Migne Reading Room

PG 44 · cols. 1104–1113 · Read from the page

On the Song of Songs

On the Song of Songs

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 44:1104Read from the page
δὲ κοκκοβαφεῖ τὸ χεῖλος εἰκάζεται, καὶ τῷ λεπύρῳ τῆς ῥόας ἡ παρειὰ καλλωπίζεται. Ἔχει δὲ ἡ λέξις οὕτως· Τρίχωμά σου ἀγέλαι τῶν αἰγῶν, αἳ ἀνεφάνησαν ἀπὸ τοῦ Γαλαάδ. Ὀδόντες σου ὡς ἀγέλαι τῶν κεκαρμένων, αἳ ἀνέβησαν ἀπὸ τοῦ λουτροῦ, αἱ πᾶσαι διδυμεύουσαι, καὶ ἀτεκνοῦσα οὐκ ἔστιν ἐν αὐταῖς. Ὡς σπαρτίον κόκκινον χείλη σου, καὶ ἡ λαλιά σου ὡραία. Ὡς λέπυρον ῥόας μῆλόν σου, ἐκτὸς τῆς σιωπήσεώς σου. Ὧν ἁπάντων ἐν τοῖς φθάσασιν ἱκανῶς ἐξητασμένων περιττὸν ἂν εἴη διὰ τῆς τῶν αὐτῶν θεωρημάτων παλιλλογίας ὄχλον ἐπεισαγαγεῖν τῷ λόγῳ. Εἰ δέ τις καὶ νῦν τὸν περὶ τῶν αὐτῶν λόγον ἐπιζητοίη γενέσθαι, διὰ τοὺς ἀνηκόους τῶν πρώτων εἰς τὰ ῥητὰ ταῦτα θεωρηθέντων· δι' ὀλίγων τὴν διάνοιαν τῶν αἰνιγμάτων ἐπιδραμούμεθα. Αἱ τρίχες τοῦ σώματος ἰδιάζουσαν ἔχουσι παρὰ τὸ λοιπὸν σῶμα τὴν φύσιν. Παντὸς γὰρ τοῦ σώματος αἰσθητικῇ δυνάμει διακονουμένου, ἧς ἄνευ τοῦ ζῇν φύσιν οὐκ ἔχει· ζωὴ γὰρ τοῦ σώματός ἐστιν ἡ αἴσθησις· μόνας ὁρῶμεν τὰς τρίχας καὶ μέρος οὔσας τοῦ σώματος, καὶ ἀμοιρούσας αἰσθήσεως. Δείκνυσι δὲ ταύτην ἐπὶ τοῦ μέρους τούτου τὴν ἰδιότητα, τὸ μήτε διὰ καύσεως μήτε διὰ τομῆς καθ' ὁμοιότητα τοῦ ἄλλου σώματος καὶ ταύτας ἀλγύνεσθαι. Ἐπειδὴ τοίνυν κατὰ τὴν Παύλου φωνὴν, δόξα τῆς γυναικός ἐστιν ἡ κόμη, διὰ τῶν πλοκάμων τὴν κεφαλὴν ὡραΐζουσα· τοῦτο διὰ τοῦ ἐπαίνου τῶν τῆς νύμφης τριχῶν διδασκόμεθα, ὅτι χρὴ τοὺς περὶ τὴν κεφαλὴν τῆς νύμφης θεωρουμένους, δι' ὧν ἡ Ἐκκλησία δοξάζεται, κρείττους τῶν αἰσθήσεων εἶναι, κρύπτοντας διὰ τῆς σοφίας τὴν αἴσθησιν. Καθὼς ἡ Παροιμία φησίν· ὅτι Σοφοὶ κρύπτουσιν αἴσθησιν, οἷς οὐχ ὅρασις τοῦ καλοῦ κριτήριον γίνεται, οὔτε τῇ γεύσει τὸ ἀγαθὸν δοκιμάζεται, οὐκ ὀσφρήσει τε καὶ ἁφῇ, οὐδὲ ἄλλῳ τινὶ αἰσθητηρίῳ ἡ τοῦ καλοῦ ἐπιτρέπεται κρίσις· ἀλλὰ πάσης νεκρωθείσης αἰσθήσεως διὰ μόνης τῆς ψυχῆς, τῶν κατ' ἔννοιαν φαινομένων ἀγαθῶν ἐφάπτονται καὶ ἐπορέγονται, καὶ οὕτω δοξάζουσι τὴν γυναῖκα, τὴν Ἐκκλησίαν, οὔτε τιμαῖς διογκούμενοι, οὔτε μικροψυχίαις πρὸς τὰ λυπηρὰ συστελλόμενοι· ἀλλὰ κἂν τέμνεσθαι δέῃ διὰ τὴν ἐς Χριστὸν πίστιν, κἂν θηρίοις ἢ πυρὶ βάλλεσθαι, κἂν ἄλλο τι τῶν λυπηρῶν ὑπομένειν, τὴν τῶν τριχῶν ἀναισθησίαν ἐν τῇ πείρᾳ τῶν ἀλγεινῶν ὑποκρίνονται. Τοιοῦτος ἦν Ἠλίας ὁ ἐκ τοῦ Γαλαὰδ ἀνασχὼν δασεῖ καὶ αὐχμῶντι τῷ σώματι, δέρμασιν αἰγὸς ἐσκεπασμένος, πρὸς πᾶσαν ἀπειλὴν τοῦ τυράννου ἀπτόητος. Ὅσοι τοίνυν κατὰ μίμησιν τῆς τοῦ προφήτου μεγαλοφυΐας τοῦ κόσμου παντὸς ἑαυτοὺς ὑπεραίρουσιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι ἐν ὄρεσι καὶ σπηλαίοις, καὶ ταῖς ὀπαῖς τῆς γῆς, ὧν οὐκ ἔστιν ἄξιος ὁ κόσμος· οὗτοι ἀγεληδὸν περὶ τὴν τοῦ παντὸς κεφαλὴν θεωρούμενοι, δόξα γίνονται τῆς Ἐκκλησίας, ἐπὶ τὴν οὐράνιον χάριν τῷ Γαλααδίτῃ συναναβαίνοντες.
dyed scarlet her lip is likened, and with the rind of the pomegranate her cheek is beautified. And the wording runs thus: Thy hair is as flocks of the goats that have appeared from Gilead. Thy teeth are as flocks of the shorn ewes that have come up from the washing, all of them bearing twins, and there is none barren among them. As a scarlet cord are thy lips, and thy speech is comely. As the rind of a pomegranate is thy cheek, besides thy silence. Since all these things have been sufficiently examined in what went before, it would be superfluous to bring annoyance into our discourse through a repetition of the same contemplations. Yet if anyone even now should seek for an account concerning the same things to take place, for the sake of those who did not hear what was contemplated earlier upon these sayings, we shall briefly run over the meaning of the riddles. The hairs of the body possess a peculiar nature beyond the rest of the body. For whereas the entire body is ministered to by a sensory faculty, apart from which it has not the nature to live—for sensation is the life of the body—we see the hairs alone both being a part of the body and having no share in sensation. And what shows this peculiarity in this part is the fact that neither through burning nor through cutting, after the likeness of the rest of the body, do these feel pain either. Since, therefore, according to the voice of Paul, a woman's hair is her glory, beautifying her head through its locks, we are taught this through the praise of the Bride's hair: that those who are beheld around the head of the Bride, through whom the Church is glorified, ought to be superior to the senses, concealing sense through wisdom. Even as the Proverb says: Wise men conceal sense—for whom sight does not become the criterion of what is noble, nor is the good tested by taste, nor to smell and touch, nor to any other sensory organ is the judgement of what is noble entrusted; rather, when every sense has been mortified, through the soul alone they lay hold of and reach out towards the goods that appear according to thought, and thus they glorify the woman, the Church, neither puffed up by honours nor contracted in faintheartedness before distresses; rather, even if it be necessary to be cut for the sake of faith in Christ, or to be cast to wild beasts or into fire, or to endure any other painful thing, they enact the insensibility of hairs in the trial of sufferings. Such was Elijah, who rose up out of Gilead with a shaggy and unkempt body, covered in goatskins, undismayed before every threat of the tyrant. All those, therefore, who in imitation of the prophet's greatness of nature raise themselves above the whole world—destitute, afflicted, ill-treated in mountains and caves and the holes of the earth, of whom the world is not worthy—these, beheld in flocks around the Head of the universe, become the glory of the Church, ascending together with the Gileadite unto heavenly grace.
Τὸ δὲ τῆς αἰγὸς ζῶον εἰς τὸν τῶν τριχῶν ἔπαινον παρελήφθη, τάχα μὲν, ὅτι καὶ ἡ φύσις τοῦ τοιούτου
Now the animal of the goat has been taken for the praise of the hair, perhaps on the one hand because the nature of such an
PG 44:1105Read from the page
ζώου καταλλήλως πρὸς τὴν γένεσιν τῶν τριχῶν κατεσκεύασται ὥστε αἴνιγμα τοῦ διὰ τῶν τριχῶν κόσμου γενέσθαι τὸ ζῶον, τὸ ταῖς θριξὶ φυσικῶς δασυνόμενον· ἢ ὅτι διὰ τῶν πετρῶν ἀνολισθήτως βαίνει, καὶ περὶ τὰς κορυφὰς τῶν ὀρέων ἀναστρέφεται, διὰ τῶν δυσπορεύτων καὶ ἀποτόμων εὐθαρσῶς τὴν πορείαν ποιούμενον· ὅπερ τοῖς τὴν τραχεῖαν τῆς ἀρετῆς ὁδὸν κατορθοῦσι προσφυῶς. Μᾶλλον δ' ἄν τις εἴποι διὰ τὸ πρὸς πολλὰ τῆς νομικῆς ἱερουργίας ὑπὸ τοῦ νομοθέτου παρειλῆφθαι τὸ ζῶον, συντελεῖν ταύτας τῇ κεφαλῇ πρὸς ἐγκώμιον. Οἶδα δὲ ἐν τοῖς τῆς Παροιμίας αἰνίγμασιν ἐν τοῖς τέσσαρσι τοῖς εὐοδουμένοις, ἓν καὶ τοῦτο τῶν καλῶς διαβαινόντων ἀπηριθμῆσθαι τὸν τράγον τὸν ἡγούμενον τοῦ αἰπολίου. Ὃ δὲ περὶ τούτου στοχαστικῶς ὑπονοοῦμεν, τοιοῦτόν ἐστι· Πᾶν ἐπιτήδευμα δι' ἑνὸς ἀρχόμενον εἰς πολλοὺς διαδίδοται· ὡς ἐπὶ τῆς χαλκευτικῆς ἡ Γραφὴ τὸν Θόβελ εὑρετὴν τῆς τέχνης εἰποῦσα, πάντων τῶν μετ' αὐτὸν μεταχειριζομένων τοῦ σιδήρου τὴν ἐργασίαν ἐς ἐκεῖνον ἀνάγει τὴν ἐπιστήμην· οὕτω καὶ τῆς ποιμαντικῆς ὁ Ἄβελ ἡγήσατο, καὶ Κάϊν τῆς γεωργίας, καὶ τὸν Νεβρὼδ ἀρχηγὸν λέγει τῆς κυνηγετικῆς ἐπιστήμης, καὶ τῆς ἀμπελουργίας τὸν Νῶε, καὶ τῆς εἰς Θεὸν ἐλπίδος τὸν Ἐνώς φησιν ἄρξασθαι· καὶ πολλὰ τοιαῦτα παρὰ τῆς ἁγίας ἔστι διδαχθῆναι Γραφῆς, ὅτι ἑνός τι ἐπιτηδεύσαντος εἰσῆλθε κατὰ μίμησιν εἰς τὸν βίον τὸ ἐπιτήδευμα. Ἐπειδὴ τοίνυν τοῦ θείου ζήλου διαφερόντως κατὰ πᾶσαν ἐξοχὴν ὁ Ἠλίου καθηγήσατο, ὅσοι μετ' ἐκεῖνον τὸν ἐκείνου μιμησάμενοι ζῆλον, τοῖς αὐτοῖς ἴχνεσι τῆς τοῦ προφήτου παῤῥησίας ἐπηκολούθησαν, αἰπόλιον γεγόνασι τοῦ ἡγησαμένου τῆς τοιαύτης ζωῆς, οἵτινες δόξα τῆς Ἐκκλησίας καὶ ἔπαινος γίνονται, εἰς τὸν τῶν τριχῶν καταταγέντες κόσμον, ὧν ἡ αἰσθητικὴ ζωὴ κεχώρισται καὶ ἠλλοτρίωται. Διὰ τῶν ὁμοίων πληροῖ καὶ τοῖς ὀδοῦσι τὸν ἔπαινον. Οὗτοι δ' ἂν εἶεν οἱ τρέφοντες δι' ἑαυτῶν τῆς Ἐκκλησίας τὸ σῶμα, οὓς βούλεται μὲν πάντοτε ὡς ἀπὸ λουτροῦ καθαροὺς ὁρᾶσθαι, ἀπερίττους διὰ παντὸς τὰς τρίχας, ὡς ἀπὸ προσφάτου κουρᾶς· κατὰ δὲ τὸν τόκον τῶν ἀρετῶν διδυμεύοντας, τῆς διπλῆς καθαρότητος γενομένους πατέρας, τῆς τε κατὰ ψυχὴν, καὶ τῆς κατὰ σῶμα θεωρουμένης· ὡς ἐξόριστον εἶναι τῶν ὀδόντων τούτων, πᾶν τὸ ἀγονοῦν ἐν τῷ κρείττονι. Τὸ δὲ σπαρτίον τὸ ἐπὶ τοῦ χείλους τιθέμενον, τὴν μεμετρημένην τοῦ λόγου διακονίαν παραδηλοῖ τῷ αἰνίγματι, ὅπερ ὁ Προφήτης φυλακήν τε καὶ θύραν περιοχῆς κατωνόμασεν· ὅταν ἐν καιρῷ ἀνοίγηται τὸ στόμα τοῦ λόγου, καὶ κατὰ καιρὸν κατακλείηται. Μέτρου δὲ ὄνομα τὸ σπαρτίον εἶναι, παρὰ τῆς προφητείας τοῦ Ζαχαρίου μεμαθήκαμεν· ὅτι σπαρτίον γεωμετρικὸν ἐν χερσὶν εἶχεν ὁ ἐν αὐτῷ λαλῶν ἄγγελος. Τότε δὲ μάλιστα τυγχάνει τοῦ μέτρου ὁ λόγος, ὅταν περικεχρωσμένος τύχῃ τῷ ἐρυθήματι, ὅπερ τοῦ αἵματος τοῦ λυτρωσαμένου ἡμᾶς αἴνιγμα γίνεται. Ἐὰν μέν τις κατὰ τὸν Παῦλον λαλοῦντα ἔχει ἐν ἑαυτῷ τὸν Χριστὸν, τὸν ἰδίῳ αἵματι λυτρωσάμενον ἡμᾶς, οὗτος ἔχει τὸ γεωμετρικὸν σπαρτίον ἐπὶ τοῦ στόματος, τῇ βαφῇ τῇ αἱματώδει καλλωπιζόμενον.
animal has been suitably fashioned with respect to the generation of hair so that the animal itself, naturally thick with hairs, becomes an emblem of the adornment formed through hair; or else because it walks without slipping across the rocks and dwells around the peaks of the mountains, boldly making its way across hard-traversed and sheer places—which [suits] fittingly those who successfully travel the rough road of virtue. Rather might someone say that because this animal has been taken by the Lawgiver for many parts of the legal sacred service, these goats contribute towards an encomium for the head. And I know that among the riddles of the Proverb, among the four things that go well, this too has been numbered as one of those that stride nobly: the he-goat that leads the herd of goats. And what we conjecturally suppose concerning this is as follows: Every pursuit begun through one person is passed down unto many; just as in the art of metalwork Scripture, calling Tubal the inventor of the craft, traces back unto him the skill of all those after him who handle the working of iron, so too Abel led the way in shepherdcraft, and Cain in husbandry, and it calls Nimrod the founder of the science of hunting, and Noah of viticulture, and says that Enos began hope in God; and many such things may be learned from Holy Scripture—that once one man had practised something, the pursuit entered into human life by way of imitation. Since, therefore, Elijah pre-eminently led the way in divine zeal beyond all others, all those after him who imitated his zeal and followed in the same footsteps of the prophet's boldness of speech have become a herd of goats belonging to the leader of such a life, who become the glory and praise of the Church, ranged into the adornment of the hairs, from whom the sensory life has been parted and estranged. Through similar things He fulfils the praise for the teeth as well. Now these would be those who through themselves nourish the body of the Church, whom He wishes on the one hand always to be seen pure as from the washing, wholly free from superfluity as to their hair, as from a fresh shearing, and on the other hand bearing twins in the offspring of the virtues, becoming fathers of the twofold purity—both that beheld in soul and that beheld in body—so that everything barren in what is better is banished from these teeth. And the cord set upon the lip signifies sideways by its riddle the measured ministry of speech, which the Prophet named a guard and a door of enclosure, when in season the mouth of speech is opened and in season is shut fast. And that the cord is the name of a measure we have learned from the prophecy of Zechariah, because the angel speaking in him held a measuring cord in his hands. And speech attains its measure most of all then, when it happens to be coloured round about with redness, which becomes an emblem of the blood of Him Who redeemed us. If indeed anyone, according to Paul, has speaking within himself Christ, Who redeemed us by His own blood, this man has the measuring cord upon his mouth, beautified by the blood-red dye.
PG 44:1108Read from the page
Ὁ δ' ἐφεξῆς λέγος, ἑρμηνεία ἐστὶ τοῦ πρόσθεν αἰνίγματος. Λαλιὰν γὰρ ὡραίαν ὀνομάζει τὸ σπαρτίον τὸ κόκκινον, δι' οὗ πάλιν σημαίνει τὸ καθαρὸν καὶ ἔμμετρον. Τὸ γὰρ ἀκριβῶς ὡραῖον, καὶ ἐν τῷ ἰδίῳ καιρῷ τῆς ἀκμῆς προφαινόμενον, οὔτε ἄωρόν ἐστιν, οὔτε ἔξωρον. Τῷ δὲ λεπύρῳ τῆς ῥόας τὸ μῆλον τῆς παρειᾶς ὡραΐζων, μεγάλην τινὰ προσμαρτυρεῖ τῇ νύμφῃ τὴν ἐν τοῖς ἀγαθοῖς τελειότητα. Σημαίνει γὰρ μὴ ἐν ἄλλῳ τινὶ τὸν θησαυρὸν αὐτῇ παρεσκευάσθαι, ἀλλ' αὐτὴν εἶναι θησαυρὸν ἑαυτῆς, παντὸς ἀγαθοῦ παρασκευὴν ἐν ἑαυτῇ περιέχουσαν. Ὡς γὰρ τῷ λεπύρῳ περιέχεται τῆς ῥόας τὸ ἐδώδιμον· οὕτως ἐνδείκνυται τῷ φαινομένῳ κάλλει τοῦ βίου τὸν ἔνδον αὐτῆς θησαυρὸν περιέχεσθαι. Οὗτος οὖν ἐστιν ὁ κρυπτὸς θησαυρὸς τῶν ἐλπίδων, ὁ ἴδιος καρπὸς τῆς ψυχῆς, ὁ τῷ ἐναρέτῳ βίῳ καθάπερ τινὶ ῥόας λεπύρῳ περικρατούμενος. Τὸ δὲ, Ἐκτὸς τῆς σιωπήσεώς σου, ταύτην οἶμαι τὴν διάνοιαν ἔχειν, ὅτι Ὁ ἔπαινός σου οὐκ ἐκ τῶν φαινομένων τοσοῦτόν ἐστιν, ὅσα τῷ λόγῳ μηνύεται· ἀλλὰ μᾶλλον, ὅσα σιωπῇ ἀποκέκρυπται τὴν τοῦ λόγου διαφεύγοντα μήνυσιν. Ὥσπερ γὰρ τὸ ἐκτὸς τοῦ λόγου ἡ σιωπὴ νοεῖται, οὕτω τὸ ἐκτὸς σιωπῆς τὸν λόγον νοῶν τις, οὐχ ἁμαρτήσεται. Ἐκεῖνο γὰρ σιωπῶμεν, ὃ διὰ τῶν ῥημάτων ἀδυνατοῦμεν ἐξαγγεῖλαι. Εἰ οὖν τὸ ἐκτὸς ἐκείνου ἡ σιωπὴ νοεῖται, τὸ ἐκτὸς σιωπῆς ἀκόλουθον πάντως τὸν λόγον οἴεσθαι. Οὐκοῦν ὁ εἰπὼν, ὅτι Ἐκτὸς τῆς σιωπήσεώς σου, τοῦτο σαφῶς τῷ λόγῳ παρίστησιν, ὅτι καλὰ μέν ἐστι καὶ μεγάλα τὰ τῷ λόγῳ φανῆναι δυνάμενα, ὅσα ἐκτός ἐστι τῆς σιωπήσεώς σου. Τὰ δὲ τοῦ λόγου ἐκτὸς, τὰ τῇ σιωπῇ καλυπτόμενα, τὰ ἄρρητά τς καὶ ἀνεκφώνητα, πάντως καὶ θαυμασιώτερα τῶν ἐκφωνουμένων ἐστίν.
And the statement that follows is an interpretation of the preceding enigma. For it calls the scarlet cord comely speech, whereby it again signifies what is pure and measured. For that which is exactingly comely, and shines forth in its own season of prime, is neither unripe nor past its prime. And in adorning the apple of her cheek with the rind of the pomegranate, it attests in the bride a certain great perfection in good things. For it signifies that her treasure has not been prepared for her in anything else, but that she is a treasure unto herself, containing within herself the provision of every good. For just as the edible part of the pomegranate is enclosed by its rind, so it is shown that by the visible beauty of her life her inward treasure is enclosed. This, then, is the hidden treasure of hopes, the soul's own fruit, which is held round about by the virtuous life as though by some pomegranate rind. And the phrase, Apart from thy silence, has, I think, this meaning: that thy praise does not consist so much in visible things, as many as are declared by speech, but rather in as many things as have been hidden away in silence, escaping declaration by speech. For just as what lies outside of speech is understood as silence, so anyone who understands speech as what lies outside of silence will not err. For we keep silent about that which we are unable to proclaim through words. If, then, what lies outside of the former is understood as silence, it altogether follows to consider what lies outside of silence to be speech. Therefore he who said, Apart from thy silence, clearly establishes this by the statement: that fair indeed and great are the things able to be manifested by speech, as many as lie outside thy silence; yet the things that lie outside speech, which are veiled in silence, ineffable and unutterable, are altogether even more wondrous than those spoken aloud.
Ἀκούσωμεν δὲ καὶ τῶν ἐφεξῆς ἐπαίνων, ὧν ἡ διάνοια τῷ τῆς ἱστορίας ἔοικε φρέατι, ᾧπέρ τις λίθος ἐπέχων τὸ στόμιον, ἄπορον ποιεῖ ταῖς ποιμαινούσαις τὴν μετουσίαν τοῦ ὕδατος· ἀλλ' ὁ Ἰακὼβ ἐπιστὰς ἀναμοχλίζει τε τοῦ στομίου τὸν λίθον, καὶ πλήρη τὰ ποτιστήρια ποιήσας τοῦ ὕδατος, ἔδωκε τοῖς θρέμμασι κατ' ἐξουσίαν ἐντρυφῆσαι τῶν ναμάτων. Τίνα τοίνυν ἐστὶν, ἃ τῷ τοιούτῳ φρέατι προσεικάζομεν; Ἑξήκοντά εἰσι βασίλισσαι, καὶ ὀγδοήκοντα παλλακαὶ, νεάνιδες ὧν οὐκ ἔστιν ἀριθμός. Μία ἐστὶ περιστερά μου, τελεία μου. Μία ἐστὶ τῇ μητρὶ αὐτῆς, ἐκλεκτική ἐστι τῇ τεκούσῃ αὐτήν. Τίς οὖν ἡμῖν ἀποκυλίσει τῆς ἀσαφείας ταύτης τὸν λίθον; Τίς ἐξαντλήσει τῶν νοημάτων τὸ ὕδωρ οὕτως ἐν βάθει κατακείμενον, ὡς ἀνέφικτον εἶναι τῷ ἡμετέρῳ λόγῳ; Ἀλλά μοι καλῶς ἔχειν δοκεῖ τοῦτο ταῖς ἀκοαῖς ὑμῶν διαμαρτύρασθαι, ὅτι τὸ ταῦτα γνῶναι μόνων ἐκείνων ἐστὶν, πρὸς οὕς φησιν ὁ Ἀπόστολος· ὅτι Ἐν παντὶ ἐπλουτίσθητε, ἐν παντὶ λόγῳ, καὶ
Now let us hear also the praises that follow, whose meaning resembles the well of the narrative, where a certain stone lying upon its mouth makes partaking of the water impracticable for the shepherd maidens; yet Jacob, coming up, levers the stone away from the mouth, and having filled the watering-troughs full of water, granted the flocks to revel freely in the streams. What, then, are the things that we liken to such a well? There are threescore queens, and fourscore concubines, maidens of whom there is no number. One is my dove, my perfect one; one is she to her mother, choice is she to her that bore her. Who, then, will roll away for us the stone of this obscurity? Who will draw up the water of its thoughts lying so deep down as to be unattainable to our reason? Yet it seems fitting to me to testify this thoroughly in your ears, that to know these things belongs solely to those to whom the Apostle says: In everything you were enriched, in all speech, and
Notes, col. 1108

On the reading

Printed λέγος, for λόγος.

Printed τς, for τε.

PG 44:1109Read from the page
ἐν πάσῃ γνώσει. Ἡ δὲ ἡμετέρα πενία τῶν προκειμένων τοῦ λόγου θησαυρῶν περιδράξασθαι ἀδυνάτως ἔχει· πλὴν ὡς ἂν τοῦ τῆς ἀργίας κατακρίματος ἔξω γενοίμεθα, διὰ τὸν ἐρευνᾷν τὰς Γραφὰς ἡμῖν νομοθετήσαντα· μικρόν τινα καὶ τούτοις ἱδρῶτα προσθεῖναι οὐ κατοκνήσομεν. Φαμὲν τοίνυν δόγμα τι τῶν ἀστειοτέρων τὴν ἐν τοῖς ῥητοῖς τούτοις φιλοσοφίαν διὰ τῶν ἐπαίνων τῆς νύμφης ἡμῖν παρατίθεσθαι. Τὸ δὲ δόγμα τοιοῦτόν ἐστιν· Οὐ μετὰ τῆς αὐτῆς ἀκολουθίας καὶ τάξεως κτίζεται τὰ ὄντα καὶ ἀνακτίζεται. Ὅτε μὲν γὰρ κατ' ἀρχὰς διὰ τῆς θείας δυνάμεως ἡ τῆς κτίσεως ὑφίστατο φύσις, ἐφ' ἑκάστου τῶν ὄντων ἀδιαστάτως τῇ ἀρχῇ συναπηρτίσθη τὸ πέρας, πᾶσι τοῖς ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγενομένοις ὁμοῦ τῇ ἀρχῇ συνανασχούσης τῆς τελειότητος. Ἓν δὲ τῶν κτισθέντων καὶ ἡ ἀνθρωπίνη φύσις ἐστὶν, οὐδὲ αὐτὴ καθ' ὁμοιότητα τῶν ἄλλων ἐκ προαγωγῆς προελθοῦσα ἐπὶ τὸ τέλειον· ἀλλ' ἀπὸ τῆς πρώτης ὑπάρξεως συμπλασθεῖσα τῇ τελειότητι. Ἐγένετο γὰρ, ὡς ὁ Λόγος φησὶ, κατ' εἰκόνα Θεοῦ καὶ ὁμοίωσιν. Ὅπερ ἐνδείκνυται τὸ τῶν ἀγαθῶν ἀκρότατόν τε καὶ τελειότατον. Τί γὰρ ἂν ὑπέρτερον εὑρεθείη τῆς πρὸς Θεὸν ὁμοιώσεως; Ἐπὶ μὲν οὖν τῆς πρώτης κτίσεως, ἀδιαστάτως τῇ ἀρχῇ συνανεφάνη τὸ πέρας, καὶ ἀπὸ τῆς τελειότητος ἡ φύσις τοῦ εἶναι ἤρξατο. Ἐπειδὴ δὲ τῷ θανάτῳ διὰ τῆς πρὸς τὴν κακίαν σχέσεως οἰκειωθεῖσα, τῆς ἐν τῷ ἀγαθῷ διαμονῆς ἀπερρύη· οὐκ ἀθρόον καθ' ὁμοιότητα τῆς συστάσεως τῆς πρώτης ἐπαναλαμβάνει τὴν τελειότητα, ἀλλ' ὁδῷ τινι πρόεισιν ἐπὶ τὸ μεῖζον, διά τινος ἀκολουθίας καὶ τάξεως κατ' ὀλίγον ἀποσκευαζομένη τὴν πρὸς τὰ ἐναντία προσπάθειαν. Ἐπὶ μὲν γὰρ τῆς πρώτης κατασκευῆς, οὐδὲν ἦν τὸ κωλύον συνδραμεῖν τῇ γενέσει τὸ τῆς φύσεως τέλειον, κακίας οὐκ οὔσης· ἐπὶ δὲ τῆς δευτέρας ἀναστοιχειώσεως, ἀναγκαίως ἡ διαστηματικὴ παράστασις συμπαρομαρτεῖ τῇ ἐπακολουθήσει πρὸς τὸ πρῶτον ἀγαθὸν ἀνατρεχούσῃ· διότι τῇ ὑλικῇ προσπαθείᾳ συνδεθεῖσα διὰ κακίας ἡμῶν ἡ διάνοια, κατ' ὀλίγον, ὥσπερ φλοιοῦ τινος τοῦ περιέχοντος διὰ τῆς ἀστειοτέρας ἀγωγῆς περιξυομένη, τὴν συμφυΐαν ἀπωθεῖται τοῦ χείρονος. Τούτου χάριν πολλὰς εἶναι παρὰ τῷ Πατρὶ μονὰς μεμαθήκαμεν, κατὰ τὴν ἀναλογίαν τῆς ἐν ἑκάστῳ πρὸς τὸ καλὸν σχέσεως, καὶ τῆς τοῦ χείρονος ἀποστάσεως, ἑτοιμαζομένης πᾶσι τῆς ἀντιδόσεως. Ὁ μὲν γάρ τις ἐν ἀρχῇ τῆς τοῦ βελτίονός ἐστι βρώσεως, ἄρτι καθάπερ ἐκ βυθοῦ τινος τοῦ κατὰ κακίαν βίου πρὸς τὴν μετουσίαν τῆς ἀληθείας ἀνανηξάμενος· τῷ δέ τις γέγονεν ἤδη δι' ἐπιμελείας προσθήκη τοῦ κρείττονος· ἄλλος ἐπιπλεῖον διὰ τῆς ἐπιθυμίας τῶν ἀγαθῶν ἐπηυξήθη· ὁ δὲ μέσης ἔχει τῆς τῶν ὑψηλῶν ἀναβάσεως· ἕτερος καὶ τὸ μέσον παρέδραμεν· εἰσὶ δέ τινες καὶ οἱ τούτων ἑαυτοὺς ὑπεράραντες· ἄλλοι κἀκείνους παρήλασαν· καὶ ὑπὲρ τούτους ἕτεροι πρὸς τὸν ἄνω δρόμον συντείνονται· καὶ ὅλως κατὰ τὴν ποικίλην τῶν προαιρέσεων διαφορὰν ἕκαστον ὁ Θεὸς ἐν τῷ ἰδίῳ δέχεται τάγματι, τὰ πρὸς ἀξίαν ἀποπληρῶν τοῖς πᾶσι, καὶ
in all knowledge. Now our poverty is incapable of grasping the treasures of the word set before us; nevertheless, so that we may stay outside the condemnation of idleness, for the sake of Him Who enjoined upon us to search the Scriptures, we shall not shrink from adding some slight toil to these matters as well. We say, then, that the philosophy contained in these sayings sets before us, through the praises of the bride, one of the more refined doctrines. And the doctrine is of this sort: Not with the same sequence and order are existing things created and created anew. For when in the beginning, through the divine power, the nature of creation came into subsistence, in each of existing things the end was brought to completion conjointly with the beginning without any interval, since for all things that came forth from non-being into being perfection dawned simultaneously with their beginning. Now human nature too is one of the things created, and neither did it, like the rest, advance progressively to perfection, but from its very first existence it was fashioned together with perfection. For man came to be, as the Word says, according to the image and likeness of God. And this displays the very highest and most perfect of good things. For what could be found superior to likeness unto God? In the first creation, then, the end appeared conjointly with the beginning without any interval, and nature began to exist from perfection. But once it became familiarized with death through its relation towards vice, and fell away from its continuance in the good, it does not recover perfection all at once after the likeness of its first constitution, but proceeds by a certain path towards what is greater, gradually stripping off through a certain sequence and order its attachment towards contrary things. For in the first framing, there was nothing to hinder the perfection of nature from running together with its coming into being, since vice did not exist; whereas in the second refashioning, dimensional duration necessarily accompanies the following after that runs back up towards the primal good, because our mind, having been bound through vice to material attachment, as it is gradually scraped clean through a more refined discipline, as though of some surrounding bark, thrusts away its ingrown union with the worse. On this account we have learned that there are many mansions with the Father, as the recompense is prepared for all in proportion to the relation in each towards the noble, and his departure from the worse. For one person is at the beginning of partaking of the better food, having just now, as though from some abyss of a life lived in vice, swum back up towards participation in the truth; in another there has already come about through diligence an addition of the superior; another has grown still further through desire for good things; another holds the middle of the ascent to lofty things; another has run past even the middle; and there are some who have raised themselves even above these; others have outstripped those as well; and beyond these, still others strain onwards towards the upward course; and altogether, according to the varied difference of deliberate choices, God receives each one in his own rank, fulfilling for all what accords with their worth, and
PG 44:1112Read from the page
συνάγων τοῖς ὑψηλοτέροις τὰς τῶν ἀγαθῶν ἀμοιβὰς, καὶ συμμετρῶν ἐλάττοσι. Ταῦτα διὰ τῶν προκειμένων ῥητῶν φιλοσοφεῖν τὸν λόγον ὑπενοήσαμεν, τὴν διαφορὰν τῶν ψυχῶν, αἳ πρὸς τὸν νυμφίον ὁρῶσιν, ἐν τοῖς εἰρημένοις ἡμῖν διαστείλαντα. Τὰς μὲν γὰρ ὀνομάζει νεάνιδας, τὴν τοῦ ἀριθμοῦ φύσιν διὰ τοῦ πλήθους νικώσας· ἄλλας δὲ παλλακίδας· καὶ ἄλλας βασιλίδας εἶναί φησιν· ὀκτωδεκάδι τῶν παλλακίδων τὸν ἀριθμὸν περιγράψας· τὰς δὲ βασιλίδας συντελεῖν εἰπὼν εἰς ἑξήκοντα, ὑπερτίθησι πασῶν τὴν ἐν τῇ μονάδι θεωρουμένην τελείαν περιστερὰν, ἣν καὶ μόνην τῇ μητρὶ, καὶ ἐκλεκτικὴν εἶναι τῇ τεκούσῃ αὐτὴν ἀποφαίνεται. Ταῦτα οὖν διὰ τῶν θείων λογίων νοεῖν ἐναγόμεθα, ὅτι οἱ μὲν ἄρτι νηδύος τινὸς τῆς ἐν βάθει κειμένης ἀπάτης ἔξω γενόμενοι, ἀρτιγενεῖς τινες ὄντες, καὶ οὔπω διηρθρωμένοι ἐν ἑαυτοῖς τὸν λόγον χωρήσαντες, τῇ ἀλογωτέρᾳ συγκαταθέσει τῆς πίστσως ἐν ἀπείρῳ θεωροῦνται πλήθει· σωτήριον μὲν εἶναι πεπιστευκότες τοῦ μυστηρίου τὸν λόγον, οὐ μὴν ἐπιστήμῃ τινὶ καὶ τῇ διὰ τοῦ λόγου πληροφορίᾳ ἱδρυμένην ἔχοντες ἐν ἑαυτοῖς τὴν ἀλήθειαν. Αὗταί εἰσιν αἱ ὀνομασθεῖσαι νεάνιδες, διὰ τὸ νέαν ἄγειν τὴν πνευματικὴν ἡλικίαν, αἱ γεννηθεῖσαι τῷ λόγῳ τῆς πίστεως, οὐδέπω διὰ τῆς καθηκούσης αὐξήσεως τοιαῦται γεγόνασιν, ὡς ἐπὶ γάμων ἀκμὴν προελθεῖν, καὶ φθάσαι εἰς ἄνδρα τέλειον, εἰς μέτρον γαμικῆς ἡλικίας. Ὥστε τῷ φόβῳ τοῦ Κυρίου δύνασθαι κυοφορῆσαι, καὶ πνεῦμα σωτηρίας παιδοποιήσασθαι. Ἀλλ' ἔτι τῷ νηπίῳ τε καὶ ἀτελεῖ τῆς διανοίας, ἀλογωτέρᾳ πως συζῶσι τῇ διαθέσει. Πλὴν ἀλλὰ καὶ οὗτοι τῶν σωζομένων εἰσὶ, καθώς φησιν ὁ Προφήτης· ὅτι Ἀνθρώπους καὶ κτήνη σώσεις, Κύριε· κτήνη λέγων τὸ ἀλογώτερον μέρος τῶν σωζομένων.
gathering together the rewards of good things for the loftier, and measuring them out in proportion to the lesser. These things we supposed the discourse to philosophize through the sayings set before us, distinguishing for us in what has been said the difference among the souls that look towards the Bridegroom. For some He calls maidens, who surpass the nature of number through their multitude; others He says are concubines, and others queens; having circumscribed the number of the concubines at eighty, and having said that the queens amount to sixty, He sets above them all the perfect dove contemplated in unity, whom He declares to be both only to her mother and choice to her that bore her. These things, then, we are led to understand through the divine oracles: that those who have just now come forth outside some womb of deceit lying in the deep, being as it were newborn, and not yet having received the word articulated within themselves, are beheld in an infinite multitude through the less rational assent of faith; having believed the word of the mystery to be saving, yet not possessing within themselves the truth established by a certain scientific knowledge and the full assurance that comes through reason. These are they who have been named maidens, because they pass a young spiritual age; having been begotten by the word of faith, they have not yet through fitting growth become such as to advance to the prime of marriage, and to attain unto a perfect man, unto the measure of marriageable stature, so as to be able through the fear of the Lord to conceive in the womb, and to bring forth the spirit of salvation as offspring. Rather, in what is still infantile and imperfect of mind, they live together in some manner with a less rational disposition. Nevertheless, these too belong to those who are being saved, just as the Prophet says: Men and beasts Thou wilt save, O Lord; calling beasts the less rational portion of those who are being saved.
Τῶν δὲ διὰ τῆς καθηκούσης ἐπιμελείας αὐξηθέντων τῇ διανοίᾳ, καὶ καταλελοιπότων ἤδη τὴν νηπιότητα, διπλῆν ὑπὸ τοῦ λόγου τὴν διαφορὰν διδασκόμεθα. Γίνονται μὲν γὰρ αἱ ψυχαὶ καὶ σύσσωμοι τῷ Λόγῳ, καὶ αὗται κἀκεῖναι· ἀλλ' αἱ μὲν ἐρωτικῇ τινι διαθέσει προσκολλῶνται· οἵα ἦν ἡ τοῦ Δαβὶδ, καὶ ἡ τοῦ Παύλου ψυχή· ἡ μὲν λέγουσα τὸ, Ἐμοὶ δὲ τὸ προσκολλᾶσθαι τῷ Θεῷ ἀγαθόν ἐστιν· ἡ δὲ τὸ, Οὐδεὶς χωρίσει ἡμᾶς ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ· οὐ ζωὴ, οὐ θάνατος, οὐ τὸ παρὸν, οὐ τὸ μέλλον, οὐκ ἄλλο τι τῶν ὄντων οὐδέν. Αἱ δὲ φόβῳ κολάσεως τὰς μοιχικὰς ἀποφεύγουσι πείρας. Μένουσι γὰρ ἐν ἀφθαρσίᾳ καὶ ἁγιασμῷ καὶ αὗται· ἀλλὰ τῷ φόβῳ μᾶλλον ἢ τῷ πόθῳ παιδαγωγούμεναι μόνῳ, τὸ κακὸν οὐ προσδέχονται. Αἱ μὲν οὖν διὰ τῆς τελειοτέρας διαθέσεως πόθῳ τῆς ἀφθαρσίας ἀνακραθεῖσαι τῇ τοῦ Θεοῦ καθαρότητι, βασίλισσαι διὰ τὴν κοινωνίαν τῆς βασιλείας κατονομάζονται. Τὰς δὲ τῷ τῆς ἀπειλῆς φόβῳ τὴν ἀρετὴν ἐκπονούσας, παλλακίδας ὀνομάζει ὁ λόνος. Οὔπω γάρ τις αὐτῶν μήτηρ βα
But among those who have grown in mind through fitting diligence, and have already left infancy behind, we are taught by the discourse a twofold difference. For the souls become fellow-members of the body with the Word, both the former and the latter; yet some cleave unto Him through a certain loving disposition, such as was the soul of David and that of Paul: the former saying, But for me to cleave unto God is good; and the latter, No one shall separate us from the love of Christ: neither life, nor death, nor the present, nor that which is to come, nor anything else at all among existing things. Others, however, shun adulterous temptations through fear of punishment. For these too abide in incorruption and sanctification; yet being tutored by fear alone rather than by longing, they do not admit evil. Those, then, who through the more perfect disposition have been blended in longing for incorruption with the purity of God, are named queens by reason of their fellowship in the kingdom. Whereas those who labour at virtue through fear of the threat, the discourse calls concubines. For not yet is any one of them able to become the mother of a ki-
Notes, col. 1112

On the reading

Printed πίστσως, for πίστεως.

Printed λόνος, for λόγος.

PG 44:1113Read from the page
σιλέως καὶ κοινωνὸς τῆς ἀξίας γενέσθαι δυνατῶς ἔχει. Πῶς γὰρ ἂν δυνηθείη, ἡ μηδέπω ἀναλαβοῦσα ἐν ἑαυτῇ τὸ ἀδέσποτον καὶ αὐτοκρατὲς τοῦ ἐναρέτου φρονήματος· ἀλλὰ δουλικῷ φόβῳ τῆς τῶν κακῶν κοινωνίας ἀφισταμένη; Ὑποδείγματα δὲ τῶν εἰρημένων ἐστὶν, ἐπὶ μὲν τῶν βασιλίδων, τὸ κατὰ τοὺς τῆς δεξιᾶς στάσεως ἠξιωμένους, πρὸς οὓς ὁ βασιλεὺς λέγει· Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν· τοῦ δὲ δευτέρου καὶ ὑφειμένου τάγματος εἶεν ἂν ἐκεῖνοι, πρὸς οὓς λέγει ὁ Κύριος· Φοβήθητε τὸν μετὰ τὸ ἀποκτεῖναι ἔχοντα ἐξουσίαν ἐμβαλεῖν εἰς τὴν γέενναν τοῦ πυρός. Ταύτην δέ μοι δοκεῖ τὴν διαστολὴν τῶν δύο ταγμάτων, ἡ κατὰ τοὺς ἀριθμοὺς διαφορὰ παραδηλοῦν δι' αἰνίγματος. Πῶς τοῦτό φημι; Ἕξ εἰσιν ἐντολαὶ, δι' ὧν ἡ βασιλεία τοῦ Θεοῦ τοῖς δεξιοῖς ἑτοιμάζεται. Λογισώμεθα τούτων ἕκαστον τὸ δεσποτικὸν εἶναι τάλαντον, ὃ προσήκει παρὰ τοῦ ἀγαθοῦ καὶ πιστοῦ οἰκέτου δεκαπλασιασθῆναι διὰ τῆς ἐργασίας, ἵνα οὕτως εἰσέλθῃ εἰς τὴν χαρὰν τοῦ Κυρίου αὐτοῦ, ἐν ὀλίγοις πιστὸς εὑρεθεὶς, καὶ ἐπὶ πολλῶν καθιστάμενος. Εἰ τοίνυν διὰ τῶν ἓξ τούτων ἐντολῶν ἡ τῆς βασιλείας γίνεται τῇ ψυχῇ κοινωνία· τὸ δὲ τέλειον τῆς ἐργασίας ἐφ' ἑκάστης ἐστὶ τὸ δεκαπλασιάσαι τὴν ἐντολὴν, καθὼς ἔφη ὁ ἀγαθὸς δοῦλος ἐκεῖνος, ὅτι Δέκα τάλαντα τὸ ἕν σου τάλαντον κατειργάσατο· εὑρίσκομεν ἐκ τοῦ ἀκολούθου τὴν μίαν βασίλισσαν, εἰς ἑξήκοντα πλατυνομένην· τὴν διὰ τοῦ δεκαπλασιασμοῦ τῶν ἓξ ἐντολῶν ἐς κοινωνίαν τῆς βασιλείας παραδεχθεῖσαν· ὡς πολλὰς εἶναι τὴν μίαν τῷ πολυτρόπῳ χαρακτῆρι τῶν ἐντολῶν ἐμμερισθεῖσαν, καὶ ἑκάστῳ τῶν κατορθωμάτων ἰδιαζόντως ἐμμορφωθεῖσαν. Οὕτως οὖν εἰς ἑξήκοντα βασιλίδας ἡ μία καταμερίζεται, πρὸς τὰ εἴδη τῶν ἐντολῶν διαιρουμένη· καὶ γίνεται κοινωνὸς τῆς τοῦ Χριστοῦ βασιλείας ἡ νύμφη, δῆμος βασιλίδων ἡ μία γεγενημένη, ἡ διὰ τοσούτων τῶν κατὰ τὰς ἐντολὰς ἀξιωμάτων ἀριθμηθεῖσα.
ng and a sharer in the dignity. For how could she be able to do so, who has not yet taken up within herself the masterless and self-ruling character of a virtuous mindset, but stands aloof from fellowship with evils through servile fear? Now examples of the things spoken of are, in the case of the queens, the standard of those deemed worthy of standing at the right hand, to whom the King says: Come, you blessed of My Father, inherit the kingdom prepared for you; whereas of the second and subordinate rank would be those to whom the Lord says: Fear Him Who, after killing, has authority to cast into the Gehenna of fire. And it seems to me that the difference in the numbers intimates this distinction between the two ranks through an enigma. How do I mean this? There are six commandments through which the kingdom of God is prepared for those on the right hand. Let us reckon each of these to be the Master's talent, which ought to be multiplied tenfold through labour by the good and faithful household servant, so that thus he may enter into the joy of his Lord, having been found faithful in a few things, and being set over many. If, then, fellowship in the kingdom comes about for the soul through these six commandments, and the perfection of labour in each one consists in multiplying the commandment tenfold, just as that good servant said, Thy one talent has earned ten talents, we find consequently the one queen widened out into sixty: she who through the tenfold multiplication of the six commandments has been received into fellowship in the kingdom, so that the one is many, having been apportioned out by the manifold stamp of the commandments, and distinctively shaped in each of the upright deeds. Thus, then, the one is divided into sixty queens, parted according to the kinds of the commandments; and the bride becomes a sharer in the kingdom of Christ, the one having become a people of queens, numbered through so many dignities according to the commandments.
Εἰ δὲ τὴν ἑξάδα τῶν ἐντολῶν ἐν μιᾷ κατὰ τὸ δεκαπλάσιον γεωργηθεῖσαν ψυχὴν διὰ τῶν ἑξήκοντα βασιλίδων σημαίνεσθαι δι' αἰνίγματος, οὐκ ἔξω τοῦ εἰκότος ὑπενοήσαμεν· ἀκολούθως καὶ διὰ τῶν ὀγδοήκοντα τὸ τῆς Ὀγδόης μυστήριον παραδηλοῦσθαί φαμεν διὰ τοῦ ὁμοίου αἰνίγματος· πρὸς ἣν βλέποντες οἱ τῷ φόβῳ παιδαγωγούμενοι, τῆς τῶν κακῶν κοινωνίας ἀπείργονται. Οὕτως γὰρ ἐν ταῖς ψαλμῳδίαις ἐμάθομεν, ἐν αἷς προτέτακται διὰ τῆς ἐπιγραφῆς ἡ Ὀγδόη· μαστιγουμένων δὲ ἄντικρύς εἰσιν αἱ φωναὶ, τῷ φόβῳ τῶν ἐλπιζομένων εἰς ἔλεον τὴν ἀκοὴν ἐπικάμπτουσαι. Φησὶ γὰρ πρὸς τὸν φοβερὸν κριτὴν ὁ πρὸς τὴν Ὀγδόην βλέπων· Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με. Ἐλέησόν με, Κύριε, ὅτι ἀσθενής εἰμι· ἴασαί με, Κύριε, ὅτι ἐταράχθη τὰ ὀστᾶ μου. Καὶ ὅσα ἐκ τοῦ ἀκολούθου τῷ ἀδεκάστῳ κριτῇ διὰ τῆς ἱκετηρίας προτείνεται, ἐν οἷς καὶ τὸ μὴ εἶναι Θεοῦ μνήμην ἐν τῷ θανάτῳ ὀδύρε-
And if we have not implausibly supposed that the soul in which the hexad of the commandments has been cultivated tenfold is signified enigmatically through the sixty queens, consequently we say too that through the eighty the mystery of the Eighth is intimated through a like enigma, looking towards which those who are tutored by fear are held back from fellowship with evils. For thus we have learned in the psalm-singings before which the Eighth has been prefixed in the superscription; and the voices are outright those of persons being scourged, bending the ear unto mercy through fear of the things expected. For he who looks towards the Eighth says unto the fearful Judge: O Lord, rebuke me not in Thy wrath, neither chasten me in Thy anger. Have mercy upon me, O Lord, for I am weak; heal me, O Lord, for my bones have been troubled. And whatever else in sequence is set before the incorruptible Judge through the supplication, among which he also laments that in death there is no remembrance of God