ἡ θεολογία, ἧς μόλις ὁ πολὺς λεὼς τὴν ὑπώρειαν φθάνει (εἰ δέ τις Μωϋσῆς εἴη, γένοιτο ἂν καὶ ἐπὶ τῆς ἀνόδου, χωρῶν τῇ ἀκοῇ τὰς τῶν σαλπίγγων φωνὰς, ἅς φησιν ὁ τῆς ἱστορίας λόγος, ἰσχυροτέρας ἐν τῷ προβαίνειν γίνεσθαι)· ἀληθῶς σάλπιγξ ἡ τὴν ἀκοὴν καταπλήττουσα, τὸ περὶ τῆς θείας φύσεως κήρυγμα, μέγα μὲν καὶ παρὰ τὴν πρώτην φαινόμενον, μεῖζον δὲ καὶ μᾶλλον τῆς ἀκοῆς καθικνούμενον, ἐν τοῖς τελευταίοις. Ἐσάλπισεν ὁ νόμος καὶ οἱ προφῆται τὸ θεῖον τῆς κατὰ ἄνθρωπον οἰκονομίας μυστήριον· ἀλλ' ἀσθενέστεραι ἦσαν αἱ πρῶται φωναὶ, ἢ ὥστε καθικνεῖσθαι τῆς ἀπειθοῦς ἀκοῆς. Διὸ ἡ βαρυηκοΐα τῶν Ἰουδαίων, τὴν φωνὴν τῶν σαλπίγγων οὐ παρεδέξατο. Προβαίνουσαι δὲ, καθώς φησιν ὁ λόγος, αἱ σάλπιγγες, ἐγένοντο ἰσχυρότεραι. Αἱ γὰρ τελευταῖαι φωναὶ αἱ διὰ τῶν εὐαγγελικῶν κηρυγμάτων γεγενημέναι, καθίκοντο τῆς ἀκοῆς· οὕτω τοῦ πνεύματος [τῷ] διὰ τῶν ὀργάνων ἠχοῦντος γενναιότερον ἐν τοῖς ἐφεξῆς, καὶ εὐτονώτερον ποιουμένου τὸν ἦχον. Ὄργανα δ' ἂν εἶεν ἕνα πνευματικὸν φθόγγον ἠχοῦντα, προφῆται καὶ ἀπόστολοι· ὧν, καθώς φησιν ἡ ψαλμῳδία, εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. Εἰ δὲ οὐ χωρεῖ τὸ πλῆθος τὴν ἄνωθεν γινομένην φωνὴν, ἀλλ' ἐπιτρέπει τῷ Μωϋσεῖ, γνῶναι μὲν δι' αὐτοῦ τὰ ἀπόῤῥητα, διδάξαι δὲ τὸν λαὸν, ὅπερ ἂν διὰ τῆς ἄνωθεν διδασκαλίας τύχῃ μαθὼν δόγμα, καὶ τοῦτο τῶν κατὰ τὴν Ἐκκλησίαν διοικουμένων ἐστί· τὸ μὴ πάντας ἑαυτοὺς εἰσωθεῖν πρὸς τὴν τῶν μυστηρίων κατάληψιν, ἀλλ' ἐπιλέξαντας ἐξ ἑαυτῶν τὸν χωρῆσαι τὰ θεῖα δυνάμενον, ἐκείνῳ τὴν ἀκοὴν εὐγνωμόνως ὑπέχειν, πιστὸν ἡγουμένους ἅπαν, ὅτιπερ ἂν παρὰ τοῦ τὰ θεῖα μυηθέντος ἀκούσωσιν. « Οὐ πάντες γὰρ, » φησὶν, « ἀπόστολοι, οὐδὲ πάντες προφῆται. » Τοῦτο δὲ οὐχ ἔστι νῦν ἐν ταῖς πολλαῖς τῶν Ἐκκλησιῶν φυλασσόμενον. Πολλοὶ γὰρ καθαρσίων ἔτι ἐκ τῶν βεβιωμένων αὐτοῖς δεόμενοι, ἄπλυτοί τινες καὶ κατεσπιλωμένοι τῇ τοῦ βίου περιβολῇ, τὴν ἄλογον αἴσθησιν αὐτῶν προβαλόμενοι, τῆς θείας ἀνόδου κατατολμῶσιν, ὅθεν αὐτοὶ τοῖς ἰδίοις αὐτῶν λογισμοῖς κατασαλεύονται. Αἱ γὰρ αἱρετικαὶ ὑπολήψεις, λίθοι τινὲς ἀτεχνῶς εἰσιν αὐτὸν τὸν εὑρετὴν τῶν πονηρῶν δογμάτων καταχωννύντες. Τί δὲ δὴ βούλεται τὸ ἐντὸς τοῦ γνόφου γενέσθαι τὸν Μωϋσέα, καὶ οὕτως ἐν αὐτῷ τὸν Θεὸν ἰδεῖν; Ἐναντίον γὰρ δοκεῖ πως εἶναι τῇ πρώτῃ θεοφανείᾳ τὸ νῦν ἱστορούμενον· τότε μὲν γὰρ ἐν φωτὶ, νῦν δὲ ἐν γνόφῳ τὸ Θεῖον. Μηδὲ τοῦτο τοῦ εἱρμοῦ τῶν κατὰ ἀναγωγὴν ἡμῖν θεωρηθέντων ἀπᾴδειν νομίσωμεν. Διδάσκει δὲ διὰ τούτων ὁ λόγος, ὅτι ἡ γνῶσις τῆς εὐσεβείας φῶς γίνεται παρὰ τὴν πρώτην οἷς ἂν ἐγγίνηται. Διότι τὸ ἐξ ἐναντίας τῇ εὐσεβείᾳ νοούμενον, σκότος ἐστίν· ἡ δὲ ἀποστροφὴ τοῦ σκότους, τῇ μετουσίᾳ τοῦ φωτὸς γίνεται. Προϊὼν δὲ ὁ νοῦς, καὶ διὰ μείζονος ἀεὶ καὶ τελειοτέρας προσοχῆς ἐν περινοίᾳ γινόμενος τῆς ὄντως κατανοήσεως, ὅσῳ προσεγγίζει μᾶλλον τῇ θεωρίᾳ, τοσούτῳ πλέον ὁρᾷ τὸ τῆς θείας φύσεως ἀθεώρητον. Καταλιπὼν γὰρ πᾶν τὸ φαινόμενον, οὐ μόνον ὅσα κα-
is theology, to whose foothills the great multitude scarcely attains (though if anyone should be a Moses, he would also get upon the ascent, receiving in his hearing the sounds of the trumpets which the account of the history says grow louder as one advances): truly a trumpet stunning the hearing is the proclamation concerning the divine nature, appearing great even from the outset, yet becoming greater and reaching the hearing still more fully at the last. The law and the prophets sounded forth the divine mystery of the dispensation according to man; yet the first voices were too weak to reach disobedient ears. Wherefore the dullness of hearing of the Jews did not receive the sound of the trumpets. As they advanced, however, just as the account says, the trumpets grew louder. For the last voices, produced through the evangelical proclamations, reached the hearing—the Spirit thus sounding more nobly through the instruments in what followed, and making the note more vigorous. Now instruments sounding forth one spiritual note would be the prophets and apostles, whose sound, as the psalmody says, has gone out into all the earth, and their words unto the ends of the inhabited world (Ps. 18:5). And if the multitude cannot contain the voice coming from above, but entrusts it to Moses to learn the mysteries by himself and to teach the people whatever doctrine he may happen to learn through instruction from above, this too belongs to the order administered in the Church: that not all thrust themselves forward to grasp the mysteries, but rather, choosing from among themselves him who is able to contain divine things, they gratefully lend their hearing to him, deeming trustworthy everything whatsoever they hear from one initiated into divine things. "Are all apostles?" it says; "are all prophets?" (1 Cor. 12:29). Yet this is not now observed in most of the Churches. For many who still stand in need of purifications from their past way of life—unwashed men and spotted in the vesture of their life—putting forward their irrational sense-perception, rashly assay the divine ascent, whence they are battered down by their own reasonings. For heretical opinions are veritable stones burying the very inventor of wicked doctrines. What, then, does it mean that Moses enters within the darkness and thus beholds God therein? For what is now recounted seems somehow contrary to the first theophany: for then the Divine was seen in light, whereas now it is in darkness. Let us not suppose that even this jars with the train of our anagogical contemplations. Rather, the account teaches through these things that the knowledge of godliness becomes light at the outset to whomever it arises in; for what is conceived in opposition to godliness is darkness, and the turning away from darkness comes about through participation in the light. Yet as the mind advances, and through ever greater and more perfect attentiveness comes to grasp true understanding, the closer it draws to contemplation, the more it beholds the invisibility of the divine nature. For leaving behind everything that appears—not only all that