Migne Reading Room

PG 44 · cols. 436–445 · Read from the page

On the Psalms

On the Psalms

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 44:436Read from the page
τῆς ἐπὶ τὸ κρεῖττον ῥοπῆς· μετὰ δὲ τοῦτο, τὴν τῶν ὑψηλῶν τε καὶ θειοτέρων μελέτην, ὡς ἕξιν ἐμποιοῦσαν ἤδη τοῦ κρείττονος. Εἶτα τὴν διὰ τούτων τοῖς τελειουμένοις κατορθουμένην πρὸς τὸ Θεῖον ὁμοίωσιν· ἧς χάριν λέγεται καὶ τὰ προλαβόντα μακάρια. Ταύτην δὲ ἀειθαλεῖ ξυλῷ αἰνίσσεται, ᾧ ἡ τελειωθεῖσα δι' ἀρετῆς ὁμοιοῦται ζωή.
of the inclination towards the better; and after this, meditation upon lofty and more divine things, as already implanting a habit of the better; and next, the likeness to the Divine achieved through these things by those who are being perfected, for the sake of which the preceding stages also are called blessed. And this he hints at by an evergreen tree, to which the life perfected through virtue is likened.
ΚΕΦΑΛΑΙΟΝ Βʹ.
Chapter II.
Ὡς δ' ἂν ἀκριβέστερον ἐπισταίημεν τῇ περὶ τῶν ἀρετῶν διδασκαλίᾳ, ἣν ὑφηγεῖται διὰ πάσης τῆς ψαλμικῆς ὁδηγίας ὁ λόγος, καλῶς ἂν ἔχοι, πρότερον ἡμᾶς ἐφ' ἡμῶν αὐτῶν διελέσθαι, οἷόν τινα τεχνικὸν λόγον ἐν τάξει δι' ἀκολούθου προάγοντας, πῶς ἔστιν ἐν ἀρετῇ γενέσθαι τὸν ἐραστὴν τοῦ τοιούτου βίου. Οὕτω γὰρ ἂν ἐπιγνοίημεν τῆς προδεικνυμένης διδασκαλίας ἡμῖν τὸ ἀκόλουθον. Χρὴ τοίνυν τὸν μέλλοντα πρὸς ἀρετὴν βλέπειν, πρότερον μὲν διακρῖναι τὸν λόγον τόν τε ἀστεῖον καὶ τὸν ὑπαίτιον, ἰδίοις ἑκάτερον ἐπισημειωσάμενον γνωρίσμασιν, ὡς ἂν ἀσύγχυτος αὐτῶν ὁ λόγος εἴη μηδενὶ τῶν κοινωνούντων ἐπιθολούμενος. Σημεῖα δὲ τῆς ἑκατέρου, τούτων ἰδιότητός ἐστι μὲν ἴσως καὶ ἄλλα τινά· τὰ δὲ γενικώτερα τῶν ἄλλων, κατά γε τὴν ἐμὴν ὑπόληψιν, ἔστι ταῦτα· Τὸ μεμερίσθαι πρὸς αἴσθησίν τε καὶ διάνοιαν τὴν ἐγγινομένην τοῖς ἀνθρώποις παρ' αὐτῶν εὐφροσύνην· τῆς μὲν κακίας ἡδυνούσης τὴν αἴσθησιν, τῆς δὲ ἀρετῆς τὴν ψυχὴν εὐφραινούσης. Ἐπὶ τούτοις ἂν εἴη ἀκόλουθον δι' εὐφημίας τε καὶ διαβολῆς τὴν τῶν ἀκουόντων διάνοιαν ἀπάγειν τε τοῦ χείρονος, καὶ προσοικειοῦν τῷ βελτίονι· τῆς μὲν τοῦ πονηροῦ βίου διαβολῆς τὸ μῖσος πρὸς τὴν κακίαν φερούσης· τοῦ δὲ τῶν ἀγαθῶν ἐπαίνου, πρὸς τὸ εὐφημότερον τὴν ἐπιθυμίαν ἐφελκομένου. Μετὰ τοῦτο δὲ ὡς ἂν ἐνεργότερον τοῦ ἀγαθοῦ βίου τὸ ἐγκώμιον γένοιτο, καὶ ἐμψυχότερος ὁ τοῦ χείρονος ψόγος, αὐτῶν προσήκει τῶν ἐν ἀρετῇ θαυμασθέντων, καὶ τῶν ἐν κακίᾳ κατεγνωσμένων τὴν μνήμην ποιήσασθαι. Ἐπίτασιν γάρ τινα τῆς ἐν τῇ ψυχῇ διαθέσεως ἐμποιεῖ καὶ βεβαιότητα, προφανέντα τῶν βίων τὰ ὑποδείγματα, πρὸς τὴν τῶν ἀρίστων ὁμοτιμίαν τῆς ἐλπίδος τὴν ψυχὴν ἐφελκομένης, καὶ τῆς ἐπὶ τῶν κατεγνωσμένων διαβολῆς πρὸς ἀποφυγήν τε καὶ ἀλλοτρίωσιν τῶν ὁμοίων ἐπιτηδευμάτων παιδοτριβούσης. Ἐπὶ πᾶσι δὲ τούτοις ἀναγκαῖον ἂν εἴη πρὸς ἑκάτερον τούτων λεπτομερῆ τινα διδασκαλίαν ποιήσασθαι, ἣ καὶ τὸ κρεῖττον ὑποδείξει καὶ ἀποτρέψει τοῦ χείρονος· πρὸς τοῦτο μὲν ὑποθήκαις τισὶν καὶ συμβουλαῖς ὁδηγοῦσα τὴν ἀκοὴν, ἀπὸ δὲ τῶν χειρόνων διὰ τῶν ἀποτρεπτικῶν ἀπείργουσα λόγων.
Yet in order that we may attend more accurately to the teaching concerning the virtues which the word guides us through across the whole guidance of the Psalms, it would be well for us first to distinguish by ourselves, advancing a kind of technical account in due order and sequence, how it is possible for the lover of such a life to come to be in virtue; for thus we might recognize the coherence of the teaching set forth before us. One who intends to look towards virtue must, then, first distinguish the noble account from the blameworthy, marking off each by its own proper tokens, so that the account of them may remain unconfused and unclouded by anything shared in common. Now there are perhaps other signs as well of the distinctive character of each of these, yet those more general than the rest, at least in my judgement, are these: that the gladness arising in human beings from them is divided between sense-perception and understanding—vice sweetening sense-perception, whereas virtue gladdens the soul. Following upon these points, it would be consistent, through commendation and censure, both to lead the understanding of the hearers away from the worse and to familiarize it with the better—censure of the wicked life bringing hatred against vice, while praise of good things draws desire towards what is more honourable. After this, so that the encomium of the good life may become more efficacious and the blame of the worse more spirited, it is fitting to make mention of the very men who have been admired in virtue and of those who have been condemned in vice. For when the examples of their lives are set openly before view, they produce a certain intensification and steadfastness of the disposition in the soul, as hope draws the soul towards equal honour with the noblest men, while the censure passed upon the condemned trains it towards flight and estrangement from like pursuits. Over and above all these things, it would be necessary to frame a detailed teaching with respect to each of these two, which will both point out the better and turn one away from the worse—guiding the hearing towards the former by certain precepts and counsels, and restraining it from worse things through dissuasive discourses.
Notes, col. 436

On the reading

Printed ξυλῷ, for ξύλῳ.

PG 44:437Read from the page
Τούτων δὲ οὕτω διευκρινηθέντων, ἐπειδὴ δυσπαράδεκτόν ἐστι τῇ φύσει πᾶν τὸ πρὸς ἡδονὴν ἀλλοτρίως ἔχον (ἡδονὴν δὲ λέγω τὴν τοῦ σώματος φίλην· ἡ γὰρ τῆς ψυχῆς εὐφροσύνη πολλῷ τῷ μέσῳ τῆς ἀλόγου τε καὶ ἀνδραποδώδους ἡδυπαθείας ἀπῴκισται)· ἴδιον δὲ σημεῖον ἑκατέρου τῶν βίων, τοῦ ἐν ἀρετῇ τε καὶ κακίᾳ, τοῦτο προλαβόντες ἐπέγνωμεν, ὅτι διὰ μὲν τῆς κακίας κολακεύεται ἡμῶν τὰ τῆς σαρκὸς αἰσθητήρια, ἡ δὲ ἀρετὴ ψυχῆς εὐφροσύνη τοῖς κατορθώσασι γίνεται. Τοῖς δὲ νῦν εἰσαγομένοις πρὸς τὸν ὑψηλότερον βίον, οἷς ἔτι τοῦ καλοῦ κριτήριον ἡ αἴσθησις εἶναι δοκεῖ, οὔπω ἱκανῶς ἔχει καθορᾷν τὸ ἀγαθὸν ἡ ψυχὴ, ἀγύμναστος ἔτι καὶ ἀήθης οὖσα τῆς τοιαύτης κατανοήσεως. Πρὸς δὲ τὸ μὴ γνωριζόμενον ἅπαν, κἂν ὅτι μάλιστα καλὸν ᾖ, ἀκίνητος ἡμῶν ἡ ἐπιθυμία μένει, ἐπιθυμίας δὲ μὴ προϋπαρχούσης, οὐδ' ἂν ἡδονή τις ἐγγένοιτο τοῦ μὴ ποθουμένου πράγματος, ὁδὸς γὰρ εἰς ἡδονὴν ὁ πόθος γίνεται. Ἀναγκαίως ἐπινοῆσαί τι χρὴ τοιοῦτον τοῖς μήπω τῆς ἀκηράτου καὶ θείας ἡδονῆς γευσαμένοις, δι' οὗ συμπαραδεχθήσεται τῆς ἀρετῆς τὰ διδάγματα, διά τινος τῶν τὴν αἴσθησιν εὐφραινόντων ἐφηδυνόμενα, καθάπερ καὶ τοῖς ἰατροῖς ποιεῖν σύνηθες, ὅταν τι πικρόν τε καὶ δύσληπτον τῶν ἀλεξητηρίων φαρμάκων εὔληπτον ποιοῦσι τοῖς ἀῤῥωστοῦσι, τῇ τοῦ μέλιτος ἡδονῇ παραρτύοντες. Εἰ δὲ τελείως ἡμῖν ἡ εἰσαγωγὴ τοῦ κατ' ἀρετὴν βίου διὰ τῶν εἰρημένων τετεχνολόγηται, ὡς δεῖν πρότερον μὲν ἀπ' ἀλλήλων χωρίσαι τὰ ἐναντία τῶν ἐπιτηδευμάτων, εἶτα ἑκάτερον αὐτῶν τῷ ἰδίῳ γνωρίσματι σημειώσασθαι, καὶ μετὰ τοῦτο τὸ μὲν ἀπασεμνύναι τῷ λόγῳ, τὸ δὲ φευκτὸν ἐκ διαβολῆς ἀπεργάσασθαι· τοῖς τε τῶν ἐπισήμων ἀνδρῶν ὑποδείγμασιν ἐπιῤῥῶσαι πρὸς ἑκάτερον τὴν διάνοιαν, καὶ ταῖς μερικαῖς ὑποθήκαις τήν τε πρὸς τὸ ἀγαθὸν ἄγουσαν ὁδὸν ὑποδεῖξαι, καὶ ἀποτρέψαι τοῦ χείρονος· τό τε κατεσκληκὸς καὶ ἀνδρῶδες τῆς ἀρετῆς, ἡδὺ ποιῆσαι τοῖς νηπιάζουσι, διά τινος τῶν εὐφραινόντων τὴν αἴσθησιν ἡμῶν γλυκαινόμενον, καιρὸς ἂν εἴη κατανοῆσαι, πῶς διὰ τῆς θεωρηθείσης ταύτης τεχνολογίας, πᾶσα προῆκται ἡμῖν ἡ διὰ τῶν ψαλμῶν διδασκαλία, τῆς τε κακίας ἀπείργουσα καὶ πρὸς ἀρετὴν ἐφελκομένη.
Now that these matters have been thus distinguished, since anything alien to pleasure is hard for nature to welcome (by pleasure I mean that which is dear to the body, for the gladness of the soul dwells at a wide remove from irrational and slavish sensual indulgence), and since we recognized beforehand as a proper token of each of the two lives—that in virtue and that in vice—that through vice the bodily organs of sense are flattered, whereas virtue becomes gladness of soul for those who achieve it; yet in those now being introduced to the loftier life, to whom sense-perception still seems to be the criterion of the noble, the soul is not yet sufficiently able to behold the good, being still unpractised and unaccustomed to such comprehension, and towards everything unknown, however supremely noble it may be, our desire remains unmoved, while if desire does not exist beforehand no pleasure could arise in an uncoveted object either, since longing becomes the road to pleasure: one must of necessity devise something for those who have not yet tasted pure and divine pleasure, through which the teachings of virtue will be welcomed along with it, sweetened by one of the things that gladden sense-perception—just as physicians too are accustomed to do when they render some bitter and unpalatable healing drug easy for the sick to take by seasoning it with the sweetness of honey. And if the introduction to the virtuous life has been completely systematized by us through what has been said—namely, that one must first separate opposite pursuits from one another, next mark off each of them by its own token, and after this exalt the one in speech while rendering the other something to be shunned through censure, strengthen the understanding towards each by the examples of distinguished men, point out by particular precepts the road leading to the good and turn one away from the worse, and make the austere and manly character of virtue pleasant to the childish by sweetening it through something that gladdens our sense-perception—it would now be seasonable to comprehend how, through this systematic art we have contemplated, the whole teaching given us through the Psalms has been set forth, restraining us from vice and drawing us towards virtue.
ΚΕΦΑΛΑΙΟΝ Γʹ.
Chapter III.
Πρῶτον τοίνυν, ἐκ γὰρ τῶν τελευταίων ἀρχόμεθα τῆς ἐξετάσεως, σκοπήσωμεν τὴν ἐπίνοιαν, δι' ἧς οὕτω σκληράν τε καὶ σύντονον οὖσαν τὴν κατ' ἀρετὴν πολιτείαν, τήν τε τῶν μυστηρίων αἰνιγματώδη διδασκαλίαν, καὶ τὴν ἀπόῤῥητόν τε καὶ κεκρυμμένην δυσεφίκτοις θεωρήμασι θεολογίαν, οὕτως εὔληπτόν τε καὶ γλυκεῖαν ἐποίησεν, ὡς μὴ μόνον τε-
First, then—for we begin our inquiry from the last points—let us examine the device whereby he made the virtuous way of life, harsh and strenuous as it is, and the enigmatic teaching of the mysteries, and the ineffable theology hidden in hard-to-attain contemplations, so easy to grasp and sweet that not only per-
Notes, col. 437

On the reading

Printed ἀπασεμνύναι, for ἀποσεμνύναι.

PG 44:440Read from the page
λείοις ἀνδράσι τοῖς ἤδη κεκαθαρμένοις τὰ τῆς ψυχῆς αἰσθητήρια τὴν διδασκαλίαν ταύτην σπουδάζεσθαι, ἀλλὰ καὶ τῆς γυναικωνίτιδος ἴδιον γενέσθαι κτῆμα, καὶ νηπίοις ὥς τι τῶν ἀθυρμάτων ἡδονὴν φέρειν, καὶ τοῖς παρῃλικεστέροις ἀντὶ βακτηρίας τε καὶ ἀναπαύσεως γίνεσθαι, τόν τε φαιδρυνόμενον, ἑαυτοῦ νομίζειν εἶναι τῆς διδασκαλίας ταύτης τὸ δῶρον· καὶ τὸν σκυθρωπῶς ἐκ περιστάσεως διακείμενον, δι' αὐτὸν οἴεσθαι τὴν τοιαύτην τῆς γραφῆς χάριν δεδόσθαι. Ὁδοιποροῦντές τε πρὸς τούτοις καὶ θαλαττεύοντες ἄνθρωποι, ἤ τισιν ἐπιδιφρίοις ἐργασίαις προσασχολούμενοι, καὶ πάντες ἁπαξαπλῶς ἐν πᾶσιν ἐπιτηδεύμασιν ἄνδρες τε καὶ γυναῖκες, ἐν ὑγείᾳ τε καὶ ἀῤῥωστίᾳ, ζημίαν ποιοῦνται, τὸ μὴ διὰ στόματος τὴν ὑψηλὴν ταύτην διδασκαλίαν φέρειν. Ἤδη δὲ καὶ τὰ συμπόσια, καὶ αἱ γαμικαὶ φαιδρότητες, ὡς μέρος εὐφροσύνης τὴν φιλοσοφίαν ταύτην ἐν ταῖς θυμηδίαις παραλαμβάνουσιν, ἵνα παρῶμεν τὴν ἔνθεον ἐν ταῖς παννυχίσι διὰ τούτων ὑμνῳδίαν, καὶ τῶν ἐκκλησιῶν ἐσπουδασμένην ἐν τούτοις φιλοσοφίαν.
fect men who have already purified the faculties of perception of their soul earnestly pursue this teaching, but that it also becomes the special possession of the women's quarters, brings pleasure like some plaything to infants, and serves in place of a staff and rest for those more advanced in age; that he who is cheerful deems the gift of this teaching to belong peculiarly to himself, and he who is downcast from circumstance supposes that such grace of Scripture was given on his own account. Wayfarers, moreover, and seafarers, or men engaged in sedentary trades, and in a word all men and women alike in every walk of life, in health and in sickness, count it a loss not to bear this lofty teaching upon their lips. Already even banquets and wedding festivities adopt this philosophy as part of their gladness in their merrymaking—to say nothing of the divinely inspired hymnody sung through these Psalms in all-night vigils, and the earnest philosophy of the churches in them.
Τίς οὖν ἡ ἐπίνοια τῆς ἀφράστου ταύτης καὶ θείας ἡδονῆς, ἣν κατέχεε τῶν διδαγμάτων ὁ μέγας Δαβὶδ, διὰ ἧς οὕτω γέγονεν εὐπαράδεκτον τῇ φύσει τῶν ἀνθρώπων τὸ μάθημα; πρόχειρον μὲν ἴσως παντὶ εἰπεῖν τὴν αἰτίαν, καθ' ἣν ἐν ἡδονῇ τὴν ἐν τούτοις μελέτην ποιούμεθα· τὸ γὰρ μελῳδεῖν τὰ ῥήματα, εἴποι τις ἂν αἴτιον εἶναι τοῦ μεθ' ἡδονῆς περὶ τούτων διεξιέναι. Ἐγὼ δὲ κἂν ἀληθὲς ᾖ τοῦτο, φημὶ δεῖν μὴ παριδεῖν ἀθεώρητον. Ἔοικε γὰρ μεῖζόν τι, ἢ κατὰ τὴν τῶν πολλῶν διάνοιαν ὑποσημαίνειν, ἡ διὰ τῆς μελῳδίας φιλοσοφία. Τί οὖν ἐστιν ὃ φημί; Ἤκουσά τινος τῶν σοφῶν τὸν περὶ τῆς φύσεως ἡμῶν διεξιόντος λόγον, ὅτι μικρός τις κόσμος ἐστὶν ὁ ἄνθρωπος, πάντα ἔχων ἐν ἑαυτῷ τὰ τοῦ μεγάλου κόσμου. Ἡ δὲ τοῦ παντὸς διακόσμησις, ἁρμονία τίς ἐστι μουσικὴ πολυειδῶς καὶ ποικίλως κατά τινα τάξιν καὶ ῥυθμὸν πρὸς ἑαυτὴν ἡρμοσμένη, καὶ ἑαυτῇ συνᾴδουσα, καὶ μηδέποτε τῆς συμφωνίας ταύτης διασπωμένη, εἰ καὶ πολλή τις ἐν τοῖς καθ' ἕκαστον ἡ τῶν ὄντων διαφορὰ θεωρεῖται. Οἷον γὰρ ἐπὶ τοῦ πλήκτρου γίνεται τοῦ τεχνικῶς ἁπτομένου τῶν τόνων, καὶ τὸ μέλος ἐν τῇ ποικιλίᾳ τῶν φθόγγων προάγοντος, ὡς εἴγε μονοειδής τις ἐν πᾶσιν ὁ φθόγγος ἦν, οὐδ' ἂν συνέστη πάντως τὸ μέλος· οὕτως καὶ ἡ τοῦ παντὸς κρᾶσις ἐν ποικίλοις τῶν καθ' ἕκαστον ἐν τῷ κόσμῳ θεωρουμένων διά τινος τεταγμένου τε καὶ ἀπαραβάτου ῥυθμοῦ αὐτὴ ἑαυτῆς ἁπτομένη, καὶ τὴν τῶν μερῶν πρὸς τὸ ὅλον εὐαρμοστίαν ἐργαζημένη, τὴν παναρμόνιον ταύτην ἐν τῷ παντὶ μουσουργεῖ μελῳδίαν, ἧς ἀκροατὴς ὁ νοῦς γίνεται, κατ' οὐδὲν τῇ ἀκοῇ ταύτῃ συγχρώμενος, ἀλλ' ὑπερκύπτων τὰ τῆς σαρκὸς αἰσθητήρια καὶ ἄνω γενόμενος, οὕτως ἐπαΐει τῆς τῶν οὐρανῶν ὑμνῳδίας. Ὥς μοι δοκεῖ καὶ ὁ μέγας ὀκηκοέναι Δαβὶδ, ὅτε διὰ τῆς θεωρουμένης αὐτοῖς τεχνικῆς τε καὶ
What, then, is the device behind this ineffable and divine pleasure which the great David poured over his teachings, through which the lesson has become so welcome to human nature? Perhaps it is ready at hand for anyone to state the reason why we pursue our meditation upon these things with pleasure: for singing the words to melody, someone might say, is the reason why we go through them with delight. Yet for my part, even if this be true, I maintain that one ought not to pass it by unexamined; for the philosophy conveyed through melody seems to hint at something greater than accords with the notion of the many. What, then, is it that I mean? I heard one of the wise expounding the account concerning our nature: that man is a kind of little world, possessing within himself all the elements of the great world. Now the ordering of the universe is a kind of musical harmony, attuned to itself in manifold and varied ways according to a certain order and rhythm, singing in concert with itself, and never torn apart from this symphony, even though great difference among beings is observed in individual particulars. For just as happens with the plectrum that skilfully touches the strings and brings forth the melody in the variety of notes—whereas if the note were uniform across them all, the melody would certainly never have come into being—so too the blending of the universe among the varied particulars observed in the world, touching itself through a certain appointed and inviolable rhythm and working out the harmonious concord of the parts towards the whole, performs this all-harmonious melody within the universe; and of this melody the intellect becomes a hearer, making no use at all of this bodily hearing, but peering above the organs of perception of the flesh and rising on high, and so hearkens to the hymnody of the heavens—even as, it seems to me, the great David also heard it, when through the skilful and
Notes, col. 440

On the reading

Printed ἐργαζημένη, for ἐργαζομένη.

Printed ὀκηκοέναι, for ἀκηκοέναι.

PG 44:441Read from the page
πανσόφου κινήσεως, τὴν δόξαν τοῦ ἐν αὐτοῖς ταῦτα ἐνεργοῦντος Θεοῦ διηγουμένων ἐπηκροάσατο.
all-wise motion perceived in them, he hearkened to them declaring the glory of the God Who works these things within them.
Ἀληθῶς γὰρ τῆς ἀνεφίκτου τε καὶ ἀφράστου Θεοῦ δόξης, ὕμνος ἐστὶ τῷ τοιούτῳ ῥυθμῷ προσαγόμενος, ἡ τῆς κτίσεως πάσης πρὸς ἑαυτὴν συνῳδία, διὰ τῶν ἐναντίων συγκεκραμένη. Ἐναντίως γὰρ ἔχει πρὸς ἄλληλα στάσις καὶ κίνησις. Ταῦτα δὲ κέκραται μετ' ἀλλήλων ἐν τῇ φύσει τῶν ὄντων. Καί τις ἀμήχανος ἐν αὐτοῖς καθορᾶται τῶν ἀντικειμένων μίξις, ὡς καὶ ἐν τῇ κινήσει τὸ στάσιμον δείκνυσθαι, καὶ ἐν τῷ μὴ κινουμένῳ τὸ ἀεικίνητον. Κινεῖται μὲν γὰρ τὰ κατ' οὐρανὸν ἀεὶ πάντα, ἢ τῷ ἀπλανεῖ συμπεριπολοῦντα κύκλῳ, ἢ κατὰ τὸ ἐναντίον διὰ τῶν πλανητῶν ἀνελισσόμενα. Ἕστηκε δὲ πάντοτε καὶ ἐπὶ τῆς ταυτότητος μένει ὁ ἐν τούτοις εἰρμὸς, οὐδέποτε ἀπὸ τοῦ ἐν ᾧ ἐστιν ἐφ' ἕτερόν τι καινὸν μεθιστάμενος, ἀλλ' ἀεὶ ὡσαύτως ἔχων, καὶ ἐν τῷ αὐτῷ διαμένων. Ἡ τοίνυν τοῦ ἑστῶτος πρὸς τὸ κινούμενον σύνοδος ἐν τεταγμένῃ τινὶ καὶ ἀπαραβάτῳ γινομένη διὰ παντὸς εὐαρμοστίᾳ, μουσική τίς ἐστιν ἁρμονία σύγκρατον καὶ θεσπεσίαν τῆς τὸ πᾶν διακρατούσης δυνάμεως ὑμνῳδίαν ἀποτελοῦσα. Ἧς μοι δοκεῖ καὶ ὁ μέγας Δαυΐδ ἐν ἀκροάσει γενόμενος εἰπεῖν ἔν τινι τῶν ψαλμῶν, ὅτι αἰνοῦσι τὸν Θεὸν αἵ τε ἄλλαι δυνάμεις, αἱ κατ' οὐρανὸν πᾶσαι, καὶ τὸ ἀστρῶον φῶς, ὅ τε ἥλιος καὶ ἡ σελήνη, καὶ οἱ τῶν οὐρανῶν οὐρανοὶ, καὶ τὸ ὑπερουράνιον ὕδωρ, ὅτι ποτὲ τὸ ὕδωρ λέγει καὶ τὰ ἑξῆς πάντα ὅσα ἡ κτίσις ἔχει. Ἡ γὰρ τῶν πάντων πρὸς ἄλληλα σύμπνοιά τε καὶ συμπάθεια, τάξει καὶ κόσμῳ καὶ ἀκολουθίᾳ διοικουμένη, ἡ πρώτη τε καὶ ἀρχέτυπος καὶ ἀληθής ἐστι μουσική· ἣν ὁ τοῦ παντὸς ἁρμοστὴς, τῷ ἀῤῥήτῳ τῆς σοφίας λόγῳ διὰ τῶν ἀεὶ ἐγγινομένων ἐν σοφίᾳ τεχνικῶς ἀνακρούεται. Εἰ οὖν ὁ διάκοσμος ὅλος μουσική τις ἁρμονία ἐστὶν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεὸς, καθώς φησιν ὁ Ἀπόστολος· μικρὸς δὲ κόσμος ὁ ἄνθρωπος, ὁ δὲ αὐτὸς οὗτος καὶ μίμημα τοῦ ἁρμοσαμένου τὸν κόσμον πεποίηται· ὅπερ ἐπὶ τοῦ μεγάλου κόσμου οἶδεν ὁ λόγος, τοῦτο κατὰ τὸ εἰκὸς καὶ ἐν τῷ μικρῷ βλέπει· τὸ γὰρ μέρος τοῦ ὅλου, ὁμογενές ἐστι πάντως τῷ ὅλῳ. Ὥσπερ γὰρ ἐν τῷ ψήγματι βραχείας ὑάλου κατὰ τὸ στίλβον μέρος, ὅλον ἔστιν ἰδεῖν, ὡς ἐν κατόπτρῳ, τὸν κύκλον τοῦ ἡλίου δεικνύμενον, καθὼς χωρεῖ ἡ βραχύτης τοῦ στίλβοντος· οὕτω καὶ ἐν τῷ μικρῷ κόσμῳ, τῇ ἀνθρωπίνῃ λέγω φύσει, πᾶσα ἡ ἐν τῷ παντὶ θεωρουμένη μουσικὴ καθορᾶται, ἀναλογοῦσα τῷ ὅλῳ διὰ τοῦ μέρους, ὡς χωρεῖται τὸ ὅλον ὑπὸ τοῦ μέρους. Δείκνυσι δὲ τοῦτο
For truly a hymn offered in such rhythm unto the unattainable and ineffable glory of God is the concord of all creation with itself, blended together out of opposites. For rest and motion stand in opposition to one another; yet these have been blended with one another in the nature of beings, and an extraordinary mingling of opposites is beheld within them, so that both stability is shown within motion, and perpetual motion within that which is unmoved. For all things in heaven are ever in motion, whether revolving along with the fixed sphere or, contrariwise, unwinding through the planets; yet the concatenation among them stands ever fast and abides in selfsameness, never shifting from the state wherein it is unto anything else that is novel, but ever remaining in the same manner and continuing in the same course. This coming together, therefore, of that which stands fast with that which is moved, taking place perpetually in a certain appointed and inviolable harmoniousness, is a kind of musical harmony accomplishing a blended and divinely wondrous hymnody of the power that holds the universe together. Having come within hearing of this hymnody, as it seems to me, the great David also said in one of the Psalms that both all the other powers across heaven praise God, and the starry light, the sun and the moon, and the heavens of the heavens, and the water above the heavens—whatever he means by the water—and all the succeeding things that creation contains. For the mutual conspiracy and sympathy of all things, governed in order, adornment, and sequence, is the primal, archetypal, and true music, which the Harmonizer of the universe skilfully strikes up by the ineffable word of wisdom through the things that ever come to pass in wisdom. If, then, the whole cosmic order is a kind of musical harmony, whose artificer and framer is God, as the Apostle says, while man is a little world, and this very man has also been made an imitation of Him Who harmonized the world, then whatever reason discerns in the great world it naturally sees in the little one as well; for the part of the whole is altogether akin to the whole. For just as in a fragment of a tiny piece of glass, along its gleaming surface, one can see—as in a mirror—the whole disc of the sun displayed, inasmuch as the smallness of the gleaming fragment admits it, so too in the little world—I mean in human nature—all the music contemplated in the universe is beheld, corresponding to the whole through the part, insofar as the whole is contained by the part. And this is shown by
PG 44:444Read from the page
καὶ ἡ ὀργανικὴ τοῦ σώματος ἡμῶν διασκευὴ πρὸς ἐργασίαν μουσικῆς φιλοτεχνηθεῖσα παρὰ τῆς φύσεως. Ὁρᾷς τὸν τῆς ἀρτηρίας αὐλὸν, τὴν τῆς ὑπερῴας μαγάδα, τὴν διὰ γλώττης καὶ παρειῶν καὶ στόματος, ὡς διὰ χορδῶν καὶ πλήκτρου κιθαρῳδίαν;
our body's instrumental frame as well, skilfully fashioned by nature for the production of music. Do you see the pipe of the windpipe, the bridge of the palate, and the cithara-playing performed through tongue, cheeks, and mouth, as though through strings and plectrum?
Ἐπεὶ οὖν πᾶν τὸ κατὰ φύσιν φίλον τῇ φύσει, ἀπεδείχθη δὲ κατὰ φύσιν ἡμῖν οὖσα ἡ μουσικὴ, τούτου χάριν, ὁ μέγας Δαυΐδ τῇ περὶ τῶν ἀρετῶν φιλοσοφίᾳ τὴν μελῳδίαν κατέμιξεν· οἷόν τινα μέλιτος ἡδονὴν τῶν ὑψηλῶν καταχέας δογμάτων, δι' ἧς ἑαυτὴν ἀναθεωρεῖ τρόπον τινὰ καὶ θεραπεύει ἡ φύσις. Θεραπεία γὰρ φύσεώς ἐστιν ἡ τῆς ζωῆς εὐρυθμία, ἥν μοι δοκεῖ συμβουλεύειν δι' αἰνιγμάτων ἡ μελῳδία. Τάχα γὰρ αὐτὸ τοῦτο πρὸς τὴν ὑψηλοτέραν τοῦ βίου κατάστασιν, παραίνεσις γίνεται. Τὸ μὴ δεῖν ἄμουσόν τε καὶ ἔκτροπον καὶ παρηχημένον τῶν ἐν ἀρετῇ ζώντων εἶναι τὸ ἦθος, μήτε πέρα τοῦ μέτρου τῆς χορδῆς ὀξυτονούσης· ῥήγνυται γὰρ πάντως ὑπερτεινόμενον τῆς χορδῆς τὸ εὐάρμοστον· μήτ' αὖ πρὸς τὸ ἐναντίον ἐν ἀμετρίᾳ δι' ἡδονῆς ὑποχαλᾷν τὸν τόνον. Κωφὴ γὰρ καὶ ἄναυδος γίνεται ἡ ψυχὴ τοῖς τοιούτοις πάθεσιν ἐγχαυνωθεῖσα· καὶ τὰ ἄλλα πάντα ὡσαύτως ἐπιτείνειν τε κατὰ καιρὸν καὶ ὑφιέναι τοῦ τόνου· πρὸς τοῦτο βλέποντας, ὅπως ἂν ἡμῖν διὰ παντὸς εὐμελής τε καὶ εὔρυθμος ὁ ἐν τούτοις ἤθεσι διαμένοι τρόπος, μήτε ἀμέτρως λυόμενος, μήτε πέρα τοῦ μέτρου ὑπερτεινόμενος. Ὅθεν καὶ τὰ κατορθώματα τῆς θείας ταύτης μουσικῆς προσμαρτυρεῖ τῷ Δαυΐδ ἡ ἱστορία· ὅτι παράφορόν ποτε καταλαβὼν τὸν Σαοὺλ, καὶ ἐξεστηκότα τῆς διανοίας, οὕτως ἐξιάσατο κατεπᾴδων τοῦ πάθους, ὥστε αὐτῷ πάλιν πρὸς τὸ κατὰ φύσιν ἐπανελθεῖν τὴν διάνοιαν. Δῆλον οὖν ἐκ τούτων ἐστὶ πρὸς ὅ τι βλέπει τῆς μελῳδίας τὸ αἴνιγμα ὅτι τὴν τῶν παθημάτων καταστολὴν συμβουλεύει ποιεῖσθαι τῶν διαφόρως ἡμῖν ἐγγινομένων ἐκ τῶν βιωτικῶν περιστάσεων. Ἀλλὰ καὶ τοῦτο προσήκει μὴ παραδραμεῖν ἀθεώρητον, ὅτι οὐ κατὰ τοὺς ἔξω τῆς ἡμετέρας σοφίας μελοποιοὺς, καὶ ταῦτα τὰ μέλη πεποίηται· οὐ γὰρ ἐν τῷ τῶν λέξεων τόνῳ κεῖται τὸ μέλος, ὥσπερ ἐν ἐκείνοις ἔστιν ἰδεῖν, παρ' οἷς ἐν τῇ ποιᾷ τῶν προσῳδιῶν συνθήκῃ, τοῦ ἐν τοῖς φθόγγοις τόνου βαρυνομένου τε καὶ ὀξυτονοῦντος καὶ βραχυνομένου τε καὶ παρατείνοντος, ὁ ῥυθμὸς ἀποτίκτεται, ἀλλὰ καὶ ἀκατάσκευόν τε καὶ ἀνεπιτήδευτον τοῖς θείοις λόγοις ἐνείρας τὸ μέλος, ἑρμηνεύειν τῇ μελῳδίᾳ τὴν τῶν λεγομένων διάναιαν βούλεται, τῇ ποιᾷ συνδιαθέσει, τοῦ κατὰ τὴν φωνὴν τόνου τὸν ἐγκείμενον τοῖς ῥήμασι νοῦν, ὡς δυνατὸν, ἐκκαλύπτων. Τὸ μὲν οὖν προσόψημα τῆς ἐδωδῆς τοιοῦτον, ᾧ καταγλυκαίνεται καθάπερ τισὶν ἡδύσμασιν ἡ τῶν διδαγμάτων τροφή.
Since, then, everything in accordance with nature is dear to nature, and music has been shown to be in accordance with nature for us, for this sake the great David mingled melody with the philosophy concerning the virtues, pouring a kind of honeyed sweetness over his lofty doctrines, whereby nature in a certain way contemplates and heals itself. For the healing of nature is the rhythmic harmony of life, which melody seems to me to counsel through enigmas. For perhaps this very thing becomes an exhortation towards the loftier state of life: that the character of those living in virtue ought not to be unmusical, jarring, or out of tune, neither with the string pitched sharp beyond measure—for the harmoniousness of the string invariably snaps when overstretched—nor, on the other hand, slackening the tension immoderately towards the opposite extreme through pleasure; for the soul, grown slack and porous through such passions, becomes deaf and voiceless. Rather, in all other things alike, we should both tighten and relax our tension in due season, looking towards this end: that our way of life amid these habits may ever abide melodious and well-rhythmed for us, neither immoderately slackened nor overstretched beyond measure. Hence sacred history also attests the achievements of this divine music to David: how, finding Saul once distraught and beside himself in mind, he so healed him of his affliction by singing charms over him that his understanding returned once more to its natural state. From these considerations, then, it is clear towards what the enigma of melody looks: it counsels us to practise the quelling of the passions that arise variously within us out of the circumstances of life. Yet it is fitting not to pass this point by unexamined either: that these songs too have not been composed after the manner of the lyric poets outside our wisdom. For with us the melody does not reside in the accentual pitch of the words, as one may see among those poets, with whom rhythm is generated in a particular arrangement of prosodies as the pitch in the sounds is lowered or raised, shortened or prolonged; rather, weaving an unadorned and unaffected melody into the divine words as well, he wishes by the melody to interpret the meaning of what is spoken, uncovering so far as possible, through the particular disposition of the vocal tone, the sense inherent in the words. Such, then, is the relish of the food, whereby the nourishment of the teachings is thoroughly sweetened as though by certain seasonings.
Notes, col. 444

On the reading

Printed διάναιαν, for διάνοιαν.

PG 44:445Read from the page
ΚΕΦΑΛΑΙΟΝ Δ.
Chapter IV.
Καιρὸς δ' ἂν εἴη καὶ αὐτὴν ἤδη τὴν τῶν ἀρετῶν πανδαισίαν κατανοῆσαι τῷ λόγῳ, κατὰ τὴν προεκτεθεῖσαν ἡμῖν τεχνικὴν θεωρίαν. Πρῶτον μὲν γὰρ φανεροῖς σημείοις διακεκριμένην ἔστιν εὑρεῖν τὴν ἀρετὴν ἐκ τῆς κακίας, ὡς ἀσύγχυτον εἶναι τὴν ἑκατέρου τούτων πρὸς τὸ ἐναντίον διαφοράν. Ἐκ γὰρ τῆς ἐγγινομένης ἡμῖν ἀπ' αὐτῶν εὐφροσύνης, τὸ ἐξαίρετον τῆς τῶν ἐπιτηδευμάτων ἰδιότητος δείκνυται· τῆς μὲν κακίας τὰς περὶ τὸ σῶμα αἰσθήσεις, τῆς δὲ ἀρετῆς τὴν ψυχὴν εὐφραινούσης. Ὡς ἀπλανῆ τε καὶ ἀναμφίβολον εἶναι, τὴν ἐκ τῶν σημείων τούτων εὑρισκομένην τοῦ ὑποκειμένου φύσιν.
Now it would be seasonable to comprehend in discourse the very banquet of the virtues itself as well, in accordance with the technical contemplation set forth beforehand by us. First of all, then, one can find virtue distinguished from vice by manifest signs, so that the difference of each of these two from its opposite remains unconfused. For from the gladness arising in us from them the distinctive character of the pursuits is shown—vice gladdening the senses around the body, whereas virtue gladdens the soul—so that the nature of the subject discovered from these signs is unerring and unambiguous.
Καὶ τοῦτο ἐξ ἄλλων τέ τινων, κατά τε τὸ πρόχειρον, καὶ κατὰ τὴν ἐν τῷ βάθει κειμένην θεωρίαν τῶν νοημάτων ἐν πολλοῖς τῆς ψαλμῳδίας ἔστιν εὑρεῖν, καὶ μάλιστά γε κατὰ τὸν τέταρτον ψαλμὸν, ἐν ᾧ φησι, βαρυκαρδίους εἶναι τοὺς τὸ ψεῦδος καὶ τὸ μάταιον τῆς ἀληθείας μὴ διακρίνοντας, ἀλλ' ἀγαπῶντας μὲν τὸ ἀνύπαρκτον, περιορῶντας δὲ τὸ μένον, καὶ τοῦ ἀγαπᾶσθαι ἄξιον. Μόνην γὰρ εἶπε θαυμαστὴν ἀληθῶς εἶναι τὴν ὁσιότητα, τὰ δὲ ἄλλα πάντα τὰ ἀντὶ τῶν ἀγαθῶν σπουδαζόμενα τοῖς ἀνθρώποις ἐν ὑπολήψει κεῖσθαι, ἐφ' ἑαυτῶν οὐκ ὄντα, ἀλλ' ἐν τῇ ματαίᾳ τῶν ἀνθρώπων ὀιήσει τὸ εἶναι ἔχειν δοκοῦντα. Καὶ ὡς ἂν φανερώτερον ἐκκαλύψειε τὸ περὶ τούτων δόγμα, προϊὼν φησιν, ὅτι οἱ πολλοὶ τὸ ἀγαθὸν ἐν τοῖς φαινομένοις ὁρίζονται, λέγοντες ἐκεῖνο μόνον εἶναι ἀγαθὸν, ὅπερ ἄν τις τῇ αἰσθήσει προδείξῃ. «Πολλοὶ γὰρ, φησὶ, λέγουσι, Τίς δείξει ἡμῖν τὰ ἀγαθά;» Ὁ δὲ πρὸς τὴν ἀρετὴν βλέπων τὴν μὲν ἀνδραποδώδη ταύτην τοῦ καλοῦ κρίσιν περιορᾷ· ἐν δὲ τῷ φωτὶ τὸ καλὸν βλέπει. Καὶ οὕτως ἐπισημειοῦται τὴν θεοειδῆ τε καὶ ὑψηλὴν εὐφροσύνην. Φῶς δὲ ἐκεῖνο λέγει, τὸ ἐκ τοῦ θείου προσώπου ἀπαυγαζόμενον, οὗ καθικέσθαι ἡ αἴσθησις φύσιν οὐκ ἔχει. « Ἐσημειώθη γὰρ, φησὶν, ἐφ' ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε. » Θεοῦ γὰρ πρόσωπον ἐν χαρακτῆρσι θεωρούμενον, οὔ μοι δοκεῖ ἕτερον παρὰ τὰς ἀρετὰς νοεῖν ὁ Προφήτης· ταύταις γὰρ τὸ θεῖον εἶδος χαρακτηρίζεται. Καὶ τοῦτο εἰπὼν, τὸ τέλειον γνώρισμα λέγει τῆς ἀρετῆς. « Ἔδωκας εὐφροσύνην εἰς τὴν καρδίαν μου· » ἀντὶ τῆς ψυχῆς καὶ τοῦ νοῦ τὴν καρδίαν λέγων. Οὐ γὸρ ἔστι τοῖς ἐκ κακίας δελεάσμασι τὸν νοῦν ἡσθῆναι. Ἀντιδιαστέλλει δὲ τῇ τῆς καρδίας εὐφροσύνῃ τὴν ὑλώδη ταύτην καὶ βιωτικὴν εὐθηνίαν, λέγων τοῖς τὸ παρὸν ὁρῶσι τὴν γαστέρα τοῦ καλοῦ κριτήριον γίνεσθαι. Σῖτον γὰρ καὶ οἶνον εἰπὼν τοῖς τοιούτοις πληθύνεσθαι, ἀπὸ μέρους πάσας τὰς περὶ γαστέρα καὶ θοίνην ἡδονὰς τῷ λόγῳ συμπεριέλαβεν· αἳ πάσης ἄρχουσιν ὑλικῆς ἀσχολίας, περὶ ἃ ἡ σπουδὴ εἰς οὐδὲν εὐοδοῦται πέ-
And this may be found from certain other passages as well, both at first glance and according to the contemplation of the thoughts lying in the depth, in many places of the psalmody, and above all in the fourth Psalm, wherein he says that heavy of heart are those who do not distinguish falsehood and vanity from the truth, but love what is non-existent while overlooking what abides and is worthy to be loved. For holiness alone, he said, is truly wondrous, whereas all the other things eagerly pursued by human beings in place of good things lie in mere opinion, having no existence in themselves, but seeming to possess being in the vain conceit of men. And so that he might uncover the doctrine concerning these things yet more manifestly, he goes on to say that the many define the good by visible appearances, declaring that alone to be good which someone can display before sense-perception: For many, says he, say, Who will show us good things? Yet he who looks towards virtue overlooks this slavish judgement of the noble, and beholds the noble in the light; and thus he marks off the godlike and lofty gladness. By that light he means that which shines forth from the divine countenance, which sense-perception has no nature to attain: For the light of Thy countenance, says he, has been signed upon us, O Lord. For by the countenance of God beheld in distinguishing marks, the Prophet seems to me to mean nothing other than the virtues; for by these the divine form is stamped. And having said this, he states the complete token of virtue: Thou hast given gladness into my heart—saying the heart in place of the soul and the intellect; for it is impossible for the intellect to be delighted by the baits that come from vice. And he sets in contrast to the gladness of the heart this material and worldly abundance, saying that for those who look to the present the belly becomes the criterion of the noble. For in saying that wheat and wine are multiplied for such men, he comprehended by a part all the pleasures surrounding the belly and banqueting within his statement—pleasures which rule over every material preoccupation, regarding which earnest effort speeds towards no goal
Notes, col. 445

On the reading

Printed ὀιήσει, for οἰήσει.

Printed γὸρ, for γὰρ.