γίνεσθαι, εἰ κατά τι μέρος αὐτῆς ἀρχὴν ἡ ῥῆξις λάβῃ, κατ' εὐθεῖαν πρὸς τὸ ἕτερον διεξέρχεται πέρας· οὕτω παντὸς τοῦ πελάγους ἐκείνου, κατὰ τὸ ἄκρον ὑποῤῥαγέντος τῇ ῥάβδῳ, ἐπὶ τὴν ἀντικειμένην ὄχθην καὶ ἡ τῶν κυμάτων ῥῆξις ἐπέρασε. Καὶ καταβὰς ἐπὶ τὸ βάθος ὁ Μωϋσῆς, καθ' ὃ διετμήθη τὸ πέλαγος, σὺν παντὶ τῷ λαῷ βύθιος ἦν, ἐν ἀβρόχῳ τε καὶ ἡλιουμένῳ τῷ σώματι· καὶ πεζῇ τὰς ἀβύσσους ἐν ξηρῷ τῷ πυθμένι τῆς θαλάσσης διεξερχόμενος, οὐκ ἐδεδοίκει τὴν αὐτοσχέδιον ἐκείνην ἐκ κυμάτων τειχοποιΐαν, ἔνθεν καὶ ἔνθεν, τείχους δίκην, παραπεπηγυίας αὐτοῖς ἐκ πλαγίων τῆς ἅλμης. Τοῦ δὲ Φαραὼ μετὰ τῶν Αἰγυπτίων συνεισπεσόντος ἐπὶ τὸ πέλαγος, κατὰ τὴν καινοτομηθεῖσαν ἐκείνην ὁδὸν ἐν τοῖς ὕδασι, πάλιν συνάπτεται τὸ ὕδωρ τῷ ὕδατι, καὶ ἀνακλυσθείσης πρὸς ἑαυτὴν τῆς θαλάσσης κατὰ τὸ πρότερον σχῆμα, μία τοῦ ὕδατος ἐπιφάνειά τε καὶ ὄψις γίνεται, ἤδη τῶν Ἰσραηλιτῶν ἐπὶ τῆς πέραν ἠϊόνος τὸ πολύ τε καὶ σύντονον τῆς διὰ τοῦ πελάγους πορείας ἀναπαυόντων, ὅτε καὶ τὴν ἐπινίκιον ἦσαν ᾠδὴν τῷ Θεῷ, τῷ τότε ἀναίμακτον ὑπὲρ αὐτῶν ἐγείραντι τρόπαιον, πάντων πανστρατιᾷ τῶν Αἰγυπτίων, αὐτοῖς καὶ ἵπποις καὶ ὅπλοις καὶ ἅρμασιν, ἀφανισθέντων ὑπὸ τοῦ ὕδατος. Εἶτα πρόεισιν ἐπὶ τὰ πρόσω ὁ Μωϋσῆς, καὶ τριῶν ἡμερῶν ἄνυδρον διοδεύσας ὁδὸν, ἐν ἀμηχανίᾳ γίνεται, μὴ ἔχων ὅπως τοῦ στρατοῦ τὸ δίψος παραμυθήσηται. Ἦν γάρ τις λίμνη, περὶ ἣν ἐστρατοπέδευσαν, θαλασσίου ὕδατος, μᾶλλον δὲ πικροτέρα ἢ κατὰ θάλασσαν. Ἐπεὶ οὖν προσκαθήμενοι τῷ ὕδατι, τῷ δίψει τοῦ ὕδατος κατεφλέγοντο· θεόθεν αὐτῷ συμβουλῆς γεγενημένης, ξύλον τι περὶ τὸν τόπον εὑρών, ἐμβάλλει τῷ ὕδατι· τὸ δὲ παραχρῆμα πότιμον ἦν, τοῦ ξύλου τῇ οἰκείᾳ δυνάμει τὴν τοῦ ὕδατος φύσιν εἰς ἡδονὴν ἐκ πικρίας μετακεράσαντος. Τῆς δὲ νεφέλης μεταναστάσης ἐπὶ τὰ πρόσω, κἀκεῖνοι ἐπὶ τῇ κινήσει τοῦ ὁδηγοῦντος συμμετανίσταντο, ἀεὶ τοῦτο ποιοῦντες, παυόμενοί τε τῆς πορείας, ἐν ᾧπερ ἂν ἡ στάσις τῆς νεφέλης τὸ τῆς ἀναπαύσεως ἔδωκε σύνθημα, καὶ ἀπαίροντες πάλιν, οὗπερ ἂν ἡ νεφέλη τῆς πορείας αὐτῶν ἀφηγήσατο. Καταλαμβάνουσι δὲ, τῷ ὁδηγῷ τούτῳ ἑπόμενοι, τόπον ὕδατι ποτίμῳ κατάῤῥυτον, δυοδεκαίδεκα πηγαῖς ἀφθόνως περικλυζόμενον. Ἑβδομήκοντα δὲ ἦσαν οἱ φοίνικες, ἀρκοῦντες καὶ ἐν ὀλίγῳ τῷ ἀριθμῷ πολὺ ποιῆσαι τοῖς ὁρῶσι τὸ θαῦμα, τῷ ὑπεραίρειν κατὰ τὸ κάλλος τε καὶ μέγεθος. Πάλιν κἀκεῖθεν ὁ ὁδηγὸς ἡ νεφέλη πρὸς ἕτερον ἄγει τόπον τὸν στρατὸν ἀναστήσασα. Ἔρημος δέ τις οὗτος ἦν, ἐν αὐχμηρᾷ καὶ διακεκαλυμμένῃ τῇ ψάμμῳ, μηδεμιᾶς ὑδάτων ἰκμάδος ὑπονοτιζούσης τὸν χῶρον, ἐν ᾧ πάλιν τὸν λαὸν τοῦ δίψους καταπονήσαντος, πέτρα τις ἐπὶ γεωλόφου ῥάβδῳ πληγεῖσα παρὰ τοῦ Μωϋσέως, ὕδωρ ἐκδίδωσιν ἡδύ τε καὶ πότιμον, καὶ τῆς χρείας τοῦ τοσούτου λαοῦ δαψιλέστερον. Ἔνθα δὴ καὶ τῆς παρασκευῆς τῶν τροφῶν ἐπιλιπούσης, ἣν ἐξ Αἰγύπτου πρὸς τὴν ὁδοιπορίαν ἐπεσιτίσαντο, καὶ λιμῷ τοῦ λαοῦ πιεζομένου· γίνεται τὸ πάντων ἀπιστότατον θαῦμα, οὐκ ἐκ γῆς, κατὰ τὸ νενομισμένον, αὐτοῖς τῆς τροφῆς φαινομένης, ἀλλ' ἄνωθεν ἐκ τοῦ οὐρανοῦ δροσοειδῶς καταῤῥεούσης. Δρόσος γὰρ αὐτοῖς ἐπεχεῖτο κατὰ τὸν ὄρθρον· τροφὴ δὲ τοῖς ὑποδεχομένοις ἡ δρόσος ἐγίνετο. Τὸ γὰρ ἐπιχεόμενον, οὐ ῥανὶς ὑδατώδης ἦν, καθὼς σύνηθές ἐστιν ἐν δρόσῳ γίνεσθαι· ἀλλ' ἀντὶ σταγόνων θρόμβοι τινὲς κρυσταλλοειδεῖς τὸ εἶδος, κατὰ τὸ σχῆμα, ὃ ἀγροικικῶς λέγεται κολίανδρον τοῦ κορίου σπέρματος, σφαιρωθέντες κατέῤῥεον, ὧν ἡ γεῦσις τὴν τοῦ μέλιτος ἡδονὴν ὑπεκρίνετο.
to come about, if the fracture takes its start at some part of it, that it runs straight through to the other end, so across that entire sea, once it had been cleft beneath at its edge by the rod, the parting of the waves passed right through to the opposite bank. And going down into the deep where the sea had been cut apart, Moses was in the depths with all the people, yet with body unwetted and shone upon by the sun; and traversing the abysses on foot upon the dry bed of the sea, he did not fear that improvised wall-building of waves, though the brine stood congealed like a wall alongside them on either flank. And when Pharaoh with the Egyptians rushed in after them into the sea along that newly opened road amid the waters, water joined again to water, and as the sea washed back upon itself according to its former shape, a single surface and aspect of the water came to be, while the Israelites on the farther shore were already resting from the long and strenuous march through the sea, when they also sang the song of victory to God, Who had then raised up a bloodless trophy on their behalf, all the Egyptians in full force—together with themselves, horses, weapons, and chariots—having been blotted out beneath the water. Next, Moses advanced onward, and having travelled a waterless road of three days, fell into perplexity, having no means whereby to relieve the thirst of the host. For there was a certain pool, beside which they encamped, of sea-like water, or rather more bitter than sea-water. When, therefore, as they sat beside the water they were burning with thirst for water, counsel having come to him from God, he found a certain piece of wood near the place and cast it into the water; and immediately it became drinkable, as the wood by its own power tempered the nature of the water from bitterness into sweetness. And when the cloud removed onward, they too moved on together at the motion of their guide, ever doing this: both halting from the march wherever the halting of the cloud gave the signal for rest, and setting out again wheresoever the cloud led their march. Following this guide, they reached a place well watered with drinkable water, abundantly bathed by twelve springs; and there were seventy palm-trees, sufficient even in their small number to produce great wonder in beholders by excelling in both beauty and size. Again from there too the guide, the cloud, roused the host and led them to another place. This was a certain desert, overspread with parched sand, with no moisture of waters wetting the ground beneath; wherein, when thirst again wore down the people, a certain rock upon a hillock, struck with the rod by Moses, gave forth water sweet and drinkable, and more abundant than the need of so great a people. There indeed, when the store of provisions which they had brought out of Egypt for the journey also failed, and the people were hard pressed by famine, there took place the marvel most incredible of all, as nourishment appeared for them not out of the earth according to custom, but flowing down like dew from heaven above. For dew was poured out over them at dawn, and the dew became food for those who gathered it. For what was poured out was not a watery drop, as is wont to happen in dew; rather, instead of drops, certain clots crystal-like in appearance, rounded into the shape of coriander seed—which in rustic speech is called koliandron—streamed down, whose taste imitated the sweetness of honey.