Migne Reading Room

PG 44 · cols. 1056–1065 · Read from the page

On the Song of Songs

On the Song of Songs

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 44:1056Read from the page
Ἐβραϊκὴ λέξις, εἰ πρὸς τὴν ἡμετέραν μεταληφθείη φωνὴν, τὸ καθαρόν τε καὶ ἀνόθευτον, καὶ πάσης ἐπιμιξίας ἀλλότερον χρυσίον διὰ τῆς φωνῆς ταύτης δείκνυται. Ἀνερμήνευτον δέ μοι δοκεῖν καταλελοιπέναι τὴν τοῦ Κεφὰζ λέξιν, οἱ τὰς φωνὰς τῶν Ἐβραίων ἐξελληνίσαντες, διὰ τὸ μὴ εὑρεῖν ἐν τοῖς Ἐλληνικοῖς ῥήμασι μηδεμίαν φωνὴν ἐξαγγελτικὴν τῆς ἐμφάσεως τῆς ἐνθεωρουμένης τῇ Ἐβραΐδι φωνῇ. Ἡμεῖς δὲ τοῦτο μαθόντες, ὅτι τὸ εἰλικρινῶς καθαρὸν, καὶ πάσης ὕλης ῥυπαρᾶς ἀμιγές τε καὶ ἀπαράδεκτον ἡ τοιαύτη λέξις ἐνδείκνυται· ταῦτα περὶ τοῦ προκειμένου ῥητοῦ νοεῖν ἐναγόμεθα, ὅτι κεφαλὴ τοῦ σώματος τῆς Ἐκκλησίας ἐστὶν ὁ Χριστός. Χριστὸν δὲ νῦν λέγομεν οὐ πρὸς τὸ ἀΐδιον τῆς θεότητος ἀναπέμποντες τοῦτο τὸ ὄνομα, ἀλλὰ πρὸς τὸν θεοδόχον ἄνθρωπον, τὸν ἐπὶ γῆς ὀφθέντα, καὶ τοῖς ἀνθρώποις συναναστραφέντα, τὸν τῆς παρθενίας βλαστὸν, ἐν ᾧ κατῴκησε πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς, τὴν ἀπαρχὴν τοῦ κοινοῦ φυράματος, δι' οὗ ὁ Λόγος τὴν φύσιν ἡμῶν περιεβάλετο, ποιήσας αὐτὴν ἀκήρατον, πάντων τῶν συμπεφυκότων αὐτῇ παθημάτων ἐκκαθαρθεῖσαν. Οὕτω γάρ φησι περὶ αὐτοῦ ὁ προφήτης, ὅτι Ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ, τοῦ πεπειραμένου κατὰ πάντα καθ' ὁμοιότητα τῆς φύσεως ἡμῶν, χωρὶς ἁμαρτίας. Ἡ μὲν οὖν κεφαλὴ τοῦ σώματος τῆς Ἐκκλησίας, ἡ πάσης τῆς φύσεως ἡμῶν ἀπαρχὴ, τὸ καθαρόν τε καὶ πάσης κακίας ἀμιγές τε καὶ ἀπαράδεκτον χρυσίον ἐστίν· οἱ βόστρυχοι δὲ οἷ ποτε ζοφώδεις καὶ μέλανες, καὶ τοῖς κόραξιν ὁμοιούμενοι τῷ εἴδει, ἐκείνοις λέγω τοῖς κόραξιν, οἷς ἔργον ἐστὶ, τὸ τοὺς ὀφθαλμοὺς ἐκκόπτειν, κατὰ τὸν παροιμιώδη λόγον, καὶ τοῖς νεοσσοῖς τῶν ἀετῶν βρῶμα τοὺς πηρωθέντας τῶν ὁρατικῶν αἰσθητηρίων παρασκευάζειν, οὗτοι ἐλάται τὰ ὑψηλά τε καὶ οὐρανομήκη δένδρα γινόμενοι, διὰ τὸ ἀναδραμεῖν ἐκ γῆς ἐπὶ τὸ οὐράνιον ὕψος, προσθήκη τοῦ κάλλους γίνονται τοῦ νυμφίου, τῆς θείας κεφαλῆς αὐτοῦ ἐξαρτήσαντες. Οὐκ ἀγνοεῖ δὲ πάντως τις τί τῶν βοστρύχων τούτων ἔργον ἐστὶν, ἐν τοῖς ἄνω μαθὼν παρ' αὐτῆς τῆς τοῦ νυμφίου φωνῆς· ὅτι, Οι βόστρυχοί μου ἐπλήσθησαν ψεκάδων ὕδατος. Ἐκείνου οὖν εἰσιν οἱ ψεκάζοντες βόστρυχοι, παρὰ τῶν προφητῶν νεφέλαι ὀνομαζόμενοι, ἀφ' ὧν γίνεται τῆς διδασκαλίας ὁ ὄμβρος, ὁ τὰς ἀψύχους ἀρούρας ποτίζων πρὸς τὴν εὐκαρπίαν τῶν τοῦ Θεοῦ γεωργίων. Ἀποστόλους δὲ οἶμαι τροπικῶς τοὺς βοστρύχους ὑπὸ τοῦ Θεοῦ λόγου σημαίνεσθαι ὧν τινες ἦσαν πρότερον ζοφώδεις τοῖς τοῦ βίου ἐπιτηδεύμασιν, ὁ ληστὴς, ὁ τελώνης, ὁ διώκτης, καὶ εἴ τις ἄλλος τοιοῦτος κατὰ τὸν μέλανά τε καὶ σαρκοβόρον τῶν ὀφθαλμῶν ἀφανιστικὸν κόρακα. Λέγω δὲ τὸν ἄρχοντα τοῦ σκότους τῆς ἐξουσίας, καθώς φησιν ὁ ἀπὸ κόρακος ἐλάτη γενόμενος, καὶ διὰ τοῦτο βόστρυχος τῆς θείας κεφαλῆς χρηματίσας. Ὅτι πρότερον ὢν βλάσφημος καὶ διώκτης καὶ ὑβριστὴς, ἕως ἦν κόραξ, πρὸς τὴν χάριν ταύτην μετεσκευάσθη, βόστρυχος γενόμενος τῇ οὐρανίᾳ δρόσῳ διάβροχος, ὁ παντὶ τῷ σώματι τῆς Ἐκκλησίας τὸν τῶν ἀποκρύφων τε καὶ
Hebrew word, if rendered into our tongue, signifies through this expression gold that is pure, unadulterated, and alien to all admixture. Those who rendered the utterances of the Hebrews into Greek seem to me to have left the word Cephaz untranslated because they found in Greek words no term capable of expressing the full force contemplated in the Hebrew word. And we, having learned this—namely, that such a word indicates what is genuinely pure, unmixed with any sordid matter, and impervious to it—are led to understand these things concerning the saying before us: that the head of the body of the Church is Christ (Col. 1:18). Now we speak here of Christ not referring this name to the eternity of the Godhead, but to the God-receiving man Who appeared upon the earth and conversed with men (Bar. 3:38), the sprout of virginity, in Whom dwelt all the fullness of the Godhead bodily (Col. 2:9), the firstfruits of the common lump, through Whom the Word clothed Himself with our nature, rendering it undefiled after it had been purged clean of all the passions that had grown together with it. For thus speaks the prophet concerning Him: He committed no sin, neither was deceit found in His mouth (Isa. 53:9; 1 Pet. 2:22)—He Who was tempted in all things in like manner with our nature, yet without sin (Heb. 4:15). The head, then, of the body of the Church, the firstfruits of our whole nature, is pure gold, unmixed with all wickedness and impervious to it; while the locks, once gloomy and black and resembling ravens in appearance—those ravens, I mean, whose work it is, according to the proverbial saying, to peck out eyes and prepare as food for the young of eagles those maimed in their organs of sight (Prov. 30:17)—these, having become firs, lofty trees reaching unto heaven, through running up from earth to the heavenly height become an addition to the beauty of the Bridegroom, having suspended themselves from His divine head. Nor assuredly is anyone ignorant what the work of these locks is, having learned earlier from the Bridegroom's own voice: My locks were filled with drops of water (Song 5:2). His, therefore, are the bedewing locks, called clouds by the prophets (Isa. 5:6; 60:8), from which comes the rain of teaching that waters lifeless fields unto the fruitfulness of God's husbandry (1 Cor. 3:9). By the locks I think the Apostles are figuratively signified by the word of God, some of whom were formerly gloomy in the pursuits of their life—the robber, the tax-collector, the persecutor, and whoever else was such after the likeness of the black, flesh-devouring raven that destroys the eyes; I mean the ruler of the darkness of the power (Eph. 2:2; 6:12), as says he who from a raven became a fir and was thereby styled a lock of the divine head: for whereas formerly he was a blasphemer and a persecutor and an insolent man (1 Tim. 1:13), so long as he was a raven, he was refashioned unto this grace, having become a lock drenched with heavenly dew, who unto the whole body of the Church, with the hidden and
Notes, col. 1056

On the reading

Printed Ἐβραϊκὴ, for Ἑβραϊκὴ.

Printed ἀλλότερον, for ἀλλότριον.

Printed Ἐβραίων, for Ἑβραίων.

Printed Ἐλληνικοῖς, for Ἑλληνικοῖς.

Printed Ἐβραΐδι, for Ἑβραΐδι.

Printed οἷ ποτε, for οἵ ποτε.

Printed Οι βόστρυχοί, for Οἱ βόστρυχοί.

PG 44:1057Read from the page
σκοτεινῶν μυστηρίων λόγον ἐπιψεκάζων. Τούτους μὲν λέγεσθαι παρὰ τῆς νύμφης βοστρύχους ὑπενοήσαμεν, οἳ τῆς χρυσῆς κεφαλῆς ἀπηρτημένοι οὐ μικρὰν δι' ἑαυτῶν ποιοῦσι προσθήκην τῆς ὥρας, τῇ τοῦ πνεύματος αὔρᾳ περισοβούμενοι. Οὗτοι στέφανοι γίνονται κάλλους τῇ ἀκηράτῳ κεφαλῇ, κοσμοῦντες αὐτὴν τῷ ἰδίῳ κυκλώματι. Περὶ τούτων γάρ μοι δοκεῖ λέγειν ἡ προφητεία, ὅτι Ἔθηκας ἐπὶ τὴν κεφαλὴν αὐτοῦ στέφανον ἐκ λίθου τιμίου. Ὥστε αὐτοὺς δι' ἑκατέρων νοεῖσθαι τῶν νοημάτων, εὐπρεπεῖς τε βοστρύχους, καὶ λίθους τιμίους, δι' αὐτῶν τὴν κεφαλὴν καλλωπίζοντας.
bedewing the word of dark mysteries. These, indeed, we have supposed to be called locks by the bride, which, suspended from the golden head, make of themselves no small addition to its comeliness as they are stirred round about by the breeze of the Spirit. These become crowns of beauty for the undefiled head, adorning it with their own circlet. For concerning these the prophecy seems to me to say, Thou hast set upon his head a crown of precious stone. So that through either of the two conceptions they are understood both as comely locks and as precious stones, beautifying the head through themselves.
Ἀκόλουθον δ' ἂν εἴη καὶ τὰ περὶ τῶν ὀφθαλμῶν εἰρημένα θεωρῆσαι τῷ λόγῳ. Ἔστι δὲ ἡ λέξις αὕτη· Ὀφθαλμοὶ αὐτοῦ περιστεραὶ ἐπὶ πληρώματα ὑδάτων, λελουμέναι ἐν γάλακτι, καθήμεναι ἐπὶ πληρώματα ὑδάτων. Ἡ δὲ τῶν ειρημένων διάνοια τῆς μὲν καταλήψεως ἡμῶν ἐστιν ὑψηλοτέρα. Ὃ γὰρ ἂν ἐννοήσωμεν περὶ τούτων ἔλαττον εἶναι τῆς ἀληθείας οἰόμεθα· σκοπουμένοις δὲ δι' ἐπιμελείας ἡμῖν, τοιαύτη τις ἔδοξεν εἶναι· Φησί που τῶν ἑαυτοῦ λόγων ὁ θεῖος Ἀπόστολος, μὴ δύνασθαι λέγειν τὸν ὀφθαλμὸν τῇ χειρὶ, Χρείαν σου οὐκ ἔχω· δόγμα διὰ τούτων ποιούμενος, ὅτι δι' ἀμφοτέρων προσήκει τῷ σώματι τῆς Ἐκκλησίας πράττειν καλῶς, τοῦ διορατικοῦ τῆς ἀληθείας συγκεκραμένου πρὸς τὸ δραστήριον· οὔτε τῆς θεωρίας καθ' ἑαυτὴν τὴν ψυχὴν τελειούσης, εἰ μὴ καὶ τὰ ἔργα παρῇ, τὰ τὸν ἠθικὸν κατορθοῦντα βίον· οὔτε τῆς πρακτικῆς φιλοσοφίας αὐτάρκη παρεχομένης τὴν ὠφέλειαν, μὴ τῆς ἀληθινῆς εὐσεβείας τῶν γινομένων καθηγουμένης. Εἰ τοίνυν ἀναγκαία τῶν ὀφθαλμῶν πρὸς τὰς χεῖράς ἐστιν ἡ συζυγία, τάχα προσαγόμεθα διὰ τῶν εἰρημένων, πρῶτον μὲν τοὺς ὀφθαλμοὺς, οἵτινές εἰσι, κατανοῆσαι· ἔπειτα δὲ καὶ τὸν περὶ αὐτῶν ἔπαινον ἐν θεωρίᾳ λαβεῖν· τὸν δὲ περὶ τῶν χειρῶν λόγον τῷ ἰδίῳ ταμιευσόμεθα τόπῳ· ὀφθαλμῶν γὰρ ἴδιον ἐκ φύσεως ἔργον ἐστὶ τὸ ὁρᾷν· διὸ κατὰ τὴν τοπικὴν θέσιν πάντων ὑπέρκεινται τῶν αισθητηρίων, εἰς ὁδηγίαν τοῦ παντὸς σώματος προτεταγμένοι παρὰ τῆς φύσεως. Ὅταν οὖν τοὺς τῆς ἀληθείας καθηγουμένους παρὰ τῆς θείας Γραφῆς οὕτως ὀνομαζομένους ἀκούσωμεν, ὧν ὁ μέν τις ἐλέγετο Βλέπων, ἕτερος δὲ ὁ Ὁρῶν· ἄλλος δὲ Σκοπὸς παρὰ τῷ Θεῷ οὕτω διὰ τῆς προφητείας ὠνομασμένος· ἐναγόμεθα διὰ τούτων, τοὺς ἐφορᾷν καὶ ἐπιβλέπειν καὶ ἐπισκοπεῖν τεταγμένους, ὀφθαλμοὺς ἐνταῦθα νομίζειν κατονομάζεσθαι. Τὸ δὲ περὶ αὐτοὺς θαῦμα καθ' ὁμοιότητά τινα συγκριτικὴν γίνεσθαι διδασκόμεθα, τῆς πρὸς τὸ κρεῖττον παραθέσεως τὸ κάλλος αὐτῶν ὑπογραφούσης. Φησὶ γάρ· ὅτι Ὀφθαλμοὶ ὡς περιστεραί. Καλὸς γὰρ ὡς ἀληθῶς τῶν τοιούτων ὀμμάτων ἔπαινος ἡ ἀκακία, ἣν κατορθοῦσιν οἱ μηκέτι τῷ σαρκώδει βίῳ μολυνόμενοι, ἀλλὰ ζῶντές τε καὶ στοιχοῦντες τῷ πνεύματι. Ὁ γὰρ πνευματικὸς καὶ ἄϋλος βίος τῷ τῆς περιστερᾶς εἴδει χαρακτηρίζεται, ἐπειδὴ καὶ αὐτὸ τὸ Πνεῦμα τὸ ἅγιον οὕτως ὤφθη παρὰ τοῦ Ἰωάννου ἐκ τῶν οὐρανῶν ἐπὶ τὸ ὕδωρ ἱπτάμενον.
Next in order it would be fitting to contemplate in our discourse what is said concerning the eyes as well. The text runs thus: His eyes are doves by the fulnesses of waters, washed in milk, sitting by the fulnesses of waters. Now the meaning of what has been said is higher than our comprehension. For whatever we may conceive concerning these things we deem to fall short of the truth; yet to us, examining carefully, it seemed to be somewhat of this sort: In one of his discourses the divine Apostle says that the eye cannot say to the hand, I have no need of you; laying down through these words the doctrine that it befits the body of the Church to fare well through both, the perceptive faculty of the truth being blended with the active: neither contemplation by itself perfecting the soul, unless the works that set upright the moral life are also present; nor practical philosophy furnishing self-sufficient benefit, unless true godliness guides the things that are done. If, therefore, the conjunction of the eyes with the hands is necessary, perhaps we are led on by what has been said, first to perceive who the eyes are, and next to grasp in contemplation the praise concerning them; while the account concerning the hands we shall reserve for its proper place; for the proper work of eyes by nature is to see; wherefore, in local position, they are set above all the organs of sense, stationed beforehand by nature for the guidance of the whole body. Whenever, then, we hear those who guide in the truth thus named by divine Scripture, of whom one was called Seer, and another He who sees, and another Watchman, thus named by God through prophecy, we are led by these to consider that those appointed to oversee and inspect and watch over are here named eyes. And the wonder concerning them we are taught comes about by a certain comparative likeness, the comparison with what is superior sketching out their beauty. For it says: Eyes like doves. Fair indeed in truth is guilelessness as the praise of such eyes, which they achieve who are no longer defiled by the fleshly life, but live and walk by the Spirit. For the spiritual and immaterial life is characterized by the form of the dove, inasmuch as the Holy Spirit Himself was thus seen by John flying from the heavens upon the water.
Notes, col. 1057

On the reading

Printed ειρημένων, for εἰρημένων.

Printed αισθητηρίων, for αἰσθητηρίων.

PG 44:1060Read from the page
Οὐκοῦν τὸν ἀντὶ ὀφθαλμῶν τῷ σώματι τῆς Ἐκκλησίας ὑπὸ τοῦ Θεοῦ τεταγμένον, εἰ μέλει καθαρῶς ἐπισκοπεῖν τε καὶ ἐπιβλέπειν, πᾶσαν τὴν ἐκ κακίας λήμην ἀποκλύσασθαι προσήκει τῷ ὕδατι. Ἔστι δὲ οὐχ ἓν ὕδωρ νιπτικὸν τῶν ὀμμάτων, ἀλλὰ πολλὰ τῶν τοιούτων ὑδάτων εἶναί φησι τὰ πληρώματα. Ὅσαι γάρ εἰσιν ἀρεταὶ, τοσαύτας χρὴ τὰς τῶν καθαρσίων ὑδάτων ἐννοῆσαι πηγὰς, δι' ὧν οἱ ὀφθαλμοὶ γίνονται ἀεὶ ἑαυτῶν καθαρώτεροι· οἷον πηγὴ τοῦ καθαρσίου ὕδατός ἐστιν ἡ σωφροσύνη· ἄλλη πηγὴ τοιαύτη ἡ ταπεινοφροσύνη, ἡ ἀλήθεια, καὶ ἡ δικαιοσύνη, καὶ ἡ ἀνδρεία, καὶ ἡ τοῦ ἀγαθοῦ ἐπιθυμία, καὶ ἡ τοῦ κακοῦ ἀλλοτρίωσις. Ταῦτα καὶ τὰ τοιαῦτα ὕδατά ἐστιν ἐκ μιᾶς μὲν πηγῆς, διαφόρων δὲ ῥείθρων εἰς ἓν ἀθροιζόμενα πλήρωμα, δι' ὧν πάσης ἐκ πάθους λήμης γίνεται τοῖς ὀφθαλμοῖς τὰ καθάρσια. Ἀλλ' εἰσὶ μὲν ἐπὶ τὰ πληρώματα τῶν ὑδάτων οἱ ὀφθαλμοὶ, οἱ διὰ τῆς ἀκεραιότητος καὶ ἀκακίας ταῖς περιστεραῖς ὡμοιωμένοι· λουτρὸν δὲ αὐτοῖς τὸ γάλα φησὶν, οὕτως εἰπόντος τοῦ λόγου· ὅτι Λελουμέναι ἐν γάλακτι. Πρέπων δὲ τοῖς τοιούτοις ὄμμασιν ἔπαινος τὸ τῷ γάλακτι τὴν τοιαύτην περιστερὰν λουομένην ἐνωραΐζεσθαι. Ἀληθὴς γάρ ἐστιν ἡ τοῦ γάλακτος παρατήρησις, ὅτι μόνον τοῦτο τοιαύτην ἔχει τὴν ἰδιότητα, τὸ μὴ ἐμφαίνεσθαι αὐτῷ εἴδωλόν τινος καὶ ὁμοίωμα. Πάντα γὰρ ὅσα τῆς ὑγρᾶς ἐστι φύσεως, καθ' ὁμοιότητα τῶν κατόπτρων διὰ τοῦ λείου τῆς ἐπιφανείας τῶν ἐς αὐτὰ βλεπόντων ἀντιφαίνεσθαι παρασκευάζει τὰ ὁμοιώματα. Ἐν μόνῳ δὲ τῷ γάλακτι ἡ τοιαύτη ειδωλοποιΐα χώραν οὐκ ἔχει. Οὗ χάριν, τοιοῦτος τῶν τῆς Ἐκκλησίας ὀφθαλμῶν ἐστιν ὁ τελειώτατος ἔπαινος, τὸ μηδὲν ἀνυπόστατόν τε καὶ πεπλανημένον καὶ μάταιον παρὰ τὴν τῶν ὄντων ἀλήθειαν σκιογράφειν ἑαυτοῖς δι' ἀπάτης, ἀλλὰ τὸν ὄντως ὄντα βλέπειν, τὰς δὲ ἠλητευμένας τοῦ τῇδε βίου ὄψεις τε καὶ φαντασίας μὴ παραδέχεσθαι. Διὰ τοῦτο πρὸς τὴν καθαρότητα τῶν ὀμμάτων ὑπὸ τῆς τελείας ψυχῆς τὸ τοῦ γάλακτος λουτρὸν ἀσφαλὲς ἐκρίθη.
Therefore it befits him who has been appointed by God in place of eyes for the body of the Church, if he is to oversee and inspect purely, to wash away with water every rheum arising from vice. And there is not one water only for washing the eyes, rather it says that the fulnesses of such waters are many. For as many as are the virtues, so many fountains of purifying waters must one conceive, through which the eyes ever become purer than themselves: for instance, temperance is a fountain of purifying water; another such fountain is humility, truth, and righteousness, and courage, and the desire for the good, and alienation from evil. These and suchlike waters are gathered together from a single fountain, yet through diverse streams, into one fulness, whereby cleansings from every rheum of passion come about for the eyes. Yet while the eyes, likened through integrity and guilelessness to doves, are by the fulnesses of the waters, it says that their bath is milk, the word speaking thus: Washed in milk. Fitting praise for such eyes is it that such a dove, washed in milk, is made comely therein. For the observation concerning milk is true, that it alone possesses such a property, that no image or likeness of anything is reflected in it. For all things of a liquid nature, after the likeness of mirrors, through the smoothness of their surface cause the likenesses of those looking into them to shine back. In milk alone does such image-making have no place. Wherefore the most perfect praise of the eyes of the Church is such as this: through deceit to shadow forth to themselves nothing unsubstantial and erring and vain beside the truth of things that are, but to behold Him Who truly is, and not to admit the wandering sights and fancies of this life here below. On this account the bath of milk was judged by the perfect soul to be sure unto the purity of the eyes.
Ὁ δ' ἐφεξῆς λόγος, νόμος ἐστὶ τοῖς ἐπαΐουσι, περὶ ἃ χρὴ τοὺς ὀφθαλμοὺς τὴν σπουδὴν ἔχειν. Καθήμεναι γὰρ, φησὶν, ἐπὶ πληρώματα ὑδάτων. Τὴν γὰρ διηνεκῆ προσεδρείαν τῆς περὶ τὰ θεῖα μαθήματα προσοχῆς ὁ τοιοῦτος ὑποτίθεται λόγος, δι' ὧν ἐπαινεῖ τοὺς καθαροὺς ὀφθαλμούς· καὶ ἡμᾶς διδάσκων, ὅπως ἂν τὸ ἴδιον κάλλος τῶν ὀφθαλμῶν ἀναλάβοιμεν, ἀεὶ προσκαθήμενοι τοῖς τῶν ὑδάτων πληρώμασιν· ὡς οἵ γε πολλοὶ τῶν εἰς ὀφθαλμοὺς τεταγμένων καταλιπόντες τὸ τοῖς τοιούτοις πληρώμασι προσεδρεύειν, τοῖς Βαβυλωνίοις ποταμοῖς παρακάθηνται, πληροῦντες τὴν ἐκ προσώπου τοῦ Θεοῦ γεγενημένην ἐπὶ τῶν τοιούτων κατηγορίαν. Ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζῶντος, καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους, οἳ οὐ δύνανται συνέχειν ὕδωρ. Μάθημα οὖν ἐστιν, ὅπως γένοιτο ἂν καλὸς ὀφθαλμὸς ἐμπρέπων τε καὶ ἐναρμόζων τῇ χρυσῇ κεφαλῇ, τὸ εἶναι αὐτὸν ἀκέραιον μὲν κατὰ τὴν περιστερὰν, ἀπλανῆ τε καὶ ἀνεξαπάτητον κατὰ τὴν τοῦ γάλακτος φύσιν, μηδεμιᾷ πλάνῃ
And the word that follows next is a law for those who hearken concerning the things about which the eyes must keep their diligence. For sitting, it says, by the fulnesses of waters. For such a word enjoins continuous attendance in heedfulness to divine lessons, through the things whereby it praises pure eyes; teaching us as well how we might recover the proper beauty of the eyes, ever sitting beside the fulnesses of the waters; since indeed the many among those appointed as eyes, having abandoned sitting in attendance beside such fulnesses, sit beside the rivers of Babylon, fulfilling the accusation uttered in the person of God against such men: They have forsaken Me, the fountain of living water, and have dug out for themselves broken cisterns, which cannot hold water. It is a lesson, then, as to how a fair eye may come to be, both beseeming and harmonizing with the golden head: that it be uncorrupted after the manner of the dove, and unerring and undeceived after the nature of milk, by no error
Notes, col. 1060

On the reading

Printed ειδωλοποιΐα, for εἰδωλοποιΐα.

PG 44:1061Read from the page
τῶν ἀνυποστάτων φαντασιούμενον· προσκαθῆσθαι δὲ διὰ παραμονῆς καὶ προσεδρείας τοῖς πληρώμασι τῶν θείων ὑδάτων, καθ' ὁμοιότητα τοῦ ξύλου τοῦ παρὰ τὰς διεξόδους τῶν ὑδάτων πεφυτευμένου καὶ οὐ μεθισταμένου. Οὕτω γὰρ ὅτε καρπὸς ἐπὶ τοῦ ἰδίου καιροῦ προβληθήσεται, καὶ ὁ κλάδος ἀειθαλὴς φυλαχθήσεται τῇ εὐχροίᾳ τῶν φύλλων περισοβούμενος. Νυνὶ δὲ τῶν ὀφθαλμῶν τῶν πνευματικῶν τούτων ὑδάτων καταμελοῦντες, καὶ τῆς τοῦ λόγου προσεδρείας μικρὰ φροντίζοντες, ἤτοι τὸν τῆς φιλοχρηματίας ἑαυτοῖς λάκκον ὀρύσσουσιν, ἢ τὴν κενοδοξίαν λατομοῦσιν, ἢ τὴν ὑπερηφανίαν φρεωρυχοῦσιν, ἢ ἄλλους τινὰς λάκκους ἀπάτης μετ' ἐπιμελείας ὀρύσσουσιν, οἳ συνέχειν εἰς τὸ διηνεκὲς τὸ σπουδαζόμενον αὐτοῖς ὕδωρ, φύσιν οὐκ ἔχουσιν, ἀεὶ τῆς ὧδε τιμῆς τε, καὶ δυναστείας, καὶ δόξης, περὶ ἥν ἐστιν ἡ σπουδὴ τοῖς πολλοῖς, ὁμοῦ τῷ συστῆναι διαῤῥεούσης, καὶ οὐδὲν ἴχνος τῆς ματαίας σπουδῆς ἐν τοῖς ἠπατημένοις καταλιπούσης. Τοιούτους εἶναι βούλεται τοὺς ὁρῶντάς τε καὶ ἐπισκοποῦντας ὁ Λόγος, ὧν χρὴ προβεβλῆσθαι μὲν, οἷόν τινα ὀφρύων περιβολὴν, τὴν τῶν θείων διδαγμάτων ἀσφάλειαν· ἐπικαλύπτεσθαι δὲ τῇ σωφροσύνῃ καθάπερ τινὶ βλεφάρων περιβολῇ τὸ καθαρόν τε καὶ στίλβον τῆς πολιτείας, μήποτε ἡ τῆς οἰήσεως δοκὸς ἐμπεσοῦσα τῷ καθαρῷ τῆς κόρης, ἐμποδὼν γένηται πρὸς τὴν ὅρασιν. Τίς δὲ κατὰ τοὺς ὀφθαλμοὺς τῶν μελῶν τοῦ νυμφίου ἐστὶν ὁ ἔπαινος, ἐν τοῖς ἐφεξῆς Θεοῦ διδόντος ἐπελευσόμεθα· χάριτι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αιῶνας τῶν αἰώνων. Ἀμήν.
of unsubstantial things filling it with fancies; and that it sit in attendance through perseverance and assiduity beside the fulnesses of the divine waters, after the likeness of the tree planted beside the channels of waters and never removed. For thus both the fruit shall be put forth in its due season, and the branch shall be preserved evergreen, stirred round about in the fair hue of its leaves. Yet nowadays, neglecting the spiritual waters of the eyes and caring little for attendance upon the word, men either dig for themselves the cistern of covetousness, or quarry out vainglory, or sink the well of pride, or diligently dig certain other cisterns of deceit, which have it not in their nature to hold continuously the water they are eager for, since the honour and power and glory of this world, about which the diligence of the many is occupied, flows away at the very moment it takes form, leaving behind not a trace of their vain diligence in those who have been deceived. Such does the Word wish those who see and oversee to be, before whom the security of divine teachings must be set forth like a kind of fringe of eyebrows, while the pure and gleaming character of their way of life must be veiled by modesty as if by a covering of eyelids, lest the beam of self-conceit, falling into the clearness of the pupil, become a hindrance to vision. What the praise of the bridegroom's members after the eyes is, we shall go over in what follows, God granting, by the grace of our Lord Jesus Christ, to Whom be glory unto the ages of the ages. Amen.
ΟΜΙΛΙΑ ΙΔʹ.
Homily XIV.
Σιαγόνες αὐτοῦ ὡς φιάλαι τοῦ ἀρώματος φύουσαι μυρεψικά. Χείλη αὐτοῦ κρίνα στάζοντα σμύρναν πλήρη. Χεῖρες αὐτοῦ τορευταὶ, χρυσαῖ, πεπληρωμέναι θαρσεῖς. Κοιλία αὐτοῦ πυξίον ἐλεφάντινον ἐπὶ λίθου σαπφείρου. Κνῆμαι αὐτοῦ στύλοι μαρμάρινοι, τεθεμελιωμένοι ἐπὶ βάσεις χρυσᾶς. Εἶδος αὐτοῦ, ὡς Λίβανος ἐκλεκτὸς ὡς κέδροι. Φάρυγξ αὐτοῦ γλυκασμοὶ καὶ ὅλος ἐπιθυμία. Οὗτος ἀδελφιδός μου, καὶ οὗτος πλησίον μου, θυγατέρες Ἱερουσαλήμ.
His cheeks are as bowls of spice putting forth perfumes. His lips are lilies dripping full myrrh. His hands are turned, golden, filled with Tharsis. His belly is an ivory tablet upon a sapphire stone. His legs are marble pillars set upon bases of gold. His aspect is as Lebanon, choice as cedars. His throat is sweetnesses, and he is altogether desire. This is my kinsman, and this is my neighbour, O daughters of Jerusalem.
Ὁ τῷ ἀδόλῳ γάλακτι τρέφων τὸ νηπιάζον ἔτι τῆς πνευματικῆς ἡλικίας, τροφὸς καθώς φησιν αὐτὸς ὁ Ἀπόστολος, τῶν ἀρτιγενῶν ἐν τῇ Ἐκκλησίᾳ γινόμενος· ταμιεύεται τὸν τῆς σοφίας ἄρτον τοῖς τελειωθεῖσι κατὰ τὸν ἔσω ἄνθρωπον, εἰπών· Σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις· οἳ διὰ τὴν τῶν ἀγαθῶν διδαγμάτων ἕξιν γεγυμνασμένα ἔχοντες τὰ αισθητήρια τῆς ψυχῆς, τοῦ ἄρτου τῆς σοφίας εὐπαράδεκτοι γίνονται, τοῖς λεπτοποιοῦσιν ἐν τοῖς ὀδοῦσι τὸν λογισμὸν, σιαγόνος ἐς τροφὴν προσδεόμενοι· χρὴ τοίνυν εἶναι καὶ σιαγόνας ἐν τῷ σώματι Χριστοῦ τοῖς μηκέτι προσανέχουσι τῇ θηλῇ τοῦ Λόγου· ἀλλ' ἤδη τῆς στερεωτέρας ἐφιέμενοι τροφῆς, περὶ ὧν νῦν ποιεῖται λόγον ἡ νύμφη λέγουσα οὕτως· Σιαγόνες αὐτοῦ ὡς φιάλαι τοῦ ἀρώματος φύουσαι μυρεψικά. Τὸ μὲν οὖν ἀκολούθως ἔχειν τὸν περὶ τῶν σιαγόνων λόγον τοῖς περὶ τὸν ὀφθαλμὸν θεωρηθεῖσι, παντὶ δῆλον ἂν εἴη τῷ
He who nourishes with guileless milk what is still infantile in spiritual stature, becoming a nurse, as the Apostle himself says, of the newborn in the Church, reserves the bread of wisdom for those made perfect according to the inner man, saying: Yet we speak wisdom among the perfect; who, having the faculties of the soul trained through the habit of good teachings, become ready recipients of the bread of wisdom, standing in need of a jaw for nourishment through the thoughts that grind fine among the teeth; there must, therefore, also be cheeks in the body of Christ for those who no longer cling to the breast of the Word, but already desire more solid nourishment, concerning which the bride now speaks thus: His cheeks are as bowls of spice putting forth perfumes. Now that the account concerning the cheeks follows consistently upon the things contemplated concerning the eye would be clear to everyone who
Notes, col. 1061

On the reading

Printed ὅτε, for ὅ τε.

Printed αιῶνας, for αἰῶνας.

Printed αισθητήρια, for αἰσθητήρια.

PG 44:1064Read from the page
συνετῶς ἐπαΐοντι. Διὰ τοῦτο γὰρ χρὴ τὸν ὀφθαλμὸν τῷ πληρώματι τῶν πνευματικῶν ὑδάτων προσεδρεύοντα τῷ ἀπλανεῖ τε καὶ ἀδόλῳ λούεσθαι γάλακτι, τῇ ἀκάκῳ περιστερᾷ ὁμοιούμενον, ἵνα κοινωνοὺς ποιήσῃ τῶν ἰδίων ἀγαθῶν πάντας τοὺς ἐς τὸ σῶμα συντελοῦντας τῆς Ἐκκλησίας. Οὗ χάριν καὶ ὁ μέγας Ἠσαΐας, τὸν ἐπὶ τὸ ὄρος τὸ ὑψηλὸν ἀναβάντα διὰ τῆς πολιτείας βοᾷν διακελεύεται λαμπρᾷ τῇ φωνῇ, ὥστε γνῶναι δι' αὐτοῦ τοὺς ἀκούοντας, τὸν μετὰ ισχύος ἐρχόμενον Κύριον, καὶ τὸν ἐξουσιάζοντα τῶν ὄντων βραχίονα, τὸν ποιμαίνοντα τὸ ποίμνιον αὐτοῦ, καὶ τοὺς ἄρνας συνάγοντα, καὶ τὰς καλῶς διὰ τῶν ἀγαθῶν ἐλπίδων κυοφορούσας παρακαλοῦντα, τὸν διειληφότα τὸν οὐρανὸν σπιθαμῇ, καὶ πᾶσαν τὴν γῆν δρακὶ περισφίγγοντα· καὶ ὅσα ἄλλα πρὸς τούτοις ἡ προφητεία φησὶ δεῖν παρὰ τοῦ τῆς ἀκρωρείας ἐπιβεβηκότος κηρύσσεσθαι. Εἰ τοίνυν ἐπὶ τούτων γίνεται τοῖς ὀφθαλμοῖς ἡ ἐκ τῶν ὑδάτων τε καὶ τοῦ γάλακτος δύναμις πρὸς τὴν τῆς ἀληθείας ἐπίγνωσιν, ἀκολούθως ἐπαινοῦνται μετ' ἐκείνους αἱ σιαγόνες, ὧν ἔργον ἐστὶ τὸ λεπτοποιεῖν τὴν τροφὴν δι' ἧς ἡ τοῦ σώματος συντηρεῖται φύσις καὶ δύναμις.
hearkens with understanding. For on this account must the eye that sits in attendance beside the fulness of spiritual waters be washed with unerring and guileless milk, likened to the guileless dove, that it may make all who belong to the body of the Church partakers of its own good things. Wherefore the great Isaiah also bids him who through his way of life has ascended the high mountain to cry aloud with a clear voice, so that through him the hearers may know the Lord Who comes with strength, and the arm that holds dominion over things that are, Who shepherds His flock, and gathers the lambs, and comforts those who are nobly with young through good hopes, Who has measured out the heaven with a span, and grasps the whole earth in a handful; and whatever else besides these things the prophecy says must be proclaimed by him who has mounted the summit. If, therefore, in these matters the power arising from the waters and the milk comes to the eyes unto the full knowledge of the truth, consistently after them are praised the cheeks, whose work it is to grind fine the nourishment whereby the nature and strength of the body are preserved.
Ἴδωμεν τοίνυν ἐν τίνι τῶν σιαγόνων ἐστὶν ὁ ἔπαινος αὐτῆς. Ἀκούσωμεν τῆς νύμφης, οἷα περὶ αὐτῶν διεξέρχεται. Σιαγόνες αὐτοῦ, φησὶν, ὡς φιάλαι τοῦ ἀρώματος, φύουσαι μυρεψικά. Εἰ τὸ διηπλωμένον τῶν ἐκπωμάτων εἶδος ὁ λόγος σημαίνει τῷ τῆς φιάλης ὀνόματι, ἐν ᾧ κλέπτεται διὰ τῆς κατασκευῆς ἡ κοιλότης, οὔτε ἄγαν βαθυνομένου τοῦ σχήματος, οὔτε δι' εὐθείας ἐξυπτιάζοντος, ὡς μήτε κοῖλον ἀκριβῶς εἶναι δοκεῖν, μήτε ἐπίπεδον· ει τοίνυν τὸ τοιοῦτον εἶδος ὑποδείκνυσι διὰ τῆς φιάλης ἡ νύμφη· ἴδιον ἂν ἔχοι λόγον ἐκ τοῦ σχήματος τούτου τῶν σιαγόνων ὁ ἔπαινος. Εἴποι γὰρ ἄν τις τὸ ἁπλοῦν τε καὶ διηπλωμένον καὶ ἄδολον τῆς διδασκαλίας ἐπαινέσαι τὸν λόγον βουλόμενον μνήμην τῆς φιάλης ποιήσασθαι· ἐν ᾧ τὸ ἀπηγορευμένον ὑπὸ τοῦ Προφήτου βάθος συστῆναι οὐ δύναται, τοῦ ειπόντος· Ῥυσθείην ἐκ τῶν μισούντων μὲ, καὶ ἐκ τῶν βαθέων τῶν ὑδάτων. Τὴν οὖν ἐν ἁπλότητι φαινομένην ἀλήθειαν δίχα τινὸς δολερᾶς κοιλότητός φαμεν διὰ τοῦ ὀνόματος τῆς φιάλης σημαίνεσθαι, ἧς ὕλη μέν ἐστι τὸ ἄρωμα· ἔργον δὲ τὸ φύειν μυρεψικά. Σιαγόνες γὰρ αὐτοῦ ὡς φιάλαι τοῦ ἀρώματος, οὐκ ἐξ ἀργύρου γενόμεναι, ἢ χρυσοῦ, ἢ ὑέλου, ἤ τινος ἑτέρας ὕλης τοιαύτης, ἀλλ' αὐτοῦ τοῦ ἀρώματος ταῦτα ἐξ αὐτῶν φύουσα, δι' ὧν τὰ μύρα κατασκευάζεται. Σαφὴς δὲ πάντως ἐστὶν ἡ διὰ τῶν εἰρημένων τοῖς ῥητοῖς τούτοις ἐνθεωρουμένη διάνοια, ὅτι τῶν καθαρῶν τῆς Ἐκκλησίας ὀμμάτων ἐστὶ τοιαύτην παρασκευάζειν τῷ σώματι τὴν τροφὴν, τῇ λειαντικῇ τῶν σιαγόνων δυνάμει, ὡς μηδὲν βαθύ τε καὶ ὕπουλον ἐν τοῖς λεγομένοις ὁρᾶσθαι· ἀλλ' εἶναι πάντα τηλαυγῆ τε καὶ ἐλεύθερα, καὶ πάσης δολερᾶς ἐπικρύψεως καὶ βαθύτητος κεχωρισμένα· ὡς καὶ νηπίοις εἶναι κατάδηλα, καθώς φησιν ὁ Προφήτης· Ἡ μαρ-
Let us see, then, wherein lies her praise of the cheeks. Let us hear the bride, what things she recounts concerning them. His cheeks, she says, are as bowls of spice, putting forth perfumes. If by the name of bowl the word signifies that open-spread form of drinking-vessels in which hollowness is disguised by its fashioning, the shape neither sinking down very deep nor lying flat out in a straight plane, so as to seem accurately neither hollow nor flat — if, then, the bride indicates such a form by the bowl, the praise of the cheeks would derive its proper meaning from this shape. For one might say that the word, wishing to praise the simple and open and guileless character of teaching, made mention of the bowl, wherein the depth forbidden by the Prophet cannot subsist, when he says: Let me be delivered from those who hate me, and from the deep waters. The truth, therefore, that appears in simplicity apart from any deceitful hollowness we affirm to be signified by the name of the bowl, whose material is spice, and whose work is to put forth perfumes. For his cheeks are as bowls of spice, not made of silver, or gold, or glass, or some other such material, but of the spice itself, putting forth from themselves those things whereby unguents are prepared. Altogether plain, surely, is the meaning contemplated in these words through what has been said: that it belongs to the pure eyes of the Church to prepare such nourishment for the body through the grinding power of the cheeks that nothing deep and festering beneath be seen in the things spoken, rather that all things be radiant and free, and separated from all deceitful concealment and deepness, so as to be manifest even to infants, just as the Prophet says: The testi-
Notes, col. 1064

On the reading

Printed ισχύος, for ἰσχύος.

Printed ει, for εἰ.

Printed ειπόντος, for εἰπόντος.

PG 44:1065Read from the page
τυρία Κυρίου πιστὴ, σοφίζουσα νήπια· ἡ ἐντολὴ Κυρίου τηλαυγὴς, φωτίζουσα ὀφθαλμούς. Ει γὰρ τοιαῦται εἶεν αι φιάλαι τοῦ Λόγου, οὐκ ἐκ τῆς γήϊνης ὕλης δηλονότι συστήσονται· ἀλλ' ἐκ τοῦ ἀρώματος ἔσται ἡ φύσις· ἐκείνου λέγω τοῦ ἀρώματος, ὃ ὑπὲρ πάντα τὰ ἀρώματά φησιν εἶναι ἡ νύμφη, ἐν τοῖς προοιμίοις τοῦ ᾌσματος. Τοιαύτη φιάλη ὁ Παῦλος ἦν, ὁ μὴ ἐν πανουργίᾳ τὸν λόγον, ἀλλὰ τῇ φανερώσει τῆς ἀληθείας ἑαυτὸν συνιστάνων. Οὗ ἡ ὕλη τὸ ἐκ γῆς εἶναι ἀπέθετο, ἀφ' οὗ διὰ τοῦ βαπτισμοῦ τὰς λεπίδας τῶν ὀφθαλμῶν τῇ σαρκὶ συναπέβαλεν· ἀλλ' ἐκ τοῦ εὐπνοοῦντος ἀρώματος ἀνεσκευάσθη, τοῦ ἁγίου Πνεύματος τέκνον γενόμενος. Ὅς ἐπειδὴ διὰ τῆς τοιαύτης χαλκείας ἐκλογῆς σκεῦος κατεσκευάσθη πρὸς τὴν οἰνοχοΐαν τοῦ λόγου φιάλη γενόμενος, οὐκέτι χρείαν ἔσχεν ἀνθρώπου, τὴν γνῶσιν αὐτῷ τῶν μυστηρίων ἐγχέοντος· οὐ γὰρ προσανέθετο σαρκὶ καὶ αἵματι· ἀλλ' αὐτὸς ἔφυεν ἐν ἑαυτῷ καὶ ἀνέβρυε τὸν θεῖον ποτὸν, διὰ τῆς τοῦ Χριστοῦ εὐωδίας τὰ ποικίλα τῶν ἀρετῶν ἄνθη μυρεψῶν τοῖς ἀκούουσιν, ὥστε κατὰ τὰς διαφοράς τε καὶ ἰδιότητας τῶν δεχομένων τὸν λόγον, κατάλληλον εὑρίσκεσθαι πρὸς τὴν τοῦ ζητοῦντος χρείαν τὸ ἄρωμα τοῖς Ἰουδαίοις, τοῖς Ἕλλησι, ταῖς γυναιξὶ, τοῖς ἀνδράσι, τοῖς δεσπόταις, τοῖς δούλοις, τοῖς γανεῦσι, τοῖς τέκνοις, τοῖς ἀνόμοις, τοῖς ὑπὸ νόμον. Ὄντως αὐτῷ πολυειδὴς ἦν διὰ πάσης ἀρετῆς κεκραμένη τῆς διδασκαλίας ἡ χάρις, διὰ τῶν ποικίλων διδαγμάτων, καταλλήλως τῇ ἑκάστου χρείᾳ μυρεψούσης τῆς φιάλης τοῖς δεχομένοις τὸν λόγον. Τὰς οὖν τοιαύτας ἐπαινεῖ σιαγόνας ἡ τὸ τοῦ σώματος τοῦ νυμφίου κάλλος διαζωγραφοῦσα τῷ λόγῳ· καὶ ὅτι πρὸς τοῦτο βλέπει τῶν σιαγόνων ὁ ἔπαινος, ὁ ἐφεξῆς λόγος δι' ἀκολουθίας μαρτύρεται.
mony of the Lord is faithful, making infants wise; the commandment of the Lord is radiant, enlightening the eyes. For if the bowls of the Word be of such a kind, plainly they will not be composed of earthy matter; rather their nature will be of spice — of that spice, I mean, which the bride in the opening of the Song declares to be above all spices. Such a bowl was Paul, who commended himself not by handling the word in craftiness, rather by the manifestation of the truth. Whose material put off its being of earth, from the time when through baptism he cast away the scales of his eyes together with the flesh, and was fashioned anew out of fragrant spice, having become a child of the Holy Spirit. Who, once he had been fashioned through such smithing into a vessel of election, becoming a bowl for the pouring out of the wine of the word, no longer had need of a man pouring into him the knowledge of the mysteries — for he conferred not with flesh and blood — rather he himself put forth within himself and welled up with the divine draught, compounding through the sweet savour of Christ the varied flowers of the virtues into unguents for his hearers, so that according to the differences and distinctive qualities of those receiving the word, the spice was found suited to the need of the seeker: for Jews, for Greeks, for women, for men, for masters, for slaves, for parents, for children, for those without the law, for those under the law. Truly manifold in him was the grace of teaching blended with every virtue, as through varied teachings the bowl compounded unguents suitably to the need of each for those receiving the word. Such cheeks, then, does she praise who portrays in discourse the beauty of the bridegroom's body; and that the praise of the cheeks looks towards this, the word that follows next bears witness by its sequence.
Ἐπαινεῖται γὰρ μετὰ τὰς σιαγόνας τὰ χείλη, δι' ὧν ὁ ἀρωματίζων λόγος προέρχεται. Οὕτω δὲ ὁ ἔπαινος ἔχει· Χείλη αὐτοῦ κρίνα, στάζοντα σμύρναν πλήρη. Δύο κατὰ ταὐτὸν ἀρετὰς μαρτυρεῖ τῷ λόγῳ διὰ τοῦ διπλοῦ ὑποδείγματος· ὧν ἡ μέν ἐστιν ἡ ἀλήθεια, λαμπρά τε καὶ φωτοειδὴς ἐν τοῖς λεγομένοις θεωρουμένη. Τοιοῦτον γὰρ τοῦ κρίνου τὸ εἶδος, οὗ ἡ λαμπρότης, αἴνιγμα τῆς τῶν λεγομένων καθαρότητός τε καὶ ἀληθείας ἐστίν. Ἕτερον δὲ, τὸ μόνην τὴν νοητήν τε καὶ ἄϋλον ζωὴν ὑπὸ τῆς διδασκαλίας προδείκνυσθαι, διὰ τῆς τῶν νοητῶν θεωρίας ἀπονεκρουμένης τῆς κάτω ζωῆς, τῆς διὰ σαρκός τε καὶ αἵματος ἐνεργουμένης. Ἡ γὰρ ἀποῤῥέουσα ἀπὸ τοῦ σώματος σμύρνα, καὶ πλήρη ποιοῦσα ἑαυτῆς τὴν τοῦ δεχομένου ψυχὴν, τῆς τοῦ σώματος νεκρώσεως ἔμφασις γίνεται. Πολλαχῆ γὰρ τὸ τοιοῦτον ἐν τῇ καταχρήσει τῶν θεοπνεύστων λόγων παρατετήρηται, τοῦ θανάτου σημαντικὸν εἶναι τῆς σμύρνης τὸ ὄνομα. Ὁ τοίνυν τέλειος καὶ καθαρὸς ὀφθαλμὸς, ὁ τὴν σιαγόνα φιάλην ποιῶν τὴν τὰ μύρα ἐξ αὐτῆς φύουσάν τε καὶ πηγάζουσαν, οὗτος ἀνθεῖ τὰ κρίνα τῶν λόγων διὰ τοῦ στόματος, τῶν τῇ θείᾳ κεκαλλωπισμένων λαμπρότητι. Οὕτω γὰρ τοὺς καθαρούς τε καὶ δι'
For after the cheeks are praised the lips, through which the spice-fragrant word comes forth. And the praise runs thus: His lips are lilies, dripping full myrrh. Through the twofold figure she bears witness at once to two virtues in the word: of which one is truth, beheld radiant and luminous in the things spoken. For such is the form of the lily, whose brightness is an emblem of the purity and truth of the things spoken. The other is that the intelligible and immaterial life alone is set forth by the teaching, while the lower life that operates through flesh and blood is put to death through the contemplation of intelligible realities. For the myrrh flowing forth from the body and filling the soul of the receiver with itself becomes an indication of the mortification of the body. For in many places in the usage of the divinely inspired words this has been observed, that the name of myrrh is significative of death. The perfect and pure eye, therefore, which makes the cheek a bowl putting forth and welling up with unguents out of itself, causes the lilies of words adorned with divine brightness to blossom forth through the mouth. For thus those who are pure and through
Notes, col. 1065

On the reading

Printed Ει, for Εἰ.

Printed αι, for αἱ.

Printed γανεῦσι, for γονεῦσι.