Ἀληθῶς γὰρ τῆς ἀνεφίκτου τε καὶ ἀφράστου Θεοῦ δόξης, ὕμνος ἐστὶ τῷ τοιούτῳ ῥυθμῷ προσαγόμενος, ἡ τῆς κτίσεως πάσης πρὸς ἑαυτὴν συνῳδία, διὰ τῶν ἐναντίων συγκεκραμένη. Ἐναντίως γὰρ ἔχει πρὸς ἄλληλα στάσις καὶ κίνησις. Ταῦτα δὲ κέκραται μετ' ἀλλήλων ἐν τῇ φύσει τῶν ὄντων. Καί τις ἀμήχανος ἐν αὐτοῖς καθορᾶται τῶν ἀντικειμένων μίξις, ὡς καὶ ἐν τῇ κινήσει τὸ στάσιμον δείκνυσθαι, καὶ ἐν τῷ μὴ κινουμένῳ τὸ ἀεικίνητον. Κινεῖται μὲν γὰρ τὰ κατ' οὐρανὸν ἀεὶ πάντα, ἢ τῷ ἀπλανεῖ συμπεριπολοῦντα κύκλῳ, ἢ κατὰ τὸ ἐναντίον διὰ τῶν πλανητῶν ἀνελισσόμενα. Ἕστηκε δὲ πάντοτε καὶ ἐπὶ τῆς ταυτότητος μένει ὁ ἐν τούτοις εἰρμὸς, οὐδέποτε ἀπὸ τοῦ ἐν ᾧ ἐστιν ἐφ' ἕτερόν τι καινὸν μεθιστάμενος, ἀλλ' ἀεὶ ὡσαύτως ἔχων, καὶ ἐν τῷ αὐτῷ διαμένων. Ἡ τοίνυν τοῦ ἑστῶτος πρὸς τὸ κινούμενον σύνοδος ἐν τεταγμένῃ τινὶ καὶ ἀπαραβάτῳ γινομένη διὰ παντὸς εὐαρμοστίᾳ, μουσική τίς ἐστιν ἁρμονία σύγκρατον καὶ θεσπεσίαν τῆς τὸ πᾶν διακρατούσης δυνάμεως ὑμνῳδίαν ἀποτελοῦσα. Ἧς μοι δοκεῖ καὶ ὁ μέγας Δαυΐδ ἐν ἀκροάσει γενόμενος εἰπεῖν ἔν τινι τῶν ψαλμῶν, ὅτι αἰνοῦσι τὸν Θεὸν αἵ τε ἄλλαι δυνάμεις, αἱ κατ' οὐρανὸν πᾶσαι, καὶ τὸ ἀστρῶον φῶς, ὅ τε ἥλιος καὶ ἡ σελήνη, καὶ οἱ τῶν οὐρανῶν οὐρανοὶ, καὶ τὸ ὑπερουράνιον ὕδωρ, ὅτι ποτὲ τὸ ὕδωρ λέγει καὶ τὰ ἑξῆς πάντα ὅσα ἡ κτίσις ἔχει. Ἡ γὰρ τῶν πάντων πρὸς ἄλληλα σύμπνοιά τε καὶ συμπάθεια, τάξει καὶ κόσμῳ καὶ ἀκολουθίᾳ διοικουμένη, ἡ πρώτη τε καὶ ἀρχέτυπος καὶ ἀληθής ἐστι μουσική· ἣν ὁ τοῦ παντὸς ἁρμοστὴς, τῷ ἀῤῥήτῳ τῆς σοφίας λόγῳ διὰ τῶν ἀεὶ ἐγγινομένων ἐν σοφίᾳ τεχνικῶς ἀνακρούεται. Εἰ οὖν ὁ διάκοσμος ὅλος μουσική τις ἁρμονία ἐστὶν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεὸς, καθώς φησιν ὁ Ἀπόστολος· μικρὸς δὲ κόσμος ὁ ἄνθρωπος, ὁ δὲ αὐτὸς οὗτος καὶ μίμημα τοῦ ἁρμοσαμένου τὸν κόσμον πεποίηται· ὅπερ ἐπὶ τοῦ μεγάλου κόσμου οἶδεν ὁ λόγος, τοῦτο κατὰ τὸ εἰκὸς καὶ ἐν τῷ μικρῷ βλέπει· τὸ γὰρ μέρος τοῦ ὅλου, ὁμογενές ἐστι πάντως τῷ ὅλῳ. Ὥσπερ γὰρ ἐν τῷ ψήγματι βραχείας ὑάλου κατὰ τὸ στίλβον μέρος, ὅλον ἔστιν ἰδεῖν, ὡς ἐν κατόπτρῳ, τὸν κύκλον τοῦ ἡλίου δεικνύμενον, καθὼς χωρεῖ ἡ βραχύτης τοῦ στίλβοντος· οὕτω καὶ ἐν τῷ μικρῷ κόσμῳ, τῇ ἀνθρωπίνῃ λέγω φύσει, πᾶσα ἡ ἐν τῷ παντὶ θεωρουμένη μουσικὴ καθορᾶται, ἀναλογοῦσα τῷ ὅλῳ διὰ τοῦ μέρους, ὡς χωρεῖται τὸ ὅλον ὑπὸ τοῦ μέρους. Δείκνυσι δὲ τοῦτο
For truly a hymn offered in such rhythm unto the unattainable and ineffable glory of God is the concord of all creation with itself, blended together out of opposites. For rest and motion stand in opposition to one another; yet these have been blended with one another in the nature of beings, and an extraordinary mingling of opposites is beheld within them, so that both stability is shown within motion, and perpetual motion within that which is unmoved. For all things in heaven are ever in motion, whether revolving along with the fixed sphere or, contrariwise, unwinding through the planets; yet the concatenation among them stands ever fast and abides in selfsameness, never shifting from the state wherein it is unto anything else that is novel, but ever remaining in the same manner and continuing in the same course. This coming together, therefore, of that which stands fast with that which is moved, taking place perpetually in a certain appointed and inviolable harmoniousness, is a kind of musical harmony accomplishing a blended and divinely wondrous hymnody of the power that holds the universe together. Having come within hearing of this hymnody, as it seems to me, the great David also said in one of the Psalms that both all the other powers across heaven praise God, and the starry light, the sun and the moon, and the heavens of the heavens, and the water above the heavens—whatever he means by the water—and all the succeeding things that creation contains. For the mutual conspiracy and sympathy of all things, governed in order, adornment, and sequence, is the primal, archetypal, and true music, which the Harmonizer of the universe skilfully strikes up by the ineffable word of wisdom through the things that ever come to pass in wisdom. If, then, the whole cosmic order is a kind of musical harmony, whose artificer and framer is God, as the Apostle says, while man is a little world, and this very man has also been made an imitation of Him Who harmonized the world, then whatever reason discerns in the great world it naturally sees in the little one as well; for the part of the whole is altogether akin to the whole. For just as in a fragment of a tiny piece of glass, along its gleaming surface, one can see—as in a mirror—the whole disc of the sun displayed, inasmuch as the smallness of the gleaming fragment admits it, so too in the little world—I mean in human nature—all the music contemplated in the universe is beheld, corresponding to the whole through the part, insofar as the whole is contained by the part. And this is shown by