διὰ τῆς τοῦ Πνεύματος τοῦ ἁγίου ἑνότητος, καθώς φησιν ὁ Ἀπόστολος, τῷ συνδέσμῳ τῆς εἰρήνης διασφιγχθέντας, ἓν σῶμα γενέσθαι τοὺς πάντας, καὶ ἓν πνεῦμα, διὰ μιᾶς ἐλπίδος εἰς ἣν ἐκλήθησαν. Βέλτιον δ' ἂν εἴη αὐτὰς ἐπὶ λέξεως παραθέσθαι τὰς θείας τοῦ Εὐαγγελίου φωνάς. Ἵνα πάντες ἓν ὦσιν καθὼς σὺ, Πάτερ, ἐν ἐμοὶ, κἀγὼ ἐν σοί· ἵνα καὶ αὐτοὶ ἓν ὦσι. Τὸ δὲ συνδετικὸν τῆς ἑνότητος ταύτης, ἡ δόξα ἐστί· δόξαν δὲ λέγεσθαι τὸ Πνεῦμα τὸ ἅγιον, οὐκ ἄν τις τῶν ἐπεσκεμμένων ἀντείποι, πρὸς αὐτὰς βλέπων τὰς τοῦ Κυρίου φωνάς. Τὴν δόξαν γὰρ, φησὶν, ἣν ἔδωκάς μοι, δέδωκα αὐτοῖς. Ἔδωκε γὰρ ὡς ἀληθῶς τοῖς μαθηταῖς τοιαύτην δόξαν, ὁ εἰπὼν πρὸς αὐτούς· Λάβετε Πνεῦμα ἅγιον. Ἔλαβε δὲ ταύτην τὴν δόξαν, ἣν πάντοτε εἶχε πρὸ τοῦ τὸν κόσμον εἶναι, ὁ τὴν ἀνθρωπίνην φύσιν περιβαλλόμενος, ἧς δοξασθείσης διὰ τοῦ Πνεύματος, ἐπὶ πᾶν τὸ συγγενὲς ἡ τῆς δόξης τοῦ Πνεύματος διάδοσις γίνεται, ἀπὸ τῶν μαθητῶν ἀρξαμένη. Διὰ τοῦτό φησι· Τὴν δόξαν ἣν ἔδωκάς μοι, δέδωκα αὐτοῖς. Ἵνα ὦσιν ἕν, καθὼς ἡμεῖς ἕν ἐσμεν. Ἐγὼ ἐν αὐτοῖς, καὶ σὺ ἐν ἐμοὶ, ἵνα ὦσι τετελειωμένοι εἰς τὸ ἕν. Ὁ τοίνυν ἐκ μὲν νηπίου πρὸς ἄνδρα τέλειον ἀναδραμὼν διὰ τῆς αὐξήσεως, καὶ φθάσας εἰς τὸ μέτρον τῆς νοητῆς ἡλικίας, ἐκ δὲ τῆς δούλης τε καὶ τῆς παλλακίδος τὴν τῆς βασιλείας ἀξίαν μεταλαβών· δεκτικὸς δὲ τῆς τοῦ Πνεύματος δόξης γενόμενος δι' ἀπαθείας καὶ καθαρότητος, οὗτός ἐστιν ἡ τελεία περιστερὰ, πρὸς ἣν ὁ νυμφίος ὁρᾷ λέγων· ὅτι Μία ἐστὶ περιστερά μου, τελεία μοῦ. Μία ἐστὶ τῇ μητρὶ αὐτῆς, ἐκλεκτική ἐστι τῇ τεκούσῃ αὐτήν. Οὐκ ἀγνοοῦμεν δὲ πάντως τὴν μητέρα τῆς περιστερᾶς, ἐκ τοῦ καρποῦ τὸ δένδρον γνωρίσαντες. Ὡς γὰρ ἄνθρωπον θεασάμενοι, ἐξ ἀνθρώπου αὐτὸν εἶναι οὐκ ἀμφιβάλλομεν· οὕτω καὶ τῆς ἐκλεκτῆς περιστερᾶς τὴν μητέρα ζητοῦντες, οὐκ ἄλλην τινὰ ἢ ἐκείνην τὴν περιστερὰν ἐνοήσαμεν. Τῷ γὰρ τέκνῳ πάντως ἡ τοῦ γεγεννηκότος ἐπιθεωρεῖται φύσις. Ἐπεὶ οὖν τὸ γεγεννημένον ἐκ τοῦ Πνεύματος Πνεῦμά ἐστι· περιστερὰ δὲ τὸ τέκνον· περιστερὰ δὲ πάντως καὶ ἡ τοῦ τέκνου μήτηρ ἐστὶν, ἡ ἐπὶ τὸν Ἰορδάνην ἐξ οὐρανῶν καταπτᾶσα, καθὼς Ἰωάννης φησὶ καὶ μαρτύρεται. Ταύτην μακαρίζουσιν αἱ νεάνιδες, ταύτην αἰνοῦσι παλλακαὶ καὶ βασίλισσαι. Κοινὸς γὰρ ἐκ παντὸς τάγματος πρόκειται πάσαις ταῖς ψυχαῖς δρόμος πρὸς τὴν τοιαύτην μακαριότητα. Διό φασιν· Ἴδοσαν αὐτὴν θυγατέρες, καὶ μακαριοῦσιν αὐτήν· παλλακαὶ καὶ βασίλισσαι αἰνέσουσιν. Φύσις δὲ πᾶσά ἐστι πρὸς τὸ μακάριόν τε καὶ ἐπαινούμενον τῇ ἐπιθυμίᾳ συντείνεσθαι. Ὥστε εἰ μακαρίζουσι τὴν περιστερὰν αἱ θυγατέρες, ἐπιθυμοῦσι πάντως γενέσθαι περιστεραὶ καὶ αὗται. Καὶ τὸ αἰνεῖσθαι τὴν περιστερὰν παρὰ τῶν παλλακίδων, τεκμήριόν ἐστι τοῦ καὶ ταύτας πρὸς τὸ ἐπαινούμενον τὴν σπουδὴν ἔχειν· ἕως ἂν πάντων ἓν γενομένων, τῶν πρὸς τὸν αὐτὸν σκοπὸν τῆς ἐπιθυμίας βλεπόντων, μηδεμιᾶς ἐν μηδενὶ κακίας ὑπολειφθείσης, γένηται ὁ Θεὸς τὰ πάντα ἐν πᾶσι, τοῖς διὰ τῆς ἑνότητος ἀλλήλοις ἐν τῇ τοῦ
through the unity of the Holy Spirit, just as the Apostle says, bound fast together by the bond of peace, all may become one body and one spirit, through the one hope unto which they were called. And it would be better to set down word for word the very divine utterances of the Gospel: That they all may be one, just as Thou, Father, art in Me, and I in Thee; that they also may be one. Now that which binds this unity together is glory; and that the Holy Spirit is called glory, no one among those who have examined carefully would gainsay, looking at the very words of the Lord. For the glory, He says, which Thou hast given Me, I have given them. For He truly gave such glory to the disciples when He said unto them: Receive the Holy Spirit. And He Who clothed Himself with human nature received this glory, which He always possessed before the world existed; and once that nature was glorified through the Spirit, the imparting of the glory of the Spirit takes place unto everything akin to it, beginning from the disciples. On this account He says: The glory which Thou hast given Me, I have given them, that they may be one, just as We are one: I in them, and Thou in Me, that they may be perfected into one. He, then, who from an infant has run upwards through growth unto a perfect man, and has attained unto the measure of intelligible stature, and from the bondmaid and the concubine has received instead the dignity of the kingdom, and through dispassion and purity has become receptive of the glory of the Spirit—this one is the perfect dove, towards whom the Bridegroom looks when He says: One is my dove, my perfect one; one is she to her mother, choice is she to her that bore her. Now we are certainly not ignorant of the mother of the dove, having recognized the tree from its fruit. For just as upon beholding a man we do not doubt that he is from a man, so too when seeking the mother of the choice dove, we have understood none other than that famous dove. For in the child the nature of the parent is altogether beheld in turn. Since, then, that which has been begotten of the Spirit is spirit, and the child is a dove, a dove altogether is the child's mother as well—she who flew down from the heavens upon the Jordan, just as John says and testifies. Her the maidens call blessed, her the concubines and queens praise. For out of every rank a common course is set before all souls towards such blessedness. Wherefore they say: The daughters saw her, and they will call her blessed; the concubines and queens will praise her. Now every nature strains in desire towards that which is blessed and praised. So that if the daughters call the dove blessed, they altogether desire to become doves themselves as well. And the fact that the dove is praised by the concubines is a token that these too hold their zeal towards that which is praised; until, when all have become one, looking towards the same goal of desire, and no vice at all has been left behind in anyone, God may become all in all, in those who through unity have been blended with one another in the fellowship of the