Migne Reading Room

PG 44 · cols. 448–457 · Read from the page

On the Psalms

On the Psalms

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 44:448Read from the page
ρας. Οὐ γάρ ἐστι τῆς ἐν ἀκαρεῖ γινομένης τοῖς ἀνθρώποις ἀπολαύσεως ἐν τῇ φύσει ταμιεῖον οὐδὲν, ὥστε ἀπόθετον ἑαυτοῖς ποιεῖσθαι τὴν ἡδονήν, ἣν κατὰ πᾶσαν κτῶνται σπουδήν· ἀλλ' ὥσπερ τι τῶν ἀπατηλῶν φαντασμάτων κεκρατῆσθαι παρὰ τῶν φιληδόνων δόξαν, εὐθὺς ἠφανίσθη, καὶ εἰς τὸ μὴ ὂν μετεχώρησε. Τοῦ δὲ τοιούτου φάσματος ἓν ἴχνος καταλείπεται μετὰ τὴν ἀναχώρησιν ἡ αἰσχύνη, βαθύν τε καὶ δυσεξάλειπτον ἐνσημηναμένη τούτοις τὸν τύπον τοῦτον, δι' ὧν ἂν παρέλθῃ, ὡς δυνατὸν εἶναι, κατὰ τὴν τέχνην τῶν θηρευόντων, τοῖς ἴχνεσι διαγινώσκειν τοῦ θηρίου τὴν φύσιν. Καὶ γὰρ ἐκεῖνοι ὅταν ἀφανὲς ᾖ τὸ θήραμα, διὰ τοῦ ἴχνους τὸ ζῶον γνωρίζουσιν.
whatever. For in human nature there is no storehouse of the enjoyment that comes about in an instant for human beings, such that they might lay up pleasure in reserve for themselves, which they labour with every effort to acquire; rather, just like one of the deceptive phantoms once it has seemed to be grasped by lovers of pleasure, it straightway vanishes and passes away into non-existence. Yet of such an apparition a single footprint is left behind after its departure, namely shame, stamping upon those through whom it passes this deep and scarcely erasable impression, so that it is possible, after the craft of hunters, to discern the beast's nature by its tracks. For they too, whenever the quarry is out of sight, recognize the creature by means of its track.
Εἰ οὖν ὁ σῦς ἢ ὁ λέων τοῖς ἴχνεσι τοῖς ἰδίοις καταμηνύονται, ἀκόλουθον πάντως καὶ τῆς ἡδονῆς τὴν φύσιν ἐν τῷ ὑπολειφθέντι αὐτῆς ἴχνει γνωρίζεσθαι. Ἀλλὰ μὴν τὸ ἴχνος αὐτῆς αἰσχύνη ἐστίν. Ἄρα καὶ ἡ ἐνσημηναμένη τῇ ψυχῇ τὸν τοιοῦτον τύπον, ἢ αὐτὸ πάντως αἰσχύνη ἐστὶν, ἢ ποιητικὴ τῆς αἰσχύνης. Ἀλλὰ τοῦτο μὲν ἡμῖν ἐν παρεξοδίῳ προεθεωρήθη τῷ τόπῳ· δεῖξαι γὰρ κατὰ τὸ προηγούμενον ἔδει διὰ τῆς ψαλμῳδίας, οἷον ἑκατέρου τῶν κατ' ἀρετήν τε καὶ κακίαν ἐπιτηδευμάτων ἐστὶ τὸ πέρας. Ἐν τοίνυν τῷ προειρημένῳ ψαλμῷ, τὸ τῆς ἀρετῆς εἰπὼν τέλος εἰρήνην εἶναι καὶ ἄνεσιν, καὶ τὴν μονοειδῆ τε καὶ ἀνεπίμικτον πρὸς τὰ πάθη κατοίκησιν, τὴν ἐπ' ἐλπίδι τῆς τοῦ Θεοῦ μετουσίας κατορθουμένην, τὸ ἀντικείμενον τούτῳ ἐνταῦθα μὲν διὰ τῆς σιωπῆς ἐνεδείξατο. Πολλαχῆ δὲ διὰ τῆς ψαλμῳδίας βοᾷ, λέγων· « Οἱ δὲ παράνομοι ἐξολοθρευθήσονται, καὶ σπέρμα ἀσεβῶν ἐξολοθρευθήσεται. » Καὶ, « Ὁ ἀγαπῶν τὴν ἀδικίαν μισεῖ τὴν ἑαυτοῦ ψυχήν· καὶ ἐπιβρέξει ἐπὶ ἁμαρτωλοὺς παγίδας, » καὶ ἄλλα μυρία τούτοις ὁμοιότροπα. Γέμει δὲ πᾶσα τῆς Ψαλμῳδίας ἡ βίβλος τῶν τε τῆς ἀρετῆς ἐπαίνων, καὶ τῆς κατηγορίας τῶν ἐν κακίᾳ ζώντων. Ἥ τε τῶν ἱστοριῶν μνήμη πρὸς τοὺς δύο σκοποὺς μεριζομένη, ζηλωτὴν μὲν ποιεῖ τὴν ἀρετὴν τῶν εὐδοκίμων προσώπων· φευκτὴν δὲ διὰ τῶν κατεγνωσμένων τὴν πονηρίαν. Ὅταν μὲν γάρ σε πρὸς ἀρετὴν ἐπεγείρῃ τῷ ὑποδείγματι· λέγει, « Μωϋσῆς καὶ Ἀαρὼν ἐν τοῖς ἱερεῦσιν αὐτοῦ, καὶ Σαμουὴλ ἐν τοῖς ἐπικαλουμένοις αὐτόν. Ἐπεκαλοῦντο τὸν Κύριον, καὶ αὐτὸς εἰσήκουεν αὐτῶν. Ἐν στύλῳ νεφέλης ἐλάλει πρὸς αὐτούς. » Ὅταν δὲ τὸ πονηρὸν τῆς κακίας ὑποδεικνύει πέρας, τὰ πάθη τῶν ἐν πονηρίᾳ κατεγνωσμένων διέξεισιν. « Ἠνοίχθη ἡ γῆ καὶ κατέπιεν Δαθὰν, καὶ ἐκάλυψεν ἐπὶ τὴν συναγωγὴν Ἀβειρών. Φλὸξ κατέφλεξεν ἁμαρτωλούς. » Καὶ, «Ποίησον αὐτοὺς ὡς τῇ Μαδιὰν λαὶ τῷ Σισάρα.» Καὶ, «Θοῦ τοὺς ἄρχοντας αὐτῶν,
If therefore the wild boar or the lion is betrayed by its own tracks, it follows by all means that the nature of pleasure too is recognized in the track left behind by it. Now surely its track is shame. Consequently, that which stamps such an impression upon the soul is itself altogether either shame or productive of shame. Yet this was examined by us beforehand by way of digression; for according to our primary purpose it was necessary to show through the psalmody what sort of end belongs to each of the pursuits according to virtue and according to vice. In the aforesaid psalm, then, having declared the end of virtue to be peace and repose, and that single-formed habitation unmixed with the passions which is achieved in the hope of participation in God, he indicated the opposite to this here by means of silence. Yet in many places throughout the psalmody he cries aloud, saying: "But the lawless shall be utterly destroyed, and the seed of the ungodly shall be utterly destroyed." And: "He who loves iniquity hates his own soul; and He will rain snares upon sinners," and countless other things of like kind to these. Indeed, the whole book of the Psalmody is full both of the praises of virtue and of the arraignment of those who live in wickedness. Moreover, its remembrance of historical events, divided towards these two aims, renders enviable the virtue of approved persons, while rendering wickedness something to be shunned on account of those who have been condemned. For whenever he rouses you towards virtue by example, he says: "Moses and Aaron among His priests, and Samuel among those who call upon Him. They called upon the Lord, and He Himself hearkened unto them. In a pillar of cloud He spoke unto them." Whenever, on the other hand, he points out the evil end of wickedness, he recounts the sufferings of those condemned in evil-doing: "The earth was opened and swallowed up Dathan, and covered over the congregation of Abiron. A flame burned up sinners." And: "Make them like Madian and Sisara." And: "Make their princes,
Notes, col. 448

On the reading

Printed λαὶ, for καὶ.

PG 44:449Read from the page
ὡς τὸν Ὠρήβ, καὶ Ζὴβ, καὶ Ζεβεὲ, καὶ Σαλμανὰν, πάντας τοὺς ἄρχοντας αὐτῶν. » Καὶ πηλλὰ ἕτερα τοιαῦτα· τάς τε μερικὰς συμβουλὰς πάσας σοι βοᾷ ἀπ' ἀρχῆς εἰς τέλος ἡ Ψαλμῳδία, ἐν οὐδενὶ μέρει τὴν πρὸς τὸ καλὸν τροπὴν παραλείπουσα, καὶ δι' ὧν ἄν τις φύγοι τὴν κακίαν· πάντα ταῖς πρὸς τὸ καλὸν ὁδηγούσαις συμπαρέζευκται γνώμαις. Ἡ γὰρ τοῦ ἀγαθοῦ κτῆσις, φυγὴ τοῦ ἐναντίου καὶ ἀναίρεσις γίνεται. Παρέλκον δ' ἂν εἴη πάντα ταῦτα δι' ἀκριβείας ἐκτίθεσθαι, φανερᾶς οὔσης τοῖς ἐντυγχάνουσι τῇ γραφῇ ταύτῃ τῆς περὶ τὰ τοιαῦτα σπουδῆς τοῦ λόγου.
like Oreb, and Zeb, and Zebee, and Salmanan, all their princes." And many other such things; and the Psalmody cries aloud to you all its particular counsels from beginning to end, omitting in no part the turning towards the good, and the means whereby one might flee wickedness; for everything is yoked together with maxims that guide towards the good. For the acquisition of the good becomes a flight from and destruction of its opposite. Yet it would be superfluous to set forth all these matters in exact detail, since the earnestness of the word concerning such things is manifest to those who read this Scripture.
ΚΕΦΑΛΑΙΟΝ Εʹ.
Chapter V.
Τέτμηται δὲ πενταχῆ πᾶσα ἡ τῶν ψαλμῶν πραγματεία. Καὶ τίς ἐστιν ἐν τοῖς τμήμασι τούτοις τεχνικὴ διασκευὴ καὶ διαίρεσις. Ἡ δὲ περιγραφὴ τῶν τμημάτων φανερὰ γίνεται, θείαις τισὶ δοξολογίαις ὁμοιοτρόπως ἐναπολήγουσα, ἃς ἔξεστιν ἐπιγνῶναι κατὰ τὴν παρ' ἡμῶν ὑποδεικνυμένην ἐν ταῖς ψαλμῳδίαις διαίρεσιν. Ἔστι δὲ ἑκάστου τμήματος ἀριθμὸς τῶν ψαλμῳδιῶν οὗτος· Τοῦ πρώτου, τεσσαράκοντα. Τοῦ δευτέρου, εἷς καὶ τριάκοντα. Ἑπτὰ καὶ δέκα δὲ τοῦ τρίτου, καὶ τοῦ τετάρτου τοσοῦτοι, τοῦ δὲ πέμπτου πέντε καὶ τεσσαράκοντα. Ἵσταται οὖν τὸ πρῶτον μέρος ἐπὶ τὴν τεσσαρακοστὸν ἐκ τοῦ πρώτου, οὗ πέρας ἐστίν· « Εὐλογητὸς Κύριος ὁ Θεὸς Ἰσραὴλ ἀπὸ τοῦ αἰῶνος καὶ εἰς τὸν αἰῶνα, γένοιτο, γένοιτο. » Τὸ δεύτερον, ἐπὶ τὸν ἑβδομηκοστόν τε καὶ πρῶτον, οὗ τὸ τέλος οὕτως ἔχει· « Εὐλογητὸς Κύριος ὁ Θεὸς Ἰσραὴλ ὁ ποιῶν θαυμάσια μόνος, καὶ εὐλογητὸν τὸ ὄνομα τῆς δόξης αὐτοῦ εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Καὶ πληρωθήσεται τῆς δόξης αὐτοῦ πᾶσα ἡ γῆ, γένοιτο, γένοιτο. » Τὸ τρίτον, ἐπὶ τὸν ὀγδοηκοστόν τε καὶ ὄγδοον, καταλήγει δὲ καὶ τοῦτο εἰς ὅμοιον πέρας. Ἔχει γὰρ οὕτως· « Εὐλογητὸς Κύριος εἰς τὸν αἰῶνα, γένοιτο, γένοιτο. » Τοῦ δὲ τετάρτου τμήματος πέρας, ὁ ἑκατοστός τε καὶ πέμπτος, οὗ τὸ τέλος τοῖς λοιποῖς παραπλήσιον· « Εὐλογητὸς Κύριος ὁ Θεὸς Ἰσραὴλ ἀπὸ τοῦ αἰῶνος, καὶ ἕως τοῦ αἰῶνος, καὶ ἐρεῖ πᾶς ὁ λαὸς, Γένοιτο, γένοιτο. » Πέμπτον δὲ μέρος ἐστὶν ἀπὸ τούτου εἰς τὸ ἔσχατον, οὗ πέρας, « Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. »
Now the entire treatise of the Psalms has been divided into five parts. And there is a certain artful arrangement and division within these sections. Moreover, the demarcation of the sections becomes manifest, concluding uniformly with certain divine doxologies, which one may recognize according to the division pointed out by us in the psalmodies. Now the number of the psalmodies in each section is as follows: of the first, forty; of the second, thirty-one; seventeen of the third, and just as many of the fourth, while of the fifth, forty-five. Accordingly, the first part halts at the fortieth from the first, whose conclusion is: "Blessed be the Lord, the God of Israel, from everlasting and to everlasting; so be it, so be it." The second, at the seventy-first, whose ending runs thus: "Blessed be the Lord, the God of Israel, Who alone does wondrous things, and blessed be the name of His glory for ever, and for ever and ever. And all the earth shall be filled with His glory; so be it, so be it." The third, at the eighty-eighth, and this too concludes with a similar ending. For it runs thus: "Blessed be the Lord for ever; so be it, so be it." Of the fourth section the conclusion is the hundred and fifth, whose ending resembles the rest: "Blessed be the Lord, the God of Israel, from everlasting and to everlasting, and all the people shall say, So be it, so be it." And the fifth part is from this one to the end, whose conclusion is: "Let every breath praise the Lord."
Τίνα τοίνυν τὴν ἐν τούτοις τεχνικὴν τάξιν κατενοήσαμεν, καιρὸς ἂν εἴη δι' ὀλίγων εἰπεῖν. Ἐν τῷ πρώτῳ τοὺς ἐν κακίᾳ ζῶντας ἵστησι μὲν τῆς ἀτόπου πλάνης· ἐφέλκεται δὲ πρὸς τὴν τοῦ κρείττονος αἵρεσιν, ὡς μηκέτι ταῖς τῶν ἀσεβῶν ἀπάταις ἐπιπορεύεσθαι, μηδὲ τῇ πονηρᾷ τρίβῳ τῆς ἁμαρτίας διὰ βάθους ἐνίστασθαι, μηδὲ ἀκίνητόν τε καὶ καθιδρυμένην ἑαυτοῖς τὴν κακίαν ἐπιτηδεύειν, ἀλλὰ τῷ θείῳ συνάπτεσθαι νόμῳ, διὰ μελέτης τὴν ἀπλανῆ πορείαν ἑαυτοῖς κατορθώσαντας, ὡς ἂν ἐρῥιζωθείη φυτοῦ δίκην αὐτοῖς ἡ πρὸς τὸ κρεῖττον ἕξις,
What artful order, then, we have discerned in these sections, it would now be seasonable to state in brief. In the first, it stays those who live in wickedness from their absurd wandering, and draws them towards the choice of what is better, so that they no longer walk in the deceits of the ungodly, nor plant themselves deeply in the evil path of sin, nor cultivate wickedness as something immovable and firmly established for themselves, but rather cleave unto the divine law, achieving for themselves through meditation an unerring course, so that the disposition towards what is better might take root in them after the manner of a plant,
Notes, col. 449

On the reading

Printed πηλλὰ, for πολλὰ.

Printed τὴν τεσσαρακοστὸν, for τὸν τεσσαρακοστὸν.

PG 44:452Read from the page
ταῖς θείαις διδασκαλίαις ἐπαρδομένη. Ἡ οὖν πρώτη, πρὸς τὸ ἀγαθὸν εἴσοδος, ἡ τῶν ἐναντίων ἐστὶν ἀπόστασις, δι' ἧς γίνεται ἡ μετοχὴ τοῦ βελτίονος.
watered by the divine teachings. The first entrance towards the good, therefore, is the departure from things opposite, through which participation in what is better comes about.
Ὁ δὲ γευσάμενος ἤδη τῆς ἀρετῆς, καὶ τῇ καθ' ἑαυτὸν πείρᾳ τοῦ ἀγαθοῦ τὴν φύσιν κατανοήσας, οὐκέτι τοιοῦτός ἐστιν, ὡς ἀνάγκῃ τινὶ καὶ νουθεσίᾳ τῆς πρὸς τὴν κακίαν προσπαθείας ἀφέλκεσθαι, καὶ πρὸς τὴν ἀρετὴν βλέπειν, ἀλλ' ὑπερδιψᾷ τοῦ βελτίονος. Τὸ γὰρ ἄσχετόν τε καὶ σφοδρὸν τῆς ἐπιθυμίας τῇ δίψῃ προσεικάζει ὁ λόγος, ἐπιζητήσας τὴν διψωδεστάτην ἐν τοῖς ζώοις φύσιν, ὡς ἂν μάλιστα τὸ ἐπιτεταμένον τῆς ἐπιθυμίας διὰ τοῦ ὑπερβαλλόντως ἐν τῇ δίψῃ γινομένου ζώου ἐπιδειχθείη. Τοῦτο δὲ τὸ ζῶον ἔλαφον λέγει, ᾧ φύσις ἐστὶ τῇ ἐδωδῇ τῶν ἰοβόλων θηρίων πιαίνεσθαι. Θερμοὶ δὲ καὶ διακαεῖς οἱ χυμοὶ τῶν θηρίων, ὧν ἐμφαγοῦσα ἡ ἔλαφος, ξηροτέρα γίνεται κατ' ἀνάγκην φαρμακευθεῖσα τῷ τῶν θηρίων χυμῷ. Καὶ διὰ τοῦτο σφοδρότερον ἐπιθυμεῖ τοῦ ὕδατος, ἵνα θεραπεύσῃ τὴν ἐκ τῆς τοιαύτης βρώσεως ἐγγινομένην ξηρότητα. Ὁ τοίνυν προτελεσθεὶς τὴν ἐν ἀρετῇ ζωὴν ἐν τῷ πρώτῳ μέρει τῆς ψαλμῳδίας; καὶ τὸ γλυκὺ τοῦ ποθουμένου τῇ γεύσει γνωρίσας, δαπανήσας δὲ πᾶν ἑρπυστικὸν ἐπιθυμίας εἶδος ἐν ἑαυτῷ, καὶ τοῖς τῆς σωφροσύνης ἐδοῦσι διαφαγὼν ἀντὶ θηρίων τὰ πάθη· διψᾷ τῆς τοῦ Θεοῦ μετουσίας πλέον, ἢ καθ' ὅσον ποθεῖ τὰς πηγὰς τῶν ὑδάτων ἡ ἔλαφος. Ἕπεται δὲ τῷ τῆς πηγῆς ἐπιτυχόντι μετὰ τὴν ὑπερβάλλουσαν δίψαν τοσοῦτον σπάσαι τοῦ ὕδατος, ὅσον ἡ ἐπιθυμία κατ' ἐξουσίαν ἐφέλκεται. Ὁ δὲ λαβὼν ἐν ἑαυτῷ τὸ ποθούμενον πλήρης ἐστὶν οὗ ἐπόθησεν. Οὐ γὰρ καθ' ὁμοιότητα τῆς ἐν σώματι πλησμονῆς κενοῦται πάλιν τὸ πλῆρες γενόμενον· οὐδὲ ἀργὸν ἐν ἑαυτῷ τὸ ποτὸν διαμένει· ἀλλ' ἡ θεία πηγὴ, ἐν ᾧπερ ἂν γένηται, πρὸς ἑαυτὴν μεταποιεῖ τὸν ἁψάμενον, καὶ συμμεταδίδωσι τῆς ἰδίας δυνάμεως.
Yet he who has already tasted virtue, and by his own experience has discerned the nature of the good, is no longer such as to be drawn away by some compulsion and admonition from attachment towards wickedness and to look towards virtue, rather he thirsts exceedingly for what is better. For the word likens the ungovernable and vehement intensity of desire to thirst, having sought out the thirstiest nature among living creatures, so that the heightened pitch of desire might above all be displayed through the creature that comes to be excessively in thirst. And this creature it calls the hart, whose nature it is to grow fat by feeding upon venomous beasts. Now the humours of those beasts are hot and fiery, and once the hart has eaten of them it necessarily grows drier, drugged by the humour of those beasts. And on this account it desires water all the more vehemently, in order to heal the dryness arising from such food. He, therefore, who has been initiated beforehand into the life in virtue in the first part of the psalmody, and has come to know by taste the sweetness of what is longed for, while consuming every creeping form of desire within himself, and devouring the passions in place of beasts with the teeth of temperance, thirsts for participation in God more than the hart longs for the springs of waters. Moreover, it follows for one who has reached the spring after surpassing thirst to draw in as much of the water as desire freely attracts. And he who has received within himself what is longed for is full of that for which he longed. For not after the likeness of bodily satiety is that which has become full emptied out again, nor does the draught remain idle within itself; rather, the divine spring, in whomsoever it comes to be, transforms towards itself him who has touched it, and imparts a share of its own power.
ΚΕΦΑΛΑΙΟΝ Ϛʹ.
Chapter VI.
Ἀλλὰ μὴν ἴδιόν ἐστι τῆς Θεότητος ἡ ἐποπτικὴ τῶν ὄντων δύναμίς τε καὶ ἐνέργεια. Οὐκοῦν ὁ ἐν αὐτῷ ἔχων, ὅπερ ἐπόθησε, καὶ αὐτὸς ἐποπτικὸς γίνεται, καὶ τὴν τῶν ὄντων διασκοπεῖται φύσιν. Διὰ τοῦτο τοῦ τρίτου τμήματος τῆς ψαλμῳδίας ταύτην πεποίηται τὴν ἀρχὴν, ἐν ᾧ τοῦτο μάλιστα διεξετάζει ὁ λόγος, πῶς τὸ δίκαιον τῆς θείας κρίσεως ἐν τῇ ἀνωμαλίᾳ τοῦ βίου διασωθήσεται· οὐ κατὰ τὴν ἀξίαν τῶν προαιρέσεων τῆς κατὰ τὸν βίον τοῦτον εὐκληρίας, ὡς τὰ πολλὰ, τοῖς ἀνθρώποις ἐγγινομένης. Πολλάκις γὰρ περὶ τὸν αὐτὸν τὰς δύο κατιδεῖν ἔστιν ἀκρότητας, τὸ ἔσχατον ἐν κακίᾳ, καὶ τὸ κατὰ τὴν εὐημερίαν ἀκρότατον. Πρὸς ὅ τις βλέπων, ὀκλάζει πως τὴν διάνοιαν, μήποτε κρεῖττον ᾖ τῇ ἀνθρωπίνῃ φύσει τὸ
Now surely the power and activity that surveys existing things is proper to the Godhead. Therefore, he who possesses within himself that for which he longed himself also becomes capable of beholding, and contemplates the nature of existing things. On this account he has made this the beginning of the third section of the psalmody, wherein the word examines above all how the justice of the divine judgement will be preserved amid the inequality of life, seeing that good fortune in this life for the most part does not come about for human beings according to the desert of their choices. For oftentimes in the case of the selfsame man one may behold both extremes, the uttermost pitch in wickedness and the highest summit of prosperity. Looking towards which, a man falters somewhat in his understanding, lest perchance for human nature what is
Notes, col. 452

On the reading

Printed ψαλμῳδίας;, for ψαλμῳδίας,.

Printed ἐδοῦσι, for ὀδοῦσι.

PG 44:453Read from the page
χεῖρον λεγόμενον· καὶ τὸ ἔμπαλιν κακὸν ἐκεῖνο, ὃ ἐν τῇ τοῦ κρείττονος ἀριθμεῖται μοίρᾳ. Εἰ γὰρ ἐπαινεῖται μὲν ἡ δικαιοσύνη, πράττει δὲ κακῶς ὁ περὶ ταύτην ἐσπουδακὼς, διαβάλλεται δὲ ἡ κακία, καὶ πάντων τῶν σπουδαζομένων διαρκεῖς τὰς ἀπολαύσεις τοῖς περὶ αὐτὴν ἐσπουδακόσι χαρίζεται, πῶς ἔστι μὴ προτιμοτέραν πρὸς βίου αἵρεσιν οἴεσθαι τὴν κακίαν τῆς ἀρετῆς, τὴν κατεγνωσμένην τῆς ἐγκωμιαζομένης; ὁ τοίνυν ὑψηλὸς τὴν διάνοιαν, καὶ οἷον ἀπό τινος σκοπιᾶς ἐξεχούσης τοῖς ἀφεστηκόσι τὸν ὀφθαλμὸν ἐπεκτείνων, ἴδεν ἐν ᾧ ἐστι τῆς κακίας πρὸς τὴν ἀρετὴν τὸ διάφορον, ὅτι ἐκ τῶν ἐσχάτων, οὐκ ἐκ τῶν παρόντων ἡ τούτων γίνεται κρίσις. Τῷ γὰρ ἐποπτικῷ τε καὶ διορατικῷ τῆς ψυχῆς ὀφθαλμῷ, ὡς παρὸν κατανοήσας, τὸ δι' ἐλπίδος τοῖς ἀγαθοῖς ἀποκείμενον, καὶ παρελθὼν τῇ ψυχῇ πᾶν τὸ φαινόμενον, ἐντός τε τῶν οὐρανίων ἀδύτων παραδὺς, καθάπτεται τῆς ἀκρισίας τῶν μικροπρεπῶς τὴν τοῦ καλοῦ κρίσιν τοῖς αἰσθητικοῖς μορίοις ἐπιτρεπόντων. Δι' ὧν φησιν· « Τί γάρ μοι ὑπάρχει ἐν τῷ οὐρανῷ, καὶ παρὰ σοῦ τί ἠθέλησα ἐπὶ τῆς γῆς; » τῷ αὐτῷ μορίῳ τοῦ λόγου τὸ μὲν οὐράνιον θαυμαστικῶς μεγαλύνων τὲ καὶ ἐξαίρων τῷ λόγῳ, τὸ δὲ ἐπὶ γῆς τοῖς τῶν ἀνοήτων ὀφθαλμοῖς σπουδαζόμενον καταφρονητικῶς τε καὶ σκωπτικῶς ἐξευτελίζων τε καὶ μυσαττόμενος. Ὡς εἴ τις τῶν ἐν φυλακῇ τεχθέντων μέγα τι κρίνων ἀγαθὸν εἶναι τὸν ζόφον, ᾧ ἐνετράφη τε καὶ συνήυξησεν, εἶτα τῆς ὑπαίθρου χάριτος μετασχὼν καταγινώσκει τῆς προτέρας αὐτοῦ κρίσεως, λέγων, Οἵων θεαμάτων ἡλίου τε καὶ ἀστέρων, καὶ παντὸς τοῦ περὶ τὸν οὐρανὸν κάλλους προετίθην τὸν συνήθη ζόφον δι' ἀπειρίαν τοῦ κρείττονος. Οὗ χάριν προκαταγινώσκει τῷ λόγῳ τῆς περὶ τὸ καλὸν ἀκρισίας, κτηνώδη λέγων ἑαυτὸν εἶναι, ἕως ἐν ἐκείνοις τὸ ἀγαθὸν ἐώρα. Ἐπεὶ δὲ ἐγένετο μετὰ τοῦ Θεοῦ, Θεὸς δὲ ὁ λόγος, καὶ πρὸς τὸ δεξιὸν ὡδηγήθη, ὁδηγὸς δὲ γίνεται αὐτῷ δεξιὸς διὰ τῆς βουλῆς ὁ λόγος, καὶ ἴδεν τὴν ἐν ἀρετῇ δόξαν, δι' ἧς γίνεται τοῖς πρὸς τὸν οὐρανὸν βλέπουσιν ἡ ἀνάληψις, τότε χρῆται ταῖς φωναῖς ἐκείναις, ὧν ἡ μὲν ἐν θαύματι ποιεῖται τὸ ἐν οὐρανοῖς ἀγαθόν· ἡ δὲ τὸ οὐτιδανόν τε καὶ μάταιον τῆς ἠπατημένης περὶ τὸν βίον σπουδῆς διαπτύει. Ἔχει δὲ πᾶσα ἡ λέξις οὕτως· « Κτηνώδης, » φησὶν, « ἐγενόμην παρὰ σοί. » Τὴν ἄλογον ἐν τοῖς τοιούτοις διασημαίνων προσπάθειαν. Εἶτα ἐπάγει· « Ἐγὼ δὲ διὰ παντὸς μετὰ σοῦ. » Τοῦτο δὲ εἰπὼν καὶ τὸν τρόπον τῆς πρὸς τὸν Θεὸν συναφείας προστίθησιν. Ὡς ἂν καὶ ἡμεῖς μάθοιμεν, πῶς ὁ πρῶτον κτηνώδης μετὰ ταῦτα τῷ Θεῷ συνάπτεται· « Ἐκράτησας » γὰρ, φησὶ, « τῆς χειρὸς τῆς δεξιᾶς μου. » Θεοῦ ἀντίληψιν λέγει, τὴν πρὸς τὰ δεξιὰ τῆς διανοίας ὁρμήν. « Καὶ ἐν τῇ βουλῇ σου ὡδήγησάς με· » οὐ γὰρ ἄνευ θείας βουλῆς γίνεται ἐπὶ τὸ καλὸν ὁδηγία. « Καὶ μετὰ δόξης προσελάβου με.» Καλῶς ἀντιδιαστέλλει τῇ αἰσχύνῃ τὴν δόξαν. Ἥτις καθάπερ
called worse is better, and conversely that evil is counted in the portion of what is better. For if righteousness is praised, yet he who is earnest about it fares ill, while wickedness is decried, and yet bestows lasting enjoyments of all things eagerly pursued upon those who are earnest about it, how is it possible not to deem wickedness preferable to virtue for the choice of a life, the condemned preferable to the extolled? He, therefore, who is lofty in understanding, and stretches forth his eye as though from some jutting watchtower towards things afar off, saw wherein lies the difference of wickedness in relation to virtue: that the judgement of these things comes about from the final outcomes, not from things present. For having discerned as present, with the contemplative and piercing eye of the soul, that which is laid up through hope for the good, and having passed beyond every visible thing with his soul and entered within the heavenly sanctuaries, he rebukes the lack of discernment of those who mean-spiritedly entrust the judgement of the noble to the sensory organs. Wherefore he says: "For what is there for me in heaven, and besides Thee what have I willed upon the earth?"—by the selfsame clause of the discourse wondrously magnifying and exalting by reason that which is heavenly, while contemptuously and derisively disparaging and loathing that upon earth which is eagerly pursued by the eyes of the senseless. Just as if someone born in a prison, judging the gloom wherein he was reared and grew up to be some great good, afterwards partook of the grace of the open air and condemned his former judgement, saying: To what spectacles of sun and stars, and of all the beauty round about heaven, did I prefer my accustomed gloom through inexperience of what is better! On this account he condemns beforehand by reason his lack of discernment concerning the noble, declaring himself to have been brutish so long as he beheld the good in those things. Yet when he came to be with God—and reason is God—and was guided towards the right hand, and reason through counsel becomes a right-hand guide for him, and he saw the glory in virtue whereby assumption comes about for those who look towards heaven, then he employs those utterances, the one of which holds in wonder the good in the heavens, while the other spits upon the worthlessness and vanity of deluded earnestness over this life. Now the whole wording runs thus: "I became brutish," says he, "before Thee"—signifying his irrational attachment to such things. Next he adds: "Yet I am continually with Thee." And having said this, he also subjoins the manner of his union with God, so that we too might learn how he who was at first brutish is afterwards joined unto God; for "Thou hast taken hold," says he, "of my right hand." By God's taking hold he means the impulse of the understanding towards things on the right. "And in Thy counsel Thou hast guided me"; for guidance unto the noble does not come about apart from divine counsel. "And with glory Thou hast received me." Finely does he contrast glory with shame—which, just like
Notes, col. 453

On the reading

Printed συνήυξησεν, for συνηύξησεν.

Printed ἐώρα, for ἑώρα.

PG 44:456Read from the page
ὄχημά τι καὶ πτερὸν γίνεται τοῦ ὑπὸ τῆς θείας προσλαμβανομένου χειρὸς, ὅταν τὶς ἑαυτὸν τῶν κατ' αἰσχύνην ἔργων ἀλλοτριώσῃ. Καὶ οὕτω τοῖς ῥηθεῖσιν ἐπήγαγε· « Τί γάρ μοι ὑπάρχει ἐν τῷ οὐρανῷ, καὶ παρὰ σοῦ τί ἠθέλησα ἐπὶ τῆς γῆς; » ὃ δὴ ποιοῦσι μέχρι τοῦ νῦν οἱ πολλοὶ τῶν ἀνθρώπων· τοιούτων αὐτοῖς κατ' ἐξουσίαν ὑπαρχόντων ἐν τῷ οὐρανῷ, ὅμως ἐν εὐχῆς μέρει ποιοῦνται τὸ παρὰ τοῦ Θεοῦ γενέσθαι τὰς φαντασιώδεις ἀπάτας, δυναστείαν τινὰ, ἢ τιμὴν, ἢ πλοῦτον, ἢ τὸ δύστηνον τοῦτο δοξάριον, περὶ ὃ μέμηνεν ἡ ἀνθρωπίνη φύσις. Ὁ δὲ ἐν τούτοις γενόμενος, δι' ἀκολούθου ἐπάγει τὸ, « Ἐμοὶ δὲ τὸ προσκολλᾶσθαι τῷ Θεῷ ἀγαθόν ἐστι, τίθεσθαι ἐν τῷ Κυρίῳ τὴν ἐλπίδα μου. » Τοῦτο δεικνὺς, ὅτι συμφύεται τρόπον τινὰ τῷ Θεῷ, ὁ πρὸς αὐτὸν διὰ τῶν ἐλπίδων κολλώμενος, καὶ ἓν πρὸς ἐκεῖνον γενόμενος.
some chariot and wing, becomes the portion of him who is taken hold of by the divine hand, whenever anyone estranges himself from deeds of shame. And thus to what had been spoken he subjoined: "For what is there for me in heaven, and besides Thee what have I willed upon the earth?"—the very thing that down to the present day the majority of human beings do: although such blessings lie within their power in heaven, nevertheless they make it a matter of prayer that shadowy deceits should come to them from God—some dominion, or honour, or wealth, or this wretched paltry glory over which human nature has gone mad. Yet he who has come to be among these things adds in consequence: "But for me it is good to cleave unto God, to place my hope in the Lord"—showing this, that he who cleaves unto Him through hopes grows together in a certain manner with God, having become one in relation to Him.
ΚΕΦΑΛΑΙΟΝ Ζʹ.
Chapter VII.
Τοιαύτης τοίνυν γενομένης ἐν τῷ τρίτῳ τμήματι τῆς ἐπὶ τὸ ὕψος ἀνόδου, ὁ ἐπὶ τοσοῦτον ἀναληφθεὶς τὴν διάνοιαν, πάλιν τοῦ ὑπερκειμένου βαθμοῦ λαβόμενος, γίνεται αὐτὸς ἑαυτοῦ μείζων καὶ ὑψηλότερος· ἐν τῷ τετάρτῳ μέρει, οἱονεὶ τρίτον τινὰ κατὰ τὸν Παῦλον διαβὰς οὐρανὸν, καὶ τῶν προδιηνυσμένων ὑψωμάτων γεγονὼς ὑψηλότερος. Διαδέχεται γὰρ ταῦτα οὐκέτι ὁ κοινὸς ἄνθρωπος, ἀλλ' ὁ προσκολληθεὶς ἤδη καὶ συνημμένος Θεῷ. Φησὶ δὲ οὕτως ὁ λόγος τοῦ ἐφεξῆς μέρους ἀρχόμενος· « Προσευχὴ τῷ Μωσῇ ἀνθρώπῳ τοῦ Θεοῦ· » τοιοῦτος γὰρ ἤδη οὗτος, ὡς μηκέτι παιδαγωγεῖσθαι νόμῳ, ἀλλ' εἰσηγητὴς ἑτέροις γίνεσθαι νόμου· οἷος ἦν Μωσῆς ἐκεῖνος ὁ ὑψηλὸς, ὃν ἀκούομεν· ὁ τὴν βασιλικὴν ἀξίαν, καθάπερ τινὰ κόνιν περισπασθεῖσαν τῇ βάσει τῶν ποδῶν, ἑκουσίως ἐκτιναξάμενος. Ὁ τεσσαράκοντα ἔτεσι τῆς μετὰ τῶν ἀνθρώπων ἐπιμιξίας ἑαυτὸν ἀποικίσας, καὶ μόνος μόνῳ συζῶν ἑαυτῷ, καὶ διὰ ἡσυχίας ἀμετεωρίστως τῇ θεωρίᾳ τῶν ἀοράτων ἐνατενίζων· ὁ τῷ φωτὶ τῷ ἀῤῥήτῳ μετὰ ταῦτα καταυγασθεὶς, καὶ τῆς δερματίνης τε καὶ νεκρᾶς περιβολῆς ἐκλύσας τῆς ψυχῆς τὴν βάσιν. Ὁ τὸν Αἰγύπτιον στρατόν τε καὶ τύραννον ταῖς ἐπ' ἀλλήλοις ἐκτρίψας πλήγαῖς, τὸν δὲ Ἰσραὴλ ἐλευθερώσας τῆς τυραννίδος διὰ τοῦ φωτὸς, καὶ τοῦ ὕδατος· ᾧ μετὰ τὴν Αἴγυπτον ὁ χρόνος ἅπας, μία κατὰ τὸ συνεχὲς ἡμέρα ἦν· οὐδέποτε τῆς νυκτὸς μελαινομένης τῷ ζόφῳ. Διεδέχετο γὰρ μετὰ τὸν ἡμερήσιον δρόμον, τὰς τῶν ἀκτίνων αὐγὰς, ἕτερον φῶς ἐκ νεφέλης καινοτομούμενον. Ὥστε τὸν μὲν ἥλιον κατὰ τὴν ἀναγκαίαν περίοδον αὐτοῖς ἐπιδύεσθαι, τὸ δὲ φῶς συνεχές τε μένειν καὶ ἀδιάδοχον τῆς ἐκ τοῦ στύλου λαμπηδόνος, ἀδιαστάτως τὰς αὐγὰς τῶν ἡλιακῶν ἀκτίνων ἐκδεχομένης. Ὁ τὸ πικρόν τε καὶ ἄποτον ὕδωρ ἡδύνας τῷ ξύλῳ, καὶ τὴν πέτραν εἰς
Such an ascent to the height having thus come to pass in the third section, he who has been lifted up so far in understanding lays hold once more of the step lying above, and becomes greater and loftier than himself, in the fourth part passing across, as it were, some third heaven according to Paul, and having become loftier than the heights previously traversed. For no longer does the ordinary man succeed to these things, rather he who has already cleaved and been united unto God. And thus speaks the word as it begins the following part: "A prayer of Moses the man of God"; for such a one is already of such a kind as no longer to be tutored as a child by the law, rather to become an expounder of the law unto others—such as was that lofty Moses of whom we hear: he who of his own accord shook off royal dignity like some dust clinging round the sole of his feet; he who for forty years removed himself as a colonist from intercourse with human beings, living alone with himself alone, and through stillness gazing undistractedly upon the contemplation of things invisible; he who afterwards was illumined by the ineffable light, and loosed the footstep of his soul from its covering of dead skin; he who wore down the Egyptian army and tyrant by plagues following hard upon one another, while setting Israel free from tyranny through the light and the water; for whom, after Egypt, the whole span of time was one continuous day, the night never growing dark with gloom—for after the daily course another light newly wrought out of a cloud succeeded to the gleams of the sun's rays, so that while the sun set upon them according to its necessary circuit, the light of the gleam from the pillar remained continuous and uninterrupted, unceasingly taking over from the gleams of the solar rays; he who sweetened with wood the bitter and undrinkable water, and turned the rock into
Notes, col. 456

On the reading

Printed πλήγαῖς, for πληγαῖς.

PG 44:457Read from the page
πηγὴν τοῖς διψῶσι μεταποιήσας. Ὁ τῆς γηΐνης τροφῆς τὴν οὐράνιον διαμειψάμενος. Ὁ ἐν τῷ θείῳ γνόφῳ ὀξυωπῶν, καὶ βλέπων ἐν αὐτῷ τὸν ἀόρατον. Ὁ τὴν σκηνὴν τὴν ἀχειροποίητον ἱστορήσας, καὶ τὸν τῆς ἱερωσύνης κόσμον ἀξίως κατανοήσας. Ὁ τὰς θεοτεύκτους πλάκας δεξάμενος, καὶ συντριβείσας πάλιν ἀναχαράξας· ὁ τῆς ἐμφανισθείσης αὐτῷ θείας δυνάμεως ἐπὶ τοῦ προσώπου φέρων τὰ σύμβολα, καὶ τῇ ἐξ αὐτοῦ λαμπηδόνι, οἷόν τισιν ἀκτίνων αὐγαῖς, τῶν ἀναξίως ἐντυγχανόντων ἀποστρέφων τὰς ὄψεις. Ὁ πυρὶ καὶ χάσματι τοὺς ἐπαναστάντας τῇ ἱερωσύνῃ καταδικάσας, καὶ τοὺς εἰς τὴν θείαν χάριν ὑβρίσαντας ἐξαφανίσας· ὁ τὴν γοητείαν τοῦ Βαλαὰμ μεταβαλὼν εἰς εὐσέβειαν. Οὗ ἡ τελευτὴ τῆς ζωῆς ἱστόρηται ὑψηλοτέρα. Ὁ ἐπὶ τῆς ἀκρωρείας τοῦ ὄρους γενόμενος, καὶ μηδὲν ἴχνος, μηδὲ μνημόσυνον τῆς γηΐνης ἀχθηδόνος τῷ ἡλίῳ ὑπολειπόμενος. Ὁ μὴ παραλλάξας τὸν χαρακτῆρα τοῦ κάλλους ὑπὸ τοῦ χρόνου· ἀλλὰ διασώσας ἐν τῇ τρεπτῇ φύσει τὸ ἐν καλῷ ἀναλλοίωτον. Οὗτός ἐστιν ὁ τῆς τετάρτης κατάρχων ἡμῖν ἀναβάσεως, καὶ ὁ συνεπαίρων ἑαυτῷ τὸν διὰ τῶν τριῶν ἤδη τῶν προδιηνυσμένων αἰώνων μέγαν γενόμενον. Ὁ γὰρ ἐν τούτῳ τῷ ὕψει γενόμενος, μεθόριος τρόπον τινὰ τῆς τρεπτῆς τε καὶ ἀτρέπτου φύσεως ἵσταται, καὶ μεσιτεύει καταλλήλως τοῖς ἄκροις, τῷ μὲν Θεῷ ἱκετηρίας ὑπὲρ τῶν ἀλλοιωθέντων ἐξ ἁμαρτίας προσάγων· τῆς δὲ ὑπερκειμένης ἐξουσίας τὸν ἔλεον ἐπὶ τοὺς δεομένους τοῦ ἐλέου διαπορθμεύων. Ὡς ἂν καὶ διὰ τούτου μάθοιμεν, ὅτι ὅσῳ τις πλέον τῶν χθαμαλῶν τε καὶ γηΐνων ἀφίσταται, τοσούτῳ μᾶλλον προσοικειοῦται τῇ πάντα νοῦν ὑπερεχούσῃ φύσει· καὶ μιμεῖται δι' εὐποιΐας τὸ Θεῖον, ἐκεῖνο ποιῶν ὃ τῆς θείας ἐστὶ φύσεως ἴδιον. Λέγω δὲ τὸ εὐεργετεῖν πᾶν τὸ εὐεργεσίας δεόμενον, ὅσον ἐπιδεὲς τῆς εὐποιΐας ἐστί.
a spring for those who thirst; he who exchanged earthly nourishment for that of heaven; he who saw keenly in the divine darkness, beholding within it the Invisible One; he who surveyed the tabernacle not made with hands, and worthily discerned the adornment of the priesthood; he who received the God-wrought tablets, and once they had been shattered engraved them anew; he who bore upon his countenance the tokens of the divine power manifested unto him, and by the gleam issuing from it, as though by gleams of sunbeams, turned away the eyes of those who approached unworthily; he who by fire and chasm condemned those who rose up against the priesthood, and blotted out those who insulted the divine grace; he who turned the sorcery of Balaam into piety; whose end of life is recorded as loftier still: he who came to be upon the summit of the mountain, leaving behind beneath the sun no trace nor memorial of earthly heaviness; he who had the stamp of his beauty unaltered by time, preserving within mutable nature unchangeableness in the noble. This is he who leads the way for us in the fourth ascent, lifting up along with himself the one who has already become great through the three ages previously traversed. For he who has come to be at this height stands in a certain manner on the borderland between mutable and immutable nature, and mediates fittingly between the extremes, offering supplications unto God on behalf of those altered through sin, while ferrying across the mercy of the transcendent sovereignty unto those who stand in need of mercy; so that through this too we might learn that the further anyone withdraws from things lowly and earthly, the more closely he is made akin to the nature that surpasses every mind, and imitates the Divine through beneficence, doing that very thing which is proper to the divine nature—I mean conferring benefits upon everything that stands in need of benefit, in proportion as it stands in need of beneficence.
Τοιαύτην δὴ κατελαβόμην τῆς ψαλμῳδίας ταύτης τὴν ἔννοιαν, ἧς ἡ ἐπιγραφή ἐστιν, « Προσευχὴ τῷ Μωϋσῇ ἀνθρώπῳ τοῦ Θεοῦ. » Ἐπειδὴ γὰρ κεκράτητο τῷ τῆς ἁμαρτίας κακῷ τὸ ἀνθρώπινον, καὶ τῆς πρὸς τὸ ἀγαθὸν ἑνώσεως ἀποῤῥαγὲν, τοῖς ἐναντίοις συνεφύρετο πάθεσι, καί τινος ἐδεῖτο πρεσβείας, πρὸς τὸν ἀνακαλέσασθαι τῆς ἀπωλείας δυνάμενον, ἀντὶ πρέσβεως ὁ τοῦ Θεοῦ ἄνθρωπος γίνεται, ὑπεραπολογούμενος μὲν τοῦ τῶν ὁμοφύλων πτώματος· εἰς δὲ τὸν τῶν ἀπολωλότων οἶκτον δυσωπῶν τὸ Θεῖον. Εὐθὺς γὰρ οἷον δικαιολογεῖται πρὸς τὸν ἀκούοντα, καί φησι, μόνῳ προσεῖναι τῷ Θεῷ τὸ ἐν παντὶ ἀγαθῷ πάγιόν τε καὶ ἀκίνητον καὶ ἀεὶ ὡσαύτως ἔχον· ἐν τροπῇ δὲ καὶ ἀλλοιώσει τὸ ἀνθρώπινον κείμενον, μηδέποτε ἐπὶ τοῦ αὐτοῦ μένειν, μηδὲ εἰ πρὸς τὸ κρεῖττον ἀνίοι, μήτε εἰ ἐκπίπτοι τῆς μετουσίας τοῦ κρείττονος. Οὗ χάριν καταφυγὴν εἰς σωτηρίαν ἀξιοῖ κατὰ πᾶσαν γενεὰν γίνεσθαι τοῦ πλανωμένου τὸ ἀμετάθετον.
Such, then, is the meaning I have grasped of this psalmody, whose inscription is: "A prayer of Moses the man of God." For since human nature had been mastered by the evil of sin, and having been torn away from union towards the good was wallowing in opposite passions, and stood in need of some embassy unto Him Who was able to recall it from destruction, the man of God becomes an ambassador in its stead, pleading in defence of the fall of those of his own race, while entreating the Divine unto pity for the lost. For straightway he pleads his case, as it were, before Him Who hears, and declares that unto God alone belongs that which in every good is steadfast and immovable and ever remaining in the same state; whereas human nature, lying in mutability and alteration, never abides at the same point, neither if it should ascend towards what is better, nor if it should fall away from participation in what is better. Wherefore he asks that the Immutable should become in every generation a refuge unto salvation for the wanderer.