Migne Reading Room

PG 44 · cols. 460–469 · Read from the page

On the Psalms

On the Psalms

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 44:460Read from the page
Ἔχει δὲ ἡ λέξις οὕτως· « Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. » Διὰ τί τοῦτο λέγων; Ὅτι σὺ, φησὶν, πρὸ τῆς κτίσεως εἶ, πᾶν τὸ αἰώνιον ἐμπεριέχων διάστημα, ἀφ' οὗ τε ἀρχὴν ἔσχεν ἡ τοῦ αἰῶνος φύσις, καὶ εἰς ὅ τι προελεύσεται πέρας, πέρας δὲ τοῦ ἀτελευτήτου ἡ ἀπειρία. «Πρὸ τοῦ ὄρη » γὰρ, φησὶ, « γενηθῆναι καὶ πλασθῆναι τὴν γῆν καὶ τὴν οἰκουμένην, καὶ ἀπὸ τοῦ αἰῶνος, καὶ ἕως τοῦ αἰῶνος σὺ εἶ.» Τὸ δὲ ἀνθρώπινον τῷ τρεπτῷ τῆς φύσεως ἐκ τοῦ ὕψους τῶν ἀγαθῶν πρὸς τὸ ταπεινόν τε καὶ ὀλισθηρὸν τῆς ἁμαρτίας κατενεχθὲν κατεσύρη· Οὐκοῦν ὄρεξον, φησὶ, χεῖρα, ὁ ἄπτωτος τῷ ὀλισθήσαντι· ὅπερ εἶ τῇ φύσει, καὶ ἡμῖν τοῦτο γινόμενος, καὶ « μὴ ἀποστρέψῃς » αὐτὸν ἐκ τοῦ παρὰ σοὶ ὕψους, εἰς τὴν τῆς ἁμαρτίας ταπείνωσιν. Εἶτα τῆς δεσποτικῆς φωνῆς διάκονος γίνεται, καὶ προφέρει τὴν φιλάνθρωπον ῥῆσιν λέγων· «Ὅτι καὶ εἶπας· Ἐπιστρέψατε, υἱοὶ τῶν ἀνθρώπων.» Ἡ δὲ τοιαύτη φωνὴ, δόγμα ἐστί· βλέπει γὰρ πρὸς τὴν φύσιν ὁ λόγος, καὶ τὴν θεραπείαν τῶν κακῶν ὑποτίθεται. Ἐπειδὴ γὰρ, φησὶ, τρεπτοὶ ὄντες τοῦ ἀγαθοῦ ἀπερῥύητε, χρήσασθε πάλιν πρὸς τὸ καλὸν τῇ τροπῇ· καὶ ὅθεν ἐκπεπτώκατε, ἐπὶ τὸ αὐτὸ πάλιν ἐπαναστρέψατε. Ὡς ἐν τῇ προαιρέσει τῶν ἀνθρώπων εἶναι τὸ ἑαυτοῖς νέμειν κατ' ἐξουσίαν ἃ βούλονται, εἴτε τὸ ἀγαθὸν, εἴτε τὸ φαῦλον· τὸ δὲ ἐφεξῆς, ἕτερον δόγμα ἐστί· φησὶ γὰρ, « Ὅτι χίλια ἔτη ἐν ὀφθαλμοῖς σου, Κύριε, ὡς ἡ ἡμέρα ἡ ἐχθὲς, ἥ τις διῆλθε, τὰ δὲ ἐξουδενώματα αὐτῶν ἔτη ἔσονται. » Τί οὖν ἐν τούτοις δογματικῶς παιδευόμεθα; ὅτι τῷ ἐξ ἐπιστροφῆς πάλιν πρὸς τὸ ἀγαθὸν ἀναλύσαντι, κἂν μυρίοις ὁ βίος καταστιχθῇ πλημμελήμασιν, ὡς χιλίων ἐτῶν δοκεῖν εἶναι τῶν κακῶν τὸ ἄθροισμα, ἀντ' οὐδενός ἐστι τῷ Θεῷ ἐπὶ τοῦ ἐπιστραφέντος· ὁ γὰρ θεῖος ὀφθαλμὸς τὸ ἐνεστὼς ἀεὶ βλέπει, τὸ δὲ παρῳχηκὸς οὐ λογίζεται· ἀλλ' ἀντὶ μιᾶς ἡμέρας ἢ μέρους νυκτὸς παρὰ τῷ Θεῷ κρίνεται, ἥ τις παρῆλθέ τε καὶ παρέδραμε. Τὸ δὲ ἐνεστὼς ἐν κακίᾳ, κἂν ὡς μηδὲν παρὰ τῶν ἁμαρτανόντων ἐξευτελίζηται, ὡς ἐτῶν πλῆθος τῷ Θεῷ καθορᾶται. Φησὶ γάρ· «Τὰ ἐξουδενώματα αὐτῶν ἔτη ἔσονται.» Καλῶς δὲ καὶ προσφυῶς ἐξουδενώματα ὀνομάζει τὰ πλημμελήματα· ὅτι πέφυκέ πως ὁ τὸ κακὸν ἐνεργῶν ἀντ' οὐδενὸς ἡγεῖσθαι τὸ πλημμελούμενον, καί τινας ἑκάστου τῶν κατὰ κακίαν γινομένων παρευρίσκειν ἀπολογίας, ὥστε πρόχειρον εἶναι τὸ ἐφ' ἑκάστῳ λέγειν, Οὐδὲν ἡ ἐπιθυμία, καὶ οὐδὲν ἡ ὀργὴ, καὶ οὐδὲν ἕκαστον τῶν τοιούτων ἐστί. Φύσεως γὰρ ταῦτα κινήματα· ἡ δὲ φύσις ἔργον Θεοῦ.
Now the wording runs thus: "Lord, Thou hast become a refuge unto us in generation and generation." Why does he say this? Because Thou, says he, art before creation, encompassing the entire eternal interval, both from the point where the nature of the age took its beginning and unto whatsoever limit it shall advance—and the limit of the endless is infinity. For "before the mountains came into being," says he, "and the earth and the inhabited world were fashioned, from everlasting and to everlasting Thou art." Yet human nature, carried down by the mutability of its nature out of the height of good things towards the lowliness and slipperiness of sin, has been dragged down: Stretch forth a hand, therefore, says he, Thou Who art unfalling unto him who has slipped, becoming for us too that very thing which Thou art by nature, and "turn him not away" from the height that is with Thee unto the abasement of sin. Next he becomes a minister of the Master's voice, and brings forward the philanthropic utterance, saying: "Because Thou also hast said: Return, ye sons of men." Now such an utterance is a doctrine; for the word looks towards our nature and suggests the healing of evils. Since, says he, being mutable you have slipped away from the good, employ mutability once more towards the noble, and return back again unto the very point whence you have fallen away—showing that it lies within human free choice to allot to themselves freely whatsoever they wish, whether the good or the base. And what follows is another doctrine; for he says: "Because a thousand years in Thy sight, O Lord, are as the day of yesterday, which has passed by, and the things counted as naught by them shall be years." What, then, are we doctrinally taught in these words? That for one who out of conversion returns back again towards the good, even if his life has been dappled with countless offences so that the heap of evils seems to belong to a thousand years, it counts as nothing before God in the case of him who has turned back; for the divine eye ever beholds the present, and does not reckon what has gone by, rather before God it is judged as equivalent to a single day or a part of a night which has gone by and run past. Whereas what stands present in wickedness, even though it be despised as nothing by those who sin, is beheld by God as a multitude of years. For he says: "The things counted as naught by them shall be years." Finely and aptly does he name offences "things counted as naught"; because he who works evil is somehow naturally disposed to regard the offence committed as nothing, and to devise certain excuses for each of the deeds done in wickedness, so that it is ready at hand in every instance to say: Desire is nothing, and anger is nothing, and each of such things is nothing; for these are movements of nature, and nature is the work of God.
PG 44:461Read from the page
Οὐκ ἄν τι τούτων ἔν τινι νομισθείη κακῷ τῷ ἐφορῶντι τὴν ἀνθρωπίνην ζωήν· διὰ τοῦτό φησιν, ὅτι « τὰ ἐξουδενώματα » ταῦτα, ὅταν παρῇ τῇ προαιρέσει τοῦ ἐνεργοῦντος, καὶ μὴ παρέλθῃ, ὡς πλάτος ἐτῶν παρὰ τῷ θείῳ ὀφθαλμῷ τὰ καθ' ἕκαστον κρίνεται. Πάλιν τὸ παροδικὸν τῆς φύσεως ἡμῶν ὑπογράφει τῷ λόγῳ, ὡς ἂν μᾶλλον εἰς ἔλεον τὸν Θεὸν δυσωπήσειε. Λέγει γὰρ ἐναργῶς ὑπ' ὄψιν ἄγων τῷ ὑποδείγματι, τί χρὴ νομίζειν εἶναι τὴν τῆς φύσεως ἡμῶν ἀθλιότητα, πρωΐαν καὶ ἑσπέραν. Τουτέστι, νεότητα καὶ γῆρας· χλόην ἐν τῷ ὄρθρῳ, καὶ ἄνθος, καὶ πάροδον. Καὶ μετὰ τοῦτο τῆς κατὰ τὴν ἡλικίαν νοτίδος ἀναλωθείσης, καὶ τοῦ φυτοῦ ἀπανθήσαντος, τῆς τε συμφυοῦς ὥρας διαπνευσθείσης, ξηρότης καὶ μαρασμὸς τὸ λειπόμενον. Οὕτω γάρ φησιν ὁ λόγος· « Ὅτι τὸ πρωῒ ἀνθήσοι καὶ παρέλθοι, τὸ ἑσπέρας ἀποπέσοι, σκληρυνθείη, καὶ ξηρανθείη. » Τοῦτο ἡ ἀνθρωπίνη φύσις. Ἐν δὲ τοῖς ἐφεξῆς πλέον κατοικτίζεται τὸ ἀνθρώπινον, λέγων δεδαπανῆσθαι τῇ ὀργῇ τὴν τῶν ἀνθρώπων ζωὴν, οἷόν τινι ἀνέμῳ τῇ τοῦ θυμοῦ προσβολῇ χειμαζομένην. Δῆλον δὲ, ὅτι διὰ τῆς ὀργῆς καὶ τοῦ θυμοῦ τὴν ἀποστατικὴν διασημαίνει ἐνέργειαν, δι' ἧς ἔκλειψις μὲν γίνεται τῆς ζωῆς τοῖς ἀνθρώποις· ταραχὴ δὲ τοῦ ἡσυχάζοντος. Οὕτω δὲ ἡ λέξις ἔχει· « Ἐξελίπομεν ἐν τῇ ὀργῇ σου, καὶ ἐν τῷ θυμῷ σου ἐταράχθημεν. » Καὶ τούτοις ἐπάγει δι' ἀκολούθου τὸ μὴ πρέπειν Θεῷ θέαμα ποιεῖσθαι τὴν ἀνθρωπίνην κακίαν, μηδὲ δεῖν φαίνεσθαι τῷ ἀκηράτῳ προσώπῳ τὸν ἐμμολυνθέντα ταῖς ἁμαρτίαις ἡμῶν αἰῶνα· λέγει δὲ οὑτωσὶ τῇ φωνῇ τὴν τοιαύτην ἑρμηνεύων διάνοιαν· « Ἔθου τὰς ἀνομίας ἡμῶν ἐναντίον σοῦ. » Ὡς ἂν εἴ τις τὸ « ἵνα τί » προσθεὶς ἐπὶ τὸ σαφέστερον προάγοι τὸν λόγον, ὡς εἶναι τοιαύτην τοῦ ῥήματος τὴν διάνοιαν· Ὅτι σοὶ πρέπει τὰ καλὰ ἐν ὀφθαλμοῖς ἔχειν· τὸ δὲ ἄνομον, παρὰ σοῦ ὁρᾶσθαι ἀνάξιον. Τοιοῦτον οὖν ποίησον τὸ ἀνθρώπινον, ὡς τῆς ἐπισκοπῆς μὴ ἀνάξιον εἶναι, ἀλλὰ γενέσθαι τὸν αἰῶνα ἡμῶν τοῦ σοὶ φαίνεσθαι ἄξιον· ὡς τό γε νῦν ἔχον, « πᾶσαι αἱ ἡμέραι ἡμῶν ἐξέλιπον·» τὸ γὰρ ἐν σοὶ μὴ εἶναι, οὐδὲ ἔστιν ὅλως εἶναι· ὧν γὰρ ἐπικρατήσει ἡ τῆς ὀργῆς δυναστεία, ἀνυπόστατος καὶ σκιοειδής ἐστιν ἡ ζωὴ, καθ' ὁμοιότητα τοῦ ἀραχνίου νήματος· ὡς γὰρ ἐκεῖνο φαίνεται μὲν, ἕως ἂν συνεστὼς τύχῃ· εἰ δέ τις ἐπαγάγοι τὴν χεῖρα, παραχρῆμα πρὸς τὴν ἐπαφὴν τῶν δακτύλων διαῤῥυὲν ἀφανίζεται· οὕτως καὶ ὁ ἀνθρώπινος βίος ταῖς ἀνυποστάτοις σπουδαῖς, οἷόν τισιν ἐναερίοις νήμασιν ἀεὶ συμπλεκόμενος, μάτην ἐξυφαίνει τὴν ἀνύπαρκτον ἱστουργίαν. Οὗπερ εἴ τις καθάψοιτο στεῤῥῷ λογισμῷ, διαδιδράσκει τὴν λαβὴν ἡ ματαία σπουδὴ, καὶ εἰς οὐδὲν ἀφανίζεται· πάντα γὰρ τὰ κατὰ τὴν ζωὴν ταύτην σπουδαζόμενα,
None of these things would be accounted in any evil by Him Who watches over human life; on this account he says that when these "things counted as naught" abide in the free choice of the doer and do not pass by, they are judged one by one before the divine eye as a breadth of years. Once again he sketches by the word the transitory character of our nature, so that he might all the more move God unto mercy. For bringing it vividly before our sight by the example, he states what we ought to deem the wretchedness of our nature to be: morning and evening—that is to say, youth and old age; grass at daybreak, and a blossom, and a passing by. And after this, once the moisture belonging to one's prime has been spent, and the plant has shed its bloom, and its congenital prime has been breathed away, dryness and withering are what remain. For thus speaks the word: "In the morning let it blossom and pass by; in the evening let it fall off, grow hard, and wither away." This is human nature. And in what follows he laments human nature still more, declaring that human life has been spent in wrath, storm-tossed as though by some wind at the onset of fury. Now it is plain that by wrath and fury he signifies the apostate activity whereby there comes about for human beings both an eclipse of life and a troubling of what was at rest. And thus runs the wording: "We have fainted away in Thy wrath, and in Thy fury have we been troubled." And to these words he adds in consequence that it does not befit God to make human wickedness a spectacle, nor ought our age, befouled with sins, to appear before His undefiled countenance; and he speaks after this fashion, interpreting such a thought by the utterance: "Thou hast set our iniquities before Thee"—just as if someone, by supplying "wherefore", should carry forward the discourse unto greater clarity, so that the meaning of the saying is of this sort: Because it befits Thee to hold noble things before Thine eyes, whereas what is lawless is unworthy to be beheld by Thee, render human nature such as not to be unworthy of Thy visitation, rather let our age become worthy to appear unto Thee; since as matters now stand, "all our days have fainted away"—for not to be in Thee is not to exist at all. For those over whom the dominion of wrath prevails have a life that is unsubstantial and shadowy, after the likeness of a spider's thread: for just as that is seen so long as it happens to hold together, yet if anyone lays a hand upon it, straightway at the touch of the fingers it dissolves and vanishes away, so too human life, ever entangled in unsubstantial pursuits as though in certain airy threads, weaves out in vain an unreal web. Should anyone lay hold of this with firm reasoning, the vain pursuit slips away from his grasp and vanishes into nothing; for everything eagerly pursued in this life
PG 44:464Read from the page
οἴησίς ἐστι, καὶ οὐχ ὑπόστασις· οἴησις ἡ τιμὴ, τὸ ἀξίωμα, τὸ γένος, ὁ τύφος, ὁ ὄγκος, ὁ πλοῦτος, πάντα τὰ τοιαῦτα, οἷς ἐμμελετῶσιν αἱ τοῦ βίου ἀράχναι· οὗ χάριν τὰ τοιαῦτα, Θεοῦ δεῖται θεραπεύοντος· ταύτην γὰρ ἡγοῦμαι τοῦ ῥητοῦ τὴν διάνοιαν τοῦ λέγοντος· « Ὅτι αἱ ἡμέραι τῶν ἐτῶν ἡμῶν ἐν αὐτοῖς ἑβδομήκοντα ἔτη. Ἐὰν δὲ ἐν δυναστείαις ὀγδοήκοντα ἔτη, καὶ τὸ πλεῖον αὐτῶν κόπος καὶ πόνος. » Οὐχ ὅτι τῷ ὑπὲρ τὸ μέτρον τοῦτο ζῶντι ὁ βίος ἐπίπονος, ἀλλ' ὅτι τῆς οὕτω βραχείας ζωῆς ἐν κόπῳ τὸ πλέον ἐστὶ καὶ πόνῳ. Πόνος, ἡ νηπιότης· κόπος, ἡ νεότης· ὁ ἐν τῷ μέσῳ βίος, πλέον τοῖς πόνοις ἐνδαψιλεύεται. Τὸ δὲ γῆρας, διαφερόντως αὐτῇ τῇ πολιᾷ καὶ ταῖς ῥυτίσι, τὸν πλεονασμὸν τοῦ κόπου μαρτύρεται. Πάλιν ἕτερον ἐπινοεῖ τρόπον, ὅπως ἂν τοῖς ἀνθρώποις ἱλεωθείη τὸ Θεῖον. Τοιαύτη δὲ τῶν λεγομένων ἐστὶν ἡ διάνοια· Ὁ μὲν τῶν ἁμαρτιῶν ἡμῶν ὄγκος μεγάλην ἐφέλκεται τὴν τιμωρίαν· οὐτιδανὴ δὲ τῆς φύσεως ἡ ὑπόστασις, ὡς μὴ χωρῆσαι τὴν κατ' ἀξίαν ἐπὶ τοῖς πλημμεληθεῖσιν ὀργήν. Ἀλλὰ κἂν πρᾷον ᾖ τὸ ἐπαγόμενον εἰς τιμωρίαν ἡμῖν, ἱκανὸν ἔσται πρὸς παιδείαν τοῖς ὑπομένουσιν· ει οὖν τὸ πρᾷον τῆς ἀντιδόσεως πρὴς παίδευσίν τε καὶ τιμωρίαν ἐξήρχεσεν, τίς τὸ κράτος τῆς ὀργῆς ὑποστήσεται; ἢ τίς ἀριθμὸς τοῦ θυμοῦ τὸν φόβον ἐκμετρῆσαι δυνήσεται;
is a mere fancy, and not a substantial reality; fancy is honour, rank, lineage, arrogance, pride, wealth, and all such things upon which the spiders of life busy themselves; wherefore such things stand in need of God Who heals; for I consider this to be the meaning of the saying that declares: "For the days of our years in them are seventy years; and if in strength, eighty years, and the greater part of them is toil and pain." Not that life is painful only for one who lives beyond this measure, but that of a life thus brief the greater part lies in toil and pain. Infancy is pain; youth is toil; middle life abounds all the more in pains; and old age above all, by its very grey hairs and wrinkles, bears witness to the excess of toil. Again he devises another way whereby the Divine might be rendered propitious towards human beings. And such is the sense of what is spoken: The mass of our sins draws down a great punishment; yet the constitution of our nature is paltry, so as not to contain the wrath deserved for our transgressions. Yet even if what is brought upon us for punishment be mild, it will suffice for discipline to those who endure it; if, therefore, the mildness of the recompense has sufficed for both instruction and punishment, who will withstand the might of wrath, or what number will be able to measure out the fear of fury?
Εἰ οὖν ἀνυπόστατος μὲν ἡ ὀργὴ, χωρητὴ δὲ ἡ κατὰ φιλανθρωπίαν ἐνέργεια, « οὕτως γνώρισον ἡμῖν τὴν δεξιάν σου, » ὡς χωρῆσαι δυνάμεθα, ἐν σοφίᾳ, οὐκ ἐν τιμωρίᾳ, παρὰ σοῦ τῆς παιδεύσεως ἡμῖν ἐνεργουμένης. Προεκτεθείσης τοίνυν ἡμῖν τῆς διανοίας, ἀκόλουθον ἂν εἴη, καὶ αὐτὰ ἐπαγαγεῖν τὰ θεόπνευστα ῥήματα, τοῦτον ἔχοντα τὸν τρόπον· « Ὅτι ἐπῆλθε πρᾳότης ἐφ' ἡμᾶς, καὶ παιδευθησόμεθα. Τίς γινώσκει τὸ κράτος τῆς ὀργῆς σου, καὶ ἀπὸ τοῦ φόβου σου τὸν θυμόν σου ἐξαριθμήσασθαι; τὴν δεξιάν σου οὕτως γνώρισόν μοι καὶ τοὺς πεπαιδευμένους τὴν καρδίαν ἐν σοφίᾳ ἐπίστρεψον· » καλὴ δὲ ἡ λέξις ἡ κατὰ τὸ ἀκόλουθον ἐπαχθεῖσα τοῖς εἰρημένοις. Λέγει γὰρ ὅτι οὐ χωροῦμεν δι' ἀσθένειαν φύσεως, τὸ τῆς ὀργῆς μέγεθος, ὃ κινεῖ καθ' ἡμῶν ἡ ἁμαρτία, χρήζομεν δὲ τοῦ παιδευθῆναι. Παιδευσάτω ἡμᾶς ἡ δι' ἐπιστροφῆς σωτηρία μᾶλλον, ἤπερ ἡ ἐπὶ τοῖς ἁμαρτήμασιν ἡμῶν τιμωρία. Οὐκοῦν ἐπίστρεψον ἡμᾶς, Κύριε, μηδὲν πρὸς τὴν χάριν ἀναβαλλόμενος. Τὸ γὰρ « ἕως πότε » σημαίνει τὸ ἐπισπεῦσαι τὴν χάριν. « Καὶ παρακλήθητι, φησὶν, ἐπὶ τοῖς δούλοις σου. » Οὐ γὰρ ἀλλοτρίοις, φησὶν, ἀλλ' ἰδίοις καταλλαγήσῃ δούλοις. Εἶτα ὡς τυχὼν ἤδη τῆς χάριτος, καὶ ἰδὼν ἐκεῖνο τὸ φῶς, δι' οὗ τὸ σκότος τῶν ἐν τῷ βίῳ πλανωμένων καταφωτίζεται, καὶ ὅθεν τε ἡ κατ' ἀρετὴν ἡμέρα ἄρχεται, « Ἐνεπλήσθημεν, » φησὶν, « τὸ πρωῗ τοῦ ἐλέους σου, καὶ ἠγαλλιασάμεθα καὶ ηὐφράνθημεν. » Διεδέξατο γὰρ ἡ
If, then, wrath cannot be withstood, whereas His working according to loving-kindness can be contained, "so make Thy right hand known to us," so far as we are able to contain it, in wisdom, not in punishment, since our discipline is wrought by Thee. Now that the meaning has been set forth beforehand by us, it would follow to adduce the divinely inspired words themselves, which run in this way: "For mildness has come upon us, and we shall be disciplined. Who knows the might of Thy wrath, and from the fear of Thee to number out Thine anger? So make Thy right hand known to me, and turn back those instructed in heart in wisdom"; and fine is the expression subjoined in sequence to what has been said. For he says that because of the weakness of nature we do not contain the magnitude of the wrath which sin stirs up against us, yet we stand in need of being disciplined. Let the salvation that comes through conversion discipline us rather than the punishment upon our sins. Therefore turn us back, O Lord, making no delay towards grace. For "how long" signifies the hastening of grace. "And be entreated, he says, concerning Thy servants." For not to strangers, he says, but to Thine own servants wilt Thou be reconciled. Then, as having already obtained grace and beheld that light whereby the darkness of those wandering in life is illumined, and whence the day of virtue begins, "We were filled," he says, "in the morning with Thy mercy, and we exulted and were gladdened." For the
Notes, col. 464

On the reading

Printed ει, for εἰ.

Printed πρὴς, for πρὸς.

Printed ἐξήρχεσεν, for ἐξήρκεσεν.

PG 44:465Read from the page
ἐν σοὶ χαρὰ τὸν ἐν τῇ ταπεινώσει τῆς ἁμαρτίας χρόνον, καὶ παρῆλθε τὰ τῆς κακίας ἔτη. Οὕτω γὰρ νοοῦμεν τὸ, « ἀνθ' ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν ὧν εἴδομεν κακά. » Καὶ οὕτω θαρσεῖ· τέκνα τῶν ἔργων τοῦ Θεοῦ, τοὺς δι' ἐπιστροφῆς πεφωτισμένους κατονομάζων. « Ἴδε » γὰρ, φησὶν, « ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου· » τοὺς περὶ τὸν Ἀβραὰμ πατριάρχας ἐνδείκνυται. Οὗτοι γὰρ ὡς ἀληθῶς Θεοῦ ἔργα εἰσί. « Καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν. » Οἱ γὰρ τὰ ἔργα ποιοῦντες τοῦ Ἀβραὰμ, τέκνα γίνονται καὶ τῶν πατριαρχῶν, δι' ἀρετῆς πρὸς τὴν συγγένειαν αὐτῶν εἰσποιούμενοι. Εἶτα ἐν τοῖς τελευτα⟨ί⟩οις συνάπτει διὰ καθαρότητος τῷ Θεῷ τὸ ἀνθρώπινον, ἐπευχόμενος τοῦ Θεοῦ τὴν λαμπρότητα καὶ τῷ ἡμετέρῳ βίῳ διὰ καθαρᾶς ζωῆς ἐπαστράπτειν· « Ἔστω » γὰρ, φησὶν, « ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ' ἡμᾶς, » ὡς πάντα τὰ ἐπιτηδεύματα τῆς ζωῆς ἡμῶν καρπὸν φέρειν σωτήριον, καὶ πάντα ἃ πράττομεν πρὸς ἕνα σκοπὸν βλέπειν. Διὰ τοῦτο πληθυντικῶς ειπὼν, ὅτι « Καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφ' ἡμᾶς, » εἰς ἓν ἔργον τὰ πολλὰ συστείλας ἐπάγει, ὅτι « Καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον. » Ἡ γὰρ ποικίλη τε καὶ πολυειδὴς τῶν ἀρετῶν ἐπιμέλεια ἐνεργὸς γίνεται. Τοῦτο δέ ἐστιν ἡ τοῦ κατορθοῦντος σωτηρία.
joy in Thee succeeded the time spent in the humiliation of sin, and the years of wickedness passed away. For thus we understand the words, "in return for the days wherein Thou didst humble us, the years wherein we saw evils." And thus he takes courage, naming those who have been illumined through conversion children of the works of God. For "Look," he says, "upon Thy servants and upon Thy works"—pointing to the patriarchs around Abraham. For these are truly works of God. "And guide their sons." For those who do the works of Abraham become children also of the patriarchs, being adopted through virtue into kinship with them. Then at the close he unites humanity to God through purity, praying that the brightness of God may flash forth also upon our life through a pure way of living; "For let," he says, "the brightness of the Lord our God be upon us," so that all the pursuits of our life may bear saving fruit, and all the things that we do may look towards a single goal. On this account, having spoken in the plural, "And direct Thou the works of our hands upon us," contracting the many into one work he adds, "And direct Thou the work of our hands." For the varied and manifold care of the virtues becomes effectual. And this is the salvation of the one who acts rightly.
Οὕτω δὲ τετάρτῳ βαθμῷ τῆς ψαλμικῆς ἀναβάσεως, ἐπάρας ὁ Προφήτης τῶν συνανιόντων αὐτῷ τὴν διάνοιαν, καὶ ὑπερθεὶς πάσης τῆς κατὰ τὸν βίον τοῦτον σπουδαζομένης τοῖς πολλοῖς ματαιότητος, ἐν τῷ δεῖξαι τὴν ἀραχνιώδη τε καὶ ἀνυπόστατον τοῦ ὑλικοῦ βίου ἀπάτην εἰς οὐδὲν πέρας ἀγαθὸν προϊοῦσαν τοῖς ματαιάζουσι.
Thus, at the fourth step of the psalmic ascent, the Prophet has lifted up the understanding of those ascending with him, and raised it above all the vanity eagerly pursued by the multitude in this life, in showing that the cobweb-like and unsubstantial deceit of the material life advances to no good end for those who busy themselves with vanity.
ΚΕΦΑΛΑΙΟΝ Η.
Chapter VIII.
Δι' ἀκολούθου καθάπερ τινὶ κορυφῇ τῷ ὑψηλοτάτῳ τῆς θεωρίας βαθμῷ διὰ τοῦ πέμπτου μέρους προσάγει τὸν ἀκολουθῆσαι πρὸς τὸ ὕψος δυνάμενον, τὸν διαπτάντα τὰς τῶν βιωτικῶν ἀραχνίων διαπλοκὰς στεῤῥῷ τῷ πτερῷ. Οἱ γὰρ χνοώδεις τε καὶ ἐξίτηλοι ἐν ἀσθενεῖ καὶ ἀτόνῳ τῇ πτήσει μυιῶν δίκην, τὰ γλίσχρα τοῦ βίου περιλιχνεύοντες ἐμπλέκονται καὶ ἐνδεσμοῦνται, καθάπερ τισὶ δικτύοις, τῇ τῶν τοιούτων νημάτων περιβολῇ· λέγω δὴ τρυφαῖς καὶ τιμαῖς καὶ δόξαις, καὶ ταῖς ποικίλαις ἐπιθυμίαις οἷόν τισιν ἀραχνίοις ὑφάσμασιν ἐνειλούμενοι, θήραμα καὶ βρῶμα γινόμενοι τοῦ θηρίου ἐκείνου τοῦ διὰ τῶν τοιούτων θηρεύοντος. Εἰ δέ τις ἀετώδης τὴν φύσιν ὢν, ὀξυτέρως πρὸς τὴν ἀκτῖνα τοῦ φωτὸς βλέπ⟨ω⟩ν, ἀτρέπτῳ τῷ τῆς ψυχῆς ὀφθαλμῷ, καὶ πρὸς τὸ ὕψος ἑαυτὸν συντείνων τοῖς τοιούτοις ἐμπελάσειεν ἀραχνίοις, μόνῃ τῇ αὔρᾳ τῶν ὠκυπτέρων ἐν τῷ ῥοίζῳ τῆς πτήσεως, ἐξαφανίζει πᾶν τὸ τοιοῦτον, ὅ, τί περ ἂν πλησιάσει, τῇ τῶν πτερύγων ὁρμῇ. Τὸν οὖν τοιοῦτον ἑαυτῷ συνεπάρας ὁ ὑψηλὸς Προφήτης
In sequence, as though to some summit, through the fifth part he leads up to the highest step of contemplation the one who is able to follow towards the height, who has flown clean through the entanglements of worldly cobwebs on a firm wing. For those who are downy and frail in a weak and slack flight, after the manner of flies, licking around the sticky things of life, become entangled and bound fast, as though in nets, by the wrapping of such threads—I mean wrapped in luxuries and honours and glories and manifold desires as in cobwebby tissues, becoming prey and food for that beast which hunts by means of such things. Yet if someone of eagle-like nature, gazing more keenly towards the ray of light with the unswerving eye of the soul and straining himself towards the height, should draw near to such cobwebs, by the mere breeze of his swift pinions in the rushing whirr of his flight he obliterates every such thing that he comes near by the onset of his wings. Taking up such a one with himself, therefore, the lofty Prophet
Notes, col. 465

On the reading

Printed ειπὼν, for εἰπὼν.

PG 44:468Read from the page
ἐπὶ τὴν ἀκρώρειαν τῆς πέμπτης ἀναβάσεως ἄγει, ἐν ᾗ πᾶσα οἷόν τις συμπλήρωσίς τε καὶ ἀνακεφαλαίωσις τῆς ἀνθρωπίνης σωτηρίας ἐστίν. Ἐν γὰρ τῷ πρὸ τούτων διὰ τῆς τοῦ Μωϋσέως φωνῆς, πολλὰ περὶ τοῦ τρεπτοῦ τε καὶ ἀτρέπτου φιλοσοφήσας, ὡς τοῦ μὲν ἀεὶ ὄντος, ὅπερ ἐστὶν, τοῦ δὲ πάντοτε γενομένου, ὅπερ οὐκ ἔστιν· τοῦτο γάρ ἐστιν ἡ τροπὴ, ἡ ἀπὸ τοῦ ἐν ᾧ ἐστιν, εἰς τὸ ἐν ᾧ οὐκ ἔστι μετάβασις. Καὶ δείξας ὅτι τῇ αὐτῇ δυνάμει κατ' ἐξουσίαν ἡ φύσις πρός τε τὸ κακὸν ἀποῤῥέει, καὶ πάλιν δι' ἐπιστροφῆς πρὸς τὸ ἀγαθὸν ἐπανάγεται, ὡς δυνατὸν εἶναι τὴν τοῦ Θεοῦ λαμπρότητα τῇ ἀνθρωπίνῃ πάλιν ἐπιλάμψαι ζωῇ, νῦν πᾶσαν τὴν ἐκ τοῦ Θεοῦ γινομένην χάριν ἡμῖν ἀνακαλύπτει τῷ λόγῳ, πολυτρόπως αὐτὴν ὑπ' ὄψιν ἄγων τοῖς ἀπὸ τοῦ ὕψους καθορῶσι τὰ θεῖα θαύματα. Οὐ γὰρ ἠρκέσθη δι' ἑνὸς τρόπου παραδηλῶσαι τὴν χάριν, ἀλλὰ ποικίλως μὲν διασκευάζει τὰς συμφορὰς, αἷς διὰ τῆς πρὸς τὸ κακὸν ῥοπῆς συνεπέσομεν. Πολυτρόπως δὲ τὴν γενομένην ἡμῖν ἐκ τοῦ Θεοῦ πρὸς τὸ ἀγαθὸν συμμαχίαν ἐκδιηγεῖται· ὡς ἂν τὰς εἰς τὸ εὐχαριστεῖν ἀφορμὰς πλεονάσειε, πρὸς λόγον τῶν ἀγαθῶν, καὶ τῆς εὐχαριστίας πρὸς τὸν Θεὸν πλεοναζούσης.
leads him up to the summit of the fifth ascent, wherein lies every fulfilment, as it were, and recapitulation of human salvation. For in what preceded these things, having philosophized at length through the voice of Moses concerning the mutable and the immutable—how the one always is what it is, whereas the other is ever coming to be what it is not (for this is change: the transition from that wherein a thing is to that wherein it is not)—and having shown that by the same power, in accordance with free authority, nature both slips away towards evil and is led back again through conversion towards the good, so that it is possible for the brightness of God to shine forth once more upon human life, he now uncovers for us in his discourse all the grace that comes from God, bringing it before the sight in manifold ways for those who behold the divine wonders from the height. For he was not content to indicate grace in a single manner, but in varied ways sets out the calamities into which we fell together through our inclination towards evil, and in manifold ways recounts the alliance towards the good wrought for us from God, so that he might multiply the occasions for giving thanks, as thanksgiving towards God increases in proportion to the good gifts.
Εὐθὺς γάρ φησι τοῦ λόγου ἀρχόμενος, « Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· » τῆς γὰρ ἐξομολογήσεως ἐπὶ τῆς εὐχαριστίας νῦν, οὐκ ἐπὶ τῆς ἐξαγορεύσεως νοουμένης· ἐπὶ τῇ ἀγαθότητι τὸν Θεὸν δοξάζειν διακελεύεται μόνῃ. Τοῦτο σημαίνων, ὅτι ὅσα γέγονεν ἐκ Θεοῦ τοῖς ἀνθρώποις ἀγαθὰ καὶ σωτήρια, χάριτι πάντα καὶ ἀγαθότητι γέγονεν, οὐδεμίαν ἡμῶν πρὸς τὸ ἀγαθὸν αἰτίαν παρασχομένων. Τούναντίον μὲν οὖν ἐν πάσῃ κακίᾳ γεγονότων ἡμῶν, ἐκεῖνος τῆς ἰδίας οὐκ ἐξίσταται φύσεως, ἀλλ' ὅπερ ἐστὶ, τοῦτο ποιεῖ. Θὐδὲ γὰρ εἰκὸς ἦν τὸν ἀγαθὸν τῇ φύσει ἄλλο τι παρ' ὃ πέφυκεν, ἐνεργῆσαι. « Ειπάτωσαν, » φησὶν, « οἱ λελυτρωμένοι ὑπὸ Κυρίου, οὓς ἐλυτρώσατο ἐκ χειρὸς ἐχθροῦ, καὶ ἐκ τῶν χωρῶν συνήγαγεν αὐτοὺς, ἀπὸ ἀνατολῶν καὶ δυσμῶν, καὶ βοῤῥᾶ, καὶ θαλάσσης. » Τὴν παντελῆ τοῦ γένους τῶν ἀνθρώπων πρὸς τὸ ἀγαθὸν ἐπάνοδον ὁ λόγος εὐαγγελίζεται. Ἡ γὰρ λύτρωσις, τὴν ἀπὸ τῆς αἰχμαλωσίας ἀνάκλησιν ἑρμηνεύει τῷ ῥήματι. Ὁ δὲ Θεὸς λύτρον δέδωκεν ἑαυτὸν ὑπὲρ τῶν κεκρατημένων ὑπὸ τοῦ θανάτου « τῷ τὸ κράτος ἔχοντι τοῦ θανάτου· » καὶ ἐπειδὴ πάντες ἦσαν ἐν τῇ τοῦ θανάτου φρουρᾷ, πάντας δηλονότι ἐξωνεῖται τῷ λύτρῳ, ὡς μηδένα καταλειφθῆναι τῇ δυναστείᾳ τοῦ θανάτου μετὰ τὴν γινομένην τοῦ παντὸς ἀπολύτρωσιν. Οὐδὲ γάρ ἐστι δυνατὸν ἐν θανάτῳ τινὰ εἶναι, τοῦ θανάτου μὴ ὄντος.
Immediately, then, as he begins the discourse, he says: "Give thanks to the Lord, for He is good, for His mercy endures for ever"; for confession is here understood of thanksgiving, not of acknowledgment of sins; he bids us glorify God on account of His goodness alone, signifying this: that all the good and saving things that have come to be from God for human beings have all come to be by grace and goodness, though we furnished no cause towards the good. On the contrary, even when we had come to be in every wickedness, He does not depart from His own nature, but does that which He is. Nor indeed was it fitting for Him Who is good by nature to work anything other than what He naturally is. "Let them say so," he says, "who have been redeemed by the Lord, whom He redeemed out of the hand of the enemy, and gathered them out of the lands, from the rising and the setting, and the north, and the sea." The word proclaims the good news of the complete return of the human race towards the good. For redemption interprets by its very term the recall from captivity. And God gave Himself as a ransom on behalf of those held fast by death "to him who held the power of death"; and since all were in the prison-house of death, plainly He buys back all by the ransom, so that none is left behind under the dominion of death after the redemption of all that takes place. For neither is it possible for anyone to be in death when death does not exist.
Διὸ τετραχῆ τῆς οἰκουμένης ἁπάσης κατὰ τὴν θέσιν διῃρημένης, οὐδὲν ὁ λόγος ὑπελείπετο μέρος
Wherefore, the whole inhabited earth being divided fourfold according to its position, the word left behind no part
Notes, col. 468

On the reading

Printed Τούναντίον, for Τοὐναντίον.

Printed Θὐδὲ, for Οὐδὲ.

Printed Ειπάτωσαν, for Εἰπάτωσαν.

PG 44:469Read from the page
τῆς θείας λυτρώσεως ἄμοιρον. Φησὶ γάρ· « Ἀπὸ ἀνατολῶν καὶ δυσμῶν, καὶ βοῤῥᾶ, καὶ θαλάσσης. » Θαλάσσῃ διασημαίνων τὸ νότιον. Ἐν κεφαλαίῳ τοίνυν τὴν τοῦ Θεοῦ προεκθέμενος εὐποιῗαν, ἣν ἐπὶ πάσης τῆς ἀνθρωπίνης ἐνήργησε φύσεως, μετὰ τοῦτο διασκευαῖς τισι τήν τε πρὸς τὸ κακὸν ἀποῤῥόην τῶν ἀνθρώπων ἐκδιηγεῖται, καὶ τὴν ἐφ' ἑκάστῳ γεγενημένην παρὰ τοῦ Θεοῦ πρὸς τὸ κρεῖττον χειραγωγίαν· λέγει δὲ οὕτως· « Ἐπλανήθησαν ἐν τῇ ἐρήμῳ ἐν ἀνύδρῳ· » ἀφέντες γὰρ, φησὶ, τὴν ὁδόν. Ὁδὸς δέ ἐστιν ὁ Κύριος. Ἐν τῇ ἐρήμῳ ἔξω τῆς τοῦ Θεοῦ ἐπισκοπῆς ἐπλανῶντο· ἣ ξηρὰ ἦν πᾶσα καὶ ἄνικμος τῆς πνευματικῆς δρόσου κεχωρισμένη. Διὰ τοῦτο τὴν πόλιν τοῦ Θεοῦ, ἐν ᾗ τὸ κατοικητήριον τῶν ἀξίων ἐστὶν, ἐν τῇ ἀνοδίᾳ πλανώμενοι εὑρεῖν οὐκ ἠδύναντο. Φησὶ γὰρ, ὅτι « πόλιν κατοικητηρίου οὐχ εὗρον, πεινῶντες καὶ διψῶντες· » τῇ γὰρ ἀτροφίᾳ τῆς δυνάμεως αὐτῶν ἐκλειπούσης, ἐν ἐπιτάσει τὸ κακὸν αὐτοῖς ἦν. Πῶς γὰρ ἦν τροφὴ ἐν αὐχμώσῃ τε καὶ ἀγόνῳ τῇ γῇ; πόθεν δὲ θεραπεῦσαι τὸ δίψος ἐν τῇ ἀνύδρῳ; δῆλον δὲ ὅτι οὐδὲ τροφὴν τὸν ἄρτον, οὔτε πόσιν τὸ ὕδωρ ἡ προφητεία λέγει, ἀλλὰ τροφὴν μὲν τὴν ἀληθῆ βρῶσιν, πόσιν δὲ, τὸ πνευματικὸν ἐκεῖνο πόμα. Τὰ δὲ δύο ταῦτα ὁ Κύριος γίνεται, καταλλήλως τοῖς δεομένοις ἑαυτὸν ἐμπαρέχων· τροφὴ μὲν τοῖς πεινῶσι, πηγὴ δὲ τοῖς διψῶσι γινόμενος. Τίς οὖν εὑρέθη τῆς τοιαύτης ἀμηχανίας ἡ λύσις, τῆς πλάνης, τῆς ἐρημίας, τῆς ἐν ἀνύδρῳ ταλαιπωρίας, τῆς ἐκ τοῦ λιμοῦ γινομένης λειποθυμίας; Ὢ τοῦ θαύματος! Μία φωνὴ πρὸς τὸν Θεὸν ἐπιστρεπτικῶς γινομένη, πάντα πρὸς τὸ καλὸν μετεποίησεν. « Ἐκέκραξαν » γὰρ, φησὶ, « πρὸς Κύριον ἐν τῷ θλίβεσθαι αὐτοὺς, καὶ ἐκ τῶν ἀναγκῶν αὐτῶν ἐξήγαγεν αὐτοὺς, καὶ ὡδήγησεν αὐτοὺς εἰς ὁδὸν εὐθείαν τοῦ προευθῦναι εἰς πόλιν κατοικητηρίου. » Ὁδὸν λέγει αὐτὸν τὸν Κύριον, ἧς ἀπεσφάλησαν. Λέγει δὲ ἡ Ὁδὸς αὕτη ἐν τῷ Εὐαγγελίῳ, ὅτι « Οὐδεὶς ἔρχεται πρὸς μὲ, ἐὰν μὴ ὁ Πατήρ μου βούληται ἑλκύσαι αὐτόν. » Διὰ τοῦτο ὁ Θεὸς τοὺς πεπλανημένους ἐπὶ τὴν ὁδὸν ἄγει. Ὁ δὲ αὐτὸς οὗτος, καὶ πόλις γίνεται κατοικητηρίου, καθώς φησιν ὁ Ἀπόστολος, ὅτι « Ἐν αὐτῷ ζῶμεν καὶ κινούμεθα, καὶ ἐσμέν. » Καλῶς ἐπάγει τὴν προτρεπτικὴν τῆς εὐχαριστίας φωνὴν, ὅτι οἱ τούτων τετυχηκότες, « Ἐξομολογησάσθωσαν τῷ Κυρίῳ τὰ ἐλέη αὐτοῦ, καὶ τὰ θαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνθρώπων. » Τουτέστι, μὴ σιωπῇ τὴν εὐεργεσίαν ἐν ἀγνωμοσύνῃ κρυπτέτωσαν, ἀλλὰ διαβοάτωσαν ἐν εὐχαριστίᾳ τὴν χάριν, ὅτι κενὴν οὖσαν τῶν ἀγαθῶν τὴν ψυχὴν, πλήρη ἐποίησεν. « Ἐχόρτασε » γὰρ, φησὶν, « ψυχὴν κενὴν, καὶ ψυχὴν πεινῶσαν ἐνέπλησεν ἀγαθῶν. » Πάλιν ἑτέρῳ τρόπῳ τὴν συμφορὰν τῆς φύσεως ὑπ' ὄψιν ἄγει, καὶ τὴν θείαν ἐκδιηγεῖται φιλ-
without a share in the divine redemption. For he says: "From the rising and the setting, and the north, and the sea"—signifying by the sea the south. Having, then, set forth in summary the beneficence of God which He wrought upon the whole of human nature, after this by certain representations he recounts both the downward flow of human beings towards evil and the guidance by the hand towards the better wrought for each by God; and he speaks thus: "They wandered in the wilderness, in a waterless land"—having forsaken, he says, the way. Now the Way is the Lord. In the wilderness, outside the visitation of God, they wandered—a land wholly dry and moistureless, parted from the spiritual dew. On this account, wandering in tracklessness, they were unable to find the city of God wherein is the habitation of the worthy. For he says that "they found not a city of habitation, hungering and thirsting"; for as their strength failed through lack of nourishment, evil was growing more intense for them. For how could there be nourishment in a parched and barren land? And whence could one heal thirst in a waterless region? Yet it is plain that the prophecy does not call bread nourishment, nor water drink, but calls nourishment the true food, and drink that spiritual draught. And the Lord becomes both of these, presenting Himself fittingly to those in need: becoming nourishment for those who hunger, and a fountain for those who thirst. What deliverance, then, was found from such helplessness—from the wandering, the wilderness, the distress in the waterless place, the fainting brought on by famine? O the wonder! A single voice uttered in conversion towards God transformed all things for the good. For "they cried out," he says, "unto the Lord in their affliction, and He brought them out of their distresses, and led them into a straight way, to go straight forward into a city of habitation." He calls the Lord Himself the Way, from which they had erred. And this Way itself says in the Gospel: "No one comes to Me unless My Father wills to draw him." On this account God leads those who have gone astray unto the way. And this selfsame One also becomes a city of habitation, even as the Apostle says: "In Him we live and move and have our being." Rightly does he subjoin the exhortatory voice of thanksgiving, that those who have obtained these things, "Let them give thanks to the Lord for His mercies, and His wonderful works to the sons of men." That is, let them not hide the benefit in silence through ingratitude, but proclaim aloud the grace in thanksgiving, because He made full the soul that was empty of good things. For "He satisfied," he says, "an empty soul, and filled a hungry soul with good things." Again in another manner he brings before the sight the calamity of our nature, and recounts the divine loving-
Notes, col. 469

On the reading

Printed ἀποῤῥόην, for ἀποῤῥοὴν.

Printed εὐθείαν, for εὐθεῖαν.

Printed προευθῦναι, for πορευθῆναι.