voice reaches her, whereby she is urged to leave behind the shadow of the wall, and come out under the open sky, and rest beside Him in the shelter of the rock adjoining the outwork, and delight in the springtime season, plucking the blossoms of the season in their prime and comeliness and readiness for pruning, and all the other things that the season bestows for enjoyment upon those who revel in the voices of melodious birds (Song 2:10-14); whereby, becoming yet more perfect again, the bride deems herself worthy to behold openly the countenance of Him Who spoke, and to receive the word from Himself, no longer uttered through others. Once more it is reasonable that upon these things the soul should be pronounced blessed, having attained to the lofty ascent of the highest summit of things desired; for what greater thing could anyone conceive unto blessedness than to see God? Yet this too is the end of the things previously accomplished, while it becomes the beginning of the hope of the things that lie beyond. For again she hears the voice commanding the hunters, for the preservation of the rational vineyards, to hunt down the beasts harmful to the fruits—those little foxes (Song 2:15); and when this has taken place, the two pass into one another, both God coming to be in the soul, and the soul in turn migrating into God. For she says: My beloved is mine, and I in Him, Who pastures among the lilies (Song 2:16), and has transferred human life from shadowy phantoms unto the truth of real beings. Do you see unto how great a height she has ascended who goes from strength to strength (Ps. 83:8) according to the prophetic
Notes, col. 889

On the reading

Printed και αὐτὴ, for καὶ αὐτὴ.

Printed Μετά ταῦτα, for Μετὰ ταῦτα.

Printed ἄλλω εἴδει, for ἄλλῳ εἴδει.

Printed εικός, for εἰκός.

Printed εις μακαρισμὸν, for εἰς μακαρισμὸν.

Printed τοῦ ειδεῖν, for τοῦ ἰδεῖν.

Printed εις ἄλληλα, for εἰς ἄλληλα.

Printed εις τὸν θεὸν, for εἰς τὸν Θεὸν.

Printed Αδελφιδός, for Ἀδελφιδός.

Printed ζωήν ἀπὸ, for ζωὴν ἀπὸ.

Printed εις ὅσον, for εἰς ὅσον.

PG 44:892Read from the page
ρευομένη λόγον, ὡς τοῦ ἀκροτάτου τῆς τῶν ἀγαθῶν ἐλπίδος τετυχηκέναι δοκεῖν; Τί γὰρ ἀνώτερον τοῦ ἐν αὐτῷ γενέσθαι τῷ ποθουμένῳ, καὶ ἐν αὐτῷ τὸν ποθούμενον δέξασθαι; Ἀλλ' ὅμως ἐν τούτῳ γενομένη, πάλιν ὡς ἐνδεὴς οὖσα τοῦ ἀγαθοῦ ἀποδύρεται· καὶ ὡς μήπω ἔχουσα τὸ τῇ ἐπιθυμίᾳ προκείμενον, ἀμη-
journeying in the word, so as to seem to have attained the very summit of the hope of good things? For what is higher than to come to be in the Beloved Himself, and to receive the Beloved within oneself? Yet even when she has come to be in this state, she again laments as being in need of the good; and as not yet possessing that which lies before her desire, in helplessness
Ταῦτα δὲ πάντα διὰ τῆς τῶν προκειμένων ἡμῖν ῥητῶν θεωρίας μανθάνομεν, δι' ὧν σαφῶς διδασκόμεθα, τὸ μήτε τινὶ πέρατι τὸ μεγαλεῖον τῆς θείας ὁρίζεσθαι φύσεως, μήτε τι γνώσεως μέτρον ὅρον γίνεσθαι τῆς τῶν ζητουμένων κατανοήσεως, μεθ' ὃ στῆναι χρὴ τῆς ἐπὶ τὸ πρόσω φορᾶς, τὸν τῶν ὑψηλῶν ὀρεγόμενον· ἀλλ' οὕτως ἔχειν τὸν διὰ τῆς ὑπερκειμένης κατανοήσεως ἐπὶ τὸν ἄνω τρέχοντα νοῦν, ὡς πᾶσαν τελειότητα γνώσεως τὴν ἐφικτὴν τῇ ἀνθρωπίνῃ φύσει, ἀρχὴν γίνεσθαι τῆς τῶν ὑψηλοτέρων ἐπιθυμίας. Καί μοι σκόπει δι' ἀκρίβειαν τὸν προκείμενον τῇ θεωρίᾳ λόγον, τοῦτο προκατανοήσας, ὅτι θάλαμός ἐστιν ἡ σωματικὴ τοῦ λόγου ὑπογραφή, καὶ γαμική τις διασκευή, δίδωσι τῇ θεωρίᾳ τὰς ὕλας, ὧν ἡ φιλοσοφία, πρὸς τὸ καθαρόν τε καὶ ἄϋλον μετενεγκοῦσα τὰς τῶν νοημάτων ἐμφάσεις, διὰ τῶν αὐτοῖς ἐπιτελουμένων προάγει τὰ δόγματα, τοῖς τῶν γινομένων αἰνίγμασι συγχρησαμένη πρὸς τὴν τῶν δηλουμένων σαφήνειαν. Ἐπειδὴ τοίνυν νύμφην μὲν ὑπέθετο τὴν ψυχὴν ὁ λόγος, ὁ δὲ ἐξ ὅλης καρδίας τε καὶ ψυχῆς καὶ δυνάμεως παρ' αὐτῆς ἀγαπώμενος Θεὸς, νυμφίος κατονομάζεται, ἀκολούθως ἐπὶ τὸ ἀκρότατον, ὡς ᾤετο, τῶν ἐλπιζομένων ἐλθοῦσα, καὶ ἤδη πρὸς τὸν ποθούμενον ἀνακεκρᾶσθαι νομίσασα, κοίτην ὀνομάζει τὴν τελειοτέραν τοῦ ἀγαθοῦ μετουσίαν, καὶ νύκτα λέγει, τὸν τοῦ σκότους καιρόν· διὰ δὲ τοῦ ὀνόματος τῆς νυκτὸς, ἐνδείκνυται τῶν ἀοράτων τὴν θεωρίαν, καθ' ὁμοιότητα τοῦ Μωϋσέως, τοῦ ἐν τῷ γνόφῳ γεγονότος ἐν ᾧ ἦν ὁ Θεός· ὃς ἔθετο, καθώς φησιν ὁ Προφήτης, σκότος ἀποκρυφὴν αὐτοῦ κύκλῳ αὐτοῦ.
All these things we learn through the contemplation of the words set before us, whereby we are clearly taught that neither is the majesty of the divine nature bounded by any limit, nor does any measure of knowledge become a boundary to the comprehension of the things sought, after which he who reaches out towards lofty things ought to halt in his forward course; rather, the mind running upwards through transcendent comprehension is so disposed that every perfection of knowledge attainable by human nature becomes the beginning of the desire for still higher things. And consider accurately for me the discourse set before our contemplation, having understood beforehand that the bodily delineation of the discourse is a bridal chamber, and a certain nuptial arrangement furnishes the materials for contemplation, wherein philosophy, transferring the impressions of the thoughts towards that which is pure and immaterial, sets forth the doctrines through the rites accomplished in them, making joint use of the riddles of the things enacted for the clearness of the things signified. Since, therefore, the discourse has posited the soul as bride, whilst God, Who is loved by her out of her whole heart and soul and strength, is named Bridegroom, consequently, having come, as she supposed, to the very summit of the things hoped for, and having thought herself already mingled with Him Whom she desired, she calls the more perfect participation in the good a bed, and speaks of night, the season of darkness; and by the name of night she indicates the contemplation of things invisible, after the likeness of Moses, who came to be in the thick darkness wherein God was, Who made darkness His hiding-place round about Him, even as the Prophet says.
Ἐν ᾧ καταστᾶσα, τότε διδάσκεται, ὅτι τοσοῦτον ἀπέσχε τοῦ ἐπιβῆναι τῆς τελειότητος, ὅσον οἱ μηδὲ τὴν ἀρχὴν ἐγχειρήσαντες. Ἤδη γὰρ, φησὶν, ὡς τῶν τελείων ἀξιωθεῖσα, καθάπερ ἐπὶ κοίτης τινὸς τῆς τῶν ἐγνωσμένων καταλήψεως ἐμαυτὴν ἀναπαύουσα, ὅτε τῶν ἀοράτων ἐντὸς ἐγενόμην, καταλιποῦσα τὰ αισθητήρια, ὅτε περιεσχέθην τῇ θείᾳ νυκτὶ, τὸν ἐν τῷ γνόφῳ κεκρυμμένον ἀναζητοῦσα, τότε τὴν μὲν ἀγάπην πρὸς τὸ ποθούμενον εἶχον· αὐτὸ δὲ τὸ ἀγαπώμενον διέπτη τῶν λογισμῶν τὴν λαβήν. Ἐζήτουν γὰρ αὐτὸν ἐπὶ τῇ κοίτῃ μοῦ ἐν ταῖς νυξὶν, ὥστε γνῶναι τίς ἡ οὐσία, πόθεν ἄρχεται, εἰς τί καταλήγει, καὶ ἐν τίνι τὸ εἶναι ἔχει. Ἀλλ' οὐχ εὗρον αὐτόν· ἐκάλουν αὐτὸν ἐξ ὀνόματος, ὡς ἦν μοι δυνατὸν ἐξευρεῖν ἐπὶ τοῦ ἀκατονομάστου ὀνόματος. Ἀλλ' οὐκ ἦν ὀνόματος ἔμφασις ἡ καθικνουμένη ζητουμένου. Πῶς γὰρ ὁ
Having been placed therein, she is then taught that she was just as far from setting foot upon perfection as those who had not even attempted the beginning. For already, she says, as though counted worthy of perfection, resting myself as upon some bed of the comprehension of the things known, when I came within the things unseen, having left the senses behind, when I was encompassed by the divine night, seeking Him Who is hidden in the thick darkness, then indeed I possessed love towards that which was desired; yet the very object beloved flew away past the grasp of my reasonings. For I sought Him upon my bed in the nights, so as to know what His essence is, whence He begins, unto what He ends, and wherein He has His being. Yet I found Him not; I called Him by name, so far as it was possible for me to discover in the case of the unnameable Name. Yet there was no signification of a name reaching unto Him Who was sought. For how could He Who
Notes, col. 892

On the reading

Printed αισθητήρια, for αἰσθητήρια.

PG 44:893Read from the page
ὑπὲρ πᾶν ὄνομα ὢν διὰ τῆς ὀνομαστικῆς κλήσεως ἐξευρεθείη; Οὗ χάριν φησὶν, ὅτι Ἐκάλεσα αὐτὸν, καὶ οὐχ ὑπήκουσέ μου. Τότε ἔγνων ὅτι τῆς μεγαλοπρεπείας, τῆς δόξης, τῆς ἁγιωσύνης αὐτοῦ οὐκ ἔστι πέρας. Διὸ πάλιν διανίστησιν ἑαυτὴν, καὶ περιπολεῖ τῇ διανοίᾳ τὴν νοητήν τε καὶ ὑπερκόσμιον φύσιν, ἣν πόλιν κατονομάζει, ἐν ᾗ αἱ ἀρχαί τε καὶ κυριότητες, καὶ οἱ ταῖς ἐξουσίαις ἀποτεταγμένοι θρόνοι· ἥ τε τῶν ἐπουρανίων πανήγυρις, ἣν ἀγορὰν ὀνομάζει, καὶ τὸ ἀπερίληπτον ἀριθμῷ πλῆθος, ὃ τῷ τῆς πλατείας διασημαίνει ὀνόματι, εἰ ἄρα ἐν τούτοις εὑρεθείη τὸ ἀγαπώμενον. Ἡ μὲν οὖν περιῆκε διερευνωμένη πᾶσαν ἀγγελικὴν διακόσμησιν, καὶ ὡς οὐκ εἶδεν ἐν τοῖς εὑρεθεῖσιν ἀγαθοῖς τὸ ζητούμενον, τοῦτο καθ' ἑαυτὴν ἐλογίσατο· Ἆρα νἂν ἐκείνοις ληπτόν ἐστι τὸ παρ' ἐμοῦ ἀγαπώμενον; Καί φησι πρὸς αὐτούς· Μὴ κἂν ὑμεῖς ὃν ἠγάπησεν ἡ ψυχή μου, ἴδετε; Σιωπησάντων δὲ προς τὴν τοιαύτην ἐρώτησιν, καὶ διὰ τῆς σιωπῆς ἐνδειξαμένων τὸ κἀκείνοις ἄληπτον εἶναι τὸ παρ' αὐτῆς ζητούμενον, ὡς διεξῆλθε τῇ πολυπραγμοσύνῃ τῆς διανοίας πᾶσαν ἐκείνην τὴν ὑπερκόσμιον πόλιν, καὶ οὐδὲ ἐν τοῖς νοητοῖς τε καὶ ἀσωμάτοις οἶδεν ὃν ἐπίθησεν· τότε καταλιποῦσα πᾶν τὸ εὑρισκόμενον, οὕτως ἐγνώρισε τὸ ζητούμενον, ἐν μόνῳ τῷ μὴ καταλαμβάνεσθαι τί ἐστιν, ὅτι ἐστὶ γινωσκόμενον, οὗ πᾶν γνώρισμα καταληπτικὸν, ἐμπόδιον τοῖς ἀναζητοῦσι πρὸς τὴν εὕρεσιν γίνεται. Διὰ τοῦτό φησι· Μικρὸν ὅτε παρῆλθον ἀπ' αὐτῶν, ἀφεῖσα πᾶσαν τὴν κτίσιν, καὶ παρελθοῦσα πᾶν τὸ ἐν τῇ κτίσει νοούμενον, καὶ πᾶσαν καταληπτικὴν ἔφοδον καταλιποῦσα, τῇ πίστει εὗρον τὸ ἀγαπώμενον· καὶ οὐκέτι μεθήσω τῇ τῆς πίστεως λαβῇ τοῦ εὑρεθέντος ἀντεχομένη, ἕως ἂν ἐντὸς γένηται τοῦ ἐμοῦ ταμιείου· καρδία δὲ πάντως τὸ ταμιεῖόν ἐστιν, ἣ τότε γίνεται δεκτικὴ τῆς θείας ἐνοικήσεως, ὅταν ἐπανέλθῃ πρὸς τὴν κατάστασιν ἐκείνην, ἐν ᾗ τὸ καταρχὰς ἦν, ὅτε ἐπλάσθη ὑπὸ τῆς συλλαβούσης. Μητέρα δὲ πάντως τὴν πρώτην τῆς συστάσεως ἡμῶν αἰτίαν νοῶν τις, οὐχ ἁμαρτήσεται.
is above every name be discovered through the naming of an appellation? Wherefore she says: I called Him, and He hearkened not unto me. Then I knew that of His magnificence, of His glory, and of His holiness there is no bound. Therefore she rouses herself again, and traverses in thought the intelligible and supramundane nature, which she names a city, wherein are the principalities and lordships and the thrones assigned to the authorities; and the festal assembly of the heavenly powers, which she calls a marketplace, and the multitude incomprehensible in number, which she signifies by the name of the broad street, if haply the Beloved might be found amongst these. She went round, therefore, searching out every angelic order, and when she saw not Him Whom she sought amongst the good things that were found, she reasoned thus within herself: Is that which is loved by me perchance comprehensible at least to them? And she says unto them: Have even you seen Him Whom my soul has loved? And when they kept silence at such an inquiry, and showed by their silence that what was sought by her was incomprehensible even to them, after she had traversed by the busy inquiry of her thought all that supramundane city, and not even amongst things intelligible and incorporeal knew Him Whom she desired, then, forsaking all that is found, she thus recognized what she sought as being known solely in our not comprehending what He is, Whose every comprehensible token becomes a hindrance to those who seek Him with a view to finding Him. On this account she says: When I had passed a little from them, having let go the whole creation, and having passed beyond everything conceived in creation, and having abandoned every apprehensive approach, by faith I found the Beloved; and I will nevermore let go, holding fast by the grasp of faith unto Him Who has been found, until He come within my chamber; and the chamber is assuredly the heart, which then becomes receptive of the divine indwelling when it returns to that condition wherein it was at the beginning, when it was fashioned by her that conceived it. And should anyone understand by mother the first Cause of our constitution, he will assuredly not err.
Καιρὸς δ' ἂν εἴη πάλιν ἐπ' αὐτῆς τῆς λέξεως παραθέσθαι τὰς θείας φωνὰς, ὥστε τοῖς θεωρηθεῖσιν ἐφαρμοσθῆναι τὰ ῥήματα. Ἐπὶ κοίτην μοῦ ἐν νυξὶν ἐζήτησα ὃν ἠγάπησεν ἡ ψυχή μου. Ἐζήτησα αὐτὸν, καὶ οὐχ εὗρον αὐτόν· ἐκάλεσα αὐτὸν, καὶ οὐχ ὑπήκουσέ μου. Ἀναστήσομαι δὴ καὶ κυκλώσω ἐν τῇ πόλει, ἐν ταῖς ἀγοραῖς καὶ ἐν ταῖς πλατείαις, καὶ ζητήσω ὃν ἠγάπησεν ἡ ψυχή μου. Ἐζήτησα αὐτὸν, καὶ οὐχ εὗρον αὐτόν. Εὕροσάν με οἱ τηροῦντες οἱ κυκλοῦντες ἐν τῇ πόλει. Μὴ ὃν ἠγάπησεν ἡ ψυχή μου, ἴδετε; Ὡς μικρὸν ὅτε παρῆλθον ἀπ' αὐτῶν, ἕως οὗ εὗρον ὃν ἠγάπησεν ἡ ψυχή μου. Ἐκράτησα αὐτὸν, καὶ οὐκ ἀφῆκα αὐτὸν, ἕως οὗ εισήγαγον αὐτὸν ἐς οἶκον μητρός μου, καὶ εις ταμιεῖον τῆς συλλαβούσης με. Ἐπὶ τούτοις πάλιν ὑπὸ φιλανθρωπίας, καὶ ταῖς θυγατράσιν Ἱερουσαλὴμ διαλέγεται, ἃς ἐν τοῖς ἔμπροσθεν ἐν συγκρίσει τοῦ τῆς νύμφης κάλλους τοῦ παρεικασθέντος τῷ κρίνῳ, ἀκάνθας ὅλως
And it would be seasonable once again to set down the divine utterances in their very wording, so that the words may be fitted to the things contemplated: Upon my bed in the nights I sought Him Whom my soul has loved. I sought Him, and found Him not; I called Him, and He hearkened not unto me. I will rise now and go round in the city, in the marketplaces and in the broad streets, and I will seek Him Whom my soul has loved. I sought Him, and found Him not. The watchmen who go their rounds in the city found me. Have you seen Him Whom my soul has loved? Scarcely had I passed a little from them, until I found Him Whom my soul has loved. I held Him fast, and let Him not go, until I brought Him into my mother's house, and into the chamber of her that conceived me. Hereupon, out of loving-kindness, she once more converses also with the daughters of Jerusalem, whom previously, in comparison with the beauty of the bride likened unto the lily, wholly thorns
Notes, col. 893

On the reading

Printed νἂν, for κἂν.

Printed προς, for πρὸς.

Printed ἐπίθησεν, for ἐπόθησεν.

Printed εισήγαγον, for εἰσήγαγον.

Printed εις, for εἰς.

PG 44:896Read from the page
ὠνόμασε, καὶ διὰ τοῦ ὅρκου τῶν ἐν τῷ κόσμῳ δυνάμεων πρὸς τὸ ἴσον τῆς ἀγάπης διανίστησι μέτρον, ὥστε τὸ θέλημα τοῦ νυμφίου καὶ ἐπ' αὐτῶν ἐνεργὸν γίνεσθαι. Εἴρηται δὲ ἐν τοῖς φθάσασι, τίς τε ὁ κόσμος ἐν ᾧ αἱ ισχύες καὶ αι δυνάμεις, καὶ τί τὸ θέλημα τοῦ ἐξ ὅλης καρδίας τε καὶ ψυχῆς ἀγαπωμένου, ὡς μὴ χρείαν εἶναι πάλιν δι' αὐτῶν τὸν λόγον μηκύνεσθαι, τῆς προθεωρηθείσης ἡμῖν ἐν τοῖς ῥήμασι διανοίας, τὸ ἐν τῷ τόπῳ τούτῳ νοούμενον ἱκανῶς φανερούσης. Ἀλλὰ πρὸς τὸ ἐφεξῆς τοῦ λόγου προΐωμεν, εἴπερ γένοιτο δυνατὸν καὶ ἡμῖν συναναβῆναι τῇ τελείᾳ περιστερᾷ πρὸς τὸ ὕψος ἀνιπταμένῃ, καὶ ἀκοῦσαι τῆς τῶν φίλων τοῦ νυμφίου φωνῆς, ἐν θαύματι ποιουμένων τὴν ἀνάβασιν αὐτῆς τὴν ἐκ τῆς ἐρήμου, ἃ δὴ καὶ μᾶλλον πλεονάζει τοῖς θεαταῖς τὴν ἔκπληξιν, εἰ τοιαύτην ἡ ἔρημος ἀναδίδωσιν, ὡς μιμεῖσθαι δένδρων κάλλος, τῶν ἐν τῇ ἐρήμῳ διὰ τῶν ἀτμῶν τοῦ θυμιάματος γεωργουμένων. Τὰ δὲ θυμιάματα σμύρνα καὶ λίβανος ἦν· τῷ δὲ ἀπὸ τούτων ἀτμῷ καὶ κονιορτός τις διὰ τῶν λεπτοποιηθέντων
she named, and through the adjuration by the powers in the world she rouses them to an equal measure of love, so that the will of the Bridegroom becomes active in them as well. Now it has been stated in what went before both what the world is wherein are the strengths and the powers, and what the will is of Him Who is loved out of the whole heart and soul, so that there is no need to prolong the discourse over them again, since the meaning previously contemplated by us in the words sufficiently manifests what is understood in this place. Let us rather advance to what follows in the discourse, if indeed it might prove possible for us also to ascend together with the perfect dove flying upwards to the height, and to hear the voice of the friends of the Bridegroom marvelling at her ascent out of the wilderness, which indeed all the more heightens the amazement of the beholders, that the wilderness sends her forth such as to imitate the beauty of trees cultivated in the wilderness through the vapours of incense. Now the incenses were myrrh and frankincense; and together with the vapour from these, a certain dust also through the finely ground
Ἔχει δὲ οὕτως ἡ λέξις· Τίς αὕτη ἡ ἀναβαίνουσα ἐκ τῆς ἐρήμου ὡς στελέχη καπνοῦ, τεθυμιαμένη σμύρνα καὶ λίβανος ἀπὸ πάντων κονιορτῶν μυρεψοῦ; Εἴ τις ἀκριβῶς ἐπιστήσειε τοῖς εἰρημένοις τὸν νοῦν, εὑρήσει τοῦ προκατανοηθέντος ἡμῖν δόγματος τὴν ἀλήθειαν. Ὥσπερ γὰρ ἐν ταῖς πομπαῖς τῶν θεάτρων κἂν οἱ αὐτοὶ ὦσιν οἱ τὴν προτεθεῖσαν αὐτοῖς ἱστορίαν ὑποκρινόμενοι, ὅμως ἕτεροι ἐξ ἑτέρων νομίζονται φαίνεσθαι οἱ τῇ διαφορᾷ τῶν προσωπείων τὸ εἶδος τὸ περὶ αὐτοὺς ἐναμείβοντες, καὶ νῦν δοῦλος καὶ ἰδιώτης φαινόμενος μετ' ὀλίγον ἀριστεύς τε καὶ στρατιώτης ὁρᾶται, καὶ πάλιν καταλιπὼν τὸ ὑποχείριον σχῆμα, στρατηγικὸν εἶδος ἀναλαμβάνει, ἢ καὶ βασιλέως μορφὴν ὑποδύεται· οὕτω καὶ ἐν ταῖς κατὰ τὴν ἀρετὴν προκοπαῖς, οὐ πάντοτε τῷ αὐτῷ παραμένουσι χαρακτῆρι οἱ ἀπὸ δόξης διὰ τῆς τῶν ὑψηλοτέρων ἐπιθυμίας μεταμορφούμενοι, ἀλλὰ πρὸς λόγον ἀεὶ κατορθωθείσης ἑκάστῳ τῆς τῶν ἀγαθῶν τελειότητος, ἴδιός τις τῷ βίῳ χαρακτὴρ ἐπιλάμπει, ἄλλος ἐξ ἄλλου γινόμενος, διὰ τῆς τῶν ἀγαθῶν ἐπαυξήσεως. Διό μοι δοκοῦσι ξενίζεσθαι πρὸς τὸ φαινόμενον οἱ φίλοι τοῦ νυμφίου, οἱ πρότερον μὲν αὐτὴν ἐγνωκότες καλὴν, ἀλλ' ὡς ἐν γυναιξὶ καλήν· μετὰ ταῦτα δὲ δι' ὁμοιότητα χρυσίου μετὰ στιγμάτων τοῦ ἀργυρίου τὸ κάλλας αὐτῆς ὡραΐζοντες. Νυνὶ δὲ μηδὲν τῶν προλαβόντων σημείων περὶ αὐτὴν καθαρῶντες, ἀλλ' ἀπὸ τῶν ὑψηλοτέρων χαρακτηρίζοντες, θαυμάζουσιν οὐ μόνον τὴν ἄνοδον, ἀλλὰ καὶ ὅθεν ἂν ἔδραμεν. Τοῦτο γάρ ἐστιν ὃ τὴν ἐπίτασιν ποιεῖ τῆς ἐκπλήξεως· μία ὁρᾶται ἡ ἀναβαίνουσα, καὶ ἄλσει δένδρων τὸ φαινόμενον παραβάλλεται· στελέχη γὰρ ὁρᾶσθαι νομίζεται ἐς ὕψος ἀνατρέχοντα καὶ αὐξανόμενα. Τὸ δὲ ὑποτρέφον τὰ στελέχη ταῦτα, οὐ πίων τίς ἐστι γῆ καὶ κατάῤῥυτος, ἀλλ' αὐχμηρὰ καὶ διψώδης τε καὶ ἔρημος. Τίνι τοίνυν ἐῤῥιζοῦται τὰ στελέχη ταῦτα, καὶ ὅθεν αὔξεται; Ῥίζα μὲν αὐτοῖς, ἡ τῶν ἀρωμάτων κόνις ἐστίν. Ἀρδεία δὲ ὁ ἐκ τῶν θυμιαμάτων
Now the text runs thus: Who is this that comes up from the wilderness like trunks of smoke, perfumed with myrrh and frankincense, from all the powders of the perfumer? If anyone should apply his mind accurately to the things that have been spoken, he will discover the truth of the doctrine understood by us beforehand. For just as in the processions of the theatres, even though those who act out the story set before them are the same persons, yet by changing the form about themselves through the variety of masks they are supposed to appear one after another as different people, and he who just now appeared a slave and a commoner is seen shortly afterwards as a champion and a warrior, and again, laying aside his subordinate guise, assumes the form of a general, or even puts on the figure of a king; so too in advancements in virtue, those who are being transformed from glory through the desire for higher things do not always abide in the same character, but in proportion to the perfection of good things successively achieved by each, a distinct character shines forth upon his life, becoming one out of another through the increase of good things. Wherefore the friends of the Bridegroom seem to me to marvel as at something strange before what appears: they who formerly knew her as fair, yet fair as amongst women, and afterwards adorned her beauty with the likeness of gold with studs of silver; whereas now, beholding about her none of those preceding tokens, but characterizing her from loftier things, they marvel not only at her ascent, but also at the place whencesoever she ran up. For this is what heightens their amazement: one alone is seen ascending, and yet that which appears is compared to a grove of trees; for trunks are thought to be seen shooting up to the height and growing. Yet that which nourishes these trunks beneath is no rich and well-watered earth, but parched and thirsty and desert. Wherein, then, are these trunks rooted, and whence do they grow? Their root is the dust of spices; and their watering is that which comes from the incenses,
Notes, col. 896

On the reading

Printed ισχύες, for ἰσχύες.

Printed αι, for αἱ.

Printed κάλλας, for κάλλος.

Printed καθαρῶντες, for καθορῶντες.

PG 44:897Read from the page
ἀτμὸς ἐπιδροσίζων διὰ τῆς εὐωδίας τοῦτο τὸ ἄλσος, ὅσον ἔπαινον περιέχει τῆς ἐπὶ τοῖς τοιούτοις μαρτυρηθείσης ὁ λόγος. Τό τε γὰρ ἀλλήλους διερωτᾷν περὶ τῆς ὀφθείσης, ὡς ἐν ἄλλῳ δεικνυμένη τῷ εἴδει, καὶ οὐ κατὰ τὴν προτέραν μορφήν, ἐγκώμιόν ἐστι τῆς κατ' ἀρετὴν προκοπῆς τελειότατον, πολλὴν αὐτῇ μαρτυροῦν τὴν πρὸς τὸ κρεῖττον παραλλαγὴν καὶ μετάστασιν. Ξενιζομένων γάρ ἐστιν ἡ φωνὴ παρὰ τὸ σύνηθες εἶδος ἐν θαύματι ποιουμένων τὴν ἐπανθοῦσαν μορφὴν, ὅτι Αὕτη ἡ ἀναβαίνουσα ἐκ τῆς ἐρήμου, μέλαινα τὸ πρότερον ἡμῖν ἑωρᾶτο, πῶς τὴν σκοτεινὴν μορφὴν ἀπεκλύσατο; πῶς αὐτῇ χιονῶδες ἐπαστράπτει τὸ πρόσωπον; Ἡ ἔρημός ἐστιν, ὡς ἔοικεν, αἰτία τούτων, ἡ καθάπερ τι ἔρνος ἀναδραμεῖν αὐτῆς τὸ ὕψος ποιήσασα, καὶ πρὸς τὸ τοιοῦτον μεταβάλλουσα κάλλος; Οὐ γὰρ ἐξ αὐτομάτου τινὸς συντυχίας, οὐδὲ κατὰ ἄκριτόν τινα ἀποκλήρωσιν γέγονεν αὕτη ἡ πρὸς τὸ ὕψος ἀναδρομή· ἀλλ' ἐξ οἰκείων πόνων δι' ἐγκράτειαν καὶ ἐπιμέλειαν τὸ κάλλος ἐκτήσατο. Οὕτω ποτὲ καὶ ἡ τοῦ Προφήτου ψυχὴ διψώδης ἐγένετο τῆς θείας πηγῆς, ἐπειδὴ αὐτῷ ἡ σὰρξ ἔρημός τε καὶ ἄβατος καὶ ἄνυδρος γενομένη, τὸ θεῖον δίψος ἐν ἑαυτῇ παρεδέξατο. Τὸ τοίνυν ἐκ τῆς ἐρήμου ἀναβαίνειν αὐτὴν, μαρτυρίαν περιέχει τοῦ διὰ προσοχῆς τε καὶ ἐγκρατείας ἐς τοσοῦτον καὶ τοιοῦτον ὕψος ἀναδραμεῖν, ὡς καὶ τοῖς φίλοις τοῦ νυμφίου θαῦμα γενέσθαι, οἳ διὰ πολλῶν ὑποδειγμάτων τὸ κάλλος αὐτῆς ἑρμηνεύουσιν, ἐπειδὴ δι' ἑνὸς ἅπαν περιληφθῆναι οὐχ οἷόν τε ἦν. Πρῶτον μὲν γὰρ στελέχεσι τὴν ὥραν εἰκάζουσι, καὶ οὐδὲ τούτων ἑνὶ, ἀλλ' εἰς πλῆθος δένδρων ἄγεται τῶν ἐν αὐτῇ θαυμάτων ἡ εἰκασία, ὡς ἂν τὸ πολυειδὲς καὶ ποικίλον τῶν ἀρετῶν τῇ ὑπογραφῇ τοῦ ἄλσους διαδεικνύοιτο. Εἶτα καπνὸς ἐκ θυμιαμάτων εἰς τὴν εἰκόνα τοῦ κάλλους παραλαμβάνεται· καὶ οὐδὲ οὗτος ἁπλοῦς, ἀλλ' ἐκ σμύρνης καὶ λιβάνου συγκεκραμένος, ὡς μίαν ἐξ ἀμφοῖν γίνεσθαι τῶν ἀτμῶν τὴν χάριν, δι' ὧν τὸ τῆς νύμφης ὑπογράφεται κάλλος. Ἄλλος ἔπαινος αὐτῆς, ἡ τῶν ἀρωμάτων τούτων γίνεται μίξις. Ἡ σμύρνα, πρὸς τὸν ἐνταφιασμὸν τῶν σωμάτων ἐπιτηδείως ἔχει· ὁ δὲ λίβανος κατά τινα λόγον ἀφιέρωται τῇ τοῦ Θεοῦ τιμῇ. Ὁ τοίνυν ἑαυτὸν μέλλων ἀνατιθέναι τῇ τοῦ Θεοῦ θεραπείᾳ, οὐκ ἄλλως ἔσται λίβανος τῷ Θεῷ θυμιώμενος, εἰ μὴ πρότερον σμύρνα γένοιτο, τουτέστιν, εἰ μὴ τὰ ἐπὶ τῆς γῆς αὐτοῦ μέλη νεκρώσειεν, συνταφεὶς τῷ ἡμῶν ἀναδεξαμένῳ τὸν θάνατον, καὶ τὴν σμύρναν ἐκείνην τὴν ἐν τῷ ἐνταφιασμῷ τοῦ Κυρίου παραληφθεῖσαν, τῇ σαρκὶ τῇ ἰδίᾳ διὰ τοῦ νεκρῶσαι τὰ μέλη καταδεξάμενος· ὧν γενομένων, πᾶν εἶδος τῶν κατ' ἀρετὴν ἀρωμάτων ἐν τῷ κύκλῳ τοῦ βίου, καθάπερ ἐν θυῖᾳ τινὶ λεπτοποιηθέντων, τὸν ἡδὺν ἐκεῖνον κονιορτὸν ἀπεργάζεται, ὃν λαβὼν ἐν τῷ ἄσθματι, εὔπνους γίνεται, τοῦ μεμυρισμένου πνεύματος πλήρης γενόμενος. Μετὰ τὴν ἐν τῷ κάλλει μαρτυρίαν, οἱ φίλοι τοῦ νυμφίου, καὶ παρασκευασταὶ τοῦ ἁγνοῦ θαλάμου, καὶ τῆς καθαρᾶς νύμφης προμνήστορες, ὑποδεικνύουσιν αὐτῇ τῆς βασιλικῆς κλί-
vapour bedewing this grove through its fragrance, inasmuch as the discourse contains praise of her to whom witness has been borne for such things. For their questioning one another concerning her who has appeared, as being shown forth in another form and not according to her former figure, is the most perfect encomium of her advancement in virtue, bearing witness for her to a great change and transition towards the better. For it is the utterance of men astonished, marvelling beyond her wonted form at her blooming figure: How has this one who comes up from the wilderness, who formerly was seen by us as black, washed away her dark figure? How does her countenance flash snow-white? Is the wilderness, as it seems, the cause of these things, having made her shoot up to the height like some young sapling, and transforming her unto such beauty? For not by any chance occurrence, nor by some unjudged allotment, has this upward course to the height come about; rather out of her own labours, through self-control and diligence, she acquired this beauty. Thus once the soul of the Prophet also became thirsty for the divine fountain, after his flesh had become for him desert and trackless and waterless, and received the divine thirst within itself. Her ascending out of the wilderness, therefore, contains witness to her having run up through attentiveness and self-control to so great and such a height as to become a wonder even to the friends of the Bridegroom, who interpret her beauty through many examples, since it was impossible for the whole to be embraced by one alone. For first they liken her comeliness to trunks, and not even to one of these, but the comparison of the wonders in her is carried to a multitude of trees, so that the manifold and varied character of the virtues might be shown forth by the delineation of the grove. Next, smoke from incenses is taken for the image of her beauty; and not even this is simple, but blended out of myrrh and frankincense, so that out of both there arises a single grace of vapours, whereby the beauty of the bride is delineated. Another praise of her becomes the mingling of these spices. Myrrh is suited to the burial of bodies, whilst frankincense by a certain principle is consecrated to the honour of God. He, therefore, who is about to dedicate himself to the service of God will in no wise become frankincense offered as incense unto God unless he first become myrrh, that is, unless he mortify his members that are upon the earth, being buried together with Him Who took upon Himself our death, and receiving in his own flesh, through mortifying his members, that myrrh which was used at the burial of the Lord; and when these things have come to pass, every kind of the spices of virtue in the round of life, finely ground as in some mortar, produces that sweet dust, taking which into his breath he becomes fragrant of breath, filled with the perfumed spirit. After this witness unto her beauty, the friends of the Bridegroom, both preparers of the pure bridal chamber and wooers on behalf of the pure bride, point out to her of the royal couch
Notes, col. 897

On the reading

Printed θυῖᾳ, for θυΐᾳ.