Ἐπεὶ δὲ καὶ τοῖς μετιοῦσι τὸν κατ' ἀρετὴν βίον, ἀδύνατον εἶναι εἶπον τὸ ἐπιβῆναι τῆς τελειότητος· οὕτως ὁ λόγος καὶ περὶ τούτου σαφηνισθήσεται. Τὸ πρώτως καὶ κυρίως ἀγαθὸν, οὗ ἡ φύσις ἀγαθότης ἐστὶν, αὐτὸ τὸ Θεῖον, ὅ τί ποτε τῇ φύσει νοεῖται, τοῦτο καὶ ἔστι καὶ ὀνομάζεται. Ἐπεὶ οὖν οὐδεὶς ἀρετῆς ὅρος, πλὴν κακίας, ἐδείχθη, ἀπαράδεκτον δὲ τοῦ ἐναντίου τὸ Θεῖον· ἀόριστος ἄρα καὶ ἀπεράτωτος ἡ θεία φύσις καταλαμβάνεται. Ἀλλὰ μὴν ὁ τὴν ἀληθῆ μετιὼν ἀρετήν, οὐδὲν ἕτερον ἢ Θεοῦ μετέχει· διότι αὐτός ἐστιν ἡ παντελὴς ἀρετή. Ἐπεὶ οὖν τὸ τῇ φύσει καλὸν, ἐπιθυμητὸν εἰς μετουσίαν πάντως ἐστὶ τοῖς γινώσκουσι, τοῦτο δὲ ὅρον οὐκ ἔχει· ἀναγκαίως καὶ ἡ τοῦ μετέχοντος ἐπιθυμία τῷ ἀορίστῳ συμπαρατείνουσα, στάσιν οὐκ ἔχει. Οὐκοῦν ἄπορόν ἐστι παντάπασι τοῦ τελείου τυχεῖν· διότι ἡ τελειότης, καθὼς εἴρηται, ὅροις οὐ διαλαμβάνεται· τῆς δὲ ἀρετῆς εἷς ὅρος ἐστὶ, τὸ ἀόριστον. Πῶς οὖν ἄν τις ἐπὶ τὸ ζητούμενον φθάσειε πέρας, οὐχ εὑρίσκων τὸ πέρας; Οὐ μὴν ἐπειδὴ καθόλου τὸ ζητούμενον ἄληπτον ὁ λόγος ὑπέδειξεν, ἀμελητέον ἂν εἴη τῆς ἐντολῆς τοῦ Κυρίου, ἥ φησι· «Γίνεσθε τέλειοι, ὡς ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος τέλειός ἐστιν.» Ἐπὶ γὰρ τῶν φύσει καλῶν, κἂν μὴ τοῦ παντὸς τυχεῖν δυνατὸν ᾖ, τὸ καὶ μὴ τοῦ μέρους ἀποτυχεῖν, κέρδος ἂν εἴη μέγα τοῖς γε νοῦν ἔχουσι. Πᾶσαν τοίνυν ἐπιδεικτέον σπουδήν, μὴ παντελῶς ἐκπεσεῖν τῆς ἐνδεχομένης τελειότητος· ἀλλὰ τοσοῦτον ἀπ' αὐτῆς κτήσασθαι, ὅσον ἂν ἰδεῖν τοῦ ζητουμένου χωρήσωμεν. Τάχα γὰρ τὸ οὕτως ἔχειν, ὡς ἀεὶ θέλειν ἐν τῷ καλῷ τὸ πλέον ἔχειν, ἡ τῆς ἀνθρωπίνης φύσεως τελειότης ἐστί. Δοκεῖ δέ μοι καλῶς ἔχειν τῇ Γραφῇ περὶ τούτου συμβούλῳ χρήσασθαι. Φησὶ γάρ που διὰ τῆς Ἠσαΐου προφητείας ἡ θεία φωνή· «Ἐμβλέψατε εἰς Ἀβραὰμ τὸν πατέρα ὑμῶν, καὶ εἰς Σάῤῥαν τὴν ὠδίνουσαν ὑμᾶς.» Ταῦτα γὰρ πάντως ὁ λόγος τοῖς ἔξω τῆς ἀρετῆς πλανωμένοις διακελεύεται, ἵνα, καθάπερ οἱ ἐν πελάγει τῆς εὐθείας τοῦ λιμένος παρενεχθέντες, κατὰ τὸ φανὲν σημεῖον τῆς πλάνης ἑαυτοὺς ἐπανάγουσιν, ἢ πυρσὸν ἰδόντες ἀπὸ ὕψους αἰρόμενον, ἢ κορυφήν τινος ἀκρωρείας ἀναφανεῖσαν, τὸν αὐτὸν τρόπον τοὺς ἀκυβερνήτῳ τῇ διανοίᾳ κατὰ τὴν τοῦ βίου θάλασσαν πλανωμένους, τῷ κατὰ τὴν Σάῤῥαν καὶ Ἀβραὰμ ὑποδείγματι πάλιν κατευθύνῃ πρὸς τὸν λιμένα τοῦ θείου θελήματος. Ἐπειδὴ γὰρ πρὸς τὸ θῆλύ τε καὶ ἄῤῥεν ἡ ἀνθρωπίνη μεμέρισται φύσις, καὶ ἀμφοτέροις ἐπίσης κατ' ἐξουσίαν ἡ πρὸς ἀρετὴν καὶ κακίαν αἵρεσις πρόκειται· διὰ τοῦτο ἑκατέρῳ τμήματι τὸ κατάλληλον τῆς ἀρετῆς ὑπόδειγμα παρὰ τῆς θείας προεδείχθη φωνῆς, ἵνα πρὸς τὸ συγγενὲς ἑκάτεροι βλέποντες, πρὸς μὲν τὸν Ἀβραὰμ οἱ ἄνδρες, πρὸς δὲ τὴν Σάῤῥαν τὸ ἕτερον μέρος, ἀμφότεροι διὰ τῶν οἰκείων ὑποδειγμάτων πρὸς τὸν κατ' ἀρετὴν βίον διευθύνοιντο. Ἴσως δ' ἂν τοίνυν ἐξαρκέ-
And since even for those who pursue the life according to virtue I said it was impossible to set foot upon perfection, in this way our discourse concerning this point too shall be made clear. That which is primarily and properly good, whose nature is goodness—the Divine itself—whatever by nature it is conceived to be, this it both is and is named. Since, then, no limit of virtue except vice has been shown, and the Divine does not admit of its opposite, the divine nature is consequently apprehended as boundless and infinite. Yet assuredly he who pursues true virtue participates in nothing other than God, because He Himself is complete virtue. Since, then, what is fair by nature is altogether desirable for participation to those who know it, and this has no limit, of necessity the desire of the participant also, stretching out alongside the boundless, has no halting-place. Therefore it is altogether impossible to attain perfection, because perfection, as has been said, is not marked off by limits, whereas of virtue there is one limit: boundlessness. How then could anyone reach the sought-for limit when he finds no limit? Yet not because our argument has shown that what is sought is wholly unattainable ought one to neglect the commandment of the Lord, which says: "Be perfect, as your heavenly Father is perfect." For in things fair by nature, even if it be impossible to attain the whole, even not to miss a part would be a great gain, at least for those who have understanding. All zeal, therefore, must be displayed not to fall away altogether from the perfection that is attainable, but to acquire as much of it as we may be capable of beholding of what is sought. For perhaps to be so disposed as ever to wish to have more in what is good is the perfection of human nature. Yet it seems good to me to use Scripture as a counsellor concerning this. For the divine voice says somewhere through the prophecy of Isaiah: "Look unto Abraham your father, and unto Sarah who bore you in travail." For the word by all means enjoins these things upon those wandering outside virtue, in order that, just as those at sea who have been carried off the straight course to the harbour bring themselves back from their wandering according to the sign that appears—either beholding a beacon raised from on high, or catching sight of the peak of some mountain ridge—in the very same way it may steer back towards the harbour of the divine will, by the example of Sarah and Abraham, those wandering with unpiloted mind across the sea of life. For since human nature has been divided into female and male, and the choice towards virtue and vice lies equally before both according to free power, on this account the corresponding example of virtue was set forth beforehand by the divine voice for each division, so that, looking each towards what is akin—men towards Abraham, and the other part towards Sarah—both might be guided through their own proper examples towards the life according to virtue. Perhaps, then, it might suf-