χώρημα, ἣν ὀπὴν ὀνομάζει ὁ λόγος, καλῶς ὁ θεῖος Ἀπόστολος ἐν τοῖς ἰδίοις λόγοις διηρμήνευσεν, οἰκίαν ἀχειροποίητον οὐρανίαν ἀποκεῖσθαι δι' ἐλπίδος τοῖς τὴν γηΐνην σκηνὴν διαλύσασι λέγων. Ἀληθῶς γὰρ ὁ τὸν δρόμον τελέσας, καθώς φησιν ὁ Ἀπόστολος, ἐν ἐκείνῳ τῷ πλατεῖ καὶ εὐρυχώρῳ σταδίῳ, ὃν τόπον ὀνομάζει ἡ θεία φωνὴ, καὶ τὴν πίστιν τηρήσας, ἤτοι, κάθως φησι τὸ αἴνιγμα, ἐπὶ τῆς πέτρας τοὺς ἰδίους πόδας ἐρείσας· οὗτος τῷ τῆς δικαιοσύνης στεφάνῳ παρὰ τῆς χειρὸς τοῦ ἀγωνοθέτου καλλωπισθήσεται· τὸ δὲ τοιοῦτον γέρας διαφόρως παρὰ τῆς Γραφῆς ὀνομάζεται. Τὸ γὰρ αὐτὸ ἐνταῦθα μὲν χώρημα πέτρας λέγεται· ἐν ἑτέροις δὲ, παραδείσου τρυφὴ, καὶ αἰωνία σκηνὴ, καὶ μονὴ παρὰ τῷ Πατρὶ, καὶ πατριάρχου κόλπος, καὶ χώρα ζώντων, καὶ ὕδωρ ἀναπαύσεως, καὶ ἡ ἄνω Ἱερουσαλὴμ, καὶ βασιλεία οὐρανῶν, καὶ βραβεῖον κλήσεως, καὶ στέφανος χαρίτων, καὶ στέφανος κάλλους, καὶ πύργος ἰσχύος, καὶ ἐπιτραπέζιος εὐφροσύνη, καὶ Θεοῦ συνεδρία, καὶ θρόνος κρίσεως, καὶ τόπος ὀνομαστὸς, καὶ σκηνὴ ἀπόκρυφος. Ἓν οὖν καὶ τοῦτό φαμεν εἶναι τῶν εἰς τοῦτο φερόντων τὸ νόημα, τὴν εἰς τὴν πέτραν τοῦ Μωϋσέως εἴσοδον. Ἐπειδὴ γὰρ Χριστὸς ἡ πέτρα παρὰ τοῦ Παύλου νενόηται· πᾶσα δὲ ἀγαθῶν ἐλπὶς ἐν τῷ Χριστῷ εἶναι πιστεύεται, ἐν ᾧ πάντας εἶναι τοὺς θησαυροὺς τῶν ἀγαθῶν μεμαθήκαμεν· ὁ ἐν ἀγαθῷ τινι γενόμενος, ἐν τῷ Χριστῷ πάντως ἐστὶ τῷ περιεκτικῷ παντὸς ἀγαθοῦ· ὁ δὲ μέχρι τούτου φθάσας, καὶ ὑπὸ τῆς τοῦ Θεοῦ χειρὸς σκεπασθεὶς, καθὼς ὁ λόγος ἐπηγγείλατο (χεὶρ δ' ἂν εἴη τοῦ Θεοῦ ἡ δημιουργικὴ τῶν ὄντων δύναμις, ὁ μονογενὴς Θεὸς, δι' οὗ τὰ πάντα ἐγένετο, ὃς καὶ τοῖς τρέχουσι τόπος ἐστὶν, ὁδὸς τοῦ δρόμου γινόμενος, κατὰ τὴν ἰδίαν φωνὴν, καὶ πέτρα γίνεται τοῖς βεβαίοις, καὶ οἶκος τοῖς ἀναπαυομένοις), τότε ἀκούσεται τοῦ προσκαλουμένου, καὶ κατόπιν τοῦ καλοῦντος γενήσεται, τουτέστιν, «Ὀπίσω Κυρίου τοῦ Θεοῦ πορεύσεται,» καθὼς ὁ νόμος παρεγγυᾷ. Ὅπερ ἀκούσας ἐνόησε καὶ ὁ μέγας Δαβὶδ, τῷ μὲν κατοικοῦντι ἐν βοηθείᾳ τοῦ Ὑψίστου λέγων, ὅτι· «Ἐν τοῖς μεταφρένοις αὐτοῦ ἐπισκιάσει σοι,» ὅπερ ἴσόν ἐστι τῷ κατόπιν αὐτὸν τοῦ Θεοῦ εἶναι· ἐν γὰρ τοῖς ὀπισθίοις ἐστὶ τὸ μετάφρενον. Περὶ ἑαυτοῦ δὲ τοῦτο βοῶν, ὅτι «Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου, ἐμοῦ δὲ ἀντελάβετο ἡ δεξιά σου.» Ὁρᾷς πῶς συμβαίνει τῇ ἱστορίᾳ ἡ ψαλμῳδία. Ὡς γὰρ οὗτός φησι, τῷ ὀπίσω τοῦ Θεοῦ κεκολλημένῳ τὴν τῆς δεξιᾶς εἶναι ἀντίληψιν· οὕτω κἀκεῖ ἡ χεὶρ ἅπτεται τοῦ ἐν τῇ πέτρᾳ τὴν θείαν φωνὴν ἀναμένοντος, καὶ κατόπιν ἀκολουθεῖν εὐχομένου. Ἀλλὰ καὶ ὁ Κύριος, ὁ τότε τῷ Μωϋσεῖ χρηματίσας, ὁ πληρωτὴς τοῦ ἰδίου νόμου γενόμενος, ὁμοίως πρὸς τοὺς μαθητὰς διεξέρχεται, ἀπογυμνῶν τῶν ἐν αἰνίγματι ῥηθέντων εἰς τὸ ἐμφανὲς τὴν διάνοιαν· «Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν,» λέγων· οὐκ, Εἴ τις ἔμπροσθεν. Καὶ τῷ περὶ τῆς αἰωνίου ζωῆς ἱκετεύοντι, τὸ αὐτὸ τοῦτο ὑποτίθεται· «Δεῦρο» γὰρ, φησὶν, «ἀκολούθει μοι·» ὁ δὲ ἀκολουθῶν, τὸ ὄπισθεν βλέπει. Οὐκοῦν διδάσκεται νῦν ὁ Μωϋσῆς, ὁ ἰδεῖν τὸν Θεὸν σπεύδων, πῶς ἔστιν
space, which the account calls a hole, the divine Apostle has finely expounded in his own words, saying that there is laid up through hope a heavenly house not made with hands for those who dissolve their earthly tabernacle. For truly he who has finished the course, as the Apostle says, in that broad and spacious stadium which the divine voice calls a place, and who has kept the faith—that is, as the riddle says, who has planted his own feet firmly upon the rock—shall be adorned with the crown of righteousness from the hand of the Master of the games; and such a prize is variously named by Scripture. For the selfsame thing is here called the space of a rock; and in other places, the delight of paradise, and an eternal tabernacle, and an abode beside the Father, and a patriarch's bosom, and the land of the living, and water of rest, and the Jerusalem above, and the kingdom of heaven, and the prize of the calling, and a crown of graces, and a crown of beauty, and a tower of strength, and the gladness of the banquet-table, and the council-chamber of God, and a throne of judgement, and a renowned place, and a hidden tabernacle. We say, then, that Moses' entrance into the rock is also one of the things conveying the thought pointing hereunto. For since Christ has been understood by Paul to be the rock, and every hope of good things is believed to be in Christ, in Whom we have learned that all the treasures of good things exist, he who has come to be in any good thing is altogether in Christ, Who contains every good. And he who has reached as far as this, and has been sheltered by the hand of God, as the word promised (and the hand of God would be the creative power of things that are, the Only-begotten God, through Whom all things came to be, Who is also a place for those who run, becoming the way of the course according to His own voice, and becomes a rock for the steadfast, and a house for those who take their rest), will then hear Him Who calls him forward, and will come to be behind Him Who calls—that is to say, "He shall walk after the Lord God," as the law enjoins. Hearing which, the great David also understood it, saying on the one hand to him who dwells in the help of the Most High, "With His shoulders He shall overshadow you," which is equivalent to his being behind God, for the shoulder-back belongs to the hinder parts; and crying out this concerning himself on the other hand, "My soul has cleaved after Thee, and Thy right hand has upheld me." You see how the psalmody agrees with the history: for just as the latter says that the upholding of the right hand belongs to him who has cleaved after God, so there too the hand touches him who awaits the divine voice in the rock and prays to follow behind. Moreover, the Lord Himself, Who then spoke oracles to Moses, having become the Fulfiller of His own law, discourses in like manner to His disciples, laying bare into the open the meaning of the things spoken in a riddle, saying: "If anyone wills to come after Me"—not, "If anyone before." And to him who entreats concerning eternal life He enjoins this selfsame thing: "Come," He says, "follow Me"; and he who follows sees the back. Accordingly Moses, who hastens to see God, is now taught how it is possible