στηρίου τοῦ ᾌσματος τῶν ᾀσμάτων. Ὑμεῖς ἐντὸς γίνεσθε τοῦ ἀκηράτου νυμφῶνος, λευχειμονοῦντες τοῖς καθαροῖς τε καὶ ἀμολύντοις νοήμασι. Μή τις ἐμπαθῆ καὶ σαρκώδη λογισμὸν ἐπαγόμενος, καὶ μὴ ἔχων πρέπον τῷ θείῳ γάμῳ τὸ τῆς συνειδήσεως ἔνδυμα, συνδεθῇ τοῖς ἰδίοις νοήμασι, τὰς ἀκηράτους τοῦ νυμφίου τε καὶ τῆς νύμφης φωνὰς εἰς κτηνώδη καὶ ἄλογα καθέλκων πάθη, καὶ δι' αὐτῶν ταῖς αἰσχραῖς ἐνδυθεὶς φαντασίαις ἔξω τῶν ἐν τῷ γάμῳ φαιδρυνομένων ἀποῤῥιφῇ, τὸν βρυγμὸν καὶ τὸ δάκρυον ἀντὶ τῆς ἐν παστάδι χαρᾶς ἀνταλλαξάμενος. Ταῦτα διαμαρτύρομαι μέλλων ἅπτεσθαι τῆς ἐν τῷ ᾌσματι τῶν ᾀσμάτων μυστικῆς θεωρίας. Διὰ γὰρ τῶν ἐνταῦθα γεγραμμένων, νυμφοστολεῖται τρόπον τινὰ ἡ ψυχὴ πρὸς τὴν ἀσώματόν τε καὶ πνευματικὴν καὶ ἄϋλον τοῦ Θεοῦ συζυγίαν. Ὁ γὰρ πάντας θέλων σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, τὸν τελειότατον ἐνταῦθα καὶ μακάριον τῆς σωτηρίας ὑποδείκνυσι τρόπον, τὸν διὰ τῆς ἀγάπης λέγω. Ἔστι μὲν γὰρ καὶ διὰ φόβου τισὶ γινομένη ἡ σωτηρία, ὅταν πρὸς τὰς ἀπειλὰς τῆς ἐν τῇ γεέννη κολάσεως βλέποντες τοῦ κακοῦ χωριζόμεθα. Εἰσὶ δέ τινες οἱ καὶ διὰ τὴν ἀποκειμένην τοῖς εὐσεβῶς βεβιωκόσι τὸν μισθὸν ἐλπίδα τὴν ἀρετὴν κατορθοῦντες, οὐκ ἀγάπῃ τὸ ἀγαθὸν, ἀλλὰ τῇ προσδοκίᾳ τῆς ἀμοιβῆς κατακτώμενοι. Ὁ μέντοι πρὸς τὸ τέλειον ἀναδραμὼν τῇ ψυχῇ, ἀπωθεῖται μὲν τὸν φόβον· ἀνδραποδώδης γὰρ ἡ τοιαύτη διάθεσις, τῷ μὴ δι' ἀγάπης παραμένειν τῷ κυριεύοντι, ἀλλὰ τῷ τῶν μαστίγων φόβῳ μὴ δραπετεύειν· ὑπερορᾷ δὲ καὶ αὐτῶν τῶν μισθῶν, ὡς ἂν μὴ δοκοίη τὸν μισθὸν ποιεῖσθαι προτιμότερον τοῦ δωρουμένου τὸ κέρδος· ἀγαπᾷ δὲ ἐξ ὅλης καρδίας τε καὶ ψυχῆς καὶ δυνάμεως, οὐκ ἄλλο τι τῶν παρ' αὐτοῦ γινομένων, ἀλλ' αὐτὸν ἐκεῖνον ὅς ἐστι τῶν ἀγαθῶν ἡ πηγή. Ταύτην τοίνυν ὁ καλῶν ἡμᾶς πρὸς τὴν ἑαυτοῦ μετουσίαν, νομοθετεῖ ταῖς τῶν ἀκουόντων ψυχαῖς τὴν διάθεσιν. Ὁ δὲ βεβαιῶν τὴν νομοθεσίαν ταύτην, ἐστὶ Σολομῶν· οὗ ἡ σοφία κατὰ τὴν θείαν μαρτυρίαν μέτρον οὐκ ἔχει, πᾶσιν ἐπίσης τοῖς τε προγεγονόσι καὶ τοῖς ἐσομένοις ἀσύγκριτος οὖσα καὶ ἀπαράθετος, ὃν ἔλαθε τῶν ὄντων οὐδέν. Ἆρά με τοῦτον οἴει λέγειν τὸν ἐκ τῆς Βηρσαβεὲ Σολομῶντα, τὸν ἐπὶ τοῦ ὄρους ἀνενεγκόντα τὴν χιλιόμβην, τὸν τῇ Σιδωνίᾳ συμβούλῳ πρὸς τὴν ἁμαρτίαν χρησάμενον; Ἄλλος Σολομῶν δι' αὐτοῦ σημαίνεται, ὁ καὶ αὐτὸς ἐκ τοῦ σπέρματος Δαβὶδ τὸ κατὰ σάρκα γενόμενος, ᾧ ὄνομα εἰρήνη, ὁ ἀληθινὸς τοῦ Ἰσραὴλ βασιλεὺς, ὁ οἰκοδόμος τοῦ ναοῦ τοῦ Θεοῦ· ὁ πάντων ἐμπεριειληφὼς τὴν γνῶσιν, οὗ ἀόριστος ἡ σοφία, μᾶλλον δὲ τὸ εἶναι σοφία ἐστὶ καὶ ἀλήθέια, καὶ πᾶν θεοπρεπές τε καὶ ὑψηλὸν ὄνομά τε καὶ νόημα. Οὗτος ὀργάνῳ τῷ Σολομῶντι τούτῳ χρησάμενος, δι' ἐκείνου ἡμῖν διαλέγεται, πρότερον μὲν ἐν Παροιμίαις, εἶτα ἐν τῷ Ἐκκλησιαστῇ· καὶ μετὰ ταῦτα ἐν τῇ προκειμένῃ τοῦ ᾌσματος τῶν ᾀσμάτων φιλοσοφίᾳ, ὁδῷ καὶ τάξει τὴν πρὸς τὸ τέλειον ἄνοδον ὑποδεικνύων τῷ λόγῳ.
stery of the Song of Songs. Come within the undefiled bridal chamber, clad in white robes with pure and unstained thoughts. Let no one, bringing in a passionate and fleshly calculation and not wearing the garment of conscience fitting for the divine marriage, be bound up in his own thoughts, dragging down the undefiled utterances of the Bridegroom and of the Bride to brutish and irrational passions, and, clothed through them in shameful fantasies, be cast out from among those making merry at the marriage, exchanging the joy of the bridal canopy for gnashing of teeth and weeping. These things I solemnly testify as I am about to touch upon the mystical contemplation in the Song of Songs. For through what is written here, the soul is in a certain manner arrayed as a bride towards the incorporeal and spiritual and immaterial union with God. For He Who wills all men to be saved and to come to the full knowledge of the truth points out here the most perfect and blessed way of salvation—I mean that which comes through love. For salvation does indeed come about for some through fear as well, when, looking towards the threats of punishment in Gehenna, we separate ourselves from evil. And there are some who rightly accomplish virtue because of the hope of rewards laid up for those who have lived piously, winning the good not by love, but by the expectation of recompense. Yet he who has run upward in soul towards perfection thrusts away fear (for such a disposition is servile, abiding with the master not out of love, but refraining from running away out of fear of scourges); and he looks down even upon rewards themselves, lest he seem to esteem the reward more highly than Him Who bestows the gain; and he loves with all his heart and soul and strength, not anything else among the things that come from Him, but that very One Himself Who is the fountain of good things. This disposition, therefore, He Who calls us to participation in Himself legislates for the souls of those who hear. And he who ratifies this legislation is Solomon, whose wisdom according to the divine testimony has no measure, being equally incomparable and beyond parallel with all who have gone before and who are yet to come, whom nothing among existing things escaped. Do you suppose me to mean this Solomon born of Bathsheba, who offered up the thousandfold sacrifice upon the mountain, who used the Sidonian woman as counsellor unto sin? Another Solomon is signified through him, Who Himself also came from the seed of David according to the flesh, Whose name is Peace, the true King of Israel, the Builder of the temple of God; Who has comprehended the knowledge of all things, Whose wisdom is unbounded—or rather Whose very being is wisdom and truth, and every God-befitting and lofty name and thought. He, having used this Solomon as an instrument, converses with us through him, first in Proverbs, then in Ecclesiastes, and after these in the philosophy of the Song of Songs now set before us, showing to reason by road and order the ascent towards perfection.