Migne Reading Room

PG 44 · cols. 324–333 · Read from the page

On the Life of Moses

On the Life of Moses

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 44:324Read from the page
περὶ τοῦ κατασκήψαντος ἐν αὐτοῖς πάθους· ὁ δὲ παιδεύει, τὸ μὴ δεῖν οὕτως ἔχειν, διὰ τοῦ δοῦναι τοχεῖν ὧν ἐφίεντο, ὀρνέων τι πλῆθος, πρόσγειον ποιουμένων τὴν πτῆσιν, ἐφεὶς τῷ στρατοπέδῳ νεφηδὸν, καὶ κατ' ἀγέλας ἐφίπτασθαι, ἐφ' ὧν ἡ εὐκολία τῆς ἄγρας, εἰς κόρον τὴν κρεῶν ἐπιθυμίαν προήγαγεν. Ἡ δὲ ἀμετρία τῆς βρώσεως ἀθρόως αὐτοῖς τὰς τῶν σωμάτων κράσεις εἰς φθοροποιοὺς χυμοὺς μετεσκεύασε, καὶ ἡ πλησμονὴ αὐτοῖς εἰς νόσον καὶ θάνατον ἔληξεν, ὧν τὸ ὑπόδειγμα αὐτοῖς τε ἐκείνοις, καὶ τοῖς πρὸς ἐκείνους ὁρῶσιν, ἱκανὸν πρὸς σωφροσύνην ἐγένετο. Εἶτα κατάσκοποι παρ' αὐτοῦ πέμπονται τῆς χώρας ἐκείνης, ἣ κατὰ θείαν αὐτοῖς ἐπαγγελίαν ἐν ἐλπίσιν ἦν τῆς οἰκήσεως. Τούτων δὲ μὴ πάντων τἀληθῆ καταγγειλάντων, ἀλλά τινων τὰ ψευδῆ καὶ σκυθρωπὰ μηνυσάντων, πάλιν ὁ λαὸς δι' ὀργῆς ἐποιεῖτο τὸν Μωσέα. Ὁ δὲ Θεὸς τοὺς ἀπελπίσαντας τὴν θείαν συμμαχίαν, τὸ μὴ ἰδεῖν τὴν ἐπηγγελμένην αὐτοῖς χώραν, καταδικάζει. Προϊόντων δὲ διὰ τῆς ἐρήμου, πάλιν αὐτοῖς ἐπιλιπόντος τοῦ ὕδατος, καὶ ἡ μνήμη τῆς τοῦ Θεοῦ δυνάμεως συνεπέλειψεν. Οὐ γὰρ τῷ προλαβόντι παρὰ τὴν πέτραν θαύματι, τὸ μηδὲ νῦν αὐτοῖς ἐνδεῆσαι τὴν χρείαν ἐπίστευσαν· ἀλλ' ἀποστάντες τῶν χρηστοτέρων ἐλπίδων, κατ' αὐτοῦ τοῦ Θεοῦ καὶ τοῦ Μωσέως ταῖς λοιδορίαις ἐχώρουν· ὡς καὶ τὸν Μωσέα δόξαι τῇ ἀπιστίᾳ τοῦ λαοῦ συνοκλάσαι, πλὴν πάλιν αὐτοῖς θαυματοποιῆσαι τὴν ἀκρότομον ἐκείνην πέτραν εἰς ὑδάτων φύσιν μετα-
concerning the passion that had swooped down among them; and He instructs them that they ought not to be so disposed, by granting them to obtain the things they craved, letting loose upon the camp like a cloud a multitude of birds making their flight close to the ground, to fly in by flocks, whereby the ease of the catch carried their craving for flesh to satiety. And the lack of moderation in their eating suddenly transformed the temperaments of their bodies into destructive humours, and their surfeit ended for them in disease and death, whose example became sufficient towards sobriety both for those men themselves and for those looking upon them. Next spies are sent by him of that land which according to divine promise lay in their hopes of habitation. When not all of these reported the truth, but certain ones announced false and gloomy tidings, once again the people held Moses in anger. And God condemns those who despaired of the divine alliance not to see the land promised to them. As they advanced through the desert, when water failed them once again, the memory of the power of God failed along with it. For they did not trust, from the miracle that had gone before beside the rock, that their need would not fail them now either; rather, falling away from better hopes, they proceeded to railings against God Himself and Moses, so that even Moses seemed to buckle along with the unbelief of the people, save that once again he worked a miracle for them, turning that sheer rock into the nature of waters
Πάλιν αὐτῷ περὶ τῆς ἡγεμονίας ἐπαναστάσεως ἐκ τοῦ λαοῦ γενομένης, καὶ τινῶν τὴν ἱερωσύνην εἰς ἑαυτοὺς μεταστῆσαι βιαζομένων· ὁ μὲν ἱκέτης τοῦ Θεοῦ περὶ τῶν ἐξαμαρτανόντων ἐγίνετο· τὸ δὲ δίκαιον τῆς τοῦ Θεοῦ κρίσεως, τῆς τοῦ Μωσέως πρὸς τὸ ὁμόφυλον συμπαθείας ἰσχυρότερον ἦν. Χάσμα τι γὰρ ἡ γῆ διασχοῦσα, θείῳ θελήματι, πάλιν πρὸς ἑαυτὴν συμπίπτει, ἔνδον ὑπολαβοῦσα παγγενεὶ πάντας τοὺς τῇ ἀρχῇ τοῦ Μωσέως ἀντεπάραντας. Οἱ δὲ περὶ τὴν ἱερωσύνην λυσσήσαντες, πυρὶ καταφλεγέντες περὶ διακοσίους τε καὶ πεντήκοντα, τῷ καθ' ἑαυτοὺς πάθει σωφρονίζουσι τὸ ὁμόφυλον. Ὡς δ' ἂν μᾶλλον πεισθεῖεν οἱ ἄνθρωποι, θεόθεν παραγίνεσθαι τῆς ἱερωσύνης τὴν χάριν τοῖς ἀξιουμένοις, ῥάβδους ἐξ ἑκάστης φυλῆς παρὰ τῶν ἐξεχόντων κομίζεται, γράμμασιν ἰδίου ἑκάστου κατασημηναμένου τοῦ δεδωκότος, ἐν αἷς ἦν καὶ ἡ Ἀαρὼν τοῦ ἱερέως. Ταύτας δὲ προσθεὶς τῷ ναῷ, διὰ τούτων φανεροῖ τῷ λαῷ τὴν περὶ τῆς ἱερωσύνης τοῦ Θεοῦ ψῆφον. Μόνη γὰρ ἐκ πασῶν ἡ τοῦ Ἀαρὼν ῥάβδος ἐβλάστησε, καὶ τὸν ἐκ τοῦ ξύλου καρπὸν (κάρυον δὲ ἦν ὁ καρπὸς) ἐξέφυσέ τε καὶ ἐτελείωσεν. Ὃ δὴ μέγιστον καὶ τοῖς ἀπίστοις ἔδοξε θαῦμα, πῶς τὸ ἄφλοιον καὶ περιεξεσμένον, καὶ ἄοι-
When an uprising over the leadership broke out against him once again from the people, and certain men were forcing their way to transfer the priesthood to themselves, he became a suppliant to God on behalf of the sinners; yet the justice of the judgement of God was stronger than Moses's sympathy towards his own kind. For the earth, parting in a chasm by divine will, collapses upon itself again, taking inside itself with all their households all those who had risen up against the rule of Moses. And those who had raged over the priesthood, consumed by fire to the number of about two hundred and fifty, chasten their kindred through their own calamity. And in order that men might be all the more persuaded that the grace of the priesthood comes from God to those deemed worthy, he receives rods out of each tribe from the prominent men, each giver having marked his own with letters, among which was also that of Aaron the priest. Having placed these in the temple, through them he manifests to the people the vote of God concerning the priesthood. For alone out of all of them the rod of Aaron budded, and both put forth and ripened the fruit from the wood (and the fruit was an almond). And this seemed even to the unbelieving the greatest miracle, how wood stripped of bark and planed round about, and rootless,
Notes, col. 324

On the reading

Printed τοχεῖν, for τυχεῖν.

Printed ἄοι-, for ἄρι-.

PG 44:325Read from the page
ζον ἀθρόως πιανθὲν, τα τῶν ἐῤῥιζωμένων ἐνήργησεν, ἀντὶ γῆς καὶ φλοιοῦ καὶ ἰκμάδος καὶ ῥίζης καὶ κλώνων τῆς θείας δυνάμεως γενομένης τῷ ξύλῳ.
suddenly fattened, wrought the effects of things deeply rooted, the divine power becoming for the wood in place of earth and bark and moisture and root and branches.
Ἐπὶ τούτοις δι' ἀλλοφύλων ἐθνῶν τὸν στρατὸν ἄγων, ἀπώμοτον ποιεῖται ταῖς ἀρούραις αὐτῶν καὶ ταῖς ἀμπέλοις τῷ λαῷ συγχωρῆσαι τὴν δίοδον, ἀλλὰ φυλάξαι τὴν βασιλικὴν ὁδὸν, μήτε εἰς δεξιὰ, μήτε εἰς ἀριστερὰ ἀποκλίναντα. Τῶν δὲ πολεμίων οὐδὲ ἐπὶ τούτοις εἰρηνευόντων, μάχῃ καταγωνισάμενος τὸν ἀντίπαλον, ἐγκρατὴς γίνεται τῆς παρόδου. Εἶτά τις Βαλὰκ μείζονος ἔθνους τὴν ἡγεμονίαν ἔχων (Μαδιανῖται δὲ τῷ ἔθνει τοὔνομα) πρὸς τὸ πάθος τῶν προολωλότων καταπλαγεὶς, καὶ ὅσον οὐδέπω τὰ ἴσα παρὰ τῶν Ἰσραηλιτῶν πείσεσθαι προσδοκήσας, ἐπάγεται πρὸς συμμαχίαν ὅπλων μὲν καὶ σωμάτων βοήθειαν οὐδεμίαν, περίεργον δὲ μαγγανείαν, διά τινος Βαλαὰμ, ὃς ταῦτα δεινὸς ἐποιεῖτο εἶναι, καὶ παρὰ τῶν κεχρημένων αὐτῷ ἔχειν τινὰ πρὸς τὰς τοιαύτας σπουδὰς δύναμιν ἐπιστεύετο· ᾧ τέχνη μὲν ἦν οἰωνιστικὴ, δαιμόνων δέ τινι συνεργείᾳ χαλεπὸς ἦν, ἐπάγων τοῖς ἀνθρώποις περιεργοτέρᾳ τινὶ δυνάμει τὰ ἀνήκεστα· ὃς τοῖς ἀπάγουσιν αὐτὸν ἐπὶ τὸν βασιλέα τοῦ ἔθνους ἑπόμενος, τῇ φωνῇ τῆς ὄνου τὸ μὴ αἴσιον αὐτῷ τὴν ὁδὸν εἶναι διδάσκεται. Εἶτα διά τινος ἐμφανείας τὸ πρακτέον μαθὼν, ἀσθενεστέραν εὗρε τὴν κακοποιὸν μαγγανείαν τοῦ βλάβην τινὰ τοῖς παρὰ τοῦ Θεοῦ συμμαχουμένοις προστρίψασθαι. Ἀντὶ δὲ τῆς τῶν δαιμόνων ἐνεργείας ἐκ θείας ἐπιπνοίας ἔνθους γενόμενος, ἐφθέγξατο φωνὰς τοιαύτας, ὡς προφητείαν ἄντικρυς εἶναι τῶν εἰς ὕστερον πρὸς τὸ κρεῖσσον ἐκβησομένων. Δι' ὧν γὰρ ἐκωλύθη πρὸς τὸ κακὸν ἐνεργῆσαι τῇ τέχνῃ, διὰ τούτων τῆς θείας δυνάμεως ἐν αἰσθήσει γενόμενος, χαίρειν ἐάσας τὴν μαντικὴν, ὑποφητεύει τῷ θείῳ θελήματι. Καὶ ἐπὶ τούτοις τὸ μὲν ἔθνος τῶν ἀλλοφύλων ἐντρίβεται, ἐπικρατεστέρου τοῦ λαοῦ κατὰ τὸν πόλεμον γεγονότος, ἡττηθέντος δὲ μετὰ ταῦτα τοῦ τῆς ἀκολασίας πάθους ἐν ταῖς αἰχμαλώτοις, ὅτε τοῦ Φινεὲς τοὺς ἐν ἀτιμίᾳ συμπλακέντας μιᾷ πληγῇ διελάσαντος, παῦσαν ἔσχε τοῦ Θεοῦ ἡ κατὰ τῶν λελυσσηκότων πρὸς τὰς ἀθέσμους μίξεις ὀργή· τότε ἀναβὰς ἐπί τι ὄρος ὑψηλὸν ὁ νομοθέτης, καὶ πόῤῥωθεν τὴν χώραν κατασκεψάμενος, ἣ διὰ τῆς θείας ἐπαγγελίας τῆς πρὸς τοὺς πατέρας γεγενημένης τῷ Ἰσραὴλ παρεσκευάστο, μεθίσταται τοῦ ἀνθρωπίνου βίου, οὐδὲν ἐν τῇ γῇ σημεῖον, οὐδὲ μνημόσυνον τῆς ἑαυτοῦ μεταστάσεως
Upon these events, leading the army through foreign nations, he binds himself by oath not to allow the people passage through their tilled fields and vineyards, but to keep to the royal road, turning aside neither to the right nor to the left. When the enemies did not keep peace even on these terms, having overcome the adversary in battle, he becomes master of the passage. Next a certain Balak, holding the leadership of a greater nation (and Madianites was the nation's name), struck with dismay at the fate of those who had perished beforehand, and expecting all but immediately to suffer the like at the hands of the Israelites, brings in for alliance no aid of arms and bodies, but meddlesome sorcery, through a certain Balaam, who claimed to be skilled in these matters, and was believed by those who had resorted to him to possess a certain power for such pursuits; he had the art of augury, and through a certain cooperation of demons he was grievous, bringing irreparable harms upon men by a certain meddlesome power; and following those who were leading him to the king of the nation, he is taught by the voice of his ass that the journey is not auspicious for him. Next, having learned through a certain apparition what was to be done, he found his baneful sorcery too weak to inflict any harm upon those allied with God. And having become inspired out of divine breathing in place of the working of demons, he uttered voices of such a sort as to be outright prophecy of the things that would turn out afterwards for the better. For through the very means whereby he was hindered from working towards evil by his art, having come to perception of the divine power, he bade farewell to divination and serves as interpreter to the divine will. And upon these events the nation of the foreigners is rubbed out, the people having proved superior in the war; and when after these things the passion of licentiousness had been worsted among the captive women — when Phinees pierced through with a single blow those locked together in dishonour, and the wrath of God against those who had raged after lawless unions came to a halt — then the lawgiver, having gone up onto a certain lofty mountain, and having surveyed from afar the land which through the divine promise made to the fathers had been prepared for Israel, departs from human life, leaving behind upon earth no sign nor memorial of his own departure
Notes, col. 325

On the reading

Printed τα, for τὰ.

Printed ἐντρίβεται, for ἐκτρίβεται.

Printed παῦσαν, for παῦλαν.

Printed παρεσκευάστο, for παρεσκεύαστο.

PG 44:328Read from the page
Ὅτε καταφθείρεσθαι τὸ ἄῤῥεν ὁ τυραννικὸς διεκελεύετο νόμος· τότε γεννᾶται ὁ Μωσῆς. Πῶς οὖν τὴν συντυχικὴν τοῦ ἀνδρὸς γέννησιν ἐκ προαιρέσεως ἡμεῖς μιμησόμεθα; Οὐ γὰρ δὴ καὶ τοῦτο τῶν ἐφ' ἡμῖν εἶναι πάντως ἐρεῖ τις, ὥστε μιμήσασθαί τινα τῇ καθ' ἑαυτὸν γεννήσει τὸν εὐδόκιμον τόκον. Ἀλλ' οὐδὲν χαλεπὸν, ἐκ τοῦ δοκοῦντος δυσχερεστέρου τῆς μιμήσεως ἄρξασθαι· τίς γὰρ οὐκ οἶδεν, ὅτι πᾶν τὸ ἐν ἀλλοιώσει κείμενον, οὐδέποτε αὐτὸ ἐφ' ἑαυτοῦ μένει· ἀλλ' ἕτερον ἐξ ἑτέρου πάντοτε γίνεται, πρὸς τὸ κρεῖττον, ἢ πρὸς τὸ χεῖρον ἀεὶ τῆς ἀλλοιώσεως ἐνεργουμένης; Νοείσθω δὲ καθ' ὑπόθεσιν. Ἡ μὲν γὰρ ὑλική τε καὶ ἐμπαθεστέρα διάθεσις, πρὸς ἣν ἡ ἀνθρωπίνη φύσις κατολισθαίνουσα φέρεται, τὸ θῆλυ τῆς ζωῆς, ὃ τῷ τυράννῳ φίλον ἐστὶ ζωογονούμενον· τὸ δὲ κατεσκληκός τε καὶ σύντονον τῆς ἀρετῆς, ὁ ἀνδρώδης τόκος, ὁ πολέμιος τῷ τυράννῳ, καὶ πρὸς ἐπανάστασιν τῆς ἀρχῆς αὐτοῦ ὕποπτος. Δεῖ οὖν τὸ ἀλλοιούμενόν που, ἀεὶ πάντως γεννᾶσθαι. Οὐ γὰρ ἄν τι τῶν πάντοτε ὡσαύτως ἐχόντων, ἐν τῇ τρεπτῇ φύσει θεωρηθείη. Τὸ δὲ οὕτω γεννᾶσθαι οὐκ ἐξ ἀλλοτρίας ἐστὶν ὁρμῆς, καθ' ὁμοιότητα τῶν σωματικῶς τὸ συμβὰν ἀπογεννώντων· ἀλλ' ἐκ προαιρέσεως ὁ τοιοῦτος γίνεται τόκος. Καί ἐσμεν ἑαυτῶν τρόπον τινὰ πατέρες, ἑαυτοὺς οἵους ἂν ἐθέλωμεν, τίκτοντες, καὶ ἀπὸ τῆς ἰδίας προαιρέσεως εἰς ὅπερ ἂν ἐθέλωμεν εἶδος, ἢ ἄῤῥεν ἢ θῆλυ, τῷ τῆς ἀρετῆς ἢ κακίας λόγῳ διαπλασσόμενοι. Καὶ ἔξεστι καὶ ἡμῖν πάντως, ἄκοντος τοῦ τυράννου καὶ λυπουμένου, ἐπὶ τῇ ἀστειοτέρᾳ γεννήσει παρελθεῖν τε εἰς φῶς, καὶ τοῖς γονεῦσι τοῦ καλοῦ τούτου κυήματος (λογισμοὶ δ' ἂν εἶεν οὗτοι οἱ τῆς ἀρετῆς γινόμενοι πατέρες) ὀφθῆναί τε μεθ' ἡδονῆς, καὶ ζωογονηθῆναι· κἂν ὑπεναντίον ᾖ τῷ τοῦ τυράννου φρονήματι. Οὐκοῦν, ὡς ἄν τις ἐκ τῆς ἱστορίας τὰς ἀφορμὰς λαβὼν, ἐπὶ τὸ γυμνότερον διακαλύπτοι τὸ αἴνιγμα· τοῦτο διδάσκει ὁ λόγος, ἀρχὴν τοῦ κατ' ἀρετὴν ποιεῖσθαι βίου, τὸ ἐπὶ λύπῃ τοῦ ἐχθροῦ γεννηθῆναι, ἐν τῷ τοιούτῳ φημὶ τῆς γεννήσεως εἴδει, ἧς ἡ προαίρεσις τὴν ὠδῖνα μαιεύεται. Οὐ γὰρ ἄν τις λυπήσειε τὸν ἀντίπαλον, μὴ τοιαῦτα δεικνὺς ἐφ' ἑαυτοῦ γνωρίσματα, οἷα τῆς κατ' ἐκείνου νίκης τεκμήρια γίνεσθαι. Τῆς δὲ αὐτῆς προαιρέσεως πάντως ἐστὶ, γεννῆσαί τε τὸ ἀνδρεῖον τοῦτο καὶ ἐνάρετον γέννημα· καὶ ταῖς καθηκούσαις τροφαῖς τιθηνήσασθαι· καὶ ὅπως ἂν ἐκ τοῦ ὕδατος διασωθείη ἀπαθῶς προνοήσασθαι. Οἱ μὲν γὰρ τῷ τυράννῳ τοὺς τόκους αὐτῶν χαριζόμενοι, γυμνά τε καὶ ἀπρονόητα τῷ ῥείθρῳ τὰ τέκνα διαδιδόασι. Ῥεῖθρον δὲ τοῦ βίου φημὶ, τὸν τοῖς ἐπαλλήλοις πάθεσι κυματούμενον· ὑφ'
When the tyrannical law was ordering the male offspring to be destroyed, then Moses is born. How then shall we imitate by choice the chance birth of the man? For surely, someone will say, this is not at all among the things in our power, so that one might imitate that illustrious birth by a begetting of one's own. Yet it is nothing hard to begin the imitation from what seems harder to manage; for who does not know that everything situated in change never abides identically by itself, rather one thing constantly comes to be out of another, as change is ever at work towards the better or towards the worse? Let it be conceived by way of hypothesis. For the material and more passionate disposition, towards which human nature slips down and is borne, is the female form of life, whose engendering is dear to the tyrant; whereas what is hardened and braced in virtue is the manly offspring, hostile to the tyrant, and suspected of uprising against his rule. That which is somehow undergoing change must, then, always and altogether be born. For none of the things that are at all times in the same state could be observed in changeable nature. Now to be born in this manner does not come from an alien impulse, after the likeness of those who beget what happens corporeally; rather such an offspring comes to be out of deliberate choice. And we are in a certain manner our own fathers, giving birth to ourselves as whatever sort we wish, and out of our own choice moulding ourselves into whatever form we wish, whether male or female, by the principle of virtue or of vice. And it is altogether possible for us also, though the tyrant be unwilling and grieved, at a nobler birth both to come forth into light, and to be seen with pleasure by the parents of this noble embryo (and thoughts would be these who become the fathers of virtue), and to be preserved alive, even if it be contrary to the mindset of the tyrant. Therefore, as one taking his starting-points from the history might uncover the enigma more openly, the account teaches this: to make the beginning of the life according to virtue consist in being born to the grief of the enemy — in that kind of birth, I mean, whose birth-pang deliberate choice brings to delivery. For one would not grieve the adversary without displaying in oneself marks of such a sort as to become tokens of victory against him. And it belongs altogether to the same choice both to beget this manly and virtuous offspring, and to nurse it with fitting nourishment, and to take forethought how it might be saved unscathed out of the water. For those who gratify the tyrant with their offspring hand their children over naked and unprovided for to the stream. And by the stream I mean that of life, tossed in waves by successive passions, beneath
PG 44:329Read from the page
οὗ τὸ ἐν τῷ ῥείθρῳ γινόμενον, ὑποβρύχιον καταδύεταί τε καὶ καταπνίγεται. Οἱ δὲ σώφρονές τε καὶ προνοητικοὶ λογισμοὶ, οἱ τῆς ἀνδρείας γονῆς πατέρες, ὅταν κατάγειν πρὸς τὰ τῆς ζωῆς κύματα τὸ ἀγαθὸν ἔκγονον ἡ τοῦ βίου ἀνάγκη βιάσηται, κιβωτῷ πρὸς τὸ μὴ γενέσθαι βύθιον τὸν τῷ ῥείθρῳ δοθέντα κατασφαλίζονται. Κιβωτὸς δ' ἂν εἴη ἐκ διαφόρων σανίδων συμπεπηγυῖα, ἡ ἐκ ποικίλων μαθημάτων συμπηγνυμένη παίδευσις, ἡ ἄνω τῶν κυμάτων τὸν δι' αὐτῆς ἐπιφερόμενον τοῦ βίου ἀνέχουσα· ἧς ὑπαρχούσης, οὐδὲ ἐπὶ πολὺ τῷ σάλῳ τῶν ὑδάτων ἐμπλανηθήσεται, ταῖς τῶν κυμάτων ὁρμαῖς συμφερόμενος· ἀλλ' ἐπὶ τοῦ σταθεροῦ τῆς ὄχθης, τοῦτ' ἔστιν, ἔξω τοῦ βιωτικοῦ σάλου γινόμενος, αὐτομάτως ὑπὸ τῆς φορᾶς τῶν ὑδάτων πρὸς τὸ σταθηρὸν ἀπωσθήσεται. Ὃ δὴ καὶ τῇ πείρᾳ μανθάνομεν· ὅτι καὶ τοὺς μὴ συνδιαβαπτιζομένους ἔτι ταῖς ἀνθρωπίναις ἀπάταις, αὐτῶν τῶν πραγμάτων ἡ ἄστατός τε καὶ πεφορημένη κίνησις ἀφ' ἑαυτῆς ἀπωθεῖται, ὥσπερ τι βάρος μάταιον, τοὺς διὰ τῆς ἀρετῆς ἐνοχλοῦντας λογιζομένη. Ὁ δὲ τῶν τοιούτων ἔξω γενόμενος, μιμείσθω τὸν Μωσέα, καὶ μὴ φειδέσθω τῶν δακρύων, κἂν ἐν κιβωτῷ κατησφαλισμένος τύχῃ. Ἀκριβὴς γὰρ φύλαξ τῶν δι' ἀρετῆς σωζομένων, τὸ δάκρυον. Εἰ δὲ ἡ ἄγονός τε καὶ στεῖρα βασιλέως οὖσα θυγάτηρ (ἣν οἶμαι τὴν ἔξωθεν κυρίως νυεῖσθαι φιλοσοφίαν), ὑποβαλλομένη τὸν νέον, μήτηρ τοῦ τοιούτου κληθῆναι κατασκευάσειεν· ἕως τότε συγχωρεῖ ὁ λόγος μὴ ἀπωθεῖσθαι τὴν
which whatever comes to be in the stream sinks underwater and is drowned. Whereas prudent and provident thoughts, the fathers of manly offspring, whenever the necessity of life compels them to bring down the good child towards the waves of life, secure him committed to the stream with an ark so that he may not sink to the depths. Now an ark compacted out of diverse planks would be education compacted out of varied disciplines, holding up above the waves him who is borne through it over life; while this subsists, he will not even wander for long in the surge of the waters as he is carried along by the rushes of the waves, rather upon the firm ground of the bank — that is, coming to be outside the surge of worldly life — he will of its own accord be thrust off by the sweep of the waters towards solid ground. And this indeed we also learn by experience: that those who are no longer plunged beneath the waters along with human deceits, the unstable and driven motion of affairs itself thrusts away from itself, reckoning those who trouble it through virtue as if they were some useless burden. Let him who has come to be outside such things imitate Moses, and let him not spare his tears, even if he happen to be secured in an ark. For the tear is an exact guardian of those who are being saved through virtue. And if she who is a king's daughter, barren and sterile (by whom I think outer philosophy is properly meant), adopting the youth, should contrive to be called the mother of such a one, up to that point the account permits one not to thrust away the
Οὐκοῦν τοσοῦτόν τις τῇ τῶν Αἰγυπτίων βασιλίδι συζήσας, ὅσον μὴ δοκεῖν ἄμοιρος εἶναι τῶν παρ' ἐκείνοις σεμνῶν, ἀναδραμείτω πρὸς τὴν κατὰ φύσιν μητέρα, ἧς οὐδὲ παρὰ τῇ βασιλίδι τρεφόμενος ἀπεσχίσθη, τῷ μητρώῳ γάλακτι, καθὼς ἡ ἱστορία φησὶ, τιθηνούμενος. Ὅπερ μοι δοκεῖ διδάσκειν, ἵν' εἰ τοῖς ἔξωθεν λόγοις καθομιλοίημεν ἐν τῷ καιρῷ τῆς παιδεύσεως, μὴ χωρίζεσθαι τοῦ ὑποτρέφοντος ἡμᾶς τῆς Ἐκκλησίας γάλακτος. Τοῦτο δ' ἂν εἴη, τὰ νόμιμά τε καὶ τὰ ἤθη τῆς Ἐκκλησίας, οἷς τρέφεται ἡ ψυχὴ καὶ ἁδρύνεται, ἐντεῦθεν τῆς εἰς ὕψος ἀναδρομῆς τὰς ἀφορμὰς δεχομένη. Ἀληθὴς δὲ ὁ λόγος, ὅτι δύο πολεμίων μέσος γενήσεται, ὁ πρὸς τὰ ἔξωθεν δόγματα, καὶ μὴ τὰ πάτρια, βλέπων. Ἀνθίσταται γὰρ ὁ κατὰ τὴν θρησκείαν ἀλλόφυλος τῷ Ἑβραίῳ λόγῳ, ἰσχυρότερος φανῆναι τοῦ Ἰσραηλίτου φιλονεικῶν. Καὶ πολλοῖς γε τῶν ἐπιπολαιοτέρων τοιοῦτος ἔδοξεν, οἳ καταλιπόντες τὴν πατρώαν πίστιν, τῷ ἐχθρῷ συνεμάχησαν, παραβάται τῆς πατρίου διδασκαλίας γενόμενοι. Ὁ μέντοι κατὰ τὸν Μωσέα μέγας τε καὶ γενναῖος τὴν ψυχὴν, νεκρὸν ἀποδείκνυσι τῇ παρ' αὐτοῦ πληγῇ τὸν τῷ λόγῳ τῆς εὐσεβείας ἀντεγειρόμενον. Καὶ ἄλλως δ' ἄν τις εὕροι τὴν τοιαύτην ἐν ἡμῖν μάχην. Μέσος γὰρ ὁ ἄνθρωπος οἷάν τι ἔπαθλον ἀγῶνος τοῖς ἐκ τοῦ ἐναντίου μεταποιουμένοις πρόκειται· καὶ ᾧπερ
Therefore, having lived with the princess of the Egyptians only so far as not to appear unacquainted with the things held in esteem among them, let a man hasten back towards his natural mother, from whom not even while being reared beside the princess was he severed, being nursed, just as the history says, with his mother's milk. Which seems to me to teach that if we converse with outer learnings during the season of education, we must not be separated from the milk of the Church that nourishes us. Now this would be the ordinances and the customs of the Church, whereby the soul is nourished and grows to maturity, receiving from thence its starting-points for the upward ascent. And the account is true, that he who looks towards outer doctrines, and not ancestral ones, will find himself in the midst between two enemies. For the foreigner in religion stands opposed to the Hebrew word, striving contentiously to appear stronger than the Israelite. And to many at least of the more superficial he has seemed to be such, who, forsaking their ancestral faith, fought alongside the enemy, becoming transgressors of their ancestral teaching. Yet he who after the pattern of Moses is great and noble in soul renders dead by the blow from his hand him who rises up against the word of piety. And in another way too one might find such a battle within us. For man is set in the midst like some prize of a contest before the contenders from opposite sides; and to whichever [side]
Notes, col. 329

On the reading

Printed νυεῖσθαι, for νοεῖσθαι.

Printed οἷάν, for οἷόν.

PG 44:332Read from the page
ἂν προστεθῇ, τοῦτον νικητὴν τοῦ ἐναντίου ποιεῖ, οἷον εἰδωλολατρεία καὶ θεοσέβεια, ἀκολασία καὶ σωφροσύνη, δικαιοσύνη καὶ ἀδικία, τύφος καὶ μετριότης, καὶ πάντα τὰ ἐξ ἀντιθέτου νοούμενα, Αἰγυπτίου τινὸς ἄντικρύς ἐστι πρὸς Ἑβραῖον μάχη. Παιδεύει τοίνυν ἡμᾶς ὁ Μωσῆς τῷ καθ' ἑαυτὸν ὑποδείγματι, συνίστασθαι μὲν ὡς ὁμοφύλῳ τῇ ἀρετῇ, ἀναιρεῖν δὲ τὸν ἐκ τοῦ ἐναντίου τῇ ἀρετῇ ἐπεμβαίνοντα. Τῷ ὄντι γὰρ ἡ τῆς εὐσεβείας ἐπικράτησις, θάνατος καὶ διαφθορὰ τῆς εἰδωλολατρείας γίνεται. Οὕτω καὶ διὰ τῆς δικαιοσύνης ἀναιρεῖται ἀδικία· καὶ τῇ μετριότητι ὁ τύφος καταφονεύεται. Ἀλλὰ καὶ ἡ τῶν ἐμφυλίων καὶ πρὸς ἀλλήλους στάσις, καὶ ἐν ἡμῖν γίνεται. Οὐ γὰρ ἂν αἱ τῶν πονηρῶν αἱρέσεων δογματοποιΐαι χώραν ἔσχον, μὴ εἰς ἀντίπαλον τάξιν τῶν λογισμῶν τοῖς ἀληθεστέροις ἀντιβαινόντων. Ἐὰν οὖν ἀσθενέστεροι ὦμεν, ὥστε δι' ἑαυτῶν δοῦναι τῷ δικαίῳ τὸ κράτος, ὑπερισχύοντος διὰ τῶν ἐπιχειρημάτων τοῦ χείρονος, καὶ τὴν ἀρχὴν τῆς ἀληθείας ἀπωθουμένου· φευκτέον ἐντεῦθεν ὡς τάχιστα, καθ' ὁμοιότητα τοῦ ἱστορικοῦ ὑποδείγματος, πρὸς μείζονά τε καὶ ὑψηλοτέραν τῶν μυστηρίων διδασκαλίαν. Κἂν ἀλλοφύλῳ πάλιν συγγενέσθαι δέη, τοῦτ' ἔστι, κἂν τῇ ἔξω συγγενέσθαι φιλοσοφίᾳ καταναγκάζῃ ἡ χρεία· καὶ τοῦτο ἑλώμεθα, τοὺς πονηροὺς ποιμένας τῆς ἀδίκου τῶν φρεάτων χρήσεως ἀποσκεδάσαντες· ὅπερ ἐστὶ τοὺς τῶν κακῶν διδασκάλους ἐπὶ τῇ πονηρᾷ χρήσει τῆς παιδεύσεως διελέγξαντες, οὕτως ἐφ' ἑαυτοὺς ἰδιάσημεν, οὐκέτι μαχομένοις τισὶ συμπλεκόμενοί τε καὶ μεσιτεύοντες, ἀλλ' ἐν ὁμοφρονοῦσί τε καὶ ὁμογνωμονοῦσι τοῖς παρ' ἡμῶν βουκολουμένοις συζήσομεν, πάντων τῶν ἐν ἡμῖν τῆς ψυχῆς κινημάτων, προβάτων δίκην, τῷ βουλήματι τοῦ ἐπιστατοῦντος λόγου ποιμαινομένων. Καὶ οὕτω προσεδρεύουσιν ἡμῖν τῇ εἰρηνικῇ ταύτῃ καὶ ἀπολέμῳ διαγωγῇ, ἐπιλάμψει τότε ἡ ἀλήθεια, ταῖς ἰδίαις μαρμαρυγαῖς τὰς τῆς ψυχῆς ὄψεις περιαυγάζουσα. Θεὸς δέ ἐστιν ἡ ἀλήθεια, ἡ ἐμφανισθεῖσα τότε διὰ τῆς ἀῤῥήτου ἐκείνης φωταγωγίας τῷ Μωσῇ.
he may attach himself, he renders that one victorious over its adversary—such as idolatry and godliness, licentiousness and temperance, righteousness and unrighteousness, arrogance and modesty—and all things conceived in opposition to one another are an outright battle of some Egyptian against a Hebrew. Moses therefore instructs us by his own example to ally ourselves with virtue as with a kinsman, and to slay the adversary who assails virtue from the opposite side. For in truth the triumph of piety becomes the death and destruction of idolatry. Thus too unrighteousness is destroyed through righteousness, and arrogance is slain by modesty. Yet civil and mutual strife arises within us also. For the fabrications of doctrines by wicked heresies would never have gained a foothold, had not trains of reasoning arrayed themselves in hostile battle-order against the truer teachings. If, then, we should prove too weak to secure victory for the right by ourselves, while the worse side prevails through its arguments and thrusts aside the sovereignty of truth, we must flee thence as swiftly as possible, after the likeness of the historical example, towards a greater and loftier teaching of the mysteries. And even if we must again associate with a foreigner—that is, even if necessity compels us to consort with secular philosophy—let us choose this too, scattering the wicked shepherds away from their unjust use of the wells; which means refuting the teachers of evil for their wicked misuse of learning, so that we may live apart by ourselves, no longer becoming entangled with or mediating between combatants, but dwelling together amidst our own harmonious and like-minded flocks, while all the movements of the soul within us are shepherded like sheep by the will of presiding reason. And as we thus persevere in this peaceful and unwarlike way of life, the truth will then shine forth upon us, illuminating the eyes of the soul all around with its own flashes of light. Now God is the truth, which was then manifested to Moses through that ineffable illumination.
Εἰ δὲ καὶ θάμνου τινὸς ἀκανθώδους τὸ φέγγος ἐξάπτεται, ᾧ ἡ ψυχὴ τοῦ προφήτου καταφωτίζεται· οὐδὲ τοῦτο ἀσυντελὲς ἡμῖν ἔσται πρὸς τὸ ζητούμενον. Εἰ γὰρ Θεὸς μὲν ἡ ἀλήθεια, ἡ δὲ ἀλήθεια φῶς ἐστι· ταῦτα δὲ τὰ ὑψηλά τε καὶ θεῖα τῶν ὀνομάτων, καὶ ἡ τοῦ Εὐαγγελίου φωνὴ προσμαρτυρεῖ τῷ διὰ σαρκὸς ἡμῖν ὀφθέντι Θεῷ· ἀκολούθως ἡ τοιαύτη τῆς ἀρετῆς ἀγωγὴ προσάγει ἡμᾶς τῇ γνώσει τοῦ φωτὸς ἐκείνου, ὃ μέχρι τῆς ἀνθρωπίνης κάτεισι φύσεως· οὐκ ἀπό τινος τῶν περὶ τὰ ἄστρα φωστήρων λαμπόμενον, ὡς ἂν μὴ τῆς ὑποκειμένης ὕλης ἡ αὐγὴ νομισθείη, ἀλλ' ἀπὸ γηΐνης θάμνου τοὺς κατ' οὐρανὸν φωστῆρας ταῖς ἀκτῖσιν ὑπερβαλλόμενον. Δι' οὗ διδασκόμεθα καὶ τὸ κατὰ τὴν Παρθένον μυστήριον, ἀφ' ἧς τὸ τῆς θεότητος φῶς ἐπιλάμψαν τῷ ἀνθρωπίνῳ βίῳ διὰ γεννήσεως, ἀδιάφθορον ἐφύλαξε τὴν ἐξάψασαν θάμνον, τοῦ βλαστοῦ τῆς παρθενίας μὴ μεταμαρανθέντος τῷ τόκῳ. Παρ' ἐκείνου τοῦ φωτὸς διδασκόμεθα, τί ποιήσαντες, ἐντὸς τῶν ἀκτίνων τῆς ἀληθείας στησόμεθα· ὅτι οὐκ ἔστι δεδεμένοις ποσὶν
And if the radiance whereby the prophet's soul is illuminated is kindled even from a certain thorny bush, neither will this be unhelpful to us for the object of our inquiry. For if God is the truth, and the truth is light—and the voice of the Gospel bears witness that these lofty and divine names belong also to God Who appeared to us in the flesh—accordingly such a course of virtue leads us to the knowledge of that light which comes down even as far as human nature; not shining from any of the luminaries among the stars, lest the gleam be supposed to belong to the underlying matter, but from an earthly bush surpassing the heavenly luminaries with its rays. Thereby we are also taught the mystery concerning the Virgin, from whom the light of the Godhead, having shone forth upon human life through birth, preserved the kindled bush uncorrupted, the shoot of virginity not withering away in child-bearing. From that light we are taught what we must do in order to stand within the rays of the truth: that it is not possible with bound feet
Notes, col. 332

On the reading

Printed δέη, for δέῃ.

PG 44:333Read from the page
ἀναδραμεῖν πρὸς τὸ ὕψος ἐκεῖνο, ἐν ᾧ τὸ φῶς τῆς ἀληθείας ὁρᾶται, εἰ μὴ περιλυθείη τῶν τῆς ψυχῆς βάσεων ἡ νεκρά τε καὶ γηΐνη τῶν δερμάτων περιβολὴ, ἡ περιτεθεῖσα κατ' ἀρχὰς τῇ φύσει, ὅτε διὰ τῆς παρακοῆς τοῦ θείου θελήματος ἐγυμνώθημεν. Καὶ οὕτως ἐπακολουθήσει τούτων ἡμῖν γενομένων ἡ τῆς ἀληθείας γνῶσις τῆς περὶ τὸ μὴ ὂν ὑπολήψεως καθάρσιον γίνεται. Τοῦτο δέ ἐστι, κατά γε τὸν ἐμὸν λόγον, ὁρισμὸς ἀληθείας, τὸ μὴ διαψευσθῆναι τῆς τοῦ ὄντος κατανοήσεως. (Ψεῦδος γάρ ἐστι φαντασία τις περὶ τὸ μὴ ὂν ἐγγινομένη τῇ διανοίᾳ, ὡς ὑφεστῶτος τοῦ μὴ ὑπάρχοντος· ἀλήθεια δὲ, ἡ τοῦ ὄντος ἀσφαλὴς κατανόησις.) Καὶ οὕτω πολλῷ τις τῷ μεταξὺ χρόνῳ ταῖς ὑψηλαῖς δι' ἡσυχίας ἐμφιλοσοφήσας μελέταις, μόλις κατανοήσει, τί μέν ἐστιν ὡς ἀληθῶς πὸ ὂν, ὃ τῇ αὐτοῦ φύσει τὸ εἶναι ἔχει· τί δὲ τὸ μὴ ὂν, ὃ ἐν τῷ δοκεῖν εἶναι μόνον ἐστὶν, ἀνυπόστατον ἔχον ἐφ' ἑαυτοῦ τὴν φύσιν. Ὅ μοι δοκεῖ τότε ὁ μέγας Μωϋσῆς, ἐν τῇ θεοφανείᾳ παιδευθεὶς, γνῶναι· ὅτι οὐδὲν τῶν ἄλλων, ὅσα τε τῇ αἰσθήσει καταλαμβάνεται, καὶ ὅσα κατὰ διάνοιαν θεωρεῖται, τῷ ὄντι ὑφέστηκε, πλὴν τῆς ὑπεράνω ἑστώσης οὐσίας καὶ αἰτίας τοῦ παντὸς, ἀφ' ἧς ἐξῆπται τὸ πᾶν. Εἰ γάρ τι καὶ ἄλλο ἐν τοῖς οὖσιν ἡ διάνοια βλέπει, ἀλλ' ἐν οὐδενὶ τῶν ὄντων τὸ ἀπροσδεὲς τοῦ ἑτέρου εὐθεωρεῖ ὁ λόγος, ᾧ δυνατόν ἐστι δίχα τῆς μετουσίας τοῦ ὄντος εἶναι. Τὸ δὲ ὡσαύτως ἔχον ἀεὶ, τὸ ἀναυξὲς, τὸ ἀμείωτον, τὸ πρὸς πᾶσαν μεταβολὴν τήν τε πρὸς τὸ κρεῖττον καὶ τὴν πρὸς τὸ χεῖρον ἐπίσης ἀκίνητον· τοῦ μὲν γὰρ χείρονος ἠλλοτρίωται· τὸ δὲ κρεῖττον οὐκ ἔχει· τὸ δὲ παντὸς ἀνενδεὲς ἑτέρου, τὸ μόνον ὀρεκτὸν, καὶ παρὰ παντὸς μετεχόμενον, καὶ ἐν τῇ μετουσίᾳ τῶν μετεχόντων οὐκ ἐλαττούμενον.
to run up towards that height wherein the light of truth is beheld, unless the dead and earthly covering of skins be loosed from the soles of the soul—that covering which was placed around our nature at the beginning, when we were stripped naked through disobedience to the divine will. And thus, when these things have come to pass in us, the knowledge of the truth will follow and become a purification of our supposition concerning non-being. Now this, according to my account at least, is the definition of truth: not to be deceived in the apprehension of true being. (For falsehood is a certain fantasy arising in the mind concerning non-being, as though what does not exist subsisted; whereas truth is the sure apprehension of real being.) And thus, when over a long intervening time one has meditated in quietness on lofty contemplations, one will scarcely apprehend what true being really is—that which possesses existence by its own nature—and what non-being is, which exists only in seeming to be, having a nature unsubstantiated in itself. This, it seems to me, the great Moses then learnt when instructed in the theophany: that none of all other things, whether grasped by sense-perception or contemplated by the mind, truly subsists, save only the transcendent essence and cause of the universe, upon which the whole depends. For even if the mind beholds anything else among beings, yet in none of existing things does reason discern such self-sufficiency independent of another as could exist apart from participation in true being. That which is ever in the same state, admitting neither increase nor diminution, equally immovable towards every change whether for the better or for the worse—for from the worse it is estranged, and a better it has not—that which stands in need of nothing else at all, alone desirable, participated in by all, and undiminished in the participation of those who partake of it:
Τοῦτό ἐστιν ὡς ἀληθῶς τὸ ὄντως ὂν, καὶ ἡ τούτου κατανόησις, ἡ τῆς ἀληθείας γνῶσίς ἐστιν. Ἐν τούτῳ τοίνυν γινόμενος τότε μὲν ἐκεῖνος, νῦν δὲ πᾶς ὁ κατ' ἐκεῖνον τῆς γηΐνης αὐτὸν ἐκλύων περιβολῆς, καὶ τὸ ἐκ τῆς βάτου φῶς βλέπων, τοῦτ' ἔστι, πρὸς τὴν διὰ σαρκὸς τῆς ἀκανθώδους ταύτης ἐπιλάμψασαν ἡμῖν ἀκτῖνα, ἥτις ἐστὶ, καθὼς τὸ Εὐαγγέλιόν φησι, τὸ φῶς τὸ ἀληθινὸν, καὶ ἡ ἀλήθεια· τότε τοιοῦτος γίνεται, οἷος καὶ ἑτέροις εἰς σωτηρίαν ἀρκέσαι, καὶ καθελεῖν μὲν τὴν ἐπικρατοῦσαν κακῶς τυραννίδα, ἐξελέσθαι δὲ πρὸς ἐλευθερίαν πᾶν τὸ τῇ πονηρᾷ δουλείᾳ κατακρατούμενον, τῆς ἀλλοιωθείσης δεξιᾶς, καὶ τῆς εἰς ὄφιν μεταβληθείσης βακτηρίας τῶν θαυμάτων καθηγουμένης. ᾯ μοι δοκεῖ δι' αἰνίγματος τὸ διὰ σαρκὸς παραδηλοῦσθαι τοῦ Κυρίου μυστήριον τῆς φανείσης τοῖς ἀνθρώποις θεότητος, δι' ἧς γίνεται ἥ τε τοῦ τυράννου καθαίρεσις, καὶ ἡ τῶν ὑπ' αὐτοῦ κρατουμένων ἐλευθερία. Τὰ δέ με πρὸς τὴν διάνοιαν ἄγοντα ταύτην, ἐστὶ προφητική τε καὶ εὐαγγελικὴ μαρτυρία. Ὁ μὲν γὰρ Προφήτης φησίν· « Αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ Ὑψίστου, » ὡς μὲν τῆς θείας φύσεως ἐν τῷ ἀναλλοιώτῳ θεωρουμένης, τῇ δὲ πρὸς τὸ ἀσθενὲς τῆς ἀνθρωπίνης φύσεως συγκαταβάσει, πρὸς τὸ ἡμέτερον σχῆμά τε καὶ εἶδος
This is in very truth that which really is, and the apprehension of this is the knowledge of the truth. Coming to be in this state, therefore—he at that time, and now everyone who like him looses himself from the earthly covering and looks upon the light from the bush, that is, towards the ray that has shone forth upon us through this thorny flesh, which is, as the Gospel says, the true light and the truth—he then becomes such as to suffice even for the salvation of others, both to overthrow the tyranny wickedly holding sway, and to deliver into freedom all that is held fast in evil bondage, while the altered right hand and the rod changed into a serpent lead the way in the miracles. Hereby, it seems to me, there is enigmatically signified the Lord's mystery through the flesh, of the Godhead manifested to mankind, whereby both the overthrow of the tyrant and the liberation of those held under his power are accomplished. What leads me to this meaning is both prophetic and evangelical testimony. For the Prophet says: "This is the change of the right hand of the Most High," in that the divine nature is contemplated in unchangeableness, yet by condescension towards the weakness of human nature, into our form and outward appearance
Notes, col. 333

On the reading

Printed πὸ, for τὸ.

Printed εὐθεωρεῖ, for ἐνθεωρεῖ.