Migne Reading Room

PG 44 · cols. 420–429 · Read from the page

On the Life of Moses

On the Life of Moses

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 44:420Read from the page
Ἐπισφαλὴς γὰρ ἡ ἐπὶ τὰ πλάγια παρατροπὴ τῷ ὁδεύοντι. Ὥσπερ γὰρ εἰ δύο κρημνοὶ μίαν ἐπὶ τῆς ἄκρας ῥαχίας ἀτραπὸν ἀποστενοῖεν, κίνδυνός ἐστι τῷ διὰ ταύτης βαίνοντι, ἔνθεν ἢ ἔνθεν παρατραπῆναι τοῦ μέσου (ἴσως γὰρ ἑκατέρωθεν τὸ ἐκ τοῦ κρημνοῦ βάραθρον τὴν ἐκτροπὴν διαδέχεται) · οὕτως ὁ νόμος βούλεται τὸν αὐτῷ κατ' ἴχνος ἑπόμενον, μὴ καταλιπεῖν τὴν ὁδὸν, τὴν, καθώς φησιν ὁ Κύριος, στενήν τε καὶ τεθλιμμένην, μήτε ἐπὶ τὸ σκαιόν τε καὶ εὐώνυμον, μήτε ἐπὶ τὸ δεξιὸν νομιζόμενον. Δόγμα δέ ἐστιν οὗτος ὁ λόγος, ἐν μεσότητι θεωρεῖσθαι τὰς ἀρετὰς ὁριζόμενος · διότι πέφυκε πᾶσα κακία ἢ κατ' ἔλλειψιν, ἢ καθ' ὑπέρπτωσιν ἀρετῆς ἐνεργεῖσθαι. Οἷον ἐπὶ τῆς ἀνδρείας, ἔλλειψίς τίς ἐστιν ἀρετῆς ἡ δειλία, ὑπέρπτωσις δὲ τὸ θράσος · τὸ δὲ ἑκατέρου τούτων καθαρεῦον, ἐν μέσῳ τε τῶν παρακειμένων κακιῶν θεωρεῖται, καὶ ἀρετή ἐστι. Κατὰ τὸν αὐτὸν τρόπον, καὶ τὰ ἄλλα πάντα, ὅσα πρὸς τὸ κρεῖττον σπουδάζεται, μεσολαβεῖταί πως τοῖς κακοῖς γειτονήμασιν. Ἡ σοφία δεινότητός τε καὶ ἀκεραιότητος τὸ μέσον ἔχει · οὔτε τοῦ ὄφεως τὸ φρόνιμον ἐπαινετὸν, οὔτε τῆς περιστερᾶς τὸ ἀκέραιον, εἰ ἐφ' ἑαυτοῦ μόνου δέοι λαμβάνειν τούτων ἑκάτερον · ἀλλ' ἡ διὰ μέσου τῶν δύο τούτων ςύγκρατος ἕξις, ἀρετὴ γίνεται. Ὁ ἐλλιπὴς κατὰ τὴν σωφροσύνην, ἀκόλαστος · ὁ πλεονάζων, κεκαυτηρίασται τὴν συνείδησιν, καθὼς ὁρίζεται ὁ Ἀπόστολος · ὁ μὲν γὰρ ταῖς ἡδοναῖς ἀναίδην ἐκκέχυται, ὁ δὲ καὶ τὸν γάμον ἴσα τῇ μοιχείᾳ βδελύσσεται · ἡ δὲ διὰ [μέ] σου τούτων θεωρουμένη ἕξις, σωφροσύνη ἐστίν. Ἐπεὶ δὲ, καθώς φησιν ὁ Κύριος, ὁ κόσμος οὗτος ἐν τῷ πονηρῷ κεῖται, ἀλλόφυλον δὲ τοῖς ἑπομένοις τῷ νόμῳ τὸ τῇ ἀρετῇ ἀντικείμενον, ὅπερ ἐστὶν ἡ πονηρία · ὁ διὰ τοῦ κόσμου τούτου κατὰ τὸν βίον ὁδοιπορῶν, ἀσφαλῶς τὴν ἀναγκαίαν ταύτην τῆς ἀρετῆς διανύσει ὁδοιπορίαν, εἰ τὴν λεωφόρον ὄντως, τὴν ὑπὸ τῆς ἀρετῆς τριφθεῖσάν τε καὶ λευκαινομένην ὁδὸν φυλάσσοι, μηδαμοῦ πρὸς τὰς παρακειμένας ἀνοδίας διὰ κακίαν παρατρεπόμενος. Ἐπεὶ δὲ, καθὼς εἴρηται, τῇ ἀνόδῳ τῆς ἀρετῆς καὶ ἡ ἐπιβουλὴ τοῦ ἀντικειμένου συναναβαίνει, καταλλήλως ἑκάστου τῆς εἰς τὸ κακὸν παρατροπῆς τὰς ἀφορμὰς ἐξευρίσκουσα · τότε πρὸς μεῖζον τοῦ λαοῦ ἐν τῷ κατὰ Θεὸν βίῳ αὐξήσαντος, ἄλλης ἐπιβουλῆς ὁ ἀντικείμενος ἅπτεται, κατὰ τοὺς δεινοὺς τὰ πολεμικά · οἳ τὴν κατὰ στόμα παράταξιν τῶν πλεονεκτούντων κατὰ τὴν δύναμιν δυσκαταγώνιστον ὁρῶντες, λόγοις καὶ ἐνέδραις καταστρατηγοῦσι τὸν ἀντικείμενον. Οὕτως ὁ τῆς κακίας στρατὸς ἐπὶ τῶν νόμῳ καὶ ἀρετῇ δυναμωθέντων, οὐκέτι κατὰ πρόσωπον ἀντεξάγει τὴν δύναμιν, ἀλλ' ἐνέδραις τισὶ κατὰ τὸ ἀφανὲς τὴν ἐπιβουλὴν ἐξεργάζεται. Καλεῖ τοίνυν εἰς συμμαχίαν κατὰ τῶν ἐπιβουλευομένων παρ' αὐτοῦ τὴν γοητείαν. Ἣν ἡ μὲν ἱστορία φησὶ μάντιν εἶναί τινα καὶ οἰωνιστὴν, ἔκ τινος ἐνεργείας δαιμόνων βλαπτικὴν δήπου δύναμιν ἔχοντα καὶ τῶν ὑπεναντίων, καὶ μισθωθέντα παρὰ τοῦ κρατοῦντος τῶν Μαδιανιτῶν, ἐφ' ᾧ τε βλάψαι διὰ κατάρας τοὺς τῷ Θεῷ ζῶντας, τοῦτον τρέψαι τὴν κατάραν εἰς εὐλογίαν . Ἡμεῖς δὲ νοοῦμεν διὰ τοῦ ἀκολούθου τῶν προτεθεωρημένων, τὸ μηδὲ τὴν γοητείαν ἐνεργὸν κατὰ τῶν ἐν ἀρετῇ ζώντων εἶναι · ἀλλὰ πάσης ὑπερισχύειν ἐπιβουλῆς τοὺς διὰ τῆς θείας βοηθείας εὐωχουμένους.
For turning aside towards the flanks is perilous for the wayfarer. For just as if two precipices were to narrow a single footpath along a topmost ridge, there is danger for one walking along it of turning aside from the middle to this side or to that (since perchance on either hand the chasm beneath the precipice awaits any turning aside), so the law wishes him who follows it step by step not to forsake the road—which, as the Lord says, is both narrow and straitened (Matt. 7:14)—neither towards that which is reckoned sinister and on the left, nor towards that on the right (cf. Deut. 28:14). Now this account is a doctrine defining the virtues as being contemplated in a mean; because every vice is by nature activated either by deficiency or by excess of virtue. For instance, in the case of courage, cowardice is a certain deficiency of virtue, while rashness is an excess; whereas that which keeps pure from either of these is contemplated in the midst of the adjacent vices, and is virtue. In the same way, all other things as well that are pursued towards the better are somehow flanked by evil neighbours. Wisdom holds the middle ground between cleverness and simplicity: neither the shrewdness of the serpent is praiseworthy, nor the simplicity of the dove, if one had to take either of these by itself alone; rather, the blended habit running between the two of them becomes virtue. He who falls short in temperance is licentious; he who goes to excess has had his conscience seared, as the Apostle defines it (1 Tim. 4:2); for the one has poured himself out shamelessly into pleasures, while the other abominates even marriage equally with adultery; whereas the habit contemplated through the midst of these is temperance. And since, as the Lord says, this world lies in the evil one (1 John 5:19), and that which is opposed to virtue—which is wickedness—is alien to those who follow the law, he who journeys through this world in his life will safely accomplish this necessary journey of virtue if he guards what is truly the highway, the road worn smooth and whitened by virtue, nowhere turning aside through wickedness towards the adjacent trackless wastes. Yet since, as has been said, along with the ascent of virtue the plotting of the adversary also ascends with it, suitably inventing occasions for turning aside into evil in each man's case, then, when the people had grown to greater stature in the life according to God, the adversary lays hold of another plot, after the manner of men skilled in warfare—who, seeing the frontal battle-line of those superior in strength hard to contend against, outmanoeuvre their opponent by words and ambushes. Thus the army of wickedness, against those strengthened by the law and by virtue, no longer leads out its force face to face, but works out its plot in secret by certain ambushes. Accordingly, he summons sorcery into alliance against those plotted against by him—which the history says was a certain diviner and augur, possessing from some working of demons a power no doubt harmful even over adversaries, and hired by the ruler of the Midianites in order to harm by a curse those living unto God, yet that this man turned the curse into a blessing. And we understand through the sequence of what has previously been contemplated that not even sorcery is effectual against those living in virtue; rather, those feasted through divine help prevail over every plot.
Notes, col. 420

On the reading

Printed ςύγκρατος, for σύγκρατος.

PG 44:421Read from the page
Τὸ γὰρ την οιωνοσκοπικὴν ἐπιτηδεύειν μαντείαν τὸν μνημονευθέντα, μαρτυρεῖται παρὰ τῆς ἱστορίας ἐν οἷς φησιν, τά τε μαντεῖα διὰ χειρὸς ἔχειν αὐτὸν, καὶ παρὰ τῶν οἰωνῶν συμβουλεύεσθαι · καὶ πρό γε τούτων, ὅτι διὰ τοῦ μηκυθμοῦ τῆς ὄνου τὰ περὶ τῆς προκειμένης αὐτῷ σπουδῆς ἐδιδάσκετο · ἧς τὸν φθόγγον (διὰ τὸ συνήθως αὐτὸν ταῖς τῶν ἀλόγων φωναῖς, κατά τινα δαιμονίαν ἐνέργειαν, συμβουλεύεσθαι) ὡς ἔναρθρον ἡ Γραφὴ διηγήσατο, ἐνδεικνυμένη, ὅτι τοὺς προειλημμένους τῇ τοιαύτῃ τῶν δαιμόνων ἀπάτῃ, μέχρι τούτων φθάνειν, ὡς ἀντὶ λόγου δέχεσθαι τὴν ἐκ τῆς ποιᾶς παρατηρήσεως γενομένην αὐτοῖς ἐκ τῆς φωνῆς τῶν ἀλόγων διδασκαλίαν · ᾗ προσχὼν, δι' αὐτῶν ὧν ἠπατᾶτο, τὸ ἄμαχον τῆς καθ' ὧν ἐμισθώθη δυνάμεως ἐξεπαιδεύθη. Καὶ γὰρ ἐν τῇ εὐαγγελικῇ ἱστορίᾳ παρεσκεύαστο εἰς ἀντίστασιν τῆς τοῦ Κυρίου ἐξουσίας τὸ συγκρότημα τῶν δαιμόνων, ἡ λεγεών. Πλησιάσαντος δὲ τοῦ ἔχοντος κατὰ πάντων τὸ κράτος, βοᾷ τὴν ὑπερέχουσαν δύναμιν, καὶ οὐκ ἐπικρύπτεται τὴν ἀλήθειαν, ὅτι οὗτός ἐστιν ἡ θεία φύσις, ὁ ἐν τοῖς καθήκουσι χρόνοις ἐπάξων τοῖς ἡμαρτηκόσι τὴν κόλασιν. Λέγει γὰρ ἡ τῶν δαιμόνων φωνή · « Οἴδαμέν σε τίς εἶ, ὁ ἅγιος τοῦ Θεοῦ · καὶ ὅτι ἦλθες πρὸ καιροῦ βασανίσαι ἡμᾶς. » Ὃ δὴ καὶ τότε ἐγένετο, τῆς παρεπομένης τῷ μάντει δαιμονίας δυνάμεως, τὸ ἄμαχόν τε καὶ ἀνανταγώνιστον τοῦ λαοῦ τὸν Βαλαὰμ διδασκούσης. Ἡμεῖς δέ φαμεν, τοῖς προεξητασμένοις τὴν ἱστορίαν ἁρμόζοντες, τὸ κατὰ τῶν ἐν ἀρετῇ ζώντων τὸν καταρᾶσθαι βεβουλημένον μηδεμίαν δύνασθαι προΐεσθαι φωνὴν λυπηράν τε καὶ ἀπεμφαίνουσαν, ἀλλὰ τρέπειν τὴν κατάραν εἰς εὐλογίαν. Τὸ δὲ νοούμενον, τοῦτό ἐστιν, ὅτι τῶν κατ' ἀρετὴν ζώντων ὁ τῆς λοιδορίας μῶμος οὐχ ἅπτεται. Πῶς γὰρ ἐπὶ πλεονεξίᾳ ὁ ἀκτήμων λοιδορηθήσεται ; πῶς δέ τις ἐπιθρυλλήσει τὴν ἀσωτίαν τῷ ἀνακεχωρημένῳ καὶ ἰδιάζοντι ; ἢ τὸν θυμὸν τῷ πράῳ ; ἢ τὸν τύφον τῷ μετριόφρονι ; ἢ ἄλλο τι τῶν ἐπιμώμων τοῖς ἐκ τῶν ἐναντίων γινωσκομένοις; οἷς σκοπός ἐστιν, ἄληπτον παρέχειν τῷ μώμῳ τὸν βίον · ἵνα, καθώς φησιν ὁ Ἀπόστολος, ὁ ἐξ ἐναντίας ἐντραπῇ, μηδὲν ἔχων λέγειν. Διὰ τοῦτό φησιν ἡ φωνὴ τοῦ εἰς κατάραν παρειλημμένου, « Πῶς ἀράσομαι, ὃν μὴ ἀρᾶται Κύριος ; » τουτέστι , Πῶς λοιδορήσομαι τὸν μὴ δεδωκότα τῆς λοιδορίας τὴν ὕλην ; ᾧ διὰ τὸ πρὸς τὸν Θεὸν βλέπειν ἄτρωτός ἐστιν εἰς κακίαν ὁ βίος. Οὐ μὴν, ἐπειδὴ τούτου διήμαρτεν ὁ τῆς κακίας εὑρετὴς, καθόλου τῆς κατὰ τῶν ἐπιβουλευομένων ἐπινοίας ἐπαύσατο · ἀλλὰ πρὸς τὸ ἴδιον πάλαισμα τὴν ἐπίνοιαν τρέπει, πάλιν δι' ἡδονῆς πρὸς τὸ κακὸν δελεάζων τὴν φύσιν. Ὄντως πάσης κακίας οἷόν τι δέλεαρ ἡ ἡδονὴ προβληθεῖσα, εὐκόλως τὰς λιχνοτέρας ψυχὰς ἐπὶ τὸ ἄγκιστρον τῆς ἀπωλείας ἐφέλκεται. Μάλιστα δέ πως διὰ τῆς ἀκολάστου ἡδονῆς ἀφυλάκτως ἡ φύσις πρὸς τὸ κακὸν παρασύρεται. Ὃ δὴ καὶ τότε ἐγένετο. Οἱ γὰρ τῶν ὅπλων ὑπερισχύσαντες, καὶ πᾶσαν τὴν ἐκ σιδήρου προσβολὴν ἀσθενεστέραν τῆς ἰδίας δυνάμεως δείξαντες, καὶ κατὰ κράτος τὴν φάλαγγα τῶν ἀντικειμένων τρεψάμενοι , τοῖς
For that the man just mentioned practised augural divination is attested by the history where it says that he held the instruments of divination in his hand and took counsel from birds; and prior to these things, that through the braying of his she-ass he was taught concerning the pursuit lying before him (cf. Num. 22:28)—whose voice (because he was accustomed through some demonic working to take counsel from the cries of irrational creatures) Scripture recounted as articulate, showing that those preoccupied with such deceit of demons go so far as to accept in place of reason the instruction coming to them out of the voice of irrational creatures through a certain observation; giving heed to which, through the very things whereby he was deceived, he was thoroughly taught the invincible might of the power defending those against whom he had been hired. For indeed in the evangelical history also the band of demons, the legion, had arrayed itself for resistance against the authority of the Lord; yet when He Who holds dominion over all drew near, it cries aloud His surpassing power, and does not conceal the truth, that He is the divine nature, Who at the fitting times will bring punishment upon those who have sinned. For the voice of the demons says: "We know Thee Who Thou art, the Holy One of God; and that Thou hast come before the time to torment us" (cf. Mark 1:24; Matt. 8:29; Mark 5:9 ff.). Which very thing came to pass then also, as the demonic power accompanying the diviner taught Balaam that the people were invincible and unconquerable. And we say, adapting the history to what has previously been examined, that against those living in virtue he who has resolved to curse is unable to utter any grievous or unseemly word, but turns the curse into a blessing. And what is meant is this: that the blemish of reviling does not touch those who live according to virtue. For how shall the man without possessions be reviled for covetousness? And how shall anyone noise abroad profligacy against one who lives withdrawn and apart? Or wrath against the gentle? Or conceit against the modest-minded? Or any other blameworthy thing against those known by the very opposites—whose aim is to keep their life beyond the reach of blame, so that, as the Apostle says, he who is of the contrary part may be put to shame, having nothing to say (Titus 2:8)? Wherefore the voice of the man summoned for a curse says, "How shall I curse him whom the Lord curses not?" (Num. 23:8; cf. 24:1 ff.)—that is, How shall I revile him who has given no matter for reviling, whose life, through looking towards God, is invulnerable to wickedness? Yet not because the inventor of wickedness missed this mark did he altogether cease from his devising against those plotted against; rather, he turns his contrivance to his own wrestling-trick, once again enticing nature towards evil through pleasure. Truly, when pleasure is put forward like a bait for every wickedness, it easily draws more greedy souls onto the hook of destruction. And most of all through licentious pleasure nature is somehow swept away unawares towards evil—which very thing happened at that time as well. For those who had prevailed over weapons, and had shown every assault of iron weaker than their own strength, and by main force had routed the phalanx of their adversaries, by
Notes, col. 421

On the reading

Printed την, for τὴν.

Printed οιωνοσκοπικὴν, for οἰωνοσκοπικὴν.

PG 44:424Read from the page
γυναικείοις βέλεσι δι' ἡδονῆς κατετρωθησαν · καὶ τῶν μὲν ἀνδρῶν κρείττους, τῶν δὲ γυναικῶν ἥττους ἐγένοντο. Ὁμοῦ τε γὰρ ὤφθησαν αὐτοῖς αἱ γυναῖκες, ἀντὶ ὅπλων τὰς μορφὰς προβαλλόμεναι, καὶ παραχρῆμα τοῦ τόνου τῆς ἀνδρείας λήθην ἐλάμβανον, τὸν θυμὸν εἰς ἡδονὴν διαλύσαντες. Καὶ οἱ μὲν ἦσαν ἐν τούτοις, ἐν οἷς εἰκὸς εἶναι τοὺς τῇ ἀθέσμῳ μίξει τῶν ἀλλοφύλων ἐπιλυσσήσαντας. Ἡ δὲ πρὸς τὸ κακὸν οἰκειότης, τῆς τοῦ ἀγαθοῦ συμμαχίας ἀλλοτρίωσις ἦν · εὐθὺς γὰρ αὐτοῖς ἐξεπολεμώθη τὸ Θεῖον, ἀλλ' οὐκ ἀνέμεινεν ὁ ζηλωτὴς Φινεὲς τῇ ἄνωθεν ψήφῳ καθαρθῆναι τὴν ἁμαρτίαν · ἀλλ' αὐτὸς ἐγένετο δικαστὴς ἅμα καὶ δήμιος. Κινηθεὶς γὰρ εἰς τὴν κατὰ τῶν λελυσσηκότων ὀργὴν, τὸ τοῦ ἱερέως ἔργον ἐπλήρωσεν, αἵματι καθαρίσας τὴν ἁμαρτίαν, αἵματι οὐκ ἀναιτίου τινὸς ζώου, τοῦ μηδὲν μετεσχηκότος τοῦ τῆς ἀκολασίας μιάσματος, ἀλλὰ τῶν ἐν κακίᾳ συνεζευγμένων ἀλλήλοις · ἐφ' ὧν ἡ αἰχμὴ κατ' αὐτῶν τῶν δύο σωμάτων διεξελθοῦσα κατεπράϋνε τὴν τῆς θείας δίκης κίνησιν, τῷ θανάτῳ τῶν ἡμαρτηκότων τὴν ἡδονὴν καταμίξασα. Δοκεῖ δέ μοι συμβουλήν τινα ψυχωφελῆ κατατίθεσθαι τοῖς ἀνθρώποις ἡ ἱστορία, δι' ἧς διδασκόμεθα, ὅτι πολλῶν ὄντων παθῶν, ἃ τοὺς λογισμοὺς τῶν ἀνθρώπων καταγωνίζεται, οὐδεμίαν καθ' ἡμῶν ἰσχὺν ἕτερον πάθος ἔχει τοσαύτην, ὡς πρὸς τὴν νόσον τῆς ἡδονῆς ἐξισάζεσθαι. Τὸ γὰρ ἀθρόως τοὺς Ἰσραηλίτας ἐκείνους, τοὺς καὶ τῆς Αἰγυπτίας ἵππου κρείττους ἐπιδειχθέντας, καὶ τῶν Ἀμαληκιτῶν ὑπερσχόντας , καὶ τῷ μετ' αὐτοὺς ἔθνει φοβεροὺς φανέντας, καὶ μετὰ ταῦτα τῆς τῶν Μαδιανιτῶν ὑπερισχύσαντας φάλαγγος, τούτους, ὁμοῦ τῇ θέᾳ τῶν ἀλλοφύλων γυναικῶν καταδουλωθῆναι τῇ νόσῳ · οὐδὲν ἕτερον, καθὼς εἴρηται , δείκνυσιν, ἢ τὸ δύσμαχόν τε εἶναι καὶ δυσανταγώνιστον πολέμιον ἡμῶν τὴν ἡδονήν. Ἣ τῶν ἀηττήτων τοῖς ὅπλοις ὁμοῦ τῷ φανῆναι κατακρατήσασα, τὸ τῆς ἀτιμίας ἤγειρε κατ' αὐτῶν τρόπαιον, ὑπὸ μάρτυρι τῷ φωτὶ τὴν αἰσχύνην αὐτῶν στηλιτεύσασα. Βοσκήματα γὰρ δι' ἑαυτῆς τοὺς ἀνθρώπους ἀπέδειξεν, οὓς ἡ κτηνώδης καὶ ἄλογος πρὸς τὴν ἀκολασίαν ὁρμὴ ἐκλαθέσθαι τῆς ἀνθρωπίνης ἀνέπεισε φύσεως · μηδ' ἐπικρυπτομένους τὸ ἄγος, ἀλλ' ἐμπομπεύοντας τῇ ἀτιμίᾳ τοῦ πάθους, καὶ ἐγκαλλωπιζομένους τῷ τῆς αἰσχύνης μιάσματι, συῶν δίκην ἀναφανδὸν ἐν ταῖς ἀλλήλων ὄψεσι τῷ τῆς ἀκαθαρσίας βορβόρῳ ἐγκαλινδουμένους. Τί οὖν τῷ διηγήματι παιδευόμεθα ; τὸ μαθόντας ἡμᾶς ὅσην ἰσχὺν πρὸς τὸ κακὸν ἡ τῆς ἡδονῆς ἔχει νόσος, ὡς ὅτι μάλιστα πόῤῥω τοῦ τοιούτου γειτονήματος τὸν ἑαυτῶν ἀποικίζειν βίον · ὡς ἂν μή τινα πάροδον καθ' ἡμῶν λάβῃ ἡ νόσος, οἷόν τι πῦρ διὰ τοῦ προσεγγισμοῦ τὴν πονηρὰν φλόγα κατεργαζόμενον. Τοῦτο γὰρ διδάσκει λέγων ἐν τῇ Σοφίᾳ Σολομὼν, μὴ ἐπιψαύειν τοῦ ἄνθρακος γυμνῷ τῷ ποδὶ, μήτε δὲ πῦρ τῷ κόλπῳ ἐναποτίθεσθαι · ὡς ἐν ἡμῖν ὂν ἐν ἀπαθείᾳ μένειν, ἕως ἂν πόῤῥωθεν ὦμεν τοῦ ὑπεκκαίοντος · εἰ δὲ κατ' αὐτὸ γενοίμεθα, ὡς ἐπιψαῦσαι τῆς διακαοῦς ταύτης θερμότητος, ἐγκόλπιον τὸ πῦρ τῆς ἐπιθυμίας γενήσεται, καὶ οὕτως ἐπακολουθήσει καὶ τῷ ποδὶ ἡ καῦσις, καὶ ἡ διαφθορὰ τῷ κόλπῳ.
feminine darts they were wounded through pleasure (cf. Num. 25:1 ff.); and having proved superior to men, they proved inferior to women. For no sooner were the women seen by them, putting forward their comeliness in place of weapons, than straightway they forgot the vigour of their courage, dissolving their spirit into pleasure. And some were engaged in those deeds in which it is likely that men maddened with unlawful intercourse with foreign women would be. Now kinship with evil was alienation from the alliance of the Good; for immediately the Divine entered into war against them. Yet Phinehas the zealous did not wait for the sin to be cleansed by the sentence from above, but himself became at once judge and executioner (cf. Num. 25:7-8). For moved to wrath against those who had gone mad with lust, he fulfilled the work of the priest, cleansing the sin with blood—not with the blood of some guiltless animal that had shared nothing of the defilement of licentiousness, but of those yoked together with one another in wickedness; upon whom the spear, passing right through both their bodies, appeased the movement of divine justice, mingling pleasure with the death of those who had sinned. Now the history seems to me to lay down a certain soul-profiting counsel for mankind, through which we are taught that, while there are many passions that contend against human reasonings, no other passion possesses such strength against us as to be matched with the sickness of pleasure. For the fact that all at once those Israelites—who had been shown superior even to the Egyptian cavalry, and had prevailed over the Amalekites, and had appeared formidable to the nation after them, and thereafter had overpowered the phalanx of the Midianites—were, immediately upon the sight of the foreign women, enslaved to the sickness, shows nothing else, as has been said, than that pleasure is an adversary hard for us to fight and hard to contend against. Prevailing over men unconquered in arms the very moment it appeared, it raised a trophy of dishonour over them, pillorying their shame beneath the witnessing light. For through itself it rendered men beasts, whom the brutish and irrational impulse towards licentiousness persuaded to forget human nature—not even concealing the abomination, but parading in the dishonour of the passion, and priding themselves in the defilement of their shame, wallowing openly like swine before one another's eyes in the mire of uncleanness. What, then, are we taught by the narrative? That learning what great strength towards evil the sickness of pleasure possesses, we should remove our life as far away as possible from such a neighbourhood, lest the sickness gain any passage against us, working its evil flame like a fire through proximity. For this is what Solomon teaches when he says in Wisdom not to touch a live coal with the bare foot, nor to lay fire in one's bosom (cf. Prov. 6:27-28; Ecclus. 8:13)—meaning that it lies within our power to abide in passionlessness so long as we stay far from that which kindles it from beneath; whereas if we come close to it, so as to touch this scorching heat, the fire of desire will get inside our bosom, and thus burning will follow for the foot as well, and destruction for the bosom.
Ἐν δὲ τῷ Εὐαγγελίῳ ὁ Κύριος τῇ ἰδίᾳ φωνῇ, ὡς ἂν πόῤῥωθεν φυλαχθείημεν τοῦ τοιούτου κακοῦ, καθάπερ τινὰ ῥίζαν τοῦ πάθους τὴν διὰ τοῦ ἰδεῖν ἐπιθυμίαν ἐξέτεμε , διδάσκων, ὅτι ὁ τῇ ὄψει τὸ πάθος παραδεξάμενος, ὁδὸν δίδωσι κατ' ἑαυτοῦ τῇ νόσῳ. Τὰ γὰρ πονηρὰ τῶν παθημάτων, λοιμοῦ δίκην, ἐπειδὰν ἅπαξ τῶν καιρίων κατακρατήσῃ, τῷ θανάτῳ παύεται μόνῳ. Ἀλλ' οὐδὲν οἶμαι χρῆναι μηκύνειν τὸν λόγον, πάντα τοῦ Μωϋσέως τὸν βίον εἰς ἀρετῆς ὑπόδειγμα προτιθέντας τοῖς ἐντυγχάνουσι. Τῷ γὰρ
And in the Gospel the Lord by His own voice, so that we might be guarded from afar against such an evil, cut out desire through looking as though it were a root of the passion (cf. Matt. 5:28), teaching that he who admits the passion through sight gives the sickness a road against himself. For evil passions, like a plague, once they have seized hold of the vital parts, cease with death alone. Yet I think there is no need at all to lengthen the discourse in setting forth the whole life of Moses as a pattern of virtue for our readers. For to him
Notes, col. 424

On the reading

Printed κατετρωθησαν, for κατετρώθησαν.

PG 44:425Read from the page
πρὸς την ὑψηλοτέραν ζωὴν ἑαυτὸν ἀνατείναντι, οὐ μικρὰ γένοιτ' ἂν πρὸς τὴν ἀληθῆ φιλοσοφίαν ἐφόδια τὰ εἰρημένα. Τῷ δὲ μαλακιζομένῳ πρὸς τοὺς ὑπὲρ τῆς ἀρετῆς ἱδρῶτας , κἂν πολλαπλάσια γραφῇ τῶν εἰρημένων, οὐδὲν ἂν ἐκ τοῦ πόνου γένοιτο ὄφελος. Πλὴν ὡς ἂν μὴ τοῦτο , κατὰ τὸν προοιμίου διορισμὸν, λήθη γένοιτο, ἐν οἷς ἡμῖν ὁ λόγος διϊσχυρίζεται, τοιοῦτον εἶναι τὸν τέλειον βίον , οὗ μηδεμία περιγραφὴ τελειότητος κωλύει τὴν πρόοδον · ἀλλ' ἡ πρὸς τὸ κρεῖττον ἀεὶ γινομένη τοῦ βίου ἐπαύξησις, ὁδός ἐστι τῇ ψυχῇ πρὸς τελείωσιν · καλῶς ἂν ἔχοι πρὸς τὸ πέρας τοῦ βίου Μωσέως ἀγαγόντας τὸν λόγον, ἀσφαλῆ δεῖξαι τὸν ἀποδοθέντα ἡμῖν ὅρον τῆς τελειότητος. Ὁ γὰρ διὰ τοσούτων ἀναβάσεων παρὰ πάντα τὸν βίον ὑψούμενος , οὐκ ἠπόρησε γενέσθαι πάλιν ἑαυτοῦ ὑψηλότερος · ὡς ἂν, οἶμαι, διὰ πάντων, ἀετοῦ δίκην, ὑπερνεφὴς αὐτοῦ θεωροῖτο ἡ ζωὴ καὶ μετέωρος, περὶ τὸν αἰθέρα τῆς νοητῆς ἀναβάσεως ἑλισσομένη. Ἐτέχθη, ὅτε τὸ τεχθῆναι Ἑβραῖον παρὰ τοῖς Αἰγυπτίοις ἀδίκημα ἔδοξε. Τοῦ δὲ τυράννου τότε νόμῳ τὸν τεχθέντα κολάζοντος, κρείττων γίνεται τοῦ φθοροποιοῦ νόμου, περισωθεὶς τὰ μὲν πρῶτα παρὰ τῶν γεννησαμένων, μετὰ ταῦτα δὲ παρ' αὐτῶν τῶν τεθεικότων τὸν νόμον. Καὶ οἷς ὁ θάνατος αὐτοῦ νόμῳ κατεσπουδάσθη, οὗτοι οὐ τῆς ζωῆς μόνον, ἀλλὰ καὶ τῆς εὐδοκίμου ζωῆς πᾶσαν εισηνέγκαντο πρόνοιαν, διὰ πάσης σοφίας ἀγαγόντες τὸν νέον. Κρείττων μετὰ ταῦτα γίνεται τῆς ἀνθρωπίνης τιμῆς, καὶ τῆς βασιλικῆς ἀξίας ὑπέρτερος, ισχυρότερον καὶ βασιλικώτερον κρίνας, ἀντὶ τῶν δορυφόρων, καὶ τοῦ βασιλικοῦ κόσμου, τὴν τῆς ἀρετῆς φρουρὰν ἔχειν, καὶ τῷ ταύτης κόσμῳ ἐγκαλλωπίζεσθαι. Μετὰ τοῦτο περισώζεται τὸ ὁμόφυλον, καὶ καταβάλλει τῇ πληγῇ τὸν Αἰγύπτιον · νοούντων ἡμῶν διὰ τῆς ἐξεταστικῆς θεωρίας τόν τε ἐχθρὸν τῆς ψυχῆς, καὶ τὸν φίλον. Εἶτα διδάσκαλον τῶν ὑψηλῶν μαθημάτων ποιεῖται τὴν ἡσυχίαν, καὶ οὕτω φωτίζεται τὴν διάνοιαν τῷ φωτὶ τῷ ἐκ τῆς βάτου ἐκλάμψαντι · καὶ τότε σπουδὴν ποιεῖται κοινωνῆσαι τοῖς ὁμοφύλοις τῶν θεόθεν αὐτῷ γεγενημένων καλῶν. Ἐν τούτοις διπλῆν ἐποιήσατο τῆς δυνάμεως τὴν ἐπίδειξιν, τὴν μὲν ἀμυντικὴν κατὰ τῶν ἐναντίων, ἐν πολυτρόποις τε καὶ ἐπαλλήλοις πληγαῖς · τὴν δὲ εὐεργετικὴν, ἐπὶ τῶν ὁμοφύλων. Διάγει διὰ τοῦ πελάγους τὸν τοσοῦτον λαὸν ποδὶ, οὐ στόλον ἑαυτῷ νηῶν παρασκευάσας, ἀλλὰ τὴν πίστιν αὐτοῖς πρὸς τὸν διάπλουν ναυπηγησάμενος, χέρσον ποιεῖ τοῖς Ἑβραίοις τὸν βυθὸν, θάλασσαν δὲ τοῖς Αἰγυπτίοις τὴν θάλασσαν. Ἦσε τὰ ἐπινίκια · ὡδηγήθη τῷ στύλῳ · ἐφωτίσθη τῷ οὐρανίῳ πυρὶ, τράπεζαν ἐκ τῆς ἄνωθεν τροφῆς ἑαυτῷ παρεστήσατο. Τῆς πέτρας ἐνεφορήθη, τὰς χεῖρας ἀνέτεινεν ἐπὶ τῇ τῶν Ἀμαληκιτῶν ἀπωλείᾳ. Προσβαίνει τῷ ὄρει, ἐν γνόφῳ γίνεται, σάλπιγγος ἤκουσε, τῇ θείᾳ φύσει προσήγγισεν, ὑπὸ τῆς ἄνωθεν σκηνῆς περιεσχέθη, τὴν ἱερωσύνην ἐκόσμησε, τὴν σκηνὴν ἐπήξατο, τοῖς νόμοις τὴν ζωὴν διωρθώσατο, τοὺς τελευταίους πολέμους κατὰ τὸν εἰρημένον τρόπον κατώρθωσεν · ἐπὶ τέλει τῶν κατορθωμάτων, τὴν ἀκολασίαν διὰ τῆς ἱερωσύνης ἐκόλασε. Τοῦτο γὰρ ἡ διὰ τοῦ Φινεὲς γενομένη κατὰ τοῦ πάθους
who stretches himself upwards towards the higher life, what has been said may prove no small provision for the journey towards true philosophy; whereas for one who grows slack before the sweats endured on behalf of virtue, even if things many times more than what has been said were written, no profit would come from the toil. Nevertheless, lest this—in accordance with the definition in our preface, wherein our discourse strongly maintains that the perfect life is such that no boundary of perfection hinders its advance, but rather the continual growth of life towards the better is the soul's road towards perfection—should fall into forgetfulness, it may be well to carry our account to the close of the life of Moses, so as to show the definition of perfection rendered by us to be secure. For he who through so many ascents throughout his whole life was continually lifted up did not fail to become once more higher than himself—so that, I think, through all things, like an eagle, his life might be contemplated above the clouds and aloft, wheeling around the ether of spiritual ascent. He was born at a time when for a Hebrew to be born was deemed a crime among the Egyptians. And when the tyrant at that time punished the newborn by law, he proved superior to the death-dealing law, being preserved at first by his parents, and thereafter by the very ones who had enacted the law. And those by whom his death had been eagerly sought through law brought to bear every forethought not only for his life, but also for his distinguished life, leading the youth through all wisdom. Thereafter he proves superior to human honour, and higher than royal dignity, judging it stronger and more royal, instead of bodyguards and royal attire, to have the guard of virtue, and to adorn himself with her attire. After this his kinsman is preserved, and he strikes down the Egyptian with a blow—whereby we understand through searching contemplation both the enemy of the soul and its friend. Next he makes quietness his teacher of lofty lessons, and thus is illumined in mind by the light that shone forth out of the bush; and then he makes haste to share with his kinsmen the good things that had come to him from God. In these events he made a twofold display of his power: defensive against the adversaries, in manifold and successive plagues, and beneficent towards his kinsmen. He leads so great a people across the sea on foot, having fitted out for himself no fleet of ships, but having built faith for them as their vessel for the crossing; he makes the deep dry land for the Hebrews, and the sea truly sea for the Egyptians. He sang the songs of victory; he was guided by the pillar; he was illumined by the heavenly fire; he set before himself a table from the food from above. He took his fill of the rock; he stretched out his hands at the destruction of the Amalekites. He approaches the mountain, enters into the darkness, heard the trumpet, drew near to the divine nature, was encompassed by the tabernacle from above, adorned the priesthood, pitched the tabernacle, set life straight by laws, brought the final wars to a successful issue in the manner described; and at the close of his right achievements, he chastised licentiousness through the priesthood. For this is what the [wrath] against the passion wrought through Phinehas
Notes, col. 425

On the reading

Printed την, for τὴν.

Printed εισηνέγκαντο, for εἰσηνέγκαντο.

Printed ισχυρότερον, for ἰσχυρότερον.

PG 44:428Read from the page
ὀργὴ ὑπηνίξατο. Ἐπὶ πᾶσι τούτοις, πρόσεισι τῷ ὄρει τῆς ἀναπαύσεως, οὐκ ἐπιβαίνει τῆς κάτω γῆς, πρὸς ἣν ὁ κάτω λαὸς ἐξ ἐπαγγελίας ἑώρα · οὐ γεύεται γηΐνης τροφῆς ἔτι, ὁ τῇ ἄνωθεν ἐπιῤῥεούσῃ μελετήσας, ἀλλ' ἄνω γενόμενος κατ' αὐτὴν τοῦ ὄρους τὴν ἀκρώρειαν, ὥσπερ τις ἀνδριαντοποιὸς ἐπιστήμων, ὅλον ἑαυτοῦ τὸν ἀνδριάντα τοῦ βίου ἐξεργασάμενος, ἀκριβῶς ἐπὶ τῷ ἄκρῳ τῆς κατασκευῆς, οὐχ τελευτὴν, ἀλλὰ κορυφὴν τῷ ἔργῳ ἐπέθηκε. Τί γάρ φησι περὶ αὐτοῦ ἡ ἱστορία ; ὅτι « Ἐτελεύτησεν ὁ Μωσῆς, ἱκέτης Κυρίου, διὰ ῥήματος Θεοῦ, καὶ οὐδεὶς ἔγνω τὴν ταφὴν αὐτοῦ · καὶ οἱ ὀφθαλμοι αὐτοῦ οὐκ ἠμαυρώθησαν, καὶ τὸ πρόσωπον αὐτοῦ οὐκ ἐφθάρη. »
intimated. Upon all these things, he approaches the mountain of rest; he does not set foot upon the land below, towards which the people below looked by promise; he tastes of earthly food no longer, having practised upon that which flows down from above; rather, having come to be on high along the very summit-ridge of the mountain, just like a skilled sculptor who has wrought the whole statue of his own life, right at the summit of its fashioning he set not a mere end, but a crowning peak upon his work. For what does the history say concerning him? That "Moses, the suppliant of the Lord, died through the word of God, and no one knew his burial-place; and his eyes were not dimmed, nor was his countenance corrupted" (Deut. 34:5-7).
Διδασκόμεθα γὰρ διὰ τούτων, ὅτι διὰ τοσούτων κατορθωμάτων γενόμενος, τότε ἀξιοῦται τοῦ ὑψηλοῦ τούτου ὀνόματος, ὥστε οἰκέτης κληθῆναι Θεοῦ · ὅπερ ἐστὶν ἴσον εἰπεῖν, ὅτι παντὸς κρείττων ἐγένετο. Οὐ γὰρ ἄν τις Θεῷ δουλεύσειε, μὴ τῶν ἐν τῷ κόσμῳ πάντων κρείττων γενόμενος. Τοῦτο δὲ αὐτῷ καὶ τέλος ἐστὶ τοῦ κατ' ἀρετὴν βίου, διὰ ῥήματος Θεοῦ κατορθούμενον. Ὃ δὴ τελευτὴν ἡ ἱστορία λέγει , τελευτὴν ζῶσαν, ἣν οὐ διαδέχεται τάφος, ᾗ οὐκ ἐπιχώννυται τύμβος, ἡ τοῖς ὀφθαλμοῖς ἀμαυρότητα καὶ τῷ προσώπῳ διαφθορὰν οὐκ ἐπάγουσα. Τί οὖν παιδευόμεθα διὰ τῶν εἰρημένων ; Πρὸς ἓν τέλος διὰ τοῦ βίου βλέπειν, τὸν τοῦ Θεοῦ οἰκέτην διὰ τῶν βεβιωμένων κληθῆναι. Ὅταν γὰρ πάντας τοὺς ἐχθροὺς καταγωνίσῃ, τὸν Αἰγύπτιον, τὸν Ἀμαληκίτην, τὸν Ἰδουμαῖον, τὸν Μαδιανίτην , καὶ περάσῃς τὸ ὕδωρ, καὶ φωτισθῇς τῇ νεφέλῃ, καὶ γλυκανθῇς διὰ τοῦ ξύλου, καὶ πίῃς τῆς πέτρας, καὶ τῆς ἄνωθεν γεύσῃ τροφῆς , καὶ διὰ τῆς καθαρότητός τε καὶ ἁγνεία; ὁδοποιήσῃς σεαυτῷ τὴν ἐπὶ τὸ ὄρος ἄνοδον, κἀκεῖ γενόμενος κατηχηθῇς τὸ θεῖον μυστήριον τῇ τῶν σαλπίγγων ἠχῇ · καὶ ἐν τῷ δυσθεωρήτῳ γνόφῳ διὰ τῆς πίστεως τῷ Θεῷ προσεγγίσῃς, κἀκεῖ διδαχθῇς τὰ τῆς σκηνῆς μυστήρια , καὶ τὸ τῆς ἱερωσύνης ἀξίωμα · ὅταν γένῃ τῶν σῶν καρδιῶν λατόμος, ὥστε ἐν ταύταις τὰ θεῖα λόγια ἐγκεχαράχθαι παρὰ τοῦ Θεοῦ · ὅταν τὸ τοῦ χρυσοῦ εἴδωλον ἐξαφανίσῃς, τοῦτ' ἔστι , τὴν πλεονεκτικὴν ἐπιθυμίαν ἐξαλείψῃς τοῦ βίου · ὅταν τοσοῦτον ὑψωθῇς, ὥστε ἄμαχος φανῆναι τῇ γοητείᾳ τοῦ Βαλαάμ · γοητείαν δὲ ἀκούσας, νόησόν μοι τὴν ποικίλην τῆς ζωῆς ταύτης ἀπάτην, δι' ἧς οἱ ἄνθρωποι , καθάπερ τινὶ Κιρκαίῳ κρατῆρι φαρμακευόμενοι, τῆς ἰδίας ἐκστάντες φύσεως, εἰς ἀλόγων μορφὰς μεταπλάττονται · ὅταν διὰ πάντων γένῃ τούτων, καὶ βλαστήσῃ ἐν σοὶ τῆς ἱερωσύνης ἡ ῥάβδος, ἡ μηδεμίαν τινὰ γῆς ἰκμάδα πρὸς τὴν βλάστην ἐφελκομένη , ἀλλ' οἴκοθεν τοῦ καρποῦ τὴν δύναμιν ἔχουσα, καὶ καρποῦ καρυΐνου · οὗ ἡ μὲν πρώτη ἔντευξις, πικρά τε καὶ κατεστυμμένη · τὸ δὲ ἐγκείμενον τούτοις , ἡδὺ καὶ ἐδώδιμον · ὅταν πᾶν τὸ ἐπανιστάμενον κατὰ τοῦ σοῦ ἀξιώματος, εἰς ἀφανισμὸν χωρήσῃ, κατὰ τὸν Δαθὰν ὑπόγειον γενόμενον · ἢ ἐκδαπανηθὲν τῷ πυρὶ, κατὰ τὸν Κορέ · τότε προσεγγίσῃς τῷ τέλει. Τέλος δὲ λέγω, οὗ ἕνεκα πάντα γίνεται · οἷον, τέλος τῆς γεωργικῆς, ἡ ἀπόλαυσις · τέλος τῆς κατασκευῆς τοῦ οἴκου, ἡ οἴκησις · τέλος τῆς ἐμπορίας , ὁ πλοῦτος · καὶ τῶν ἐν τοῖς ἀγῶσι
For we are taught through these things that after having passed through so many right achievements, he is then deemed worthy of this lofty name, so as to be called the servant of God—which is tantamount to saying that he proved superior to all things. For no one could serve God unless he had proved superior to all things in the world. And this for him is also the end of the life according to virtue, brought to right issue through the word of God—which indeed the history calls an end: a living end, which no grave succeeds, over which no mound is heaped up, and which brings neither dimness to the eyes nor corruption to the countenance. What, then, are we taught through what has been said? To look throughout life towards one single end: to be called the servant of God on account of the way we have lived. For whenever you overcome all your enemies—the Egyptian, the Amalekite, the Edomite, the Midianite—and pass through the water, and are illumined by the cloud, and are sweetened through the wood, and drink from the rock, and taste of the food from above, and through purity and chastity make a road for yourself for the ascent onto the mountain, and having come to be there are instructed in the divine mystery by the sound of the trumpets, and in the hard-to-contemplate darkness draw near to God through faith, and there are taught the mysteries of the tabernacle and the dignity of the priesthood; whenever you become the stonecutter of your own hearts, so that upon them the divine oracles are engraved by God; whenever you wipe out the idol of gold, that is, blot out covetous desire from your life; whenever you are lifted up so high as to show yourself invincible to the sorcery of Balaam—and hearing sorcery, understand, pray, the manifold deceit of this life, through which men, drugged as though by some Circean mixing-bowl, step outside their own nature and are refashioned into the forms of irrational beasts; whenever you have passed through all these things, and the rod of the priesthood sprouts forth within you, drawing to itself no moisture of earth whatsoever for its sprouting, but possessing from within itself the power of its fruit, and of a walnut fruit at that—whose first encounter is bitter and astringent, whereas what lies within these coverings is sweet and edible; whenever everything that rises up against your dignity passes into disappearance, sinking underground after the manner of Dathan, or consumed by fire after the manner of Korah—then you will draw near to the end. And by end I mean that for the sake of which all things come to be: for instance, the end of husbandry is enjoyment of the fruits; the end of building a house is dwelling in it; the end of commerce is wealth; and of the [toils] in athletic contests,
Notes, col. 428

On the reading

Printed οὐχ, for οὐκ.

Printed ὀφθαλμοι, for ὀφθαλμοὶ.

Printed ἁγνεία;, for ἁγνείας.

PG 44:429Read from the page
πόνων, ὁ στέφανος. Οὕτω καὶ τῆς ὑψηλῆς πολιτείας τέλος, τὸ κληθῆναι οἰκέτην Θεοῦ · ᾧ συνθεωρεῖται, τὸ μὴ ὑποχωσθῆναι τῷ τύμβῳ · τοῦτο δέ ἐστι , τὸ γυμνήν τε καὶ ἀπέριττον τῶν πονηρῶν ἐφολκίων τὴν ζωὴν γενέσθαι. Τῆς δὲ δουλείας ταύτης καὶ ἕτερον γνώρισμά φησιν ὁ λόγος, τὸ μήτε ὀφθαλμὸν ἀμαυρωθῆναι, μήτε πρόσωπον διαφθαρῆναι. Ὁ γὰρ ἐν φωτὶ διὰ παντὸς ὢν ὀφθαλμὸς , πῶς ἂν ἀμαυρωθήσεται διὰ τοῦ σκότους, οὗ ἠλλοτρίωται ; καὶ ὁ τὴν ἀφθαρσίαν ἐν πάσῃ τῇ ζωῇ κατορθώσας, οὐδεμίαν πάντως φθορὰν ἐφ' ἑαυτοῦ παραδέχεται. Ὁ γὰρ ἀληθῶς κατ' εἰκόνα Θεοῦ γεγονὼς, καὶ μηδαμοῦ παρατραπεὶς τοῦ θείου χαρακτῆρος · ἐφ' ἑαυτοῦ τὰ γνωρίσματα φέρει, καὶ συμβαίνει διὰ πάντων τῇ ὁμοιώσει πρὸς τὸ ἀρχέτυπον, τῷ ἀφθάρτῳ τε καὶ ἀναλλοιώτῳ, καὶ πάσης ἀμιγεῖ κακίας τὴν ἰδίαν ψυχὴν καλλωπίζων.
the crown. So too the end of the lofty way of life is to be called the servant of God; along with which is contemplated not being buried beneath a mound—that is, one's life becoming stripped and unencumbered of evil appendages. And the word states yet another token of this service: that neither is the eye dimmed, nor is the countenance corrupted. For how shall the eye that abides continually in light be dimmed through the darkness from which it has been estranged? And he who has achieved incorruption throughout his whole life admits by no means any corruption upon himself. For he who has truly come to be according to the image of God, and has nowhere turned aside from the divine stamp, bears the tokens upon himself, and accords in all respects with the likeness to the Archetype, adorning his own soul with what is incorruptible, unchangeable, and unmixed with any wickedness.
Ταῦτά σοι, ὦ ἄνθρωπε Θεοῦ, περὶ τῆς τοῦ βίου τοῦ κατ' ἀρετὴν τελειότητος, Καισάριε , ὁ βραχὺς ἡμῶν οὗτος ὑποτίθεται λόγος, οἷόν τι πρωτότυπον ἐν μορφῇ κάλλους, τὸν τοῦ μεγάλου Μωσέως ὑπογράψαντα βίον · ἐφ' ᾧ τοὺς καθ' ἕκαστον ἡμῶν διὰ τῆς τῶν ἐπιτηδευμάτων μιμήσεως ἐν ἑαυτοῖς μεταγράφειν τοῦ προδειχθέντος ἡμῖν κάλλους τὸν χαρακτῆρα. Τοῦ γὰρ κατωρθωκέναι τὸν Μωσέα τὴν ἐνδεχομένην τελειότητα , τίς ἂν ἡμῖν ἀξιοπιστότερος εὑρεθείη μάρτυς τῆς θείας φωνῆς, ἥ φησι πρὸς αὐτόν · ὅτι « Ἔγνων σὲ παρὰ πάντας; » ἀλλὰ καὶ τὸ φίλον αὐτὸν ὀνομασθῆναι Θεοῦ παρ' αὐτοῦ τοῦ Θεοῦ · καὶ τὸ συναπολέσθαι μᾶλλον ἑλόμενον μετὰ πάντων, εἰ μὴ κἀκείνοις, ἐφ' οἷς ἐπλημμέλησαν ἱλεωθείη δι' εὐμενείας τὸ Θεῖον, στῆσαι κατὰ τῶν Ἰσραηλιτῶν τὴν ὀργὴν, τὴν ἰδίαν τοῦ Θεοῦ κρίσιν παρατρέψαντος , ἵνα μὴ λυπήσῃ τὸν φίλον. Καὶ πάντα τὰ τοιαῦτα, μαρτυρία σαφής ἐστι καὶ ἀπόδειξις τοῦ πρὸς τὸν ἀκρότατον τῆς τελειότητος ὅρον ἀναβεβηκέναι τοῦ Μωσέως τὸν βίον. Ἐπεὶ οὖν τοῦτο παρ' ἡμῶν τὸ ζητούμενον ἦν, τί τὸ τέλειον τῆς ἐναρέτου πολιτείας ἐστίν · εὑρέθη δὲ διὰ τῶν εἰρημένων τὸ τέλειον · ὥρα σοι, ὦ γενναῖε, πρὸς τὸ ὑπόδειγμα βλέπειν, καὶ τὰ δι' ὑψηλοτέρας ἀναγωγῆς θεωρηθέντα περὶ τῶν ἱστορικῶς εἰρημένων, ἐπὶ τὸν ἴδιον μεταφέροντα βίον, γνωσθῆναί τε ὑπὸ Θεοῦ , καὶ φίλον γενέσθαι αὐτοῦ. Τοῦτο γάρ ἐστιν ὡς ἀληθῶς ἡ τελειότης , τὸ μὴ δουλοπρεπῶς φόβῳ κολάσεως τοῦ κατὰ κακίαν βίου χωρίζεσθαι · μηδὲ τῇ τῶν μισθῶν ἐλπίδι τὸ ἀγαθὸν ἐνεργεῖν, πραγματευτικῇ τινι καὶ συναλλαγματικῇ διαθέσει κατεμπορευομένους τῆς ἐναρέτου ζωῆς · ἀλλ' ὑπεριδόντας πάντων καὶ τῶν ἐν ἐπαγγελίαις δι' ἐλπίδος ἀποκειμένων, μόνον ἡγεῖσθαι φοβερὸν, τὸ τῆς φιλίας τοῦ Θεοῦ ἐκπεσεῖν · καὶ μόνον τίμιόν τε καὶ ἐράσμιον ἑαυτοῖς κρῖναι , τὸ φίλον γενέσθαι Θεῷ · ὅπερ ἐστὶ, κατά γε τὸν ἐμὸν λόγον, ἡ τελειότης τοῦ βίου. Ὅ τι δ' ἂν παρὰ σοῦ πρὸς τὸ μεγαλοπρεπέστερόν τε καὶ θειότερον ἐπαρθείσης σοι τῆς διανοίας, εὑρεθῇ · πολλῶν δὲ.....εὑρεθήσεται · κοινὸν ἔσται πάντως τὸ κέρδος, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.
These things, O man of God, Caesarius, concerning the perfection of the life according to virtue, this brief discourse of ours sets before you, sketching out like some archetype in a form of beauty the life of the great Moses, so that each of us individually, through imitation of his pursuits, may transcribe within ourselves the stamp of the beauty set forth beforehand for us. For that Moses achieved the perfection attainable, what more trustworthy witness could be found for us than the divine voice, which says to him: "I have known you beyond all" (Exod. 33:12, 17)? And moreover his being named the friend of God by God Himself; and the fact that, choosing rather to perish together with all if the Divine would not through goodwill be propitiated towards them also for their transgressions, he stayed the wrath against the Israelites, turning aside God's own judgement lest He grieve His friend. And all such things are a clear testimony and demonstration that the life of Moses ascended to the topmost boundary of perfection. Since, therefore, this was what was sought by us—what perfection in the virtuous way of life is—and perfection has been found through what has been said, it is high time for you, O noble friend, to look towards the pattern, and transferring to your own life the things contemplated through loftier anagogy concerning what has been historically narrated, both to be known by God and to become His friend. For this truly is perfection: not in slavish fashion out of fear of punishment to separate oneself from the life of wickedness, nor out of hope of rewards to work what is good, trafficking in the virtuous life with some businesslike and contractual disposition; but rather, overlooking even all the things laid up by hope in the promises, to deem one thing alone fearful—namely to fall away from the friendship of God—and to judge one thing alone precious and worthy of love for oneself: to become the friend of God; which, according to my account at least, is the perfection of life. And whatever may be found by you when your mind has been lifted up towards what is more magnificent and more divine—and out of many things [...] it shall be found—the gain will by all means be common, in Christ Jesus our Lord, to Whom be glory and dominion unto the ages. Amen.