Migne Reading Room

PG 44 · cols. 408–417 · Read from the page

On the Life of Moses

On the Life of Moses

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 44:408Read from the page
χώρημα, ἣν ὀπὴν ὀνομάζει ὁ λόγος, καλῶς ὁ θεῖος Ἀπόστολος ἐν τοῖς ἰδίοις λόγοις διηρμήνευσεν, οἰκίαν ἀχειροποίητον οὐρανίαν ἀποκεῖσθαι δι' ἐλπίδος τοῖς τὴν γηΐνην σκηνὴν διαλύσασι λέγων. Ἀληθῶς γὰρ ὁ τὸν δρόμον τελέσας, καθώς φησιν ὁ Ἀπόστολος, ἐν ἐκείνῳ τῷ πλατεῖ καὶ εὐρυχώρῳ σταδίῳ, ὃν τόπον ὀνομάζει ἡ θεία φωνὴ, καὶ τὴν πίστιν τηρήσας, ἤτοι, κάθως φησι τὸ αἴνιγμα, ἐπὶ τῆς πέτρας τοὺς ἰδίους πόδας ἐρείσας· οὗτος τῷ τῆς δικαιοσύνης στεφάνῳ παρὰ τῆς χειρὸς τοῦ ἀγωνοθέτου καλλωπισθήσεται· τὸ δὲ τοιοῦτον γέρας διαφόρως παρὰ τῆς Γραφῆς ὀνομάζεται. Τὸ γὰρ αὐτὸ ἐνταῦθα μὲν χώρημα πέτρας λέγεται· ἐν ἑτέροις δὲ, παραδείσου τρυφὴ, καὶ αἰωνία σκηνὴ, καὶ μονὴ παρὰ τῷ Πατρὶ, καὶ πατριάρχου κόλπος, καὶ χώρα ζώντων, καὶ ὕδωρ ἀναπαύσεως, καὶ ἡ ἄνω Ἱερουσαλὴμ, καὶ βασιλεία οὐρανῶν, καὶ βραβεῖον κλήσεως, καὶ στέφανος χαρίτων, καὶ στέφανος κάλλους, καὶ πύργος ἰσχύος, καὶ ἐπιτραπέζιος εὐφροσύνη, καὶ Θεοῦ συνεδρία, καὶ θρόνος κρίσεως, καὶ τόπος ὀνομαστὸς, καὶ σκηνὴ ἀπόκρυφος. Ἓν οὖν καὶ τοῦτό φαμεν εἶναι τῶν εἰς τοῦτο φερόντων τὸ νόημα, τὴν εἰς τὴν πέτραν τοῦ Μωϋσέως εἴσοδον. Ἐπειδὴ γὰρ Χριστὸς ἡ πέτρα παρὰ τοῦ Παύλου νενόηται· πᾶσα δὲ ἀγαθῶν ἐλπὶς ἐν τῷ Χριστῷ εἶναι πιστεύεται, ἐν ᾧ πάντας εἶναι τοὺς θησαυροὺς τῶν ἀγαθῶν μεμαθήκαμεν· ὁ ἐν ἀγαθῷ τινι γενόμενος, ἐν τῷ Χριστῷ πάντως ἐστὶ τῷ περιεκτικῷ παντὸς ἀγαθοῦ· ὁ δὲ μέχρι τούτου φθάσας, καὶ ὑπὸ τῆς τοῦ Θεοῦ χειρὸς σκεπασθεὶς, καθὼς ὁ λόγος ἐπηγγείλατο (χεὶρ δ' ἂν εἴη τοῦ Θεοῦ ἡ δημιουργικὴ τῶν ὄντων δύναμις, ὁ μονογενὴς Θεὸς, δι' οὗ τὰ πάντα ἐγένετο, ὃς καὶ τοῖς τρέχουσι τόπος ἐστὶν, ὁδὸς τοῦ δρόμου γινόμενος, κατὰ τὴν ἰδίαν φωνὴν, καὶ πέτρα γίνεται τοῖς βεβαίοις, καὶ οἶκος τοῖς ἀναπαυομένοις), τότε ἀκούσεται τοῦ προσκαλουμένου, καὶ κατόπιν τοῦ καλοῦντος γενήσεται, τουτέστιν, «Ὀπίσω Κυρίου τοῦ Θεοῦ πορεύσεται,» καθὼς ὁ νόμος παρεγγυᾷ. Ὅπερ ἀκούσας ἐνόησε καὶ ὁ μέγας Δαβὶδ, τῷ μὲν κατοικοῦντι ἐν βοηθείᾳ τοῦ Ὑψίστου λέγων, ὅτι· «Ἐν τοῖς μεταφρένοις αὐτοῦ ἐπισκιάσει σοι,» ὅπερ ἴσόν ἐστι τῷ κατόπιν αὐτὸν τοῦ Θεοῦ εἶναι· ἐν γὰρ τοῖς ὀπισθίοις ἐστὶ τὸ μετάφρενον. Περὶ ἑαυτοῦ δὲ τοῦτο βοῶν, ὅτι «Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου, ἐμοῦ δὲ ἀντελάβετο ἡ δεξιά σου.» Ὁρᾷς πῶς συμβαίνει τῇ ἱστορίᾳ ἡ ψαλμῳδία. Ὡς γὰρ οὗτός φησι, τῷ ὀπίσω τοῦ Θεοῦ κεκολλημένῳ τὴν τῆς δεξιᾶς εἶναι ἀντίληψιν· οὕτω κἀκεῖ ἡ χεὶρ ἅπτεται τοῦ ἐν τῇ πέτρᾳ τὴν θείαν φωνὴν ἀναμένοντος, καὶ κατόπιν ἀκολουθεῖν εὐχομένου. Ἀλλὰ καὶ ὁ Κύριος, ὁ τότε τῷ Μωϋσεῖ χρηματίσας, ὁ πληρωτὴς τοῦ ἰδίου νόμου γενόμενος, ὁμοίως πρὸς τοὺς μαθητὰς διεξέρχεται, ἀπογυμνῶν τῶν ἐν αἰνίγματι ῥηθέντων εἰς τὸ ἐμφανὲς τὴν διάνοιαν· «Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν,» λέγων· οὐκ, Εἴ τις ἔμπροσθεν. Καὶ τῷ περὶ τῆς αἰωνίου ζωῆς ἱκετεύοντι, τὸ αὐτὸ τοῦτο ὑποτίθεται· «Δεῦρο» γὰρ, φησὶν, «ἀκολούθει μοι·» ὁ δὲ ἀκολουθῶν, τὸ ὄπισθεν βλέπει. Οὐκοῦν διδάσκεται νῦν ὁ Μωϋσῆς, ὁ ἰδεῖν τὸν Θεὸν σπεύδων, πῶς ἔστιν
space, which the account calls a hole, the divine Apostle has finely expounded in his own words, saying that there is laid up through hope a heavenly house not made with hands for those who dissolve their earthly tabernacle. For truly he who has finished the course, as the Apostle says, in that broad and spacious stadium which the divine voice calls a place, and who has kept the faith—that is, as the riddle says, who has planted his own feet firmly upon the rock—shall be adorned with the crown of righteousness from the hand of the Master of the games; and such a prize is variously named by Scripture. For the selfsame thing is here called the space of a rock; and in other places, the delight of paradise, and an eternal tabernacle, and an abode beside the Father, and a patriarch's bosom, and the land of the living, and water of rest, and the Jerusalem above, and the kingdom of heaven, and the prize of the calling, and a crown of graces, and a crown of beauty, and a tower of strength, and the gladness of the banquet-table, and the council-chamber of God, and a throne of judgement, and a renowned place, and a hidden tabernacle. We say, then, that Moses' entrance into the rock is also one of the things conveying the thought pointing hereunto. For since Christ has been understood by Paul to be the rock, and every hope of good things is believed to be in Christ, in Whom we have learned that all the treasures of good things exist, he who has come to be in any good thing is altogether in Christ, Who contains every good. And he who has reached as far as this, and has been sheltered by the hand of God, as the word promised (and the hand of God would be the creative power of things that are, the Only-begotten God, through Whom all things came to be, Who is also a place for those who run, becoming the way of the course according to His own voice, and becomes a rock for the steadfast, and a house for those who take their rest), will then hear Him Who calls him forward, and will come to be behind Him Who calls—that is to say, "He shall walk after the Lord God," as the law enjoins. Hearing which, the great David also understood it, saying on the one hand to him who dwells in the help of the Most High, "With His shoulders He shall overshadow you," which is equivalent to his being behind God, for the shoulder-back belongs to the hinder parts; and crying out this concerning himself on the other hand, "My soul has cleaved after Thee, and Thy right hand has upheld me." You see how the psalmody agrees with the history: for just as the latter says that the upholding of the right hand belongs to him who has cleaved after God, so there too the hand touches him who awaits the divine voice in the rock and prays to follow behind. Moreover, the Lord Himself, Who then spoke oracles to Moses, having become the Fulfiller of His own law, discourses in like manner to His disciples, laying bare into the open the meaning of the things spoken in a riddle, saying: "If anyone wills to come after Me"—not, "If anyone before." And to him who entreats concerning eternal life He enjoins this selfsame thing: "Come," He says, "follow Me"; and he who follows sees the back. Accordingly Moses, who hastens to see God, is now taught how it is possible
Notes, col. 408

On the reading

Printed κάθως, for καθώς.

PG 44:409Read from the page
ἰδεῖν τὸν Θεόν· ὅτι τὸ ἀκολουθεῖν τῷ Θεῷ, καθ' ὅπερ ἂν καθηγεῖται, τοῦτο βλέπειν ἐστὶ τὸν Θεόν· ἡ γὰρ πάροδος αὐτοῦ τὴν ὁδηγίαν τοῦ ἑπομένου διασημαίνει, οὐ γὰρ ἔστιν ἄλλως τὸν ἀγνοοῦντα τὴν ὁδὸν ἀσφαλῶς διανύσαι, μὴ τῷ καθηγουμένῳ κατόπιν ἑπόμενον.
to see God: namely, that to follow God whithersoever He leads the way—this is to behold God; for His passing by signifies the guidance of him who follows, since it is not otherwise possible for one ignorant of the way to complete it safely unless he follows behind his Guide.
Ὁ οὖν ὁδηγῶν, τῷ προηγεῖσθαι τοῦ ἑπομένου τὴν ὁδὸν ὑποδείκνυσιν· ὁ δὲ ἑπόμενος, τότε τῆς εὐθείας οὐκ ἐκτραπήσεται, εἰ τὸ ὀπίσω ἀεὶ τοῦ ἡγουμένου βλέποι. Ὁ γὰρ ἐπὶ τὰ πλάγια τῇ κινήσει παραφερόμενος, ἢ ἀντιπρόσωπον φέρων τῷ ὁδηγοῦντι τὸ βλέμμα, ἄλλην ἑαυτῷ καινοτομεῖ πορείαν, οὐχ ἣν ὁ ὁδηγὸς ὑποδείκνυσι. Διό φησι πρὸς τὸν ὁδηγούμενον, ὅτι «Τὸ πρόσωπόν μου οὐκ ὀφθήσεταί σοι·» τουτέστι, μὴ ἀντιπρόσωπος γίνου τῷ ὁδηγοῦντι. Πρὸς γὰρ τὸ ἐναντίον πάντως ὁ δρόμος ἔσται· ἀγαθὸν γὰρ ἀγαθῷ οὐκ ἀντιβλέπει, ἀλλ' ἕπεται. Τὸ δὲ ἐκ τοῦ ἐναντίου νοούμενον, τῷ ἀγαθῷ ἀντιπρόσωπον γίνεται. Ἡ γὰρ κακία ἐξ ἐναντίου τῇ ἀρετῇ βλέπει· ἀρετὴ δὲ οὐκ ἀντιθεωρεῖται τῇ ἀρετῇ ἀντιπρόσωπος. Ὁ οὖν Μωϋσῆς οὐκ ἀντιβλέπει τῷ Θεῷ, ἀλλὰ τὰ ὀπίσω αὐτοῦ βλέπει. Ὁ γὰρ ἀντιβλέπων, οὐ ζήσεται· καθὼς μαρτύρεται ἡ θεία φωνὴ, ὅτι «Οὐδεὶς ὄψεται τὸ πρόσωπον Κυρίου, καὶ ζήσεται.» Ὁρᾷς ὅσον ἐστὶ τὸ μαθεῖν ἀκολουθῆσαι τῷ Θεῷ· ὅτι μετὰ τὰς ὑψηλὰς ἐκείνας ἀναβάσεις, καὶ τὰς φοβεράς τε καὶ ἐνδόξους θεοφανείας, πρὸς τῷ τέλει που τῆς ζωῆς, μόγις ταύτης ἀξιοῦται τῆς χάριτος, ὁ μαθὼν κατόπιν γίνεσθαι Θεοῦ. Τῷ δὲ οὕτως ἑπομένῳ τῷ Θεῷ, οὐκέτι τῶν διὰ κακίας προσοχθισμάτων ἀντιβαίνει οὐδέν. Μετὰ ταῦτα γὰρ φθόνος αὐτῷ παρὰ τῶν ἀδελφῶν ἐπιφύεται· φθόνος, τὸ ἀρχέκακον πάθος, ὁ τοῦ θανάτου πατὴρ, ἡ πρώτη τῆς ἁμαρτίας εἴσοδος, ἡ τῆς κακίας ῥίζα, ἡ τῆς λύπης γένεσις, ἡ τῶν συμφορῶν μήτηρ, ἡ τῆς ἀπειθείας ὑπόθεσις, ἡ τῆς αἰσχύνης ἀρχή. Φθόνος ἡμᾶς τοῦ παραδείσου ἐξῴκισεν, ὄφις κατὰ τῆς Εὔας γενόμενος· φθόνος τοῦ ξύλου τῆς ζωῆς ἀπετείχισε, καὶ τῶν ἱερῶν ἐνδυμάτων γυμνώσας, τοῖς τῆς συκῆς κλάδοις δι' αἰσχύνης ὑπήγαγε. Φθόνος τὸν Κάϊν κατὰ τῆς φύσεως ὥπλισε, καὶ τὸν ἑπτάκις ἐκδικούμενον ἐκαινοτόμησε θάνατον. Φθόνος τὸν Ἰωσὴφ δοῦλον ἐποίησε. Φθόνος τὸ θανατηφόρον κέντρον, τὸ κεκρυμμένον ὅπλον, ἡ τῆς φύσεως νόσος, ὁ χολώδης ἰὸς, ἡ ἑκούσιος τηκεδὼν, τὸ πικρὸν βέλος, ὁ τῆς ψυχῆς ἧλος, τὸ ἐγκάρδιον πῦρ, ἡ τοῖς σπλάγχνοις ἐγκαιομένη φλόξ. ᾯ ἀτύχημα μέν ἐστιν, οὐ τὸ ἴδιον κακὸν, ἀλλὰ τὸ ἀλλότριον ἀγαθόν. Κατόρθωμα δὲ πάλιν ἐκ τοῦ ἐναντίου, οὐ τὸ οἰκεῖον καλὸν, ἀλλὰ τὸ τοῦ πέλας κακόν. Φθόνος ὁ ταῖς εὐτυχίαις τῶν ἀνθρώπων ἐποδυνώμενος, καὶ ταῖς συμφοραῖς ἐπεμβαίνων. Φθείρεσθαι τοὺς νεκροβόρους γύπας τῷ μύρῳ λέγουσι· πρὸς γὰρ τὸ δυσῶδες καὶ διεφθορὸς αὐτῶν ἡ φύσις ᾠκείωται· καὶ ὁ τῇ νόσῳ ταύτῃ κρατούμενος, τῇ μὲν εὐημερίᾳ τῶν φίλων, οἷόν τινος μύρου προσβολῇ καταφθείρεται. Εἰ δέ τι πάθος ἐκ συμφορᾶς ἴδοι, πρὸς τοῦτο καθίπταται, καὶ τὸ ἀγκύλον ἐπάγει στόμα, τὰ κεκρυμμένα ἐξέλκων τοῦ δυστυχήματος. Πολλοὺς ὁ φθόνος τῶν πρὸ Μωϋσέως κατηγωνίσατο. Τῷ δὲ μεγάλῳ τούτῳ προσενεχθεὶς, οἷόν τινι πλάσμα πήλινον πέτρᾳ προσαραχθὲν, ἑαυτῷ περιτρίβεται. Ἐν τούτῳ γὰρ μάλιστα διεδείχθη τῆς μετὰ τοῦ Θεοῦ πορείας τὸ κέρδος, ἣν ἐποιεῖτο Μωϋ-
Now the guide shows the way to him who follows by going ahead; and he who follows will not turn aside from the straight path so long as he ever looks at the back of his leader. For he who swerves aside to the flanks in his motion, or brings his gaze face to face against him who guides, invents another journey for himself, not the one that the guide shows. Wherefore He says to him who is guided, "My face shall not be seen by you"—that is to say, do not set yourself face to face against Him Who guides; for your course will altogether be in the opposite direction. For good does not look against good, but follows it; whereas what is conceived of as on the opposite side stands face to face against the good. For vice looks from the opposite side against virtue, while virtue is not beheld over against virtue face to face. Moses, therefore, does not look against God, but looks at His back parts; for he who looks against Him shall not live, even as the divine voice testifies: "No one shall see the face of the Lord and live." You see how great a thing it is to learn to follow God: that after those lofty ascents and those awe-inspiring and glorious theophanies, somewhere near the close of his life, scarcely is he counted worthy of this grace who has learned to come behind God. And against him who thus follows God, none of the stumbling-blocks arising through wickedness any longer prevails. For after these things envy springs up against him from his own siblings—envy, the passion that originated evil, the father of death, the first entrance of sin, the root of wickedness, the birth of grief, the mother of calamities, the ground of disobedience, the beginning of shame. Envy banished us from paradise, having become a serpent against Eve; envy walled us off from the tree of life, and having stripped us naked of our sacred garments, brought us in shame under the branches of the fig tree. Envy armed Cain against nature, and introduced the newly devised death avenged sevenfold. Envy made Joseph a slave. Envy is the death-dealing sting, the hidden weapon, the disease of nature, the bilious venom, the self-chosen wasting sickness, the bitter shaft, the nail of the soul, the fire within the heart, the flame burning in the vitals; for whom misfortune consists not in one's own evil, but in another's good, while success, contrariwise, consists not in one's own good, but in one's neighbour's evil—envy, which smarts with pain at men's good fortunes and tramples upon their calamities. People say that carrion-eating vultures are destroyed by perfumed ointment, because their nature has an affinity for what is foul-smelling and corrupt; and so too he who is mastered by this disease wastes away at the prosperity of friends as though at the whiff of some ointment, whereas if he sees any suffering arising from calamity, he swoops down upon it and applies his hooked beak, dragging out the hidden particulars of the misfortune. Envy vanquished many of those before Moses; yet when it dashed itself against this great man, like some vessel of clay smashed against a rock, it was shattered upon itself. For herein above all was clearly shown the profit of the journey with God which Moses was making,
PG 44:412Read from the page
σῆς, ὁ ἐν τῷ θείῳ τόπῳ δραμὼν, καὶ ἐπὶ τῆς πέτρας ἑστὼς, καὶ τῷ χωρήματι ταύτης περιεχόμενος, καὶ τῇ χειρὶ τοῦ Θεαῦ σκεπαζόμενος, καὶ κατόπιν τῷ ἡγουμένῳ ἑπόμενος· ὁ μὴ ἀντιβλέπων, ἀλλὰ τὰ ὀπίσθια βλέπων. Τὸν οὖν ἐφ' ἑαυτὸν γενόμενον μακαριστὸν, τὸ ἕπεσθαι τῷ Θεῷ ἀποδείκνυσι, καὶ τὸ φανῆναι αὐτὸν τῆς τοῦ τάξου βολῆς ὑψηλότερον. Πέμπει γὰρ καὶ κατ' ἐκείνου τὸ βέλος ὁ φθόνος· ἀλλ' οὐ καθικνεῖται ἡ βολὴ τοῦ ὕψους, ἐν ᾧ ἦν Μωϋσῆς. Ἠτόνησε γὰρ ἡ νευρὰ τῆς πονηρίας τοσοῦτον ἀποτοξεῦσαι τὸ πάθος, ὡς ἀπὸ τῶν προνενοσηκότων εἰς αὐτὸν διαβῆναι. Ἀλλ' ὁ μὲν Ἀαρὼν καὶ ἡ Μαρία τῷ πάθει τῆς βασκανίας ἐτρώθησαν, καὶ οἷόν τι τόξον τοῦ φθόνου γίνονται, ἀντὶ βέλους τὸν κατ' αὐτοῦ λόγον ἀποτοξεύσαντες.
he who ran in the divine place, and stood upon the rock, and was encompassed within its space, and was sheltered by the hand of God, and followed behind his Leader—he who did not look against Him, but looked upon the back parts. Following God, therefore, proves the blessedness that had come upon him, as does his appearing higher than the bowshot. For envy shoots its shaft against him also, yet the shot does not reach the height wherein Moses stood; for the bowstring of malice was too weak to shoot the passion so far that it could pass over to him from those previously infected. Instead, Aaron and Miriam were wounded by the passion of malice, and became as it were a bow of envy, shooting forth speech against him in place of a shaft.
Ὁ δὲ τοσοῦτον ἀπέσχεν ἐν κοινωνίᾳ γενέσθαι τοῦ ἀῤῥωστήματος, ὅτι καὶ θεραπεύει τῶν νενοσηκότων τὸ πάθος, οὐ μόνον αὐτὸς πρὸς τὴν ἄμυναν τῶν λελυπηκότων μένων ἀκίνητος, ἀλλὰ καὶ Θεὸν ὑπὲρ αὐτῶν ἱλεούμενος, δεικνὺς, οἶμαι, δι' ὧν ἐποίησεν, ὅτι ὁ καλῶς τῷ θυρεῷ τῆς ἀρετῆς περιπεφραγμένος, ταῖς ἀκίσι τῶν βελῶν οὐκ ἀμύσσεται. Ἀμβλύνει γὰρ τὴν αἰχμὴν, καὶ εἰς τὸ ἔμπαλιν ἀποστρέφει ἡ τοῦ ὅπλου στερῥότης. Ὅπλον δ' ἂν εἴη τῶν τοιούτων βελῶν φυλακτήριον, αὐτὸς ὁ Θεὸς, ὃν ἐνδύεται ὁ τῆς ἀρετῆς ὁπλίτης. «Ἐνδύσασθε» γὰρ, φησὶ, «τὸν Κύριον Ἰησοῦν.» Τοῦτό ἐστιν ἡ ἀῤῥαγὴς παντευχία, ᾗ τινι πεφραγμένος ὁ Μωϋσῆς, ἄπρακτον τὸν πονηρὸν τοξότην ἐποίησεν. Οὔτω γὰρ ἐνέπεσεν αὐτῷ ἡ ἀμβλυντικὴ κατὰ τῶν λελυπηκότων ὁρμή· οὔτε καταδικασθέντων αὐτῶν παρὰ τῆς ἀδεκάστου κρίσεως, τὸ πρὸς τὴν φύσιν ἠγνόησε δίκαιον, ἀλλ' ἱκέτης ἐγένετο τοῦ Θεοῦ ὑπὲρ τῶν ἀδελφῶν. Ὅπερ οὐκ ἂν ἐποίησεν, εἰ μὴ κατόπιν τοῦ Θεοῦ ἦν, τοῦ τὰ ὄπισθεν αὐτῷ πρὸς τὴν ἀσφαλῆ τῆς ἀρετῆς ὁδηγίαν προδείξαντος. Καὶ τὰ ἄλλα δὲ ἐφεξῆς τοιαῦτα. Ἐπειδὴ γὰρ οὐκ ἔσχε κατ' αὐτοῦ χώραν εἰς βλάβην ὁ τῇ φύσει τῶν ἀνθρώπων πολέμιος, τρέπει κατὰ τῶν εὐαλωτοτέρων τὸν πόλεμον. Καὶ καθάπερ τι βέλος τὸ τῆς γαστριμαργίας πάθος ἐπαφεὶς τῷ λαῷ, Αιγυπτιάζειν κατὰ τὴν ὄρεξιν αὐτοὺς παρεσκεύασε, προτιθέντας τῆς οὐρανίας ἐκείνης τροφῆς τὴν παρ' Αιγυπτίοις σαρκοβορίαν. Ὁ δὲ ὑψηλὸς τὴν ψυχὴν, ἄνω τοῦ τοιούτου πάθους ὑπερπετόμενος, ὅλος ἦν τῆς μελλούσης κληρονομίας τῆς ἐπηγγελμένης παρὰ τοῦ Θεοῦ τοῖς μεθισταμένοις ἐκ τῆς νοηθείσης Αιγύπτου, καὶ ἐπὶ τὴν γῆν ἐκείνην ὁδοιποροῦσιν, ἐν ᾗ βρύει τὸ γάλα συναναμεμιγμένον τῷ μέλιτι. Τούτου χάριν κατασκόπους τινὰς διδασκάλους ἐποιεῖτο τῶν ἐν ἐκείνη καλῶν. Οὗτοι δ' ἂν εἶεν, κατά γε τὴν ἐμὴν γνώμην, οι μὲν τὰς ἀγαθὰς ἐλπίδας προτείναντες, οι διὰ τῆς πίστεως ἐγγινόμενοι λογισμοὶ, βεβαιοῦντες τῶν ἀποκειμένων ἀγαθῶν τὴν ἐλπίδα· οἱ δὲ ἀπόγνωσιν τῶν χρηστοτέρων ποιοῦντες ἐλπίδων, εἶεν ἂν οἱ παρὰ τοῦ Ἐναντίου λογισμοὶ, οἱ τὴν πίστιν τῶν ἐπηγγελμένων ἀμβλύνοντες. Ἀλλ' οὐδένα τῶν ἐναντίων λόγον ποιούμενος, πιστὸν ἡγεῖται τὸν τὰ κρείττω περὶ τῆς γῆς ἐκείνης ἐπαγγελλόμενον. Ἰησοῦς δὲ ἦν ὁ τῆς κρείττονος κατασκοπῆς καθηγούμενος, ὁ τῇ παρ' ἑαυτοῦ βεβαιώσει τὸ πιστὸν τοῖς ἐπηγγελμένοις παρέχων. Πρὸς ὃν βλέπων ὁ Μωϋσῆς, βεβαίας εἶχε τὰς ὑπὲρ τῶν μελλόντων ἐλπίδας, δεῖγμα τῆ⟨ς⟩ ἐκεῖ τρυφῆς τὸν βότρυν
Yet he was so far from entering into fellowship with their infirmity that he even heals the passion of those who had fallen sick, not only remaining unmoved himself towards vengeance upon those who had grieved him, but even propitiating God on their behalf, showing, I think, through what he did, that he who is finely fenced round with the shield of virtue is not scratched by the points of shafts; for the firmness of the armour blunts the point and turns it back again. And the armour that wards off such shafts would be God Himself, Whom the heavy-armed soldier of virtue puts on: "For put on," it says, "the Lord Jesus." This is the unbreakable panoply wherewith Moses was fenced round and rendered the wicked archer ineffectual. For neither did the retaliatory impulse against those who had grieved him fall upon him, nor, when they were condemned by the incorruptible judgement, did he disregard what was due to nature, but became a suppliant to God on behalf of his siblings—which he would not have done had he not been behind God, Who had shown him His back parts beforehand for the safe guidance of virtue. And the rest that follows in order is of like kind. For since he who is by nature the enemy of mankind found no room against him to do harm, he turns the war against those more easily captured; and discharging the passion of gluttony like a shaft upon the people, he made them play the Egyptian in their appetite, preferring the flesh-eating among the Egyptians to that heavenly nourishment. Yet he who was lofty in soul, flying high above such a passion, belonged wholly to the future inheritance promised by God to those who remove out of the Egypt understood spiritually and journey towards that land wherein milk gushes forth mingled together with honey. For the sake of this he made certain spies teachers of the good things therein. Now these would be, in my judgement at least: those who held out good hopes are the thoughts engendered through faith, confirming the hope of the good things laid up in store; whereas those who produce despair of worthier hopes would be the thoughts from the Adversary, blunting faith in the things promised. Yet taking no account of the opposing ones, he deems trustworthy him who reports the better tidings concerning that land. Now Joshua was the leader of the better espionage, furnishing credibility to the things promised through the confirmation coming from himself; looking unto whom, Moses held firm his hopes concerning the things to come, beholding as a token of the delight there the cluster
Notes, col. 412

On the reading

Printed Θεαῦ, for Θεοῦ.

Printed τάξου, for τόξου.

Printed Οὔτω, for Οὔτε.

Printed ἀμβλυντικὴ, for ἀμυντικὴ.

Printed Αιγυπτιάζειν, for Αἰγυπτιάζειν.

Printed Αιγυπτίοις, for Αἰγυπτίοις.

Printed Αιγύπτου, for Αἰγύπτου.

Printed ἐκείνη, for ἐκείνῃ.

Printed οι, for οἱ.

PG 44:413Read from the page
ποιούμενος, τὸν ἐπ' ἀναφορέων παρ' αὐτοῦ κομιζόμενον. Ἰησοῦν δὲ πάντως ἀκούων περὶ τῆς γῆς ἐκείνης μηνύοντα, καὶ βότρυν ξύλων ἀπαιωρούμενον · νοεῖς πρὸς ὅ τι κἀκεῖνος βλέπων, ἀσφαλὴς ταῖς ἐλπίσιν ἦν · βότρυς γὰρ ἐπὶ ξύλου κρεμάμενος, τίς ἄλλος ἐστὶ παρὰ τὸν ἐπ' ἐσχάτων τῶν ἡμερῶν ἐπὶ τοῦ ξύλου κρεμασθέντα βότρυν, οὗ τὸ αἷμα ποτὸν τοῖς πιστεύουσι γίνεται σωτήριον; Τοῦτο τοῦ Μωϋσέως προειπόντος ἡμῖν δι' αἰνίγματος, ὅτι « Αἷμα σταφυλῆς ἔπινον οἶνον · » δι' οὗ τὸ σωτήριον πάθος καταμηνύεται. Πάλιν διὰ τῆς ἐρήμου ὁδὸς, καὶ καταπονεῖται τῷ δίψει ὁ τῶν ἀγαθῶν τῆς ἐπαγγελίας ἀπελπίσας λαός.
making his own that which was borne upon carrying-poles by him. And hearing by all means of Joshua bringing report concerning that land, and a cluster of grapes suspended from wooden poles, you understand towards what he too was looking when he was secure in his hopes; for a cluster hanging upon wood—who else is it beside the cluster hung upon the wood in the last days, Whose blood becomes a saving drink for those who believe? Moses foretold this to us through an enigma, saying, "They drank the blood of the grape as wine" (Deut. 32:14), whereby the saving passion is signified. Again the way lies through the desert, and the people who despaired of the good things of the promise are worn down by thirst.
Ὁ δὲ Μωϋσῆς πάλιν αὐτοῖς κατακλύζει διὰ τῆς πέτρας τὴν ἔρημον. Ὁ δὲ τοιοῦτος λόγος, τοῦτο ἂν ἡμᾶς διὰ τῆς νοητῆς θεωρίας διδάξειεν, οἷόν ἐστι τὸ τῆς μετανοίας μυστήριον. Οἱ γὰρ πρὸς γαστέρα καὶ σάρκα καὶ τὰς Αἰγυπτίας ἡδονὰς, μετὰ τὸ ἅπαξ γεύσασθαι τῆς πέτρας, παρατραπέντες, τῷ λιμῷ καὶ τῶν λογισμῶν τῆς τῶν ἀγαθῶν μετουσίας καταδικάζονται. Ἀλλ' ἔστιν αὐτοῖς πάλιν ἐκ μεταμελείας τὴν πέτραν εὑρεῖν, ἣν κατέλιπον, καὶ πάλιν ἑαυτοῖς ἀναστομῶσαι τὴν φλέβα, πάλιν ἐμφορηθῆναι τοῦ νάματος, ὃ ἡ πέτρα ἐκδίδωσι τῷ τὴν κατασκοπὴν Ἰησοῦ ἀληθεστέραν τῆς τῶν ἐναντίων εἶναι πιστεύσαντι, καὶ πρὸς τὸν βότρυν ἀναβλέποντι, τὸν ὑπὲρ ἡμῶν αἷμα στάξαντα, καὶ αἱμαχθέντα, τῷ πάλιν αὐτοῖς διὰ τοῦ ξύλου βρύειν τὴν πέτραν κατασκευάσαντι. Ἀλλ' οὔπω κατ' ἴχνος ἕπεσθαι τῇ μεγαλοφυΐᾳ Μωσέως ὁ λαὸς ἐπαιδεύθη · ἔτι δὲ πρὸς τὰς ἀνδραποδώδεις ἐπιθυμίας καθέλκεται, καὶ πρὸς τὰς Αἰγυπτίας ἡδονὰς ἐπικλίνεται. Δείκνυσι δέ πως διὰ τούτων ἡ ἱστορία, ὅτι πρὸς τὸ τοιοῦτον πάθος πάντων μάλιστα κατωφερὴς ἡ ἀνθρωπίνη φύσις ἐστὶ, μυρίαις ὁδοῖς ὑπαγομένη τῇ νόσῳ. Διὸ, καθάπερ τις ἰατρὸς, πρὸς τὸ ἐπικρατοῦν ἀεὶ πάθος διὰ τῆς τέχνης ἱστάμενος, οὐκ ἐᾷ κατ' αὐτῶν δυναστεύειν μέχρι θανάτου τὴν νόσον. Τοῖς μὲν γὰρ ἡ τῶν ἀτόπων ἐπιθυμία τοὺς ὄφεις ἔτικτε · τὸ δὲ παρ' αὐτῶν δῆγμα, θανατηφόρον ἐπῆγε τὸν ἰὸν τοῖς ἀμυχθεῖσι τῷ δήγματι · ὁ δὲ μέγας νομοθέτης ὄφεως εἴδει τὴν δύναμιν τῶν κατὰ ἀλήθειαν θηρίων ἠχρείωσε. Καιρὸς δ' ἂν εἴη, σαφέστερον ἐκκαλύψαι τὸ αἴνιγμα · Ἕν τι τῶν πονηρῶν τούτων παθημάτων ἐστὶν ἀλεξητήριον, ἡ διὰ τοῦ μυστηρίου τῆς εὐσεβείας γινομένη τῶν ψυχῶν ἡμῶν κάθαρσις. Κεφάλαιον δὲ τῶν ἐν τῷ μυστηρίῳ πεπιστευμένων, ἡ εἰς τὸ πάθος ἐστὶν ἀπόβλεψις τοῦ ὑπὲρ ἡμῶν ἀναδεξαμένου τὸ πάθος. Σταυρὸς δὲ τὸ πάθος ἐστίν · ὥστε τὸν πρὸς αὐτὸν βλέποντα, καθὼς ὑφηγεῖται ὁ λόγος, ὑπὸ τοῦ ἰοῦ τῆς ἐπιθυμίας μὴ βλάπτεσθαι. Τὸ δὲ πρὸς τὸν σταυρὸν βλέπειν, τοῦτό ἐστι, τὸ πάντα τὸν ἑαυτοῦ βίον ὡς νεκρὸν τῷ κόσμῳ καὶ ἐσταυρωμένον ποιῆσαι, πρὸς πᾶσαν ἁμαρτίαν ἀκίνητον ὄντα, καθώς φησιν ὁ Προφήτης, καθηλοῦντα τῷ θείῳ φόβῳ τὰς ἰδίας σάρκας. Ἥλος δ' ἂν εἴη σαρκῶν καθεκτικὸς, ἡ ἐγκράτεια. Ἐπεὶ οὖν ἡ τῶν ἀτόπων ἐπιθυμία τοὺς θανατηφόρους ὄφεις ἐκ τῆς γῆς ἐπισπᾶται (πᾶν γὰρ τῆς πονηρᾶς ἐπιθυμίας ἔγγανον, ὄφις ἐστὶ), τούτου χάριν προδείκνυσιν ὁ νόμος ἡμῖν τὸ ἐπὶ ξύλου φαινόμενον · τοῦτο δέ ἐστιν ὁμοίωμα ὄφεως, καὶ οὐχὶ
And Moses again floods the desert for them through the rock. Such an account would teach us through spiritual contemplation what sort of mystery that of repentance is. For those who turned aside towards the belly and the flesh and Egyptian pleasures, after having once tasted of the rock, are condemned to famine even in their thoughts from participation in the good things. Yet it is possible for them again out of remorse to find the rock which they forsook, and again to unstop the vein for themselves, and again to take their fill of the stream which the rock gives forth to one who has believed Joshua's scouting report to be truer than that of the adversaries, and who looks up towards the cluster That shed His blood for us and was bloodstained, Who again through the wood prepared the rock to gush forth for them. Yet not even so was the people trained to follow step by step the greatness of nature of Moses; rather, they are still dragged down towards slavish desires, and incline towards Egyptian pleasures. And the history somehow shows through these things that human nature is of all things most prone towards such a passion, being led along into the sickness by countless ways. Wherefore, just like a physician standing through his art against the ever-prevailing passion, he does not suffer the sickness to hold sway against them unto death. For in their case the desire for improper things brought forth the serpents, and the bite from them brought deadly venom upon those scratched by the bite; whereas the great lawgiver by the form of a serpent rendered powerless the might of the real beasts. And it may well be seasonable to unveil the enigma more clearly: there is one remedy against these evil passions, namely the cleansing of our souls effected through the mystery of godliness. And the chief point of the things believed in the mystery is the looking away towards the passion of Him Who underwent the passion on our behalf. Now the passion is the cross; so that he who looks towards it, as the word guides us, is not harmed by the venom of desire. And to look towards the cross is this: to render one's whole life as dead to the world and crucified, being immovable towards every sin, fastening one's own flesh, as the Prophet says, with the fear of God (Ps. 118:120). And the nail that holds the flesh fast would be self-control. Since, therefore, the desire for improper things draws forth the deadly serpents out of the earth (for every offspring of evil desire is a serpent), for this sake the law displays beforehand to us that which appears upon wood; and this is a likeness of a serpent, and not
Notes, col. 413

On the reading

Printed ἔγγανον, for ἔγγονον.

PG 44:416Read from the page
ὄφις · καθὼς καὶ ὁ θεῖος Παῦλός φησιν, « Ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας. » Ὁ δὲ ἀληθὴς ὄφις, ἡ ἁμαρτία εστί · καὶ ὁ πρὸς τὴν ἁμαρτίαν αὐτομολήσας, τὴν τοῦ ὄφεως ὑποδύεται φύσιν. Ἐλευθεροῦται οὖν τῆς ἁμαρτίας ὁ ἄνθρωπος διὰ τοῦ ὑπελθόντος τὸ τῆς ἁμαρτίας εἶδος, καὶ γενομένου καθ' ἡμᾶς τοὺς πρὸς τὸ εἶδος μεταστραφέντας τοῦ ὄφεως, δι' οὗ ὁ μὲν θάνατος ὁ ἐκ τῶν δηγμάτων κωλύεται, αὐτὰ δὲ τὰ θηρία οὐκ ἀφανίζεται · θηρία δὲ λέγω, τὰς ἐπιθυμίας. Τῶν γὰρ εἰς τὸν σταυρὸν βλεπόντων, ὁ μὲν πονηρὸς τῶν ἁμαρτωλῶν θάνατος οὐκ ἐνεργεῖται · ἡ δὲ ἐγκειμένη τῇ σαρκὶ κατὰ τοῦ πνεύματος ἐπιθυμία εἰς τὸ παντελὲς οὐκ ἀπόλωλε. Καὶ γὰρ καὶ ἐν τοῖς πιστοῖς ἐνεργεῖται πολλάκις τῆς ἐπιθυμίας τὰ δήγματα · ἀλλ' ὁ πρὸς τὸν ἐπὶ ξύλου ὑψωθέντα βλέπων, ἀπωθεῖται τὸ πάθος, οἷόν τινι φαρμάκῳ τῷ τῆς ἐντολῆς φόβῳ τὸν ἰὸν διαχέας.
a serpent, just as the divine Paul also says, "In the likeness of sinful flesh" (Rom. 8:3). For the true serpent is sin; and he who deserts towards sin puts on the nature of the serpent. Man, therefore, is set free from sin through Him Who underwent the form of sin and came to be after our likeness—we who had been turned round into the form of the serpent—through Whom death from the bites is prevented, yet the beasts themselves are not wiped out; and by beasts I mean the desires. For in the case of those who look unto the cross, the evil death of sinners is not active, yet the desire against the spirit that lies within the flesh has not perished altogether. For indeed even among believers the bites of desire are often active; yet he who looks towards Him Who was lifted up upon wood thrusts away the passion, dispersing the venom by the fear of the commandment as by some medicine.
Τὸ δὲ σύμβολον εἶναι τοῦ κατὰ τὸν σταυρὸν μυστηρίου τὸν ὑψωθέντα ὄφιν ἐν τῇ ἐρήμῳ, φανερῶς διδάσκει ἡ τοῦ Θεοῦ φωνὴ ἐν οἷς φησιν, ὅτι « Καθὼς ὕψωσε τὸν ὄφιν Μωϋσῆς ἐν σῇ ἐρήμῳ, οὕτως ὑψωθῆναι δεῖ τὸν Υἱὸν τοῦ ἀνθρώπου. » Πάλιν τῇ οἰκείᾳ ὁδῷ, κατά τινα κακὴν ἀκολουθίαν, ἡ ἁμαρτία προέρχεται, οἷον εἱρμῷ τινι πονηρῷ κατὰ τὸ ἀκόλουθον προϊοῦσα · καὶ ὁ νομοθέτης, καθάπερ τις ἰατρὸς, τῇ τοῦ κακοῦ φορᾷ συμπαρατείνει τὴν θεραπείαν. Ἐπειδὴ γὰρ ἄπρακτον ἐγένετο τὸ δῆγμα τῶν ὄφεων τοῖς εἰς τὸ ὁμοίωμα τοῦ ὄφεως βλέπουσι (νοεῖς δὲ πάντως διὰ τῶν εἰρημένων τὸ αἴνιγμα), ἄλλη μέθοδος ἁμαρτίας ἐπινοεῖται τῷ ποικίλως τὰ τοιαῦτα καθ' ἡμῶν σοφιστεύοντι. Ὃ δὴ καὶ νῦν ἐν πολλοῖς ἰδεῖν ἔστι γινόμενον. Ἐπειδὰν γάρ τινες διὰ σωφρονεστέρου βίου τὸ τῆς ἐπιθυμίας πάθος κολάσωσιν · ἐπὶ τὴν ἱερωσύνην ἑαυτοὺς εἰσωθοῦσιν, ἀνθρωπίναις περιδρομαῖς καὶ αὐτοχειροτονήτοις ὁρμαῖς εἰς τὴν οἰκονομίαν τοῦ Θεοῦ ἐξυβρίζοντες, πρὸς ταύτην ἄγει τὴν κακὴν τῆς ἁμαρτίας ἀκολουθίαν ὁ διὰ τῆς ἱστορίας ἐνεργεῖν τὰ κακὰ τοῖς ἀνθρώποις κατηγορούμενος. Ἐπειδὴ γὰρ ἐπαύσατο ἡ γῆ τοὺς ὄφεις κατὰ τῶν ἐπιθυμούντων ὠδίνουσα, διὰ τῆς εἰς τὸν ὑψωθέντα ἐπὶ ξύλου πίστεως, καὶ κρείττους ἐπείσθησαν εἶναι τῶν ἰοβόλων δηγμάτων, τότε τοῦ κατ' ἐπιθυμίαν πάθους ὑπεξελθόντος, ἡ τῆς ὑπερηφανίας ἀντεισέρχεται νόσος. Καὶ ταπεινὸν εἶναι κρίνοντες τὸ φυλάσσειν ἐφ' ἑαυτῶν τὴν τάξιν ἐφ' ἧς ἐτάχθησαν, εἰσωθοῦσιν ἑαυτοὺς εἰς τὸ τῆς ἱερωσύνης ἀξίωμα, παρώσασθαι τοὺς παρὰ τοῦ Θεοῦ τὴν λειτουργίαν ταύτην λαχόντας φιλονεικήσαντες, οἳ χάσματι ὑποληφθέντες ἐξηφανίσθησαν. Τὸ δὲ ὅσον ὑπὲρ γῆς ἦν τοῦ τοιούτου συντάγματος, κεραυνοῖς κατεπρήσθη · διδάσκοντος, οἶμαι, τοῦ λόγου διὰ τῆς ἱστορίας, ὅτι πέρας ἐστὶ τῆς καθ' ὑπερηφανίαν ἐπάρσεως, ἡ εἰς τὸ ὑπόγειον κάθοδος. Καὶ τάχα τις διὰ τούτων ὁρμώμενος, οὐκ ἀπεικότως ἄνοδον ἐπὶ τὸ κάτω τὴν ὑπερηφανίαν ὁρίσαιτο. Εἰ δὲ πρὸς τὸ ἐναντίον τῇ τῶν πολλῶν ὑπολήψει φέρεται ἡ διάνοια, μηδὲν θαυμάσῃς · τοῖς γὰρ πολλοῖς δοκεῖ τὸ ὑπὲρ τοὺς ἄλλους εἶναι, τῷ ὀνόματι τῆς ὑπερηφανίας σημαίνεσθαι. Ἡ δὲ τῶν
And that the serpent lifted up in the desert is a symbol of the mystery concerning the cross, the voice of God manifestly teaches where He says, "Even as Moses lifted up the serpent in the desert, so must the Son of Man be lifted up" (John 3:14). Again sin advances along its own road according to a certain evil sequence, proceeding consecutively as though in some wicked chain; and the lawgiver, just like a physician, extends his healing alongside the rush of evil. For since the bite of the serpents became ineffectual against those looking unto the likeness of the serpent (and you certainly understand the enigma through what has been said), another method of sin is devised by him who contrives such things variously against us—which indeed may even now be seen happening in many. For whenever certain persons through a more temperate life have chastised the passion of desire, they thrust themselves into the priesthood, committing outrage against the dispensation of God by human canvassings and self-ordained impulses; it is towards this evil sequence of sin that he who is accused throughout the history of working evils among men leads them. For when the earth ceased travailing with serpents against those who lusted, through faith in Him Who was lifted up upon wood, and they were persuaded that they were superior to the venomous bites, then, once the passion of desire withdrew, the sickness of pride enters in its stead. And judging it a lowly thing to keep among themselves the rank in which they had been stationed, they thrust themselves into the dignity of the priesthood, striving contentiously to push aside those who had obtained this ministry from God, and being swallowed up in a chasm they vanished away. And as much of such a band as remained above ground was burned up by thunderbolts—the word teaching, I think, through the history, that the end of exaltation in pride is the descent into the subterranean realm. And perhaps someone setting out from these things might not unreasonably define pride as an ascent downwards. And if this thought runs counter to the supposition of the many, do not marvel at all; for to the many, being above others seems to be signified by the name of pride. Yet the
Notes, col. 416

On the reading

Printed εστί, for ἐστί.

Printed σῇ, for τῇ.

PG 44:417Read from the page
ἱστορηθέντων ἀλήθεια βεβαιοῖ τὸν ἡμέτερον ὅρον. Εἰ γὰρ οἱ ὑπὲρ τοὺς ἄλλους ἑαυτοὺς ἄραντες, κάτω που κατέδυσαν, χάσματι τῆς γῆς διασχούσης · οὐκ ἄν τις καταγνοίη τοῦ ὅρου, τοῦ τὴν ὑπερηφανίαν, τὴν κατωτάτω πτῶσιν εἶναι, ὁριζομένου. Πρὸς ταῦτα βλέποντας, μετριάζειν παιδεύει ὁ Μωϋσῆς, καὶ μὴ ἐπαίρεσθαι τοῖς κατορθώμασιν, ἀλλ' ἀεὶ τὸ παρὸν εὖ διατίθεσθαι. Οὐ γὰρ ἐπειδὴ τῶν ἡδονῶν γέγονας κρείττων, ἤδη σοι τὸ ἀνεύθυνον τῷ ἑτέρῳ εἴδει πάθους ἁλίσκεσθαι. Πτῶμα γάρ ἐστι πᾶν πάθος, ἕως ἂν πάθος ᾖ. Διαφορὰ δὲ πτωμάτων ἐν τῇ τῶν παθημάτων παραλλαγῇ οὐδεμία. Ὁ τῷ λείῳ τῆς ἡδονῆς ἐνολισθήσας, πέπτωκε · καὶ ὁ διὰ τῆς ὑπερηφανίας ὑποσκελισθεὶς, ἀνετράπη. Οὐδὲν δὲ καταπτώματος εἶδος αἱρετὸν τῷ νοῦν ἔχοντι. Ἀλλ' ἐπίσης πᾶν πτῶμα φευκτὸν, ἕως ἂν πτῶμα ᾖ. Ὡς εἴ τινα καὶ τῶν νῦν βλέποις ἐν μέρει τινὶ τοῦ κατὰ τὰς ἡδονὰς ἀῤῥωστήματος καθαρεύοντα, σπουδῇ δὲ πάλιν τοῦ δοκεῖν ὑπὲρ τοὺς ἄλλους εἶναι, πρὸς τὴν ἱερωσύνην ἑαυτὸν εἰσωθοῦντα · τοῦτον ἐκεῖνον οἴου βλέπειν τὸν ἐν τῷ ὑψώματι τῆς ὑπερηφανίας πίπτοντα. Διδάσκει γὰρ ἐν τοῖς ἐφεξῆς ὁ νόμος, ὅτι θεῖόν τι χρῆμά ἐστιν ἡ ἱερωσύνη, καὶ οὐκ ἀνθρώπινον. Διδάσκει δὲ οὕτως · Ῥάβδους παρ' ἑκάστης φυλῆς ἐπὶ τῷ ὀνόματι τῶν δεδωκότων κατασημήνας, προτίθησι θυσιαστηρίῳ · ὥστε τῆς ἄνωθεν χειροτονίας μαρτυρίαν γενέσθαι τὴν ῥάβδον, θαύματί τινι θείῳ παρὰ τὰς ἄλλας γενομένην ἐπίσημον. Καὶ γενομένου τούτου, αἱ μὲν τῶν ἄλλων ῥάβδοι, ὅπερ ἦσαν, διέμειναν · ἡ δὲ τοῦ ἱερέως αὐτὴ ἐν ἑαυτῇ ῥιζωθεῖσα, οὐ διά τινος ἀλλοτρίας ἰκμάδος, ἀλλὰ τῆς θεόθεν ἐν αὐτῇ ἐντεθείσης δυνάμεως, κλάδους καὶ καρπὸν ἀνεβλάστησε · καὶ προῆλθεν ὁ καρπὸς εἰς τελείωσιν. Κάρυον δὲ ἦν ὁ καρπός. Οὗ γενομένου, πρὸς εὐταξίαν ἐπαιδεύθη πᾶν τὸ ὑπήκοον. Νοεῖν δὲ προσήκει διὰ τοῦ καρποῦ, ὃν ἡ ῥάβδος ἐβλάστησε τοῦ ἱερέως, οἷον χρὴ εἶναι τὸν ἐν ἱερωσύνῃ βίον; ἐγκρατῆ τινα, καὶ κατεστυμμένον, καὶ περιεσκληκότα τῇ φαινομένῃ ζωῇ · ἔνδοθεν δὲ τὸ ἐδώδιμον ἐν τῷ κρυπτῷ καὶ ἀφανεῖ περιέχοντα · ὃ τότε ἀνακαλύπτεται, ὅταν πεπαυθῇ τῷ χρόνῳ ἡ βρῶσις, καὶ περιῤῥαγῇ τὸ στύφον περιβόλαιον, καὶ περιτριβῇ τὸ ξυλῶδες ἐκεῖνο τοῦ ἐδωδίμου προκάλυμμα.
truth of the things narrated confirms our definition. For if those who lifted themselves up above the rest sank down somewhere below when the earth yawned open in a chasm, no one could find fault with the definition that defines pride as being the lowest fall. Looking towards these things, Moses trains us to be moderate, and not to be lifted up at right achievements, but always to dispose the present circumstance well. For just because you have proved superior to pleasures, you do not straightway have immunity to be caught by the other form of passion. For every passion is a fall, so long as it is a passion; and there is no difference among falls in the variation of the passions. He who slipped upon the smooth surface of pleasure has fallen; and he who was tripped up through pride was overthrown. And no form of downfall is choiceworthy to one who possesses understanding; rather, every fall is equally to be shunned, so long as it is a fall. Thus if even among men of today you should see someone keeping pure in some measure from the infirmity of pleasures, yet again out of eagerness to seem above others thrusting himself into the priesthood, reckon that you see in this man that very one who falls upon the height of pride. For in what follows the law teaches that the priesthood is something divine and not human. And it teaches thus: having marked rods from each tribe with the name of those who gave them, he sets them before the altar, so that the rod might become a testimony of ordination from above, being made distinguished beyond the others by a certain divine marvel. And when this took place, the rods of the others remained just what they were; whereas that of the priest, taking root of itself in itself, not through any alien moisture, but by the power implanted in it from God, sprouted forth branches and fruit; and the fruit advanced to perfection. And the fruit was a walnut. When this came to pass, the whole subject people was trained unto good order. And it is fitting to understand through the fruit which the rod of the priest sprouted forth what sort of life that in the priesthood ought to be: continent and self-controlled, astringent, and hardened round about in its outward life, yet within containing that which is edible in what is hidden and unseen—which is then unveiled when the food has ripened with time, and the astringent outer husk bursts off all round, and that woody covering of the edible kernel is rubbed away.
Εἰ δέ τινος ἱερέως λεγομένου καταμάθοις τὸν βίον μηλοειδῆ, καὶ εὔπνουν, καὶ ῥοδόχρουν, οἷοι τῶν πολλῶν εἰσι βύσσῳ καὶ πορφύρᾳ διανθιζόμενοι, καὶ ταῖς λιπαραῖς τραπέζαις ἐμπιαινόμενοι, οἱ τὸν διυλισμένον πίνοντες οἶνον, καὶ τὰ πρῶτα μύρα χριόμενοι, καὶ ὅσα ἄλλα γλυκέα δοκεῖ κατὰ τὴν πρόχειρον γεῦσιν τοῖς τὸν ἀπολαυστικὸν ὁρίζουσι βίον · καλῶς ἂν ἐπὶ τούτου τὸ εὐαγγελικὸν εἴποις, ὅτι Τὸν καρπὸν βλέπων, οὐκ ἐπιγινώσκω διὰ τοῦ καρποῦ τὸ ἱερατικὸν δένδρον. Ἄλλος ὁ τῆς ἱερωσύνης καρπὸς, καὶ οὗτος ἄλλος. Ἐκεῖνος ὁ καρπὸς, ἐγκράτεια ἦν · τρυφὴ δὲ οὗτος. Ἐκεῖνος οὐκ ἀπὸ γηΐνης ἰκμάδος ὑπεπιαίνετο · τούτῳ δὲ πολλοὶ κάτωθεν ἐπιῤῥέουσιν οἱ τῶν ἡδονῶν ὀχετοὶ, δι' ὧν πρὸς τὴν τοιαύτην ὥραν ἡ τοῦ βίου ὀπώρα διερυθαίνεται. Ὅτε δὲ καὶ τούτου τοῦ πάθους καθαρὸν ἐγένετο τὸ ὑπήκοον, τότε διέξεισι τὸν ἀλλόφυλον βίον, καθηγουμένου τοῦ νόμου τῆς βασιλικῆς λεωφόρου, καθ' ἕτερον μέρος τῆς ἐκτροπῆς γινομένης.
Yet if you should observe the life of someone called a priest to be apple-like, fragrant, and rose-coloured—such as belong to the many who deck themselves out in fine linen and purple and fatten themselves at rich tables, drinking strained wine, anointing themselves with the finest unguents, and whatever else seems sweet to the ready taste of those who define the life of indulgence—you might rightly utter the evangelical saying over this man: Beholding the fruit, I do not recognize through the fruit the priestly tree (cf. Matt. 7:16-20). The fruit of the priesthood is one thing, and this is another. That fruit was self-control, whereas this is luxury. That one was not fattened from beneath by earthly moisture, whereas into this one many channels of pleasures flow from below, through which the ripe fruit of life blushes red unto such bloom. And when the subject people became pure from this passion also, then they pass through the alien way of life, the law guiding them along the royal highway, while turning aside occurs on either hand.
Notes, col. 417

On the reading

Printed πεπαυθῇ, for πεπανθῇ.