Migne Reading Room

PG 44 · cols. 384–393 · Read from the page

On the Life of Moses

On the Life of Moses

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 44:384Read from the page
ἀδύτοις, ᾧ διὰ τοῦ πνεύματος ἀπεκαλύφθη τὰ τοῦ παραδείσου μυστήρια · καλῶς ἂν ἔχοι τῇ μερικῇ προσέχοντας ἑρμηνείᾳ, πᾶσαν τὴν τῆς σκηνῆς θεωρίαν συναρμόζειν τῷ μέρει. Γένοιτο δ' ἂν ἡμῖν, δι' αὐτῶν τῶν τοῦ Ἀποστόλου λόγων, ἡ τῶν τῆς σκηνῆς αἰνιγμάτων σαφήνεια. Φησὶ γάρ που περὶ τοῦ Μονογενοῦς, ὃν ἀντὶ τῆς σκηνῆς νενοήκαμεν, ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα, τὰ ὁρατά τε καὶ τὰ ἀόρατα, εἴτε θρόνοι, εἴτε ἐξουσίαι, εἴτε ἀρχαὶ, εἴτε κυριότητες, εἴτε δυνάμεις.
shrines, to whom the mysteries of paradise were revealed through the Spirit, it would be well for us, paying heed to his partial interpretation, to harmonize the whole contemplation of the tabernacle with that part. And clarity concerning the riddles of the tabernacle may come to us through the very words of the Apostle. For he says somewhere concerning the Only-begotten, Whom we have understood in place of the tabernacle, that in Him all things were created, things visible and things invisible, whether thrones, or authorities, or principalities, or dominions, or powers.
Οὐκοῦν στύλοι ἀργυρολαμπεῖς, καὶ χρυσήλατοι, καὶ ἀναφορεῖς, καὶ δακτύλιοι, καὶ τὰ χερουβὶμ ἐκεῖνα, τὰ ταῖς πτέρυξι τὴν κιβωτὸν ἐπικρύπτοντα, καὶ τἄλλα πάντα, ὅσα ἡ τῆς σκηνοπηγίας ὑπογραφὴ περιέχει, εἰ μέν τις πρὸς τὰ ἄνω βλέποι σκοπῶν, αἱ ὑπερκόσμιοι δυνάμεις εἰσὶν, αἱ ἐν τῇ σκηνῇ θεωρούμεναι, αἱ κατὰ θείαν βούλησιν τὸ πᾶν ὑπερείδουσαι. Ἐκεῖνοι ἀληθινοὶ ἀναφορεῖς ἡμῶν, οἱ εἰς διακονίαν ἀναστελλόμενοι διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν, οἱ καθάπερ δακτυλίοις τισὶ ταῖς ψυχαῖς ἡμῶν ἐνειρόμενοι τῶν σωζομένων, δι' ἑαυτῶν πρὸς τὸ ὕψος τῆς ἀρετῆς τοὺς κειμένους ἐπὶ τῆς γῆς ἀναφέροντες. Χερουβὶμ δὲ εἰπὼν ὁ λόγος κατακαλύπτοντα ταῖς πτέρυξι τὰ ἐγκείμενα τῇ κιβωτῷ τῆς διαθήκης μυστήρια, βεβαιοῖ τὴν ἀποδοθεῖσαν ἡμῖν παρὰ τῆς σκηνῆς θεωρίαν. Τὸ γὰρ ὄνομα τοῦτο τῶν περὶ τὴν θείαν φύσιν θεωρουμένων δυνάμεων μεμαθήκαμεν, ἃς ὁ Ἠσαΐας καὶ ὁ Ἰεζεκιὴλ κατενόησαν. Ἡ δὲ κιβωτὸς τῆς διαθήκης, κεκαλυμμένη ταῖς πτέρυξι, μὴ ξενιζέτω τὴν ἀκοήν · καὶ γὰρ ἐν τῷ Ἠσαΐᾳ τὸ ὅμοιον ἔστι μαθεῖν, ἐν αἰνίγματι παρὰ τοῦ προφήτου περὶ τῶν πτερύγων λεγόμενον · ὧδε μὲν ἡ κιβωτὸς, ἐκεῖ δὲ πρόσωπον, ὡς ἑνὸς ὄντος τοῦ ἐν ἀμφοτέροις νοουμένου, ὅπερ μοι δοκεῖ τὸ ἀκατάληπτον τῆς τῶν ἀποῤῥήτων θεωρίας αἰνίσσεσθαι. Κἂν περὶ λύχνων ἀκούσῃς πολυσχιδῶς ἐκ μιᾶς λυχνίας ἀνεχομένων, ὥστε ἄφθονον εἶναι καὶ δαψιλὲς τὸ φῶς πανταχόθεν λαμπόμενον · οὐκ ἂν ἁμάρτοις, τὰς πολυειδεῖς τοῦ πνεύματος μαρμαρυγὰς διαπρέπειν ταύτῃ τῇ σκηνῇ λογιζόμενος, καθὼς Ἠσαΐας φησὶν, ἑπταχῆ διαιρῶν τὰς λαμπηδόνας τοῦ πνεύματος. Τὸ δὲ ἱλαστήριον οὐδὲ ἑρμηνείας οἶμαι προσδέεσθαι, τοῦ Ἀποστόλου τὸ κεκ⟨…⟩μμένον γυμνώσαντος, ὅς φησίν · ὅτι « ὃν προέθετο ὁ Θεὸς ἱλαστήριον τῶν ψυχῶν ἡμῶν · » θυσιαστήριον δὲ καὶ θυμιατήριον ἀκούων, νοω την διηνεκῶς ἐπιτελουμένην τῇ σκηνῇ ταύτῃ τῶν ἐπουρανίων προσκύνησιν. Οὐ γὰρ μόνον ἐπιγείων καὶ ὑπερχθονίων, ἀλλὰ καὶ τῶν ἐπουρανίων τὴν γλῶσσάν φησιν ἀναπέμπειν τὸν αἶνον τῇ τῶν πάντων ἀρχῇ. Τοῦτο δέ ἐστιν ἡ κεχαρισμένη τῷ Θεῷ θυσία, τὸ κάρπωμα τῶν χειλέων, καθώς φησιν ὁ Ἀπόστολος, καὶ τῶν προσευχῶν ἡ εὐωδία. Εἰ δὲ καὶ δέρμα ἐν τούτοις ὁρᾶται πεφοινιγμένον βαφῇ, καὶ τρίχες ἐξυφανθεῖσαι · οὐδὲ οὗτος ὁ εἱρμὸς τῆς θεωρίας διακοπήσεται. Ὁ γὰρ προφητικὸς ὀφθαλμὸς, ἐν τῇ τῶν θείων ὀπτασίᾳ γινόμενος, ἐκεῖ καθεώραται προσωρισμένον τὸ σωτήριον πάθος · ὅπερ
Therefore pillars gleaming with silver, and wrought with gold, and carrying-poles, and rings, and those cherubim covering the ark with their wings, and all the other things that the description of the pitching of the tabernacle contains, if one looks upwards in examining them, are the supramundane powers beheld in the tabernacle, which uphold the universe according to the divine will. Those are our true carrying-poles, sent forth for ministry for the sake of those who are to inherit salvation, who, threaded as it were through certain rings into the souls of us who are being saved, bear up through themselves towards the height of virtue those who lie upon the earth. And when the account speaks of cherubim covering with their wings the mysteries laid within the ark of the covenant, it confirms the contemplation we have rendered concerning the tabernacle. For we have learned that this is the name of the powers beheld around the divine nature, whom Isaiah and Ezekiel perceived. And let not the ark of the covenant, covered by the wings, strike our hearing as strange; for in Isaiah too one may learn the like, spoken in a riddle by the prophet concerning the wings—here the ark, and there the face, inasmuch as what is understood in both is one, which seems to me to hint at the incomprehensibility of the contemplation of things ineffable. And if you hear of lamps held aloft in many branches from a single lampstand, so that the light shining forth on every side is ungrudging and abundant, you would not err in reckoning that the manifold gleams of the Spirit shine pre-eminently in this tabernacle, just as Isaiah says, dividing the rays of the Spirit sevenfold. As for the mercy-seat, I suppose it stands in need of no interpretation at all, since the Apostle has laid bare what was hidden, saying: "Whom God set forth as a mercy-seat for our souls"; and when I hear of an altar and a censer, I understand the worship perpetually offered in this tabernacle by heavenly beings. For he says that the tongue not only of beings upon the earth and above the earth, but also of heavenly beings sends up praise to the Principle of all things. And this is the sacrifice pleasing to God, the fruit of the lips, as the Apostle says, and the sweet savour of prayers. And even if skin dyed crimson with dye and woven hair are beheld among these things, this sequence of contemplation will not be broken either. For the prophetic eye, coming to be in the vision of things divine, beheld there the saving passion foreordained; which
Notes, col. 384

On the reading

Printed νοω, for νοῶ.

Printed την, for τὴν.

PG 44:385Read from the page
ἐν ἑκατέρῳ τῶν εἰρημένων σημαίνεται · τοῦ μὲν ἐρυθήματος τὸ αἷμα, τῆς δὲ τριχὸς ἑρμηνευούσης τὴν νέκρωσιν. Ἄμοιρος γὰρ αἰσθήσεως ἡ τρὶξ τῷ σώματι · διὸ κυρίως νεκρότητος γίνεται σύμβολον.
is signified in each of the things mentioned, the redness interpreting the blood, and the hair the putting to death. For hair in the body has no share in sensation; wherefore it properly becomes a symbol of deadness.
Ὅταν μὲν οὖν τὴν ἄνω σκηνὴν βλέπῃ · ταῦτα διὰ τούτων ὁ προφήτης ὁρᾷ. Εἰ δέ τις τὴν κάτω σκηνὴν θεωροίη · ἐπειδὴ πολλαχῆ Χριστὸς ἡ Ἐκκλησία παρὰ τοῦ Παύλου κατονομάζεται · καλῶς ἂν ἔχοι τοὺς ὑπηρέτας τοῦ θείου μυστηρίου, οὓς καὶ στύλους τῆς Ἐκκλησίας κατονομάζει ὁ λόγος, ἀποστόλους τε καὶ διδασκάλους καὶ προφήτας, τὰ ὀνόματα ταῦτα ὀνομάζειν εἶναι. Οὐ γὰρ μόνον Πέτρος καὶ Ἰωάννης καὶ Ἰάκωβος, στύλοι τῆς Ἐκκλησίας εἰσίν · οὐδὲ μόνος ὁ Βαπτιστὴς Ἰωάννης ὁ λύχνος ἦν καιόμενος · ἀλλὰ πάντες οἱ δι' ἑαυτῶν τὴν Ἐκκλησίαν ἐρείδοντες, καὶ οἱ διὰ τῶν ἰδίων ἔργων φωστῆρες γινόμενοι, καὶ στύλοι καὶ λύχνοι λέγονται. « Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου, » φησὶ πρὸς τοὺς ἀποστόλους ὁ Κύριος. Καὶ πάλιν ἑτέρους ὁ θεῖος Ἀπόστολος στύλους εἶναι διακελεύεται, λέγων · « Ἑδραῖοι γίνεσθε καὶ ἀμετακίνητοι. » Καὶ τὸν Τιμόθεον καλὸν στύλον ἐτεκτήνατο, ποιήσας αὐτὸν (καθώς φησι τῇ ἰδίᾳ φωνῇ) στύλον καὶ ἑδραίωμα τῆς Ἐκκλησίας ἀληθείας. Ἐν ταύτῃ τῇ σκηνῇ καὶ θυσία τῆς αἰνέσεως, καὶ θυμίαμα τῆς προσευχῆς, ἣ τῷ ὄρθρῳ καὶ τῇ ἑσπέρᾳ ἐνεργουμένη διὰ παντὸς καθορᾶται · νοεῖν δὲ δίδωσι ταῦτα ὁ μέγας Δαυΐδ, κατευθύνων εἰς ὀσμὴν εὐωδίας τῷ Θεῷ τῆς προσευχῆς τὸ θυμίαμα · καὶ διὰ τῆς ἐκτάσεως τῶν χειρῶν, ἱερουργῶν τὴν θυσίαν. Λουτῆρας δέ τις ἀκούων, νοήσει πάντως τοὺς διὰ τοῦ μυστικοῦ ὕδατος τὸν μολυσμὸν ἀποκλύζοντας τῶν ἁμαρτιῶν. Λουτὴρ ἦν ὁ Ἰωάννης, ἐν τῷ Ἰορδάνῃ λούων, ἐν τῷ τῆς μετανοίας βαπτίσματι · λουτὴρ ἦν ὁ Πέτρος, τρισχιλίους κατὰ ταὐτὸν καθάπαξ κατάγων ἐπὶ τὸ ὕδωρ. Λουτὴρ τοῦ Κανδάκου ὁ Φίλιππος, καὶ πάντων πάντες τῶν μετεχόντων τῆς δωρεᾶς, οἱ ἐνεργοῦντες τὴν χάριν. Τὰς δὲ αὐλαίας, αἳ διὰ τῆς μετ' ἀλλήλων συμβολῆς τὴν σκηνὴν ἐν κύκλῳ διαλαμβάνουσι, τὴν ἀγαπητικήν τε καὶ εἰρηνικὴν τῶν πιστευόντων ὁμόνοιαν εἶναί τις ὑπονοῶν, οὐκ ἂν ἁμάρτοι τοῦ πρέποντας · οὕτω τοῦ Δαβὶδ ἑρμηνεύσαντος, ὅς φησιν, ὅτι, Θεὶς τὰ ὅριά σου εἰρήνην. Δέρμα δὲ πεφοινιγμένον, καὶ δέρῥεις ἀπὸ τριχῶν, πρὸς κόσμον τῆς σκηνῆς συντελοῦσαι, καταλλήλως ἂν νοηθεῖεν ἥ τε νέκρωσις τῆς ἁμαρτητικῆς σαρκὸς, ἧς αἴνιγμα τὸ πεφοινιγμένον δέρμα ἐστὶ, καὶ ἡ τραχεῖα διαγωγὴ κατ' ἐγκράτειαν, οἷς ὡραΐζεται μάλιστα ἡ τῆς Ἐκκλησίας σκηνή. Τὰ γὰρ δέρματα ζωτικὴν ἐν ἑαυτοῖς οὐκ ἔχοντα δύναμιν τὴν ἐκ φύσεως, τῇ βαφῇ τοῦ ἐρυθήματος εὐανθῆ γίνεται, ὅπερ διδάσκει, τὴν διὰ τοῦ Πνεύματος ἐπανθοῦσαν χάριν μὴ ἐν ἑτέροις γίνεσθαι, εἰ μή τινες ἑαυτοὺς τῇ ἁμαρτίᾳ νεκρώσαιεν. Εἰ δὲ καὶ ἡ σώφρων αἰδὼς [οὐ] τῇ βαφῇ τοῦ ἐρυθήματος ὑπὸ τοῦ λόγου σημαίνεται, ἐπὶ τῷ βουλομένῳ ποιοῦμαι τὴν κρίσιν. Ἡ δὲ τῶν τριχῶν συμπλοκὴ, τραχύ τε καὶ δυσαφὲς ἀπεργαζομένη ἐξύφασμα, τὴν
Whenever, then, he looks upon the upper tabernacle, the prophet sees these realities through these symbols. But if someone should contemplate the lower tabernacle—since in many places the Church is named Christ by Paul—it would be well to reckon that these names denote the ministers of the divine mystery, whom Scripture also names pillars of the Church: apostles, and teachers, and prophets. For not only are Peter and John and James pillars of the Church, nor was John the Baptist alone the burning lamp; rather, all those who through themselves uphold the Church and through their own works become luminaries are called both pillars and lamps. "You are the light of the world," says the Lord to the apostles. And again the divine Apostle charges others to be pillars, saying: "Be steadfast and immovable." And he fashioned Timothy into a fair pillar, making him (as he says in his own voice) a pillar and bulwark of the Church of truth. In this tabernacle both the sacrifice of praise and the incense of prayer, continually performed at dawn and at evening, are ever beheld; and the great David grants us to understand these things when he directs the incense of prayer before God as a sweet-smelling savour, and offers the sacrifice through the lifting up of his hands. And anyone hearing of lavers will surely understand those who through the mystical water wash away the defilement of sins. John was a laver, washing in the Jordan in the baptism of repentance; Peter was a laver, leading three thousand down to the water together all at once. Philip was the laver of the officer of Candace, and so are all those who administer grace to all who partake of the gift. As for the court-curtains, which by their joining with one another encompass the tabernacle round about, anyone surmising that they are the loving and peaceful concord of believers would not err from what is fitting—for thus David interpreted it when he says, "Who maketh thy borders peace." And crimson-dyed skin and coverings made of hair, contributing to the adornment of the tabernacle, may fittingly be understood as the mortification of the sinful flesh, of which the crimson-dyed skin is a figure, and the rough way of life in self-control, by which above all the tabernacle of the Church is beautified. For skins, not possessing within themselves vital power by nature, become blooming in hue through the dye of redness, which teaches that the grace blooming forth through the Spirit comes about in none save those who have deadened themselves to sin. Whether modest shame is also [not] signified by the account through the dye of redness, I leave the judgement to whoever wishes. And the plaiting of hair, producing a rough fabric unpleasant to the touch,
Notes, col. 385

On the reading

Printed πρέποντας, for πρέποντος.

PG 44:388Read from the page
τραχεῖαν ταύτην καὶ δαπανητικὴν τῶν καθομιλούντων παθῶν ἐγκράτειαν ὑπαινίσσεται · τὰ δὲ τοιαῦτα πάντα δείκνυσιν ἐφ' ἑαυτῆς ἡ ἐν παρθενίᾳ ζωὴ, ἡ τὴν σάρκα τῶν οὕτω βιούντων ὑποπιέζουσα. Εἰ δὲ τὸ ἔ⟨…⟩δον, ὅπερ Ἅγιον ἁγίων λέγεται, τοῖς πολλοῖς ἐστιν ἀνεπίβατον, μηδὲ τοῦτο ἀπᾴδειν τῆς τῶν νοηθέντων ἀκολουθίας νομίσωμεν. Ἀληθῶς γὰρ ἅγιόν τι χρῆμά ἐστι, καὶ ἁγίων ἅγιον, καὶ τοῖς πολλοῖς ἄληπτόν τε καὶ ἀπρόσιτον, ἡ τῶν ὄντων ἀλήθεια, ἧς ἐν τοῖς ἀδύτοις τε καὶ ἀποῤῥήτοις τῆς τοῦ μυστηρίου σκηνῆς καθιδρυμένης, ἀπολυπραγμόνητον εἶναι χρὴ τῶν ὑπὲρ κατάληψιν ὄντων τὴν κατανόησιν · πιστεύοντας εἶναι μὲν τὸ ζητούμενον, οὐ μὴν τοῖς ὀφθαλμοῖς πάντων προκεῖσθαι, ἀλλ' ἐν τοῖς ἀδύτοις τῆς διανοίας μένειν ἀπόῤῥητον.
hints at this rough self-control that consumes the passions that consort with us; and the life in virginity displays all such things in itself, subduing the flesh of those who live in this way. And if the inner shrine, which is called the Holy of Holies, is unapproachable to the many, let us not suppose that this either is out of harmony with the sequence of what has been understood. For truly the truth of existing things is something holy, and a holy of holies, and both incomprehensible and inaccessible to the many; and since it is enshrined in the innermost and ineffable sanctuaries of the tabernacle of the mystery, our inquiry into things beyond comprehension must remain free from meddlesome curiosity—believing indeed that what is sought exists, yet is not set open before the eyes of all, but abides ineffable in the innermost shrines of the mind.
Ταῦτα δὲ καὶ τὰ τοιαῦτα παιδευθεὶς διὰ τῆς κατὰ τὴν σκηνὴν ὀπτασίας, ὁ κεκαθαρμένος ἐκεῖνος ὀφθαλμὸς τῆς Μωϋσέως ἐκείνης ψυχῆς, καὶ διὰ τῶν τοιούτων ὑψωθεὶς θεαμάτων, πάλιν πρὸς κορυφὴν ἄλλων νοημάτων ἀναβιβάζεται, τὸν στολισμὸν τῆς ἱερωσύνης ἐκπαιδευόμενος · ἐν οἷς ἐστιν ὅ τε ὑποδύτης, καὶ ὁ ἐπενδύτης, καὶ τὸ προστήθιον ἐκεῖνο ταῖς ποικίλαις τῶν λίθων αἴγλαις περιλαμπόμενον, καὶ ἡ περὶ τὴν κεφαλὴν ταινία, καὶ τὸ ἐπ' αὐτῆς πέταλον, ἡ περισκελὶς, οἱ ῥοΐσκοι, οἱ κώδωνες, εἶτα ὑπεράνω πάντων, τὸ λόγιόν τε καὶ ἡ δήλωσις, καὶ ἡ ἐπ' ἀμφοῖν θεωρουμένη ἀλήθεια, αἵ τε συνδετικαὶ τούτων ἑκατέρωθεν ἐπωμίδες, ἐγκεκολαμμέναι τῶν πατριαρχῶν τὰ ὀνόματα · ὧν ὑποτέμνεται τὸ πλῆθος τῆς καθ' ἕκαστον ἀκριβοῦς θεωρίας, αὐτὰ τῆς περιβολῆς τὰ ὀνόματα. Ποῖον γὰρ σωματικῶν ἐσθημάτων ὄνομα, δήλωσις, ἢ λόγιον, ἢ ἀλήθεια; ἢ δηλονότι δείκνυται διὰ τούτων, τὸ μὴ ταύτην τὴν αἰσθητὴν περιβολὴν διὰ τῆς ἱστορίας ἡμῖν ὑπογράφεσθαι, ἀλλά τινα κόσμον ψυχῆς, διὰ τῶν κατ' ἀρετὴν ἐπιτηδευμάτων ἐξυφαινόμενον. Ὑάκινθός ἐστιν ἡ τοῦ ποδήρους βαφή · φασὶ δέ τινες τῶν πρὸ ἡμῶν τεθεωρηκότων τὸν λόγον, τὸν ἀέρα σημαίνεσθαι τῇ βαφῇ. Ἐγὼ δὲ εἰ μέν τι τὸ τοιοῦτον τοῦ χρώματος ἄνθος πρὸς τὸ ἀέριον χρῶμα συγγενῶς ἔχει, ἀκριβῶς οὐκ ἔχω διϊσχυρίζεσθαι. Τὸν μέν τοι λόγον οὐκ ἀποβάλλω · συντείνει γὰρ πρὸς τὴν κατ' ἀρετὴν θεωρίαν νόημα, ὅτι βούλεται, τὸν μέλλοντα τῷ Θεῷ ἱερᾶσθαι, καὶ τὸ ἑαυτοῦ προσάγειν σῶμα τῇ ἱερουργίᾳ καὶ σφάγιον γίνεσθαι μὴ νεκρούμενον, ἐν τῇ ζώσῃ θυσίᾳ καὶ λογικῇ λατρείᾳ, μὴ παχείᾳ τινὶ καὶ πολυσάρκῳ τοῦ βίου περιβολῇ καταβλάπτειν τὴν ψυχὴν, ἀλλ' ἀπολεπτύνειν οἷόν τι ἀράχνιον νῆμα τῇ καθαρότητι τῆς ζωῆς πάντα τὰ τοῦ βίου ἐπιτηδεύματα, καὶ ἐγγὺς εἶναι πρὸς τὸ ἀνωφερές τε καὶ κοῦφον καὶ ἐναέριον, τὴν σωματώδη ταύτην φύσιν μετακλάσαι · ἵνα ὅταν τῆς ἐσχάτης ἀκούσωμεν σάλπιγγος, ἀβαρεῖς τε καὶ κοῦφοι πρὸς τὴν φωνὴν τοῦ κελεύοντος εὑρεθέντες, μετάρσιοι δι' ἀέρος ἅμα τῷ Κυρίῳ φερώμεθα, ὑπὸ μηδενὸς βάρους ἐπὶ τὴν γῆν καθελκόμενοι. Οὐκοῦν ὁ κατὰ τὴν τοῦ Ψαλμῳδοῦ ὑποθήκην, ἐκτήξας ὡς ἀράχνην τὴν ἑαυτοῦ ψυχὴν, τὸν ἀερώδη ἐκεῖνον χι-
Having been instructed in these and such things through the vision of the tabernacle, that purified eye of the soul of Moses, lifted on high through such sights, is again led up to the summit of other concepts, being thoroughly taught the vesture of the priesthood; among which are the undergarment, and the upper robe, and that breastpiece gleaming round about with the varied splendours of stones, and the headband around the head, and the plate upon it, the breeches, the pomegranates, the bells, then above all the oracle and the manifestation, and the truth beheld in both, and the shoulder-pieces binding these together on either side, engraved with the names of the patriarchs; and the very names of the attire cut short the multitude of exact contemplations of each detail. For what sort of name for bodily garments is manifestation, or oracle, or truth? Or plainly it is shown through these that this sensible vesture is not being sketched out for us by the history, but rather a certain adornment of the soul, woven out of pursuits according to virtue. Hyacinth is the dye of the full-length robe; and some of those before us who have contemplated the account say that the air is signified by the dye. For my part, whether such a bloom of colour has some affinity with the colour of the air, I cannot positively affirm with exactness. Yet I do not reject the account; for the thought tends towards contemplation according to virtue, since it wishes that he who is going to serve God as priest, and to bring his own body to the sacred ministry and become a victim without being slain in the living sacrifice and rational worship, should not harm his soul with some thick and fleshy wrapping of life, but rather spin fine like some spider's thread all the pursuits of life through purity of living, and come close to refashioning this bodily nature towards what is buoyant and light and aerial; so that when we hear the last trumpet, being found weightless and light at the voice of Him Who commands, we may be borne aloft through the air together with the Lord, dragged down to earth by no weight at all. Therefore he who, in accordance with the counsel of the Psalmist, has made his own soul melt away like a spider, has put around himself that airy
PG 44:389Read from the page
τῶνα περιεβάλετο ἐκ κεφαλῆς εἰς ἄκρους πόδας διήκοντα. Οὐ γὰρ βούλεται κολοβοῦσθαι τὴν ἀρετὴν ὁ νόμος. Ἡ οὖν λαμπηδὼν τῶν καλῶν ἔργων, οἱ χρυσοῖ κώδωνές εἰσι, τοῖς ῥοΐσκοις περιδονούμενοι. Δύο γάρ ἐστι ταῦτα ἐπιτηδεύματα, δι' ὧν ἡ ἀρετὴ συναγείρεται · ἡ εἰς τὸν Θεὸν πίστις, ἥ τε παρὰ τὸν βίον συνείδησις. Τούτους προστίθησι τῷ ἐνδύματι τοῦ Τιμοθέου τοὺς ῥοΐσκους τε καὶ τοὺς κώδωνας ὁ μέγας Παῦλος, εἰπὼν αὐτὸν ἔχειν δεῖν πίστιν καὶ ἀγαθὴν συνείδησιν.
tunic reaching from his head to the tips of his feet. For the law does not wish virtue to be curtailed. The gleam of good works, therefore, is the golden bells ringing round about among the pomegranates. For these are the two pursuits through which virtue is gathered together: faith in God, and conscience throughout one's life. These pomegranates and bells the great Paul adds to the garment of Timothy when he says that he must hold faith and a good conscience.
Οὐκοῦν ἡ μὲν πίστις καθαρὸν ἠχείτω καὶ μεγαλόφωνον ἐν τῷ τῆς ἁγίας Τριάδος κηρύγματι. Ὁ δὲ βίος μιμείσθω τοῦ καρποῦ τῆς ῥοιᾶς τὴν φύσιν · ἐκείνης τε γὰρ ἄβρωτός ἐστιν ἡ ἐπιφάνεια, στεῤῥῷ τε καὶ κατεστυμμένῳ τῷ ἐλύτρῳ διειλημμένη. Τὸ δὲ ἐγκείμενον, ἡδὺ μὲν ὀφθῆναι τῷ ποικίλῳ τε καὶ εὐκόσμῳ τῆς τοῦ καρποῦ διαθέσεως, ἥδιον δὲ τῇ γεύσει γίνεται, καταγλυκαῖνον τὴν αἴσθησιν. Ἥ τε φιλόσοφος καὶ κατεσκληκυῖα διαγωγὴ δύσληπτός τις οὖσα καὶ ἀηδὴς τῇ αἰσθήσει, πλήρης ἀγαθῶν ἐλπίδων ἐστὶ, κατὰ τὸν ἴδιον καρπὸν πεπανθεῖσα. Ἐπειδὰν γὰρ ὁ γεωργὸς ἡμῶν ἀναπτύξῃ τοῦ βίου τὴν ῥοιὰν τῷ ἰδίῳ καιρῷ, καὶ δείξῃ τῶν ἀποθέτων τὸ κάλλος · τότε γλυκεῖα γίνεται τοῖς ἀπολαύουσιν ἡ μετουσία τῶν ἰδίων καρπῶν. Φησὶ γάρ που καὶ ὁ θεῖος Ἀπόστολος, ὅτι πᾶσα παιδεία πρὸς μὲν τὸ παρὸν οὐ δοκεῖ χαρᾶς εἶναι, ἀλλὰ λύπης · τοῦτό ἐστι τῆς ῥοιᾶς τὸ προεντυγχάνον τοῖς ἁπτομένοις · ὕστερον δὲ καρπὸν εἰρηνικὸν ἀποδίδωσι. Τοῦτο ἡ τῶν ἔνδοθεν ἐδωδίμων γλυκύτης. Τὸν δὲ χιτῶνα τοῦτεν καὶ κοσυμβωτὸν εἶναι ὁ λόγος διακελεύεται. Κόσυμβοι δέ εἰσι, τὰ ἔξω τῆς χρείας, κόσμου χάριν, ἀπηρτημένα σφαιροειδῆ ἀπαρτήματα. Μανθάνομεν δὲ διὰ τούτων · τὸ δεῖν μὴ τῇ ἐντολῇ μόνον τὴν ἀρετὴν μετρεῖσθαι, ἀλλά τι καὶ παρ' ἡμῶν ἐξευρίσκεσθαι διὰ τῶν ἔξωθεν παρεπινοουμένων. Ὡς ἂν προσθήκη τις τοῦ κόσμου γένοιτο τῷ ἐνδύματι, οἷος ὁ Παῦλος ἦν, τοὺς καλοὺς παρ' ἑαυτοῦ κοσύμβους ταῖς ἐντολαῖς συμπλέκων. Τοῦ γὰρ νόμου κελεύοντος τοὺς τῷ θυσιαστηρίῳ προσεδρεύοντας, τῷ θυσιαστηρίῳ συμμερίζεσθαι · καὶ μὴ κωλύοντος ἀδελφὴν γυναῖκα περιάγειν, καὶ τοὺς τὸ Εὐαγγέλιον καταγγέλλοντας, ἐκεῖθεν ζῆν · οὗτος ἀδάπανον ποιεῖται τὸ Εὐαγγέλιον, πεινῶν καὶ διψῶν καὶ γυμνητεύων. Οὗτοί εἰσιν οἱ καλοὶ κόσυμβοι, οἱ τὸν χιτῶνα τῶν ἐντολῶν τῇ παρ' ἑαυτῶν προσθήκῃ κατακοσμοῦντες. Εἶτα δύο πέπλοι ἄνωθεν ἐπιβάλλονται τῷ ποδήρει ἐκ τῶν ὤμων μέχρι τοῦ στήθους καὶ τῶν μεταφρένων καθήκοντες, δύο πόρπαις καθ' ἑκάτερον ὦμον ἀλλήλοις ἑνούμενοι. Αἱ δὲ πόρπαι λίθοι εἰσὶ τὰ τῶν πατριαρχῶν ὀνόματα ἓξ καθ' ἑκάτερον ἐν τοῖς χαράγμασι φέρουσαι. Ποικίλη δὲ τῶν πέπλων ἡ ἱστουργία. Ὑάκινθος μὲν πορφύρω συμπλέκεται. Τὸ δὲ τῆς κόκκου ἐρύθημα τῇ βύσσῳ μίγνυται. Πᾶσι δὲ τούτοις τοῦ ἐκ χρυσίου νῆμα συγκατασπείρεται · ὡς ἐκ τῆς πολυειδοῦς ταύτης τῆς βαφῆς, μίαν τινὰ συγκεκραμένην ὥραν ἐκ τοῦ ὑφά-
Let faith, therefore, sound forth pure and loud-voiced in the proclamation of the Holy Trinity. And let one's life imitate the nature of the fruit of the pomegranate; for its outer surface is inedible, enclosed in a hard and astringent rind. Yet what lies within is pleasant to behold in the varied and shapely arrangement of the fruit, and becomes sweeter still to the taste, delighting the sense with sweetness. And the philosophical and austere way of life, though hard to lay hold of and unpleasant to the sense, is full of good hopes when ripened in its own fruit. For whenever our Husbandman opens up the pomegranate of our life in due season and displays the beauty of the things stored away within, then participation in one's own fruits becomes sweet to those who enjoy them. For the divine Apostle too says somewhere that all discipline for the present seems to be not of joy, but of sorrow—this is what first meets those who touch the pomegranate—yet afterwards it yields peaceable fruit. This is the sweetness of the edible parts within. Moreover, the account commands that this tunic also be tasseled. Now tassels are round pendants hung on for the sake of adornment beyond strict necessity. And we learn through these that virtue ought not to be measured by the commandment alone, but that something further should be devised from ourselves as well through voluntary additions from without, so that some added adornment may accrue to the garment—such as Paul was, weaving fair tassels from himself onto the commandments. For whereas the law commands those who attend upon the altar to share with the altar, and does not forbid leading about a sister as wife, and ordains that those who proclaim the Gospel should live from it, he makes the Gospel free of charge, hungering and thirsting and going naked. These are the fair tassels that adorn the tunic of the commandments by the addition made from oneself. Next, two mantles are laid from above over the full-length robe, reaching down from the shoulders to the chest and the back, joined to one another by two clasps on either shoulder. And the clasps are stones bearing in their engravings the names of the patriarchs, six on each side. Varied is the weaving of the mantles: hyacinth is intertwined with purple, and the redness of scarlet is mingled with fine linen; and throughout all these, thread of gold is sown together with them, so that from this manifold dye a single blended beauty may
Notes, col. 389

On the reading

Printed τοῦτεν, for τοῦτον.

Printed πορφύρω, for πορφύρᾳ.

PG 44:392Read from the page
σματος ἀπαυγάζεσθαι · ἃ δὲ διὰ τούτων μανθάνομεν, ταῦτά ἐστιν · ὅτι τὰ ἄνω τῆς περιβολῆς, ὅσα τῆς
gleam forth from the fabric; and what we learn through these things is this: that the upper parts of the attire, as many as belong to the
Πατριάρχαι δὲ ταῖς ἐπωμίσιν ἐγγεγραμμένοι, οὐ μικρὰ πρὸς τὸν τοιοῦτον καλλωπισμὸν ἡμῖν συνεισφέρουσι · τοῖς γὰρ προλαβοῦσι τῶν ἀγαθῶν ὑποδείγμασι κατακοσμεῖται μᾶλλον ἡ τῶν ἀνθρώπων ζωή. Πάλιν δὲ τῷ κόσμῳ τῶν πέπλων ἕτερος ἄνωθεν ἐπιβάλλεται κόσμος · ἀσπίδες ἐκ χρυσοῦ καθ' ἑκατέρων τῶν ἐπωμίδων καθειμέναι, καὶ δι' ἑαυτῶν ἀνέχουσαί τι χρυσότευκτον ἐν τετραγώνῳ τῷ σχήματι, δυοκαίδεκα λίθοις καταλαμπόμενον, στιχηδὸν διακειμένοις · τέτταρες δὲ οἱ λίθοι, τριάδα λίθων ἕκαστος περιέχοντες. Ἐν αἷς οὐκ ἦν εὑρεῖν τινα ὁμοειδῆ πρὸς τὴν ἑτέραν · ἀλλ' ἰδιαζούσαις αὐγαῖς ἑκάστη ἐκαλλωπίζετο. Τὸ μὲν δὴ σχῆμα τοῦ κόσμου, τοῦτο · ἡ δὲ διάνοια, ἡ μὲν τῶν ἀσπίδων τῶν καθειμένων ἀπὸ τῶν ὤμων, τὸ περιδέξιον τῆς κατὰ τοῦ ἀντικειμένου ὁπλίσεως ὑπαινίσσεται, ὡς ἐδείχθη. Καθὼς μικρῷ πρόσθεν εἴρηται, τῆς ἀρετῆς κατορθουμένης διά τε πίστεως, καὶ τῆς κατὰ τὸν βίον τοῦτον ἀγαθῆς συνειδήσεως, πρὸς ἀμφότερα ἠσφαλίσθαι ταῖς τῶν ἀσπίδων προσβολαῖς, ἄτρωτον τῶν τοιούτων βελῶν διαμένοντα, διὰ τῶν ὅπλων τῆς δικαιοσύνης τῶν δεξιῶν καὶ ἀριστερῶν · τὸ δὲ τετράγωνον ἐκεῖνο κόσμιον, τὸ τῶν ἀσπίδων ἑκατέρωθεν ἐξηρτημένον, ἐν ᾧ εἰσιν οἱ ἐπώνυμοι τῶν φυλῶν πατριάρχαι τοῖς λίθοις κατάγραπτοι · τοῦτο τῆς καρδίας προκάλυμμα γίνεται. Παιδεύοντος ἡμᾶς τοῦ λόγου, ὅτι ὁ ταῖς δύο ταύταις ἀσπίσι τὸν πονηρὸν τοξότην ἀποκρουσάμενος, πάσαις ταῖς τῶν πατριαρχῶν ἀρεταῖς κατακοσμήσει τὴν ἰδίαν ψυχὴν, ἄλλου ἄλλως ἐν τῷ πέπλῳ τῆς ἀρετῆς διαλάμποντος. Τὸ δὲ σχῆμα τοῦ τετραγώνου, ἔνδειξίς σοι ἔστω τῆς ἐν τῷ καλῷ παγιότητος. Δυσμετάθετον γὰρ τὸ τοιοῦτον σχῆμα, δι' ἴσου ταῖς γωνίαις ἐπὶ τῆς εὐθείας τῶν πλευρῶν ἐρειδόμενον · οἱ δὲ τελαμῶνες, δι' ὧν τὰ προκοσμήματα ταῦτα συνδεσμεῖται πρὸς τοὺς βραχίονας, δόγμα μοι δοκοῦσι πρὸς τὸν ὑψηλὸν βίον παρέχεσθαι, τοῦ δεῖν συνάπτειν τὴν πρακτικὴν φιλοσοφίαν τῇ κατὰ θεωρίαν ἐνεργουμένῃ · ὥστε τὴν καρδίαν μὲν, τῆς θεωρίας · τοὺς δὲ βραχίονας τῶν ἔργων σύμβολα γίνεσθαι. Κεφαλὴ δὲ κοσμουμένη τῷ διαδήματι, τὸν ἀποκείμενον τοῖς εὖ βεβιωκόσι στέφανον ἀποσημαίνει, ὃν κοσμεῖ ὁ ἐσφραγισμένος τῷ χρυσῷ πετάλῳ τοῖς ἀῤῥήτοις χαράγμασιν. Ὑπόδημα δὲ οὐ περιτίθησι τῷ τὸν τοιοῦτον κόσμον ἐνδεδυκότι · ὡς ἂν μὴ βαρύνοιτο πρὸς τὸν δρόμον, καὶ δυσκίνητος εἴη τῇ τῶν νεκρῶν δερμάτων περιβολῇ. κατὰ τὴν γενομένην ἐπὶ τῆς τοῦ ὄρους θεωρίας διάνοιαν. Πῶς οὖν ἔμελλεν ἀντὶ κόσμου τῷ ποδὶ τὸ ὑπόδημα γίνεσθαι, τὸ κατὰ τὴν πρώτην μυσταγωγίαν ὡς ἐμπόδιον τῆς ἀνόδου ἀποβαλλόμενον; Ὁ δὲ τοσοῦτον διαβὰς διὰ τῶν καθεξῆς θεωρηθεισῶν ἡμῖν ἀναβάσεων, τὰς θεοτεύκτους πλάκας διὰ χειρὸς φέρει, αἳ θεῖον νόμον ἐν αὐταῖς περιέχουσιν.
And the patriarchs inscribed upon the shoulder-pieces contribute in no small measure for us towards such beautification; for human life is adorned all the more by the preceding examples of good men. Again, upon the adornment of the mantles another ornament is laid from above: bosses of gold let down on each of the shoulder-pieces, holding up through themselves a certain gold-wrought piece square in shape, gleaming with twelve stones arranged in rows—and the stones [rows] are four, each containing a triad of stones—among which one could not find any stone uniform in appearance with another, but each was beautified with its own distinct gleams. Such, then, is the outward form of the ornament; and as for its meaning, that of the bosses let down from the shoulders hints at ambidextrous skill in arming oneself against the adversary, as has been shown. Just as was said shortly before, since virtue is rightly achieved through both faith and a good conscience in this life, one must be safeguarded on both sides by the projections of the shields, remaining unwounded by such darts through the weapons of righteousness on the right hand and on the left; while that square ornament suspended from the bosses on either side, upon which the patriarchs who gave their names to the tribes are engraved on the stones, becomes a protective covering for the heart—the account instructing us that he who has repelled the evil archer with these two shields will adorn his own soul with all the virtues of the patriarchs, each shining forth in a different way in the mantle of virtue. And let the square shape be an indication to you of steadfastness in the good; for such a figure is hard to dislodge, resting equally upon its angles along the straightness of its sides. And the straps by which these front ornaments are bound fast to the arms seem to me to furnish a teaching for the lofty life: that one must join practical philosophy to that which operates through contemplation, so that the heart becomes the symbol of contemplation, and the arms the symbols of works. And the head adorned with the diadem signifies the crown laid up for those who have lived well, whom He Who is sealed upon the golden plate with ineffable characters adorns. Yet He puts no sandal upon him who is clothed in such array, lest he be weighed down for the race and rendered sluggish by the wrapping of dead skins, according to the meaning arrived at in the contemplation upon the mountain. How, then, was the sandal going to become an ornament for the foot, when in the first mystical initiation it was cast off as a hindrance to the ascent? And he who has passed so far through the ascents successively contemplated by us bears in his hand the God-wrought tablets, which contain the divine law within them.
PG 44:393Read from the page
Ἀλλὰ συντρίβονται αὗται, τῇ τραχύτητι τῆς τῶν ἡμαρτηκότων ἀντιτυπίας περιτριβεῖσαι. Τὸ δὲ τῆς
Yet these are shattered, worn away by the harshness of the stubbornness of those who have sinned. And the
Πᾶσα γὰρ ἡ περὶ τὰ εἴδωλα πλάνη, τέλεον ἐξηφανίσθη, καταποθεῖσα παρὰ τῶν εὐσεβῶν στομάτων, τῶν διὰ τῆς ἀγαθῆς ὁμολογίας τὸν ἀφανισμὸν τῆς ἀσεβοῦς ὕλης ἐν αὐτοῖς ποιησαμένων. Καὶ ὕδωρ γέγονεν ἀτεχνῶς παροδικόν τε καὶ ἀνυπόστατον τὰ πάλαι πεπηγότα παρὰ τοῖς εἰδωλολάτραις μυστήρια, ὕδωρ ὑπ' αὐτῶν τῶν ποτε εἰδωλομανούντων στομάτων καταπινόμενον. Ὅταν γὰρ ἴδῃς τοὺς πρότερον τῇ τοιαύτῃ ὑποπίπτοντας ματαιότητι, νῦν ἀναιροῦντας ἐκεῖνα καὶ ἀφανίζοντας, ἐν οἷς αὐτῶν ἦν ἡ πεποίθησις · ἆρ' οὐχὶ βοᾷν σοι δοκεῖ φανερῶς ἡ ἱστορία · Καταποθήσεταί ποτε πᾶν εἴδωλον τοῖς στόμασι τῶν πρὸς εὐσέβειαν ἀπὸ τῆς ἀπάτης μετατεθέντων; Ὁπλίζει δὲ τοὺς Λευΐτας ὁ Μωϋσῆς κατὰ τῶν ὁμοφύλων, καὶ διαπεράσαντες τὴν παρεμβολὴν, ἀπ' ἄκρου πέρατος ἐπὶ τὸ ἕτερον ἄκρον, ἀνεξέταστον ποιοῦνται τῶν ἐντυγχανόντων τὸν φόνον, τῇ ἀκμῇ τοῦ ξίφους τὴν κατὰ τῶν ἀναιρουμένων ἐπιτρέψαντες ψῆφον. Ἐπίσης δὲ κατὰ παντὸς τοῦ προτυχόντος ἐνεργουμένου τοῦ φόνου, οὐ διακρίνων ἐν τοῖς ἀναιρουμένοις τῶν ἀνθρώπων, οὐ συνιεὶς τὸν ἐχθρὸν ἢ τὸν φίλον, τὸν ξένον ἢ τὸν οἰκεῖον, τὸ συγγενὲς ἢ τὸ ἀλλότριον · ἀλλὰ μία τις χειρὸς ἦν ὁρμὴ, κατὰ παντὸς τοῦ προσπίπτοντος ὁμοίως ἐπίσης ἐνεργουμένη. Ὁ δὲ περὶ τούτου λόγος ταύτην ἂν ἡμῖν παράσχοιτο τὴν ὠφέλειαν, ἐπειδὴ πανδημεὶ πάντες πρὸς τὸ κακὸν συνεφρόνησαν, καὶ ὥσπερ εἷς ἐγένετο τῷ λόγῳ τῆς κακίας τὸ στρατόπεδον ἅπαν · ἀδιάκριτος ἡ κατ' αὐτῶν γίνεται μάστιξ. Ὡς γάρ τινα τῶν ἐπὶ κακίᾳ πεφωραμένων ὁ πληγαῖς αἰκιζόμενος, ὅ, τί περ ἂν τύχῃ τοῦ σώματος καταξαίνει διὰ τῆς μάστιγος, εἰδὼς ὅτι ἡ ἐπὶ μέρους ὀδύνη πρὸς τὸ πᾶν διέρχεται · οὕτως ὡς παντὸς ὁμοίως κολαζομένου, τοῦ εἰς τὴν κακίαν συμφυέντος σώματος, ἡ ἐπὶ μέρους ἐνεργουμένη μάστιξ τὸ πᾶν ἐσωφρόνιζεν. Οὐκοῦν εἴ ποτε τῆς ἴσης κακίας ἐν πολλοῖς θεωρουμένης, μὴ κατὰ πάντων, ἀλλὰ κατά τινων ἐνεργήσει ἡ τοῦ Θεοῦ ἀγανάκτησις · νοεῖν προσήκει τὴν διὰ φιλανθρωπίας τῶν ἐνεργουμένων διόρθωσιν · οὐ πάντων μὲν τυπτομένων, πάντων δὲ ταῖς μερικαῖς πληγαῖς πρὸς τὴν τῆς κακίας ἀποστροφὴν σωφρονιζομένων. Ἀλλὰ τοῦτο μὲν ἔτι τῶν καθ' ἱστορίαν γεγραμμένων τὸ νόημα. Ἡ δὲ ἀναγωγὴ τοῦτον ἂν ἡμᾶς τὸν τρόπον ὠφελήσειεν. Ἐπειδή φησιν ἐν κοινῷ κηρύγματι πρὸς πάντας ὁ νομοθέτης, ὅτι « Εἴ τις πρὸς τὸν Κύριον, ἴτω πρός με. » Ὅπερ ἐστὶν ἡ τοῦ νόμου φωνὴ πᾶσιν ἐγκελευομένη τὸ, Εἴ τις βούλεται τοῦ Θεοῦ φίλος εἶναι, ἐμοὶ τῷ νόμῳ φίλος γενέσθω. Ὁ γὰρ τῷ νόμῳ φίλος, καὶ τῷ Θεῷ φίλος ἐστὶ πάντως · καὶ τοῖς πρὸς αὐτὸν διὰ τοιούτου κηρύγματος ἀθροισθεῖσιν ἐγκελεύεται χρήσασθαι τῷ ξίφει κατὰ τοῦ ἀδελφοῦ καὶ τοῦ φίλου καὶ τοῦ πλησίον. Νοοῦμεν δὲ πρὸς τὸ ἀκόλουθον βλέ-
For all the error concerning idols has utterly vanished, swallowed up by pious mouths, which through the good confession wrought within themselves the obliteration of impious matter. And the mysteries of old congealed among idolaters have become sheer passing and insubstantial water—water drunk down by the very mouths of those who once raved over idols. For when you see those who formerly succumbed to such vanity now destroying and obliterating those things in which their confidence rested, does not the history seem to you to cry aloud plainly: One day every idol shall be swallowed up by the mouths of those who have turned from deceit to piety? Next Moses arms the Levites against their fellow countrymen, and passing right through the camp from one extreme end to the other, they carry out an unsparing slaughter of those whom they meet, committing the verdict against the slain to the edge of the sword. And as the slaughter is wrought alike against everyone who happens in their path—making no distinction among the men being slain, taking no account of enemy or friend, stranger or member of the household, kinsman or alien, there being rather a single impulse of the hand operating equally alike against everyone encountered—the account concerning this may afford us this benefit: since the whole people with one accord conspired together towards evil, and the entire camp became as one man by reason of wickedness, the scourge against them is indiscriminate. For just as one who chastises with blows someone caught in wickedness lacerates with the whip whatever part of the body may chance to meet it, knowing that the pain in one part passes through to the whole, so too, as though all were punished alike in the body grown together into wickedness, the scourge operating in part chastened the whole. Therefore, if ever when equal wickedness is beheld in many, the indignation of God operates not against all, but against certain ones, it is fitting to understand the correction of what takes place as arising through loving-kindness—not all being struck, yet all being chastened by the partial blows towards turning away from wickedness. Yet this is still the sense of what is written according to history; whereas the higher spiritual interpretation may benefit us in this way. Since the lawgiver says in a public proclamation to all: "If anyone is for the Lord, let him come to me"—which is the voice of the law charging everyone: If anyone wishes to be a friend of God, let him become a friend to me, the law; for he who is a friend to the law is assuredly also a friend to God—and commands those gathered to him through such a proclamation to use the sword against brother and friend and neighbour, we understand, looking to the sequence